Παρακλητικός Κανών εις την Αγία Οσιομάρτυρα Ευδοκία
Ποίημα Αρχιμ. Νικοδήμου Γ. Αεράκη
†Εορτάζεται στις 1 Μαρτίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἁμαρτίας ἀποπτύσασαν ῥύπον, καὶ τῆς ἀσκήσεως ποθήσασαν βίον, τὴν Εὐδοκίαν ᾄσμασι τιμῶμεν πιστοί· αὕτη γὰρ ἐν θείῳ ἔρωτι, τὴν πορνείαν κατέλιπε, χάριτι ζηλώσασα τὴν ζωὴν τῶν παρθένων, καὶ ἠξιώθη μάρτυρος τιμῆς ὅθεν ἀξίως ἀεὶ μακαρίζεται.
Δόξα. Καὶ νῦν.
Όμοιον.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις· τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν· σὺ γὰρ ὑπάρχεις Δέσποινα ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εὐδοκίαν Ὁσιομάρτυρα τιμῶ. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐνοίκησον Πνεῦμα πανσθενουργόν, τῇ ἐμῇ καρδίᾳ, καὶ καταύγασόν με λαμπρῶς, ἵνα ἐξυμνήσω Εὐδοκίας, μεταστροφὴν θαυμαστὴν καὶ μαρτύριον.
Ὑπήκουσας μῆτερ τοῦ μοναχοῦ, καλοῦντος ἐν βίῳ, μετανοίας καὶ ἀρετῆς, και ἔῤῥηξας κρίκους τῆς πορνείας, ἀκολουθήσασα Λόγῳ εἰς ἔρημον.
Διάσωσον πάσας παρθενικάς, καρδίας ἐκ πάθους, τῆς πορνείας τῆς βδελυρᾶς, καὶ πόθον ζωῆς ὑπερκοσμίου, ὦ Εὐδοκία νεότητι δώρησαι.
Θεοτοκίον.
Ὁδήγησον Μῆτερ ἐμῆν ζωήν, εἰς ὁδὸν ἁγνείας, μετανοίας καὶ ἀρετῆς, πρὸς δόξαν Τριάδος τῆς Ἁγίας, καὶ σωτηρίαν ψυχῆς μου Θεόνυμφε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καταγώγιον Μῆτερ, ἀνομιῶν γέγονας, ἀλλ’ ὁ Σταυρωθεὶς ὑπὲρ πάντων, σὲ ἀνεκάλεσε, καὶ μετανοίας ζωήν, καὶ μαρτυρίου τὴν δόξαν, θαυμαστῶς ὡς εὔσπλαγχνος, σοὶ ἐδωρήσατο.
Ἰσχυρῶς πολεμοῦμαι, ἐκ τῶν παθῶν ἔνδοξε· σὰς ἐπικαλοῦμαι πρεσβείας, πρὸς τὸν Θεάνθρωπον, ἵνα ἐκ πλάνου βελῶν, ὦ Εὐδοκία φυλάξῃ, ἀβλαβῆ καὶ ἄτρωτον, ἐμὲ τὸν δείλαιον.
Ἀριστεύσασα Μῆτερ, ὡς μοναχὴ ἔλαβες, τῆς ὁμολογίας τὴν χάριν, καὶ δόξαν μάρτυρος, καὶ βασιλείας χαράν, καὶ τοῦ Θεοῦ κοινωνίαν, καὶ ζωὴν τὴν ἄφθιτον, καὶ ἀτελεύτητον.
Θεοτοκίον.
Νεανίδων προστάτις, Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, ὑπὲρ τοῦ γένους σου, ὅπως ῥυσθῶμεν Ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά σου.
Στερέωσον, μετανοούντων τὰ πλήθη, ὦ Εὐδοκία, ὅτι πέλεις ἁμαρτωλῶν, διδάσκαλος ἔνθεος, ὡς πάνσεμνος μάρτυς τοῦ Θεανθρώπου.
Στερέωσον, τοὺς Ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Παθῶν τὰς ὁρμάς, νικήσασα ἐν δάκρυσι, Χριστὸν ἀληθῶς ἐπόθησας καὶ ἔφυγες, τοῦ σατὰν τὰ ἔνεδρα, ὦ Εὐδοκία θεοδόξαστε, καὶ ζῶσα νῦν ἐν οὐρανοῖς, πρεσβεύεις τῷ Λόγῳ, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οὐρανούς μοι διάνοιξον, Εὐδοκία μῆτερ θείαις πρεσβείαις σου, καταῤῥάκτας δὲ δακρύων δός, ἵνα ἀποπλύνω μου τὰ πταίσματα.
Σωτηρίαν μοι δώρησαι, Εὐδοκία θεία ταῖς ἱκεσίαις σου, πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον, οὗσα μετανοίας τὸ ὑπόδειγμα.
Ἰσχυρῶς ἀγαπήσασα, Εὐδοκία Λόγον ἐνανθρωπήσαντα, ἀπηρνήθῃς ματαιότητα, καὶ σαρκὸς τὰ πάθη, καὶ διάβολον.
Ὁλοκλήρως με πλήρωσον, Θεοτόκε χάριτος ὡς γεννήσασα, τὴν πηγὴν τὴν ἀναβλύζουσαν, ὕδωρ ζῶν σωτήριον, καὶ ζείδωρον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάλαξον ψυχάς, σαῖς πρεσβείας πρὸς τὸν Κύριον, τὰς σκληρυνθείσας τῇ φθορᾷ δεινῶν παθῶν, ὦ Εὐδοκία, καρδίαν σὴν ἡ μαλάξασα.
Ἄληκτον ζωήν, τοὺς τιμῶντάς σου τὴν ἄθλησιν, καταξίωσον πόθῳ ἐπιζητεῖν, ὦ Εὐδοκία, Κυρίῳ ἀεὶ πρεσβεύουσα.
Ῥῦσαι ἐκ παθῶν, εὐπροσδέκτοις σου δεήσεσι, τοὺς πολεμοῦντας διάβολον ἀεί, ὦ Εὐδοκία, ἡ τοῦτον δεινῶς αἰσχύνασα.
Θεοτοκίον.
Τείχισον ἡμᾶς, ταῖς λιταῖς σου πρὸς τὸν Κύριον, ἐκ πειρασμῶν καὶ θλίψεων καὶ δεινῶν, Παρθενομῆτορ, ἡμῶν σκέπη τε καὶ στήριγμα.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ὑπήκουσας τοῦ Χριστοῦ καλοῦντός σε, Εὐδοκία καὶ ἠρνήθης τοῦ κόσμου, τὰς ἡδονάς, καὶ τὸν ἄνομον πλοῦτον, καὶ πορευθεῖσα πρὸς τόπους ἀσκήσεως, ἐκάθηρας ἐν στεναγμοῖς, μετανοίας σπιλάδας τοῦ σώματος.
Ῥαπίσματα, τοῖς σοῖς ἄθλοις ἔδωκας, Εὐδοκία τῷ ἐχθρῷ διαβόλῳ, ὅτι Χριστοῦ, ἐρασθεῖσα ἐμφρόνως, τῶν ἐπικήρων ἠρνήθῃς ἀπόλαυσιν, νηστείᾳ τε καὶ προσευχῇ, τὸ σαρκίον μαράνασα ἔνδοξε.
Ἀεὶ θερμῶς, ὑπὲρ πάντων πάντιμε, προσευχάς σου πρὸς Θεάνθρωπον πέμπε, τῶν ἐκ ψυχῆς, τὴν ἁγνείαν ποθούντων, καὶ καθαρότητος βίον καὶ ἄθλησιν, τῆς νήψεως τε τὸν καρπόν, τῶν δακρύων πηγὰς καὶ τὴν θέωσιν.
Θεοτοκίον.
Τὸ κλέισμα ἀνεδείχθης Δέσποινα, γηγενῶν εὐλαβουμένων σὸν Τόκον· ὅτι ἐκ σοῦ ἐσαρκώθη ὁ Λόγος, καὶ τῆς φθορᾶς τοὺς βροτούς ἠλευθέρωσε, δοξάζει δὲ θεοπρεπῶς, ὡς Μητέρα σὲ Κόρη πανάμωμε.
Στερέωσον, μετανοούντων τὰ πλήθη, ὦ Εὐδοκία, ὅτι πέλεις ἁμαρτωλῶν, διδάσκαλος ἔνθεος, ὡς πάνσεμνος μάρτυς τοῦ Θεανθρώπου.
Στερέωσον, τοὺς Ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασίαν τῶν χριστιανῶν.
Εὐδοκία μετανοούντων τὸ πρότυπον, δακρυῤῥοούντων δὲ εὐκλεὲς σεμνολόγημα, ἀνεδείχθης παναληθῶς τῇ χάριτι Θεοῦ· διὸ ἔλαβες παρὰ Χριστοῦ, τοῦ μαρτυρίου τὴν τιμήν, καὶ ζωὴν τὴν αἰώνιον· πρέσβευε οὖν Κυρίῳ, ὑπὲρ τῶν σὲ εὐφημούντων, εἰλικρινῶς μετανοεῖν καὶ λαβεῖν πταισμάτων ἄφεσιν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ ι΄, 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσητε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς· Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου..
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πᾶσαν ἡδυπάθειαν καταλιποῦσα γενναίως, Εὐδοκία ἔστερξας, τοῦ Χριστοῦ τὸν ἔρωτα καὶ τὴν ἄσκησιν· ἐν χαρᾷ ἔλαβες τὸν Σταυρὸν Κυρίου, τῆς ἀθλήσεως τὸν κάματον, ἐρήμου ἄφιλον, εὐαγγελικῶς ἀγαπήσασα· καὶ τήξασα καρδίαν σου, πᾶσαν ἁμαρτίαν ἀπέσβεσας· ὅθεν ὁ Νυμφίος, δεξάμενος δακρύων σου πηγὰς καὶ μαρτυρίου τὰ αἵματα, σὲ λαμπρῶς κατέστεψεν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰάτρευσον ψυχῆς μου, Εὐδοκία τὰ ἕλκη, ἐξ ἐμπαθῶν ἡδονῶν, καὶ σκότος τοῦ νοός μου, καὶ σώματος τὰς νόσους, ἵνα ᾄδω ἐν Πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μαρτύριον πρὸς δόξαν, Χριστοῦ ὦ Εὐδοκία, καὶ στηριγμὸν τῶν πιστῶν, ὑπήνεγκας ἐν ζήλῳ δυνάμει Παρακλήτου, καὶ χαρᾷ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡράισον καρδίας, ὁσία Εὐδοκία, τῶν λατρευόντων Θεῷ, ψυχῇ καὶ διανοίᾳ καὶ πράξεσιν ἐνθέοις καὶ βοώντων ἐν ᾄσμασιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὲ τοῦ Θεανθρώπου, ἀνυμνοῦμέν σε πάντες, σὺν τῷ Υἱῷ σου Ἁγνή, ὃν ἔτεκες ἀφράστως, ἐκ Πνεύματος Ἁγίου, καὶ Αὐτῷ ἀεὶ ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τόν Βασιλέα.
Ἰερωτάτως, ἐν βιοτῇ μοναζόντων, Εὐδοκία λαμπρῶς διαπρέπεις, τὸν Χριστὸν ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Κατατρυφήσαντες, ἀρετῶν Εὐδοκίας, μετανοίας ἐν δάκρυσι πόθῳ, τὸν Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Οὐρανοδρόμων, τὴν βιοτὴν Εὐδοκία, μιμηθεῖσα Ἀγγέλοις συμψάλλει, τὸν Χριστὸν ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Διασκεδάζει, τοὺς λογισμοὺς τῶν ἐν ζάλαις, ἡ Παρθένος λιταῖς πρὸς τὸν Κτίστην, καὶ ὡς Θεοτόκος, ὑμνεῖται εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡλίου Θεανθρώπου, φωτὶ αὐγασθεῖσα, ἡ Εὐδοκία ἐν μέσῳ, Παρθένων οἰκεῖ, καὶ τῇ ἀσκήσει λυτροῦται, ἐκ παραπτώσεων.
Μετέλαβες Ὁσία, καρπῶν μετανοίας, καὶ τῆς τιμῆς μαρτυρίου, καὶ θείας χαρᾶς, ἀπαρνηθεῖσα τοῦ κόσμου, τὴν ματαιότητα.
Ὁρῶμεν Εὐδοκίαν, ἐν παστάδι θείᾳ, εὐφραινομένην ἐν δόξῃ, Κυρίου λαμπρᾷ, καὶ μακαρίζομεν ταύτης, καλὴν μετάνοιαν.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα καὶ Ἐκκλησίας ἁπάσης, φρουρὸν ἀσφαλῆ, παρθενευόντων δὲ τεῖχος, καὶ μέγα πρότυπον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, καρπὸν μετανοίας, Εὐδοκίαν τὴν τοῦ Χριστοῦ, μάρτυρα Ἁγίαν, πολῖτιν Παραδείσου, τῶν δὲ μετανοούντων, μέγα ὑπόδειγμα.
Χάριτι τοῦ Πνεύματος τὰ τερπνά, ἠρνήθης τοῦ κόσμου, Εὐδοκία καὶ ἐν χαρᾷ, βιαστῶν πορείαν, ἠσπάσθης μετὰ ζήλου, μαρτύρων τε τὸ κλέος, ἐν πόθῳ ζέοντι.
Ἔρωτι τρωθεῖσα τοῦ Ἰησοῦ, ἀσκήσεως βίῳ, εὐφροσύνως ἀκολουθεῖς· ἐν δάκρυσι νίπτεις, ψυχὴν ὦ Εὐδοκία· διὸ κατηξιώθης, θαυμάτων χάριτος.
Φρούρησον ἁγνείαν νέων βλαστῶν, Χριστοῦ Ἐκκλησίας, Εὐδοκία πρεσβείαις σαῖς, πρὸς τὸν Ζωοδότην, Νυμφίον τῶν παρθένων, ἵνα χάριτι Τούτου, ἁγνῶς βιώσωσιν.
Παῦσον τὰ φρυάγματα τοῦ σατᾶν, πράυνον τὰ πάθη, Εὐδοκία ταῖς σαῖς λιταῖς, πρὸς τὸν Θεὸν Λόγον, γαλήνευσον καρδίας, ἵνα ἐν κατανύξει, Τριάδα μέλπωμεν.
Σῶσον σαῖς πρεσβείαις ἐκ τῶν παθῶν, λαὸν Ἐκκλησίας, Εὐδοκία καὶ ἐξ ἐχθρῶν, δεινῶς πολεμούντων, ἁγνότητος τὸ ἄνθος, καὶ ἤθη Ὀρθδόξων, καὶ βίον ἄμεμπτον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαὶ, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Δεῦτε στέψωμεν τὴν Εὐδοκίαν, πρώην ἄσωτον, νῦν δὲ ἁγίαν, τῆς μετανοίας καρπὸν θεοδώρητον· τῶν βιαστῶν γὰρ ὑπόδειγμα γέγονε, καὶ τῶν μαρτύρων σεπτὸν ἐγκαλλώπισμα· Μῆτερ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα έλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Εὐδοκίαν ἀδελφοί, τῶν Χριστομαρτύρων τὸ κλέος καὶ βιαστῶν τὸν πυρσόν, ᾄσμασι τιμήσωμεν, καὶ εὐφημήσωμεν· τὸν Χριστὸν γὰρ ἠγάπησε, καὶ βίον δακρύων, ἄσκησιν, μετάνοιαν, ψυχῆς ταπείνωσιν· ὅθεν οὐρανίοις ἐν δώμοις, χαίρουσα ὑμνεῖ τὴν Τριάδα, τοῦ Χριστοῦ ἡ μάρτυς ἡ περίδοξος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.