Παρακλητικός Κανών εις την Θεομητορική Αγία Εικόνα της Υπαπαντής καλουμένη εν Καλάμαις

Ποίημα Πρωτοσυγγέλου Γερασίμου Παγώνη

†Εορτάζεται στις 2 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν χαριτόβρυτον πιστοὶ τῆς Παρθένου, θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει, χαρμονικῶς ὑμνήσωμεν βοῶντες αὐτῆ· χαίροις ὁ ἀέναος ποταμὸς τῶν θαυμάτων, πίστει τοὺς προστρέχοντας, ἅπαντας καταρδεύων, τὴν προστασίαν ἔχοιμεν τὴν σήν, θλίψεσι πάσαις, Εἰκὼν θαυματόβρυτε.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ῥυπαρῶν ἐφύμνιον, δέξαι νῦν μόνη Ἁγνή, ὡς πρὶν ὁ Υἱός σου, ὁ Θεὸς καὶ πλάστης μου, τῆς χῆρας κατεδέξατο τὰ λεπτά, καὶ τὴν λύσιν τῶν ὀφλημάτων παράσχου μοι, ἵνα κατὰ χρέος γεραίρω σε.

Δεῦρο ψυχή μου ταπεινὴ καὶ βόησον, τῇ Θεομήτορι, Χριστιανῶν σκέπη, μὴ ἐγκαταλείπης με, ἀντιλαβοῦ καὶ σῶσόν με, καὶ τῆς αἰωνιζούσης κολάσεως ἐλευθέρωσον, ἡ τῶν ἀνελπίστων ἀντίληψις.

Ὁ σὸς λαὸς ἐπὶ τὸ σὸν κατέφυγεν, ἐκτύπωμα ἱερόν, καὶ εὐλαβῶς τοῦτο, προσκυνεῖ δεόμενος, μὴ οὖν παρίδῃς Ἄχραντε, τὰς αὐτοῦ ἱκεσίας, τοὺς στεναγμοὺς καὶ τὰ δάκρυα, καὶ τοὺς κοπετοὺς καὶ τὰ τραύματα.

Εὐλογημένη ἡ Θεὸν κυήσασα, τοῦτον δυσώπει ἀεί, ὑπὲρ τῶν σῶν δούλων, τῶν δεινὰ καὶ οἴκτιστα, πασχόντων Παναμώμητε, ἐξ ἰδίων πταισμάτων, τῇ ὑπερφώτῳ Εἰκόνι σου, πίστει προστρεχόντων Πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Καλαματίων τὴν ζάλην, καὶ τὰ φρικτὰ κύματα, τὰ ἐπαπειλοῦντα σοῖς δούλοις, ἄρδην τὸν ὄλεθρον, τρέψον Πανύμνητε, εἰς βαθυτάτην γαλήνην, τῷ ἀμάχῳ σθένει σου, ὡς ταύτης πρόμαχος.

Τοὺς ἐν τῇ δὲ τῇ πόλει, τῇ σῇ ἁγνῇ Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καὶ περιστάσεως, τήρει ἀπήμονας, ἀλλὰ καὶ ταύτην συντήρει, σῇ δυνάμει ἄτρωτον, ὦ Παναμώμητε.

Οὐκ ἰσχύει Παρθένε, τὸ ἀχανὲς πέλαγος, τῶν σῶν θαυμασίων καὶ ξένων, γλῶσσα ἡ βρότειος, ἐκδιηγήσασθαι, ἃ καθ’ εκάστην δεικνύεις, τοῖς πιστῶς προστρέχουσι θείᾳ Εἰκόνι σου.

Τῶν δαιμόνων ἐφόδους, καὶ τὰς πικρὰς Δέσποινα, καὶ πολυχρονίους σῶν δούλων, νόσους ἀπέλασον, ἵνα δοξάζωμεν, ἀνευφημοῦντές σε πόθῳ, ἣν Ἀγγέλων ἄυλοι γλῶσσαι γεραίρουσι.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Στῆσον Ἁγνή, τὸν πολυτάραχον κλύδωνα, καὶ τὸν σάλον τὸν ἐπεγειρόμενον, κατὰ τῆς σῆς, ποίμνης τῆς οἰκτρᾶς, καὶ ἀθλίως ταύτην καταβυθίζοντα ἅπασαν, βυθῷ τῆς ἀπωλείας, παγκρατεῖ σου δυνάμει, τῆς σῆς χάριτος μόνη Πανύμνητε.

Τίς ἐξειπεῖν, ὦ ὑπερένδοξε Δέσποινα, ἐξισχύει τὰς τερατουργίας σου; τὰς ὑετόν, πόντον τε αὐτόν, σταγόνας καὶ ψάμμον, ὑπερβαινούσας τρανώτατα, ὡς Μήτηρ γὰρ Ὑψίστου, τὸ σθένος κεκτημένη, πάντα πράττεις ἐν μόνῳ τὸ βούλεσθαι.

Τὰ πονηρά, Κόρη Πανάχραντε πνεύματα, τοὺς σοὺς δούλους καταδυναστεύοντα, καὶ ἀφειδῶς θλίβοντα αὐτούς, ἀπέλασον τάχος, ἀλλὰ καί κίνδυνον ἅπαντα, καὶ νόσους ἀνιάτους, ἐκδίωξον σῶν δούλων, ἵνα σε κατὰ χρέος δοξάζωμεν.

Σύ μου ἰσχύς, σύ μου καὶ δύναμις Δέσποινα, ἐκβοᾷ σοι ὁ ταλαιπωρούμενος, ὑπὸ δεινῆς νόσου τληπαθῶς, καὶ τῇ σοὶ Εἰκόνι, προσπίπτει ἐπικαλούμενος, θεράπευσόν με Κόρη, πανταχοῦ καὶ κηρύξω, τὴν ὀξεῖάν σου Ἄχραντε δύναμιν.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Στεναγμοὶ τῶν σῶν δούλων, θρῆνοί τε καὶ δάκρυα νῦν ἐπληθύνθησαν, αἱ γὰρ ἀνομίαι κεφαλὰς τὰς αὐτῶν ὑπερήραντο, ἄξια γοῦν ὄντως, ὧν περ εἰργάσοντο ἀφρόνως, τὰ ἐπίχειρα ἤδη κομίζονται.

Τὴν ὀργὴν τοῦ Υἱοῦ σου, καὶ τὴν ἀγανάκτησιν Παρθένε πρόφθασον, ἐξιλεουμένη, μητρικαῖς σου πρεσβείαις Μητρόθεε, ἵνα μὴ εἰς τέλος, ἡμᾶς ἀθλίως ἐξαλείψῃ, τοὺς τιμῶντας Εἰκόνα σὴν πάντιμον.

Νοσηλείας καὶ πάθη, χαλεπὰς παρέσεις τε ὦ Ὑπερένδοξε, καὶ ἀρθρίτην νόσον, τὴν δονοῦσαν τὸν νοῦν καὶ διάνοιαν, τῶν ἀνθρώπων Κόρη, τῇ θεϊκῇ σου δυναστείᾳ, κατακοίμησον τάχος δεόμεθα.

Πειρασμῶν καὶ κινδύνων, καὶ δεινῶν κακώσεων Κόρη τοὺς δούλους σου, τοὺς πιστῶς τιμῶντας, καὶ τὴν σὴν προσκυνοῦντας πανσέβαστον, Πάναγνε Εἰκόνα, δεῖξον Παρθένε ἀνωτέρους, καὶ περίσωζε μόνη Πανάχραντε.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Τῷ θείῳ σου νῦν Ναῷ προστρέχομεν, οἱ παντοίαις συνεχόμενοι νόσοις, πίστει θερμῇ τὴν Εἰκόνα σου Κόρη, τὴν θαυματόβρυτον κατασπαζόμενοι, καὶ πάντων δὴ τῶν δυσχερῶν, θᾶττον λύσιν Ἁγνὴ κομιζόμεθα.

Εἰκόνα σου τὴν σεπτὴν Ὑπέραγνε, προσκυνοῦντας εὐλαβῶς τοὺς σοὺς δούλους, ῥῦσαι δεινῶν καὶ παντοίων κινδύνων, καὶ ἐξ ἐχθρῶν ἀοράτων Πανύμνητε, καὶ ὁρωμένων τῶν δεινῶς, πολεμούντων ἡμᾶς Παναμώμητε.

Συνάχθητε Μεσσηνίας θρέμματα, καὶ προσπέσατε ἐξ ὅλης καρδίας, τῇ φωταυγεῖ τῆς Πανάγνου Εἰκόνι, περιπαθῶς ἐξαιτοῦντες τὰ πρόσφορα, καὶ τεύξεσθαι ὡς ἀληθῶς, παρ’ αὐτῆς τὰ αἰτήματα χαίροντες.

Στηρίζει μὲν τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη, χριστιανῶν τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν ἀδόμενον Ἅγιον ὄνομα, ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ Χαῖρε κραυγάζει σοι.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ Προστασία τῶν χριστιανῶν.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀντὶ τοῦ· Μὴ καταπιστεύσῃς με… τὸ ἀκόλουθον Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων σῶν δούλων, Παναγία Δέσποινα, ἀλλὰ δέξαι τάχιστα καὶ βοήθησον, θλίψεις γὰρ πάσχομεν, φέρειν οὐ σθένομεν, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐκ ἔχομεν, οὐδὲ ποῦ φυγεῖν οἱ πανάθλιοι, πάντοθεν πολεμούμενοι, καὶ παραμυθία οὐκ ἔστι πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ παραβλέψῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου,

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τῆς Ἱερᾶς παρακλήσεως.

Ὠδὴ ζ΄. Παῖδες Ἑβραίων.
Θλίψεις, ὀδύναι καὶ κακώσεις, ἤδη εὕροσαν σὴν πόλιν Θεοτόκε, καὶ πιστῶν σου Ἁγνή, τὸ πλήρωμα βοᾷ σοι, ῥῦσαι ἡμᾶς Πανύμνητε, τῆς δεινῆς πανωλεθρίας.

Θραῦσον Παρθένε τῶν ἀνόμων, τὰ φρυάγματα, καὶ τὰς ὁρμὰς Κυρία, τὰς ἀτάκτους αὐτῶν, ἡμᾶς δὲ τοὺς σοὺς δούλους, εἰρήνευσον ἀείποτε, εἰς αἰῶνάς σε ὑμνοῦντας.

Σκέπη Παρθένε τοῖς σοῖς δούλοις, καὶ ἀντίληψις γενοῦ καὶ σωτηρία, τοῖς ἐν πίστει τῇ σῇ, προστρέχουσιν Εἰκόνι, καὶ πειρασμῶν καὶ θλίψεων, ἐξελοῦ ἡμᾶς Κυρία.

Πάθη ποικίλα πυρετούς τε, καχεξίας τε καὶ νόσους ἀνιάτους, τῇ ἀμάχῳ σου νῦν καὶ θείᾳ προστασίᾳ, σῶν δούλων ἐξοστράκισον, ὑπερένδοξε Κυρία.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Τὴν Εἰκόνα τὴν σὴν καταπλουτοῦντες, Θεομῆτορ πηγὴν θαυμάτων ξένων, τῷ σῷ Ναῷ προστρέχοντες λαμβάνομεν, σώματος τὴν ῥῶσιν, καὶ ψυχῆς ὁμοῦ τε, ἁγνὴ Παρθενομῆτορ.

Ὡς τυφλοῖς τε τὸ φῶς σὺ ἐδωρήσω, καὶ πεσόντας ἐξ ὕψους ἐλυτρώσω, καὶ νῦν ἠμῶν καταύγασον τὰ ὄμματα, τῶν ἐσκοτισμένων, καὶ τῆς ἁμαρτίας, ἀνάστησον τοῦ χάους.

Οἱ ἐν νόσοις Παρθένε ἀνιάτοις, ἰατῆρά σε ἔχομεν ἐν πάσαις, σκέπῃ τῇ σῇ διὸ νῦν καταφεύγομεν, ἴασιν ἀφθόνως, Πάναγνε παράσχου, ἡμῖν τοῖς σοῖς οἰκέταις.

Τοὺς παντοίοις δεινοῖς ἐνοχλουμένους, καὶ Εἰκόνι τῇ σῇ προσερχομένους, Παρθενομῆτορ λύτρωσαι τοὺς δούλους σου, τρέπουσα ἐν τάχει, εἰς χαρὰν βαθεῖαν, τὴν τούτων ἀθυμίαν.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Τὸ πένθος Καλαματίων καὶ κατηφές, εἰς χαρὰν μεταποίησον Ἄχραντε, καὶ χαρμονήν, ὅτι σὲ προστάτιν ἐν πειρασμοῖς, λιμένα τε πανεύδιον, κέκτηται ἐν σάλῳ τῶν συμφορῶν, ἐλπίδας σωτηρίας, πρὸς σὲ Κυρία πάσας, ἀνατεθεῖσα ὑπερένδοξε.

Ποικίλας νοσηλείας καὶ χαλεπάς, πυρετοὺς καχεξίας, παρέσεις τε, καὶ δυσμενεῖς, ἐπηρείας πάσας καὶ προσβολάς, σῶν οἰκετῶν Πανύμνητε, ἐκ ποδῶν ποίησον Ἀγαθή, τῶν πόθῳ προσιόντων, Εἰκόνι τῇ σεπτῇ σου, καὶ σὲ πιστῶς τιμώντων Πάναγνε.

Καλάμας ὦ Μητράνανδρε τὰς κλεινάς, ἃς εἰς θείαν κατοίκησιν Δέσποινα, τὰς σὰς ἀεί, Κόρη ᾐρετίσω καὶ τοὺς αὐταῖς, θεοφιλῶς διάγοντας, πάντιμον Εἰκόνα σου καὶ σεπτήν, ὡς ὄλβον κεκτημένους, καὶ πύργον ἀσφαλείας, κινδύνων σῶζε Παναμώμητε.

Παράδοξον εἰργάσω πρᾶγμα Σεμνή, τὸν σὸν πλάστην τεκοῦσα καὶ Κύριον, πρᾶξον καὶ νῦν, ἕτερον τεράστιον ἐν ἐμοί, ἁμαρτωλὸν κατάκριτον, οἴκτειρον ἐλέησον εὐμενῶς, καὶ σῶσον φιλανθρώπως, ὡς Μήτηρ Φιλανθρώπου, φιλανθρωπίας τὸν ἀνάξιον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὴν Εἰκόνα Ὑπαπαντῆς, τῆς χαριτοβρύτου, ἀσπασώμεθα εὐλαβῶς, βρύουσαν παντοίων, νόσων καὶ πάσης βλάβης, ῥῶσιν δαψιλεστάτην, καὶ χάριν ἄφθονον.

Σφαίρας οὐρανίους φωταγωγεῖς, ἀχράντως οἰκήσει, τὴν ὑδρόγειον δὲ βολαῖς, ἀῤῥήτων θαυμάτων, αὐγάζεις ὅθεν πίστει, πάντες σε προσκυνοῦμεν, ὦ Μητροπάρθενε.

Τυφλοῖς τὴν ἀνάβλεψιν καὶ κωφοῖς, τὴν εὐηκοῒαν, καὶ ἀλάλοις λύσιν γλωσσῶν, νέμεις Θεοτόκε, πιστῶς σου δεομένοις, βαβαὶ τῶν σῶν θαυμάτων, κόρη Μητράναδρε.

Σὲ τὴν ῥὐομένην πάντας ἡμᾶς, δεινῆς ἀσθενείας καὶ θανάτου ὡς πανσθενῆ, ἐκ βάθους καρδίας, ὑμνοῦμεν, εὐλογοῦμεν, καὶ χάριτας σοι πλείστας, ὁμολογοῦμεν ἀεί.

Ἡ μεταβολὴ θλιβομένων σύ, καὶ τῶν ἀσθενούντων, χαλεπῶς ἡ ἀπαλλαγή, ὑπάρχεις παρθένε Μαρία Θεοτόκε, διὸ οἱ σεσωσμένοι, σὲ μεγαλύνομεν.

Δέσποινα Μαρία Μήτηρ Θεοῦ, τὰς σὰς βοηθείας, ἃς ἀείποτε χορηγεῖς, ἡμῖν τοῖς σοῖς δούλοις, δώρησε καὶ ἤδη, τοῖς πόθῳ ἀνυμνοῦσι, καὶ προσκυνοῦσί σε.

Τίς ποτὲ προστρέχων ἐπὶ τῇ σῇ, Πάναγνε Παρθένε βοηθείᾳ καὶ δωρεᾷ, οὗ λυτροῦται τάχει, ὧν ἔχεται κινδύνων, ὡς καὶ αὐτὸς πολλάκις, προστρέξας σέσωσμαι;

Τὴν Τριάδα πάντες τὴν φωταυγῆ, τῶν θείων Μαρτύρων, τὸν Γεώργιον τὸν στεῤῥόν, Δημήτριον τὸν θεῖον, συνάμα Ἰωάννην, τῆς πίστεως προμάχους ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. (Ποίημα ἀγνώστου συγγραφέως.)
Καλαμαίων προστάτις καὶ Ὀρθοδοξίας λιμὴν καὶ καύχημα, Ὑπαπαντὴ Θεοτόκε, σοὶ προσπίπτομεν· σῶζε τὸν λαόν σου νοερῶς, ἐκ πάσης κακῆς ἐπιβουλῆς· ὥσπερ πάλαι τὰς Καλάμας, ἐκ λοιμῶν, σεισμῶν κι ἀνομβρίας ἔσωσας. Διόπερ τὴν σεπτὴν Εἰκόνα σου, ἣν κατέχομεν προνοία τῇ σῇ, ὡς θησαυρὸν ἀνεκτίμητον, ἐν τῷ σῷ Ναῷ φυλάττομεν, καὶ εὐλαβῶς σοι κραυγάζομεν· χαίροις ἀπηλπισμένων ἡ ἐλπίς, χαίροις κρουνὸς ἰάσεων, χαίροις ἡ προστασία, τῶν τιμώντων τὸ σὸν Ἐκτύπωμα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάντων τῶν τιμώντων σου Ἁγνή, τὴν σεπτὴν Εἰκόνα καὶ πίστει, ἀσπαζομένων αὐτήν, Ἄχραντε προῒστασο, ὡς προστασία πιστῶν, λυτρουμένη τῶν θλίψεων, αὐτοὺς καὶ κινδύνων, ὅθεν σοι προσπίπτομεν ταύτην τιμῶντες σεπτῶς, Μήτηρ καὶ βοῶμεν ἐν πίστει, ῥῦσαι καὶ ἡμᾶς τοὺς σοὺς δούλους, πάντων τῶν δεινῶν τε καὶ κακώσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εὐχαριστῶ θερμῶς τὴν σεβαστὴ κυρία Στυλιανή Ζ.,
διὰ τὴν ἀποστολὴ τῆς Εἰκόνος

Κάθε χρόνο, οι εορταστικές εκδηλώσεις προς τιμήν της Παναγίας Υπαπαντής Καλαμάτας διαρκούν 14 ημέρες. Από τις 27/1 μέχρι και 9/2