Παρακλητικός Κανών εις την Αγίαν Οσιομάρτυρα Ελέσα Προστάτιδα και Έφορον της Νήσου Κυθήρων
Ποίημα Σοφοκλέους Δ. Καλούτση
†Εορτάζεται στις 1 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὴν τοῦ Σωτῆρος καλλιπάρθενον Νύμφην, τῆς παρθενίας ἀπαστράπτουσαν αἴγλη, Ἀθλητριῶν τὸ καύχημα ἐν ὕμνοις οἱ πιστοῖ, ἅπαντες τιμήσωμεν, ἐκβοῶντες θερμῶς αὐτῇ, χαίροις χαρμονῇ ἡμῶν, καὶ τῆς νήσου Κυθήρων, ἡ θερμοτάτῃ πρέσβυς πρὸς Θεόν, Μάρτυς ὁσία, Ἐλέσα ἀοίδιμε.
Δόξα.
Ἀπολυτίκιον τοῦ ἁγίου τοῦ Ναοῦ.
Καὶ νῦν.
Ὅμοιον.
Τὴν πατρικὴν βδελυξαμένη θρησκείαν, τῷ σωτηρίῳ προσωρμίσθης λιμένι, τῆς Χριστωνύμου πίστεως Ἐλέσα σεμνῇ, Θεοτόκον ἔχουσα, καὶ Μητέρα ἁγνὴν Χριστοῦ, θείαν ἀρωγὸν ἀεί, μεθ’ ᾖς νῦν ἐν ὑψίστοις, κατατρυφῶσα μέμνησο ἡμῶν, τῶν εὐφημούντων σε Κόρη ἐκ πίστεως.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
«Κυθηρίων μέλπω σε εὖχος κλεινὸν Ελέσα».
Εἰς τὰ δύο τροπάρια τὰ πρὸ τῶν αἰτήσεων τοῦ ἱερέως ἀπὸ τρίτης καὶ ἕκτης ᾠδῆς τὰ ἀρχικά τοῦ ὀνόματος τοῦ Ὑμνογράφου «Σ.Κ.»,
εἰς δὲ τὰ Μεγαλυνάρια ὁλόκληρον τὸ ὄνομα αὐτοῦ «Σοφοκλῆς»
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Κατατολμῶντι σὲ τὴν ὄντως ἔνδοξον, ἀνευφημεῖν ὡς ᾠδαῖς, ἐκδυσωπῶ χάριν, ἐν ἀνοίξει στόματος, τὴν τοῦ ἁγίου Πνεύματος, σαῖς εὐχαῖς μοι δοθῆναι Ἐλέσα μάρτυς ἀοίδιμε, ὅπως ἐπαξίως ὑμνήσω σε.
Ὑμνολογεῖ σε θεαρέστοις ἄσμασιν, ὁ Κυθηρίων λαός, πανευλαβῶς μέλπων, τὴν πολλήν σου εὔνοιαν, καὶ κραταιὰν ἀντίληψιν, καὶ βοᾶ σοὶ παρθένε, Ἐλέσα μάρτυς πανένδοξε, σοῦ μου εἶ, χαρὰ καὶ κραταίωμα.
Θαυματουργοῦσα παραδόξως ἤγειρας, ἐν τῇ δυνάμει Χριστοῦ, φθοροποιὸν δῆγμα, ἰοβόλου ὄφεως, τὸν ὑποστάντα δοῦλον σου, καὶ παρέστησας ζῶντα, Ἐλέσα μάρτυς πανθαύμαστε, ὅθεν εὐχαρίστως ὑμνοῦμέν σε.
Θεοτοκίον. (Τῆς Μυρτιδιωτίσσης.)
Ἡ τῶν χαρίτων σὺ πηγῇ Πανύμνητε, καὶ Κυθηρίων πιστῶν, ἡ χαρμονὴ πέλεις, καὶ θερμὴ ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, σὴν Εἰκόνα γὰρ τούτοις, δωρησαμένη τὴν πάνσεπτον, νῆσον Κυθηρίων ἐδόξασας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥωννυμένη δυνάμει, τῇ τοῦ Σταυροῦ πάνσεμνε, τὴν τοῦ σοῦ πατρὸς ἀθεΐαν, Μάρτυς κατῄσχυνας, καὶ νικηφόρος σεμνῇ, ἀναδειχθεῖσα Ἐλέσα, οὐρανῶν ἀπείληφας, θεῖα βασίλεια.
Ἰσχυρὰν σε προστάτιν, καὶ ἰατρὸν ἄμισθον, οἱ ἐν τοῖς κινδύνοις τελοῦντες, νόσοις τε ἔγνωμεν, παρθενομάρτυς Χριστοῦ, ὅθεν τῷ θείῳ Ναῷ σου, προσφοιτῶντες ἄσμασι, πάντες ὑμνοῦμέν σε.
Ὡς ἀνέσπερον σέλας, ὡς φωταυγής ἥλιος, τῇ τῶν Κυθηρίων νησῖδι, ὄντως ἀνέτειλας, ἣν καταυγάζεις ἀεί, μαρμαρυγαῖς ἀκηράτοις, καὶ θαυμάτων λάμψεσι, Μάρτυς ἀοίδιμε.
Θεοτοκίον. (Τῆς Μυρτιδιωτίσσης.)
Νοσημάτων παντοίων, σε ἰατρὸν Δέσποινα, οἱ τῷ σῶ Ναῶ προσιόντες, πίστει εὑρίσκουσι, καὶ τὴν Εἰκόνα τὴν σήν, κατασπαζόμενοι πόθῳ, ἐν μυρσίναις Ἄχραντε, θείως ἐκλάμψασαν.
Σε καύχημα, καὶ τιμαλφέστατον δῶρον τοῖς Κυθηρίοις, ὁ ἀνάσσων ἐν Οὐρανοῖς, Ἐλέσα δεδώρηται, ἐλπίδα ἀσάλευτον καὶ προστάτιν.
Καυχώμενοι, τῇ πανισχύρῳ Ἐλέσα σῇ προστασίᾳ, δυσχερειῶν καὶ δεινῶν τε τοῦ βίου λυτρούμεθα, ἐνθέρμοις σου πρὸς τὸν Κτίστην πρεσβείαις.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Ἐλέους πηγή, τῇ νήσῳ σου δεδώρησαι, Ἐλέσα Θεοῦ, ἐλέους ἡ ἐπώνυμος, ἐλεοῦσα πάντοτε ἱλαρῶς τοὺς εἰς σε καταφεύγοντας, ταῖς σαῖς πρεσβείαις Μάρτυς πρὸς Θεόν, ἡμῶν ἁπάντων, ἀεὶ σὺ μνημόνευε.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Μέλπει φαιδρώς, Μάρτυς τὰ σὰ κατορθώματα, εὐφημοῦσα, νῆσος Κυθηρίων σε, καὶ γὰρ ἐν ταύτῃ ενήθλησας, ἀγωνισαμένη κατὰ δαιμόνων πολύαθλε, Ἐλέσα τῶν Μαρτύρων, καὶ Ὁσίων ἀκρότης, καὶ τῶν Κυθήρων τὸ θεῖον ὡράισμα.
Ἔσχες Χριστόν, Μάρτυς ἐν σοι Καλλιπάρθενε, ἐνοικοῦντα, ὅθεν καὶ ἀνέκραζες, μετὰ τοῦ Παύλου οὐκέτι ζῶ, ἀλλ’ ὁ βασιλεύων τῶν ὅλων ὡς παντοδύναμος, διόπερ νῦν χορεύεις, τῶν ἐσόπτρων λυθέντων, εἰς τὰ ἄνω Ἐλέσα βασίλεια.
Λύεις μητρός, Ἁγία λύπην στειρότητος, γεννηθεῖσα, ἔλεος γὰρ Ὕψιστος, ἐπιβραβεύων τὴν προσευχήν, τῆς σὲ κυησάσης, φερώνυμον τιμαλφέστατον, δεδώρηται Ἐλέσα, προσημαίνων τὴν δόξαν, τῆς ἐνδόξου σου Μάρτυς ἀθλήσεως.
Θεοτοκίον. (Τῆς Μυρτιδιωτίσσης.)
Πλοῦτον Ἁγνή, κέκτηται ὄντως ἀδάπανον, Κυθηρίων νῆσος καὶ διάσωσμα, τὴν σὴν Εἰκόνα τὴν ἱεράν, ἣν ἐν Μυρτιδίοις Θεόνυμφε ἀπεκάλυψας, κινδύνων λυτρουμένη, δυσχερῶν τε καὶ νόσων, καὶ τὴν χάριν σου ταύτῃ παρέχουσα.
ᾨδὴ ε΄.Ἵνα τι με ἀπώσω.
Ὡς φρονίμη Παρθένος, ἐλεημοσύναις σου τὸν πλοῦτον τέθηκας, ἐν χερσὶ πενήτων, καὶ τὰς χρείας αὐτῶν ἐθεράπευσας, ὁ Νυμφίος ὅθεν, ὁ ἐπουράνιος Ἐλέσα, εἰς νυμφῶνα σε θεῖον εἰσῴκισε.
Σωστικὰς ὑποθήκας, ἡ ἁγιωτάτη σου Ἐλέσα δέδωκεν, ἐκδημοῦσα μήτηρ, ἐκ τῶν τῆδε ζωὴν πρός τὴν ἄληκτον, ἃς θερμῇ καρδία, ἐνστερνισθείσα νῦν ἀγάλλῃ, μετ’ αὐτῆς εἰς τὰ ἄνω βασίλεια.
Ἐν τῷ ὄρει ὁσία, τήν τοῦ σοῦ γεννήτορος μανίαν φεύγουσα, ἠξιώθης ξένης, προστασίας Ἐλέσα ἀοίδιμε, ὁ σχισθεὶς γὰρ βράχος, περιλαβών σε παραδόξως, ἀβλαβῆ θαυμαστῶς διεφύλαξε.
Θεοτοκίον. (Τῆς Μυρτιδιωτίσσης.)
Ἐν μυρσίναις Παρθένε, Κεχαριτωμένη τὴν σεπτὴν Εἰκόνα σου, ἀγαθῶ ποιμένι, θαυμαστώς ὑπὲρ νοῦν ἐφανέρωσας, καὶ Κυθήρων νῆσον, καθαγιάσασα ἐν ταύτῃ, Πολιοῦχος αὐτῆς ἀναδέδειξαι.
ᾨδὴ στ΄.Τὴν δέησιν ἐκχεῶ.
Ὑπέταξας, τῆς σαρκός τὸ φρόνημα, τῷ νοΐ σου ἀθληφόρε Ἐλέσα, καὶ πρὸς ζωήν, τὴν μονήρη μετέστης, καταφρονήσασα κόσμου τερπνότητας, καὶ εὗρες νῦν ἐν Οὐρανοῖς, τὴν τρυφὴν ἐν Χριστῷ τὴν αἰώνιον.
Χαρίτων σε, τῆς ψυχῆς καὶ σώματος, ὑπερπλήρη θεασάμενος Μάρτυς, ὁ σὸς πατήρ, ἠβουλήθη νυμφίῳ, σὲ συναρμόσαι θνητῷ ἀλλ’ ὁ ἔνθεος, Ἐλέσα σου πρὸς τὸν Χριτόν, τὸν νυμφίον σου ἔρως κατίσχυσε.
Ὁ βράχος νῦν, σου σκληροῦ γεννήτορος, μαλακώτερος Ἐλέσα ἐδείχθη, καταφυγήν, παρασχών σοι τοὺς κόλπους, καὶ φιλοστόργως διώκτου ῥυσάμενος, καυχᾶται δὲ ἁγιασθείς, τῇ ῥοὴ τοῦ τιμίου σου αἵματος.
Θεοτκίον. (Τῆς Μυρτιδιωτίσσης.)
Στεφάνωμα, τὴν Εἰκόνα Δέσποινα, θησαυρὸν τε Κυθηρίων ἡ νῆσος, πολυτελῆ, κεκτημένῃ καυχᾶται, καὶ ἀνυμνεῖ σου τὴν ἄμετρον εὔνοιαν, κινδύνων τε καὶ συμφορῶν, λυτρουμένη ταῖς θείαις πρεσβείαις σου.
Στερέωμα, τῆς Ἐκκλησίας λαμπρύνεις Ὁσιομάρτυς, καταυγάζουσα ψυχάς τῶν πίστει τιμώντων σε, Ἐλέσα τὸ τεῖχος τῶν Κυθηρίων.
Κλέισμα, τῶν Ὀρθοδόξων Ἐλέσα παρθενομάρτυς, σαῖς ἁγίαις προσευχαῖς, αἰτήσεις ἐκπλήρωσον, τῶν πίστει καταφευγόντων σῇ σκέπη.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Προστασίᾳ τῶν Χριστιανῶν.
Τὴν προστάτιν σὲ τῶν Κυθηρίων ἐν ἄσμασι, τῶν ἐν νήσω καὶ τῶν ἐν τῇ ξένη γεραίρομεν, αἰτούμενοι διηνεκῶς πρεσβεύειν τῷ Θεῶ, τοῦ δωρήσασθαι τὸν ἱλασμόν, καὶ τὰ ἐλέη τοῦ Χριστοῦ, ἐν εἰρήνη τοῖς μέλπουσι, χαίροις τῶν Κυθηρίων, καὶ πάντων τῶν Ὀρθοδόξων, ἡ ἀκαταίσχυντος ἐλπίς, Ἀθληρόφε μεγαλώνυμε.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαίον.
(Των 10 Παρθένων). Ζήτει τῷ Σαββάτῳ τῆς 17ης Εβδ. Ματθαίου.
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετά τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δέ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρός τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδέ τὴν ὥραν ἐν ᾗ ὁ υἱός τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριν τῶν ἰάσεων, παρὰ Θεοῦ δεξαμένη, ἐφαπλοῖς τοῖς κάμνουσι, καὶ ναῷ προστρέχουσι, τῷ ἁγίῳ σου, δαψιλώς πάνσεμνε, τῶν θαυμάτων ῥεῖθρα, σὺ γὰρ ὄντως ἀναδέδειξαι, πηγῇ χαρίτων τε, καὶ τῶν ἰαμάτων ἀκένωτος, διόπερ κατὰ χρέος σε, ἀνυμνολογούντες κραυγάζομεν· χαίροις τῶν Κυθήρων, ὡράισμα καὶ καύχημα τερπνόν, Παρθενομάρτυς πολύαθλε, Ἐλέσα πανθαύμαστε.
Σῶσον ὀ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Κάλλει ἀστράπτουσα χαρίτων, ὡς φιλέρημος τρυγὼν ὡραιοτάτη, ἐπὶ ὄρους σεμνῇ, μονάσαι ἠρετίσω, εὐλογητὸς εἶ κράζουσα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λῦσον Ἐλέσα νοσημάτων, τὰ συμπτώματα ὑγιείαν δωρουμένη, τῷ πιστῷ σου λαῷ, καὶ τοῦτον ὁμοφρόνως, Ὁσιομάρτυς πρόσδεξαι, σὲ ὑμνοῦντα εἰς αἰῶνας.
Ἔπιδε Μάρτυς ἐξ ἁγίου, καὶ ἐλέησον ἡμᾶς τοὺς τῷ Ναῷ σου, προσιόντας πιστῶς, καὶ μέλποντας συμφώνως, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον. (Τῆς Μυρτιδιωτίσσης.)
Ἴθυνον Κόρη πρὸς τὰς τρίβους, τοῦ Υἱοῦ σου λαὸν τῶν Κυθηρίων, ὦ Εἰκόνα τὴν σήν, ἀῤῥήτως ἐδωρήσω, εὐλογημένῃ κράζοντι, σὺ ὑπάρχεις εἰς αἰῶνας.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Νεκρωθέντας τῷ τῆς ἁμαρτίας, ζωοποίησον σύ, ἡ τὸν νενεκρωμένον, τῷ ἰοβόλῳ δήγματι τοῦ ὄφεως, ζῶντα στησαμένη, ἵνα σὲ ὑμνῶμεν, Ἐλέσα εἰς αἰῶνας.
Ὁ ἀλάστωρ τοκεὺς ἀποτεμών σου, τὴν σεπτὴν κεφαλὴν πρὸς τὴν ἐπουράνιον, καὶ αἰωνίαν δόξαν σὲ προέπεμπε, ὅθεν σὲ ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, Ἐλέσα εἰς αἰῶνας.
Νοεραί σε δυνάμεις ἀνυμνοῦσι, τὸν Υἱὸν σὺν Πατρί, μετὰ τοῦ Παρακλήτου, τὴν ἐν Τριάδι ἄτμητον Θεότητα, χείλεσιν ἀΰλοις, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον. (Τῆς Μυρτιδιωτίσσης.)
Ἐν μυρσίναις ἁῤῤήτως τὴν Εἰκόνα, ὁ ποιμὴν ἀνευρών, τῆς Κεχαριτωμένης, τοῖς Κυθηρίων δήμοις εὐαγγέλια, ἤνεγκε δοξάζων, ἀνυμνολογῶν τε, Αὐτὴν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Λαμπρύνεις τῶν χαρίτων σου ταῖς αὐγαῖς, καὶ θαυμάτων τῇ αἴγλῃ τὴν νῆσον σου ὑπερφυῶς, νόσους ἀπελαύνουσα ψυχικάς, σωματικὰς πένσεμνε, νῦν προσερχομένων τῷ σῷ Ναῷ, Ἐλέσα τῶν Μαρτύρων, ὁσίων τε ἀκρότης, διό σε πάντες μεγαλύνομεν.
Ἐν ὕψει τῶν ἐνθέων σου ἀρετῶν, τοὺς τιμῶντάς σε πόθῳ ἀνύψωσον ταῖς σαῖς λιταῖς, ἔνδοξε Ἐλέσα καὶ ὑμνητῇ, τῷ ταπεινῷ σου δώρησαι, τὴν διαιωνίζουσαν ἐν Χριστῷ, τρυφὴν ἐν Παραδείσῳ, ποθῶν γὰρ οὗ καμπάζων, σοὶ τὸ ἐγκώμιον ἐξύφανε.
Σκιρτῶσι τῶν ἁγίων ἐν Οὐρανοῖς, αἱ ψυχαὶ συμπολίτην σε ἔχουσαι καὶ σὺν αὐταῖς, νῆσος Κυθηρίων ἡ εὐσεβής, ὡς θησαυρὸν κατέχουσα, τὸν περικαλλέστατον σου Ναόν, προστάτιν σε κηρύττει, καὶ ἔφορον κλεινὴν σέ, ολοκαρδίως μεγαλύνουσα.
Θεοτοκίον.
Ἀσπόρως τῆς τεκούσης σὲ ταῖς λιταῖς, καὶ Ἐλέσης τῆς σῆς Καλλιμάρτυρος καὶ τοῦ κλεινοῦ, θείου Θεοδώρου ἄναξ Χριστέ, τοῖς Κυθηρίοις δώρησαι, τοῖς τε ἐν τῇ Νήσῳ καὶ ἀλλαχοῦ, ὑγιείαν εὐφροσύνην, συγχώρησιν πταισμάτων, ἵνα σὲ πάντες μεγαλύνωσι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σὲ τὴν λευκοφόρον περιστεράν, τὴν ἡγλαϊσμένην, τὴν χαρίτων καὶ ἀρετῶν, καὶ τοῦ μαρτυρίου, στολὴ μάρτυς Ἐλέσα, ἐκ πόθου ἀνυμνοῦντες, σὲ μεγαλύνομεν.
Ὁσιομαρτύρων τὴν καλλονήν, καὶ τῶν Κυθηρίων, τὴν προστάτιν καὶ βοηθόν, τὴν παρισταμένην, Χριστοῦ Θρόνῳ ἐν δόξῃ, Ἐλέσα τὴν ἁγίαν, ὕμνοις τιμήσωμεν.
Φωταγωγουμένη ὑπερφυῶς, ταῖς τοῦ Παρακλήτου, ὑπερφώτοις μαρμαρυγαῖς, τὴν ἐν ταῖς ἐρήμοις, ζωὴν εἵλου Ἐλέσα, προκρίνουσα τῶν τῆδε, ὄλβον οὐράνιον.
Ὁ περικαλλέστατος σου Ναός, ἀνεγηγερμένος, ἐν τῷ ὄρει τῷ ἱερῷ, τοῦ σου μαρτυρίου, σεμνῇ μάρτυς Ἐλέσα, θαυμάτων ἐγνωρίσθη, κρήνῃ ἀείροος.
Καθοδηγουμένη τῇ μητρικῇ, σὺ θεοσεβείᾳ ἠκολούθησας τῷ Χριστῷ, καὶ ἀνεπιστρόφως, ὁδὸν ὥδευσας Μάρτυς, τὴν ἄγουσαν εἰς δόξαν, ὄντως τὴν ἄφθιτον.
Λαμπαδηφοροῦσα ἐν ταῖς αὐλαῖς, ταῖς τοῦ παραδείσου κατεσκήνωσας ἐν χαρά, καὶ ἀγαλλιάσει, σεμνῇ μάρτυς Ἐλέσα, ἀντάξια λαβοῦσα, πόνων τὰ ἔπαθλα.
Ἡλιοφωτόμορφε καλλονῇ, ἡ μεμνηστευμένῃ, τῷ Ἡλίῳ τῷ νοητῷ, ἐν ἐπουρανίοις, Χριστοῦ νύμφῃ Ἐλέσα, διάσῳζε τοὺς πόθῳ σὲ μεγαλύνοντας.
Σὺν τῇ Βασιλίδι τῶν Οὐρανῶν, καὶ τῷ Θεοδώρῳ τῷ Ὁσίῳ καὶ θαυμαστῶ, νῆσον Κυθηρίων, Χριστοῦ μάρτυς Ἐλέσα, κινδύνων τε καὶ νόσων, σῴζετε πάντοτε.
Ἕτερα Μεγαλυνάρια.
Ποιηθέντα χάριτι Θεοῦ καὶ εὐδοκία τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Ἐλέσης παρά τοῦ Σεβ. Μητροπολίτου Κυθήρων καὶ Αντικυθήρων Σεραφείμ (Μάϊος 2008).
Ἐλέσα ἐλέησον Ἀρχιερέα Κυθήρων Σεραφείμ.
Ἐλέσα ἐλέους θείου βλαστός, καὶ δώρημα ὄντως, ἱερώτατον καὶ σεπτόν, τῇ νήσῳ Κυθήρων, καὶ πάσῃ οἰκουμένη, τῶν μοναζόντων κλέος, ὑπάρχεις πάνσεμνε.
Ἐλέσα σεισμῶν τε καὶ συμφορῶν, ἐμπρησμῶν καὶ νόσων, πλάνης βλάβης αἱρετικῶν, δεινῶν καὶ κινδύνων, καὶ πάσης καχεξίας, διάσῳζε τὴν νῆσόν σου, θεοτίμητε.
Ἐλέσα προστάτιν σὲ καὶ φρορόν, βρεφῶν καὶ παιδίων, νεολαίας νέων βλαστῶν, γονέων συζύγων, οἰκογενείας πάσης, καὶ κοινωνίας ὅλης, πάντες κεκτήμεθα.
Ἐλέσα ἁγνότητος κιβωτός, ἅγνιζε τοὺς νέους, ἁγνοὺς λόγους πράξεις ἁγνάς, ἁγνῶς βιοτεύειν, καὶ τὰ ἁγνὰ φυλάσσειν, ἁγνὴν τε τὴν παράδοσιν, διασῴζοντας.
Ἐλέσα θεόφρων καὶ θαυμαστῇ, προστάτευε οἴκους, συζυγίας τέκνα γονεῖς, καὶ ῥῦσαι κινδύνων οἰνοποσίας μέθης, ναρκωτικῶν μανίας, καὶ διαζεύξεως.
Ἐλέσα πανθαύμαστε καὶ σεμνῇ, Κυθήρων τὸ κλέος, καὶ μαρτύρων ἡ καλλονῇ, προστάτευε σκέπε, τὸ θεῖον τέμενός σου, καὶ δούλους τοῦ Κυρίου, τοὺς σοὶ προστρέχοντας.
Ἐλέσα θαυμάτων ἡ χορηγός, σὺν τῷ Θεοδώρῳ, συμπροστάτῃ καὶ ἀρωγῷ, καὶ σεπτῇ εἰκόνι, Μονῆς τῶν Μυρτιδίων, ποιμένας καὶ τὴν ποίμνην, Κυθήρων φύλαττε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐξαποστειλάρια.
Ἦχος γ’. Ἀπόστολοι ἐκ περάτων.
Ἀθλήσεως ἀνεδείχθης, καὶ ὁσιότητος τύπος, παρθενομάρτυς Ἐλέσα, Χριστοῦ καλλίμορφε Νύμφη, διὸ αἰτοῦμέν σε σῴζειν, Κυθήρων νῆσον κινδύνων.
Ὁ γλυκασμός τῶν Ἀγγέλων.
Ὁσιομάρτυς Ἐλέσα, τῶν Κυθηρίων ἡ χαρά, καὶ θεοδώρητον εὖχος, ἐλπὶς καὶ τεῖχος καὶ σκέπη, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι, μὴ διαλείπῃς πρεσβεύειν.
Καὶ σὲ μεσίτριαν ἔχω.
Καταυγασθείσα Ἐλέσα, τοῦ Παρακλήτου ταῖς αὐγαῖς, πένησιν ἔνειμας πλοῦτον, τὸν σὸν ἀντικτησαμένη, τὸν ἀδαπάνητον ὄντως, Χριστῷ ἐν δόξῃ συνοῦσα.
Χρυσοπλοκώτατε πύργε.
Χαρμονικῶς σοι τὸν ὕμνον, τῷ ἐξυφάναντι Κόρη, καὶ τοῖς τιμῶσί σε πᾶσι, παράσχου μάρτυς Ἐλέσα, ἁμαρτημάτων τὴν λύσιν, καὶ Οὐρανῶν Βασιλείαν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Πατρικὴν ἐβδελύξω σὺ Ἐλέσα ἀσέβειαν, μητρικὴ στηριχθεῖσα εὐσεβείᾳ πανεύφημε· μετέστης εἰς γῆν ἀλλοδαπήν, φυγοῦσα κακόνοιαν πατρός· ἀλλ’ αὐτός σου καὶ ἀλάστωρ καὶ φονεὺς καὶ τύραννος ἐγεγόνει· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ ἐνισχύσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, προστάτιν ἀκοίμητον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την θαυματουργόν Μυρτιδιώτισσαν
Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Θεόδωρο τον εν Κυθήροις ασκήσαντα