Παρακλητικός Κανών εις την Αγία Μάρτυρα και Αθληφόρο του Χριστού Δροσίς

Ποίημα Αρχιμανδρίτου Φιλαρέτου Βιτάλη

†Εορτάζεται στις 22 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τῇ Ἀθληφόρῳ τοῦ Χριστοῦ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῆς Δροσίδος προσπέσωμεν, ἐν εὐλαβείᾳ κράζοντες ἐκ μέσης ψυχῆς, φρούρει ἡμᾶς πάνσεμνε καὶ σὸν θεῖον Νυμφίον, τὰς ἱκεσίας σου ποίει θερμῶς, εἰς τὸ σωθῆναι, ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὠ Δροσίς Ἀγία Δρόσισον τᾶς Ψυχάς ἡμῶν Φιλ(αρέτου)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς θεῖον θησαύρισμα ἀληθῶς, ἡ σεπτὴ εἰκών σου ἀπεδόθη ἡμῖν Δροσίς, αὐτὴν προσκυνοῦντες ὦ τρισμάκαρ, περιχαρῶς τὴν σὴν χάριν λαμβάνομεν.

Διδοῦσα τὴν χάριν σου καὶ ἡμῖν, ναόν σου ὡραῖον ἀνεγείραμεν εὐσεβῶς, ἐν ὧ γηθοσύνως νῦν τελοῦμεν, τὴν θείαν ταύτην πανήγυριν πάνσεμνε.

Ῥωσθεῖσα τὴν χάριν ἐκ τοῦ Θεοῦ, ναὸς ἀνεδείχθης τοῦ Κυρίου καὶ παντουργοῦ, Δροσὶς ὦ πανεύφημε ἐνθέως, τοῦ παναγίου πεπλήρωσαι Πνεύματος.

Θεοτοκίον.
Ὁ Κύριος ἄχραντε Μαριάμ, ἐπεῖδεν ἀσμένως τὸν Σὸν κόσμον τῶν ἀρετῶν, διὸ δι’ Ἀγγέλου Σὲ προσεῖπε, χαριτωμένη Παρθένον Πανάσπιλον.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Σὺ ὡς ἥλιος ὤφθης ὁλολαμπὴς πάνσεμνε, καὶ διὰ τῆς πίστεως πάντας ἐφωταγώγησας, σκότος δὲ ἔλυσας, τῆς ἀθεΐας καὶ πλάνης, δείξασα Δροσὶς σοφή, φέγγος ἀνέσπερον.

Ἱλαστήριον θεῖον τὸν Ἰησοῦν ἔδειξας, ὡς ἐνανθρωπήσαντα Λόγον τοῖς ἁμαρτήμασι, διὸ μετάνοιαν, εἰλικρινῇ τῷ Δεσπότῃ, ὅπως ἐπιδείξωσι πάντας προέτρεπες.

Σοφισθεῖσα παρθένε πρὸς τὸν Χριστὸν ἔδραμες, καὶ ἀνεγεννήθης ἐμφρόνως ψυχῇ καὶ πνεύματι, ὅθεν εὐσέβειαν, ζῶσαν ἐπέδειξας πᾶσι, πράξει θεωρίᾳ τε ταύτην ἐτράνωσας.

Θεοτοκίον.
Ἀσωμάτων αἱ τάξεις ἐν οὐρανοῖς Πάναγνε, Σὲ Θεογεννῆτορ ἀσμένως ἐδοξολόγησαν, διότι ἔτυχες, τοσαύτης ὄντως εὐνοίας, ἐκ Θεοῦ Παντάνακτος, ὡς Παναμώμητος.

Διάσωσον, ἐκ πάσης βλάβης κινδύνων καὶ νοσημάτων, τοὺς τιμῶντάς σε εὐσεβῶς καὶ σοὶ καταφεύγοντας, Δροσὶς Ἁγίων παρθένων δόξα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπῃ θερμῇ καὶ πόθῳ πρὸς τὸν Ἄνακτα, ἐτρώθης Δροσὶς καὶ Νύμφη Αὐτοῦ γέγονας, διὰ τοῦτο πάνσεμνε, σὲ ἐδέχθη χαίρων ὁ Κύριος, λαμπαδηφόρον ἐν τῷ οὐρανῷ, καὶ δόξης ἀϊδίου κατηξίωσε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γεγηθυῖα ἐχώρησας, καὶ τελειωτάτῳ Δροσὶς φρονήματι, πρὸς ἀγῶνας ὑπὲρ πίστεως, καὶ καθεῖλες ὄφιν τὸν ἀρχέκακον.

Ἱερώτατον ὄργανον, τοῦ Χριστοῦ κατέστης Δροσὶς θεόπνευστε, καὶ ὡς ἄμπελος κατάκαρπος, βρότυν τὸν γλυκύτατον ἐξήνθησας.

Ἀληθὲς καλλιέρημα, ὄντως ἀνεδείχθης Δροσὶς θεόληπτε, ἐν δεινοῖς περιπλανήσεσι, τὸν Χριστὸν Θεόν σου ὡμολόγησας.

Θεοτοκίον.
Δεῦτε νῦν μεγαλύνομεν, τὴν ἀειμακάριστον Κόρη ἅπαντες, τὴν τὸν Κύριον γεννήσασαν, καὶ ἀναδειχθεῖσαν Θεομήτορα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥήματα πατρός, βασιλέως κατεφρόνησας, εἰλικρινῶς ἀγαπήσασα Χριστόν, καὶ ἀντ’ Αὐτοῦ μηδὲν ἐν κόσμῳ προτιμήσασα.

Ὄλβον πατρικόν, καὶ ἐπίγεια βασίλεια, ἀρνησαμένη πανεύφημε Δροσίς, πλοῦτον ἀσύλητον Χριστοῦ σὺ ἐθησαύρισας.

Σῶμα καὶ ψυχήν, τῷ Νυμφίῳ σου παρέδωκας, παρ’ Οὗ εἰσῆλθες πανέντιμε Δροσίς, ἐν τῷ νυμφῶνι, τῆς Αὐτοῦ δόξης γεραίρουσα.

Ἱεροπρεπῶς, τὰ ἐν βίῳ σου ἐρύθμησας, καὶ στεῤῥωτάτῳ νοΐ πρὸς τὸν Χριστόν, ὦ καλλιπάρθενε Δροσίς, προσεχώρησας.

Θεοτοκίον.
Σὲ μετὰ Θεόν, Θεοτόκε ἀπειρόγαμε, ἐκδυσωποῦμεν θερμῶς οἱ πιστοί, ὅπως ῥυσθῶμεν ἐξ ὀργῆς καὶ περιστάσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ τύραννος, καὶ πατήρ σου πάνσεμνε, ἐμμανῶς ἐκδεδωκὼς τοῖς δημίοις, σὲ τὴν καλλὴν καὶ πανέντιμον κόρην, ἀπεξενώθη τοῦ φίλτρου ὁ ἄθλιος, ἀλλὰ σὺ κλαίουσα Δροσίς, ὑπὲρ τούτου εὐχὰς ἀνταπέδιδες.

Νεκρώσασα, τῆς σαρκὸς τὸ φρόνημα, τὴν ψυχὴν θεοφεγγῆ ἀπειργάσω, καὶ συνεργίᾳ τοῦ Πνεύματος Μάρτυς, ἀνδρειοφρόνως τοὺς πόνους ὑπήνεγκας, τὸν θάνατον δὲ ὦ Δροσίς, εἰς οὐδὲν ἐλογίσω πολύαθλε.

Τῷ πόθῳ σου, ὦ Χριστὲ νῦν φλέγομαι, ἡ Δροσὶς Παμβασιλεῦ ἀνεφώνει, τῶν παθημάτων μου νῦν τὰς ὀδύνας, σῆς ἀγαπήσεως δρόσον ἐκδέχομαι, καὶ διὰ τοῦτο ἐναθλῶ, ἵνα Σοὶ βασιλεύσω Νυμφίε μου.

Θεοτοκίον.
Ἀμόλυντε, Θεοτόκε Δέσποινα, ἐξ ἀχράντων Σου αἱμάτων ὁ Λόγος, ὑπερφυῶς ἐσαρκώθη καὶ πᾶσι, ζωὴν τὴν ἄφθαρτον ὄντως ἀπένειμεν, ὅθεν συμφώνως οἱ πιστοί, τὸν Σὸν Τόκον γεραίρομεν ἅπαντες.

Διάσωσον, ἐκ πάσης βλάβης κινδύνων καὶ νοσημάτων, τοὺς τιμῶντάς σε εὐσεβῶς καὶ σοὶ καταφεύγοντας, Δροσὶς Ἁγίων παρθένων δόξα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῇ εἰκόνι σου τῇ θαυμαστῇ προσπελάζοντες, ἡ ἐν δάκρυσι καὶ στεναγμοῖς νῦν προσβλέποντες, Δροσὶς θερμῶς προσάγομέν σοι προσευχήν, ταχὺ πρόφθασον καὶ ἐξελοῦ, ἐκ περιστάσεων δεινῶν, ἡμᾶς πάντας τοὺς τιμῶντάς σε, φρούρει δὲ τὴν ὑγείαν, καὶ στήριζε ἐν τῇ πίστει, καταξιοῦσα καὶ ἡμᾶς, τῶν βραβείων σου πανύμνητε.

Προκείμενον
Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μάρκον
(Κεφ. ε’ 24 – 34).

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νύμφη τοῦ Παντάνακτος, Δροσὶς Ἁγία παρθένε, πόθῳ εὐφημοῦμέν σε, καὶ παρακαλοῦμέν σε, ἀνακράζοντες ἐκτενῶς πάνσεμνε· μὴ παύσῃ πρεσβεύειν τῷ Σωτῆρι καὶ Νυμφίῳ σου, ἐκ περιστάσεων, καὶ ἐπιβουλῶν τοῦ ἀλάστορος, ῥυσθῆναι ἡμᾶς ἅπαντας ἀπὸ νοσημάτων καὶ θλίψεων, Χριστὸν ἐκδυσώπει, πταισμάτων ἡμῖν δοῦναι ἱλασμόν, καὶ τῆς Αὐτοῦ ἀγαπήσεως, τυχεῖν οἱ ἱκέται σου.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σταλαγμοῖς τῶν δακρύων τὸν βυθὸν ἀθεΐας Δροσὶς ἐξήρανας, καὶ ἔδειξας ἐν κόσμῳ, τὴν πίστιν τὴν ἁγίαν τοῦ Χριστοῦ καὶ ἐκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ψαλμικῶς ἀνεβόας ὦ Δροσὶς ἐν τῷ σκάμματι τῆς ἀθλήσεως, συντρίβουσα ἀνδρείως, σεβάσματα ἀθέων, καὶ εἰδώλων τὰ ξόανα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑμνοῦσα τὸν Σωτῆρα εὐχαρίστως εἱρκτῇ σὺ ἐνεκαρτέρησας, τοῖς ἴχνεσιν ἀνδρείως, σεβάσματα ἀθέων, καὶ εἰδώλων τὰ ξόανα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Χαρίτωσον ἀφθόνως Παναγία Θεόνυμφε τοὺς τιμῶντάς Σε, ἅμα καὶ τὸν Υἱόν Σου, καὶ σῶζε ἐκ κινδύνων τοὺς βοῶντας ἐν δάκρυσι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁγνὴ παρθένε, ὡς θῦμα ἅγιον ὤφθης, καὶ ἀμνὰς τοῦ Κυρίου βοῶσα· Σὲ δοξολογοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Σ’ αὐτὴν ὡς κρίνον, εὐωδιάζον προσήχθη, τῷ Κυρίῳ ἡ καθαρὰ ψυχή σου· καὶ ἐμεγαλύνθης, εἰς πάντας τοὺς αἰῶνας.

Ἥδιστον ὄντως, τὸ σὸν ἐπίγειον τέλος, ὦ Δροσὶς ἐθεωρήθη ὡς Μάρτυς· ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Μόνην ἐν κόσμῳ, ὡς Θεοτόκον Μητέρα, Ἀειπάρθενον κηρύττομεν ὄντως, καὶ Σὲ ἀνυμνοῦμεν, τὴν Κεχαριτωμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς νύμφη του Κυρίου, ὦ Δροσὶς Ἁγία, εἰς τὸν νυμφῶνα Αὐτοῦ διαλάμπουσα, μὴ διαλλίπῃς πρεσβεύειν σωθῆναι ἅπαντας.

Ναῷ σου τῷ ἁγίῳ, δέξαι τὰς δεήσεις, ἅς εὐλαβῶς σοι προσάγομεν πάνσεμνε, τὴν δὲ σὴν χάριν ἀπόδος τοῖς ἀνυμνοῦσί σε.

Φλογὸς τῆς αἰωνίου, διαφύλαξόν με, τῇ σῇ πρεσβείᾳ Δροσὶς ἱκετεύω σε· καὶ δροσισμὸν τῆς ψυχῆς μου, σὺ μοὶ χορήγησον.

Ἱλέῳ ὄμματί σου, ὦ Δροσὶς τρισμάκαρ, τὸν σὸν Νυμφίον δυσώπει ῥυσθῆναί με, καὶ κληρονόμον γενέσθαι θείας ἐλλάμψεως.

Θεοτοκίον.
Λαὸς καὶ Ἐκκλησία, Σοὶ εὐχαριστοῦμεν, Θεογεννῆτορ Μαρία ἀπείρανδρε, ὅτι ἡμῖν ὡς Σωτῆρα Χριστὸν προσήνεγκας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὴν παρθενομάρτυρα τοῦ Χριστοῦ, Δροσίδα τὴν θείαν εὐφημήσωμεν εὐσεβῶς, τὴν παρισταμένη, νυμφῶνι τοῦ Κυρίου, ὡς ἄσπιλον ἀμνάδα, Αὐτοῦ πολύαθλον.

Ἴον εὐωδέστατον ὦ Δροσίς, τοῦ ἔαρος ὤφθης καὶ στολίζεις τοὺς εὐανθεῖς, λειμῶνας πανδρόσους, τοῦ θείου Παραδείσου, οὗ καὶ ἡμᾶς Ἁγία, πάντας ἀξίωσον.

Κατέχοντες ὧδε ὡς θησαυρόν, ὦ Δροσὶς Ἁγία τὴν εἰκόνα σου τὴν σεπτήν, ἥν καταφιλοῦμεν, πόθῳ καὶ εὐλαβείᾳ, αἰτούμενοι διδόναι, πᾶσιν ἰάματα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δροσίδα τὴν πάντιμον καὶ βασιλίδα σεμνήν, ἐνθέως τιμήσωμεν ἐν εὐλαβείᾳ πιστοί, εὐφήμως γεραίροντες· αὕτη γὰρ ἐν τῇ Ῥώμῃ, ἐναθλήσασα πίστει, ἔνδοξος Ἀθληφόρος τοῦ Χριστοῦ ἀνεδείχθη, πρεσβεύουσα ἀπαύστως Αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Γόνυ, ἤδη κλίνοντες Δροσίς, καὶ κατασπαζόμενοι πάντες, τὸ σὸν εἰκόνισμα, δέησιν προσάγομεν τῇ σῇ ἀγάπῃ σεμνή, ὅπως γένηται ἵλεως, ἡμῖν ὁ Δεσπότης καὶ Χριστὸς Νυμφίος σου, ὅν ἐνδυσώπει ἀεί· ὅθεν ἐκ βαθέων καρδίας, κατατίθεμέν σοι Ἁγία, τὴν εὐχαριστίαν καὶ ἀνύμνησιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.