Δύο Παρακλητικοί Κανόνες εις την Αγία Μεγαλομάρτυρα του Χριστού Ευφημία

  1. Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετριτου

  2. Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Ευφημία

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

†Εορτάζεται στις 16 Σεπτεμβρίου και στις 11 Ιουλίου για το Θαύμα που επετέλεσε στην Δ΄ Οικουμενική Σύνοδος  που έγινε στη Χαλκηδόνα το 451 μ.Χ.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τὴν καλλιπάρθενον Χριστοῦ Εὐφημίαν, ὡς τῶν φρονίμων καὶ σωφρόνων Παρθένων, ἐκμίμημα καὶ καύχημα τοῦ γένους γυναικῶν, πόθῳ ἱκετεύομεν, ὅπως σαῖς ἱκεσίαις, λυτρωθῶμεν ἅπαντες, τοῦ ἐχθροῦ τῶν παγίδων· ὡς παῤῥησίαν ἔχουσα σεμνή, ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Τῇ Πανευφήμῳ δέησις ἐκ πόθου Εὐφημίᾳ. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν νοῦν μου καθάρισον λογισμῶν, παρθένε καὶ δεῖξον, ἐργαστήριον διαρκές, εὐχῆς καὶ ἀγάπης τοῦ Κυρίου, ὅπως εὐφήμως σεμνὴ μακαρίζω σε.

Ἠνδρίσω δυνάμει τοῦ Ἰησοῦ, καὶ ὡς μέγας γίγας, ἀπενεύρωσας τὸν ἐχθρόν, διὸ Χριστομάρτυς ἀθληφόρε, ἐν τῷ πολέμῳ νικᾶν με ἐνίσχυσον.

Πορείαν ἐτέλεσας τὴν καλήν, Χριστὸν ἐφευροῦσα, τὴν ὁδὸν τὴν παρεκτικήν, ζωῆς τῆς ἀλήκτου θεία Μάρτυς, ἥν με βαδίζειν ὡς σὺ καταξίωσον.

Θεοτοκίον.
Ἁγνείας θησαύρισμα καὶ παντός, Θεόνυμφε Μῆτερ, ὡς ὑπάρχουσα ἀγαθοῦ, Υἱῷ σου με σύναψον διψῶντα, τὴν μετ᾿Αὐτοῦ ἀδιάστατον ἕνωσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ναοῦ θείου ἐτέθης, πολυτελὲς ἔρεισμα, ἐκ τῆς Χαλκηδὸνος τῆς κάτω, λίθος ὁμώνυμος, τῆς ἄνω Πόλεως, ὦ παγκαλλὴς Εὐφημία, ἧς με καταξίωσον, εὐχαῖς ἁγίαις σου.

Ἐφυστέρησας Μάρτυς, ἐν οὐδενὶ ἄθλῳ σου, τῆς ἀῤῥενικῆς εὐψυχίας, γυνὴ τῷ σώματι· ὅθεν κραυγάζω σοι, ἀῤῥένωσον τὴν ψυχήν μου, ὅπως ὑπεραίρωμαι, τοῦ ἀντιδίκου μου.

Ὑλικαῖς οὐ προσέσχες, ὁλοσχερῶς δόσεσιν, αἷς οἱ τοῦ ἐχθροῦ ὑπηρέται, ἐδόκουν πεῖσαί σε, ἵνα τὸν Κύριον, ἐγκαταλίπης Ἁγία, πρὸς ὅν με οἰκείωσον, θείαις πρεσβείαις σου.

Θεοτοκίον.
Φῶς ὑπάρχων ἁπάσης, τῆς νοερᾶς κτίσεως, ὁ ἐκ σοῦ τεχθεὶς Παναγία, ψυχὴν φωτίζοι μου, ὥσπερ ἐφώτισε, τὴν παμφαῆ Εὐφημίαν, τοῦ φωτὶ πορεύεσθαι, τρίβους τοῦ βίου μου.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς πόθῳ σε εὐφημοῦντας, Εὐφημία σεμνὴ καλλιπάρθενε, καὶ λύτρωσαι ἡμῶν ψυχάς, τοῦ βελίαρ παγίδων.

Ἐπίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἵασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Καὶ νοῦν καὶ ψυχήν, καὶ σῶμά σου παρέδωκας, θυσίαν Χριστῷ, Παρθένε· ὅθεν εἵληφας, παρ᾽ Αὐτοῦ Εὐφημία τὸν στέφανον· διὸ κινδυνεύοντας ἡμᾶς, μνημόνευε πανεύφημε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ σεπτὴ μαρτυρία σου, ὄφιν τὸν ἀρχέκακον ἐθανάτωσεν, ἡ ἰσχὺς δὲ ἱκεσίας σου, γένοιτό μοι Μάρτυς ζωῆς πρόξενος.

Μανιώδει οὐκ ἔθυσας, Ἄρει μιαιφόνῳ εἰρήνης οἵκημα, τῆς Χριστοῦ ἥν μοι καὶ δώρησαι, Εὐφημία πᾶσας τὰς ἡμέρας μου.

Ὥσπερ προῖκα προσήνεγκας, τὴν πεντηκοντάδα τῶν συμμαρτύρων σου, τῷ Κυρίῳ μεγαλώνυμε, ὧν κἀμὲ μερίδος δεῖξον μέτοχον.

Θεοτοκίον.
Διὰ σοῦ Παναμώμητε, ὤφθη τοῖς ἀνθρώποις τὸ μέγα ἔλεος, Ἰησοῦς ὁ Ὑπεράγαθος· ὅθεν γενεαὶ σὲ μεγαλύνομεν.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Εὗρες τὸν μισθόν, τῶν βασάνων σου πανεύφημε, καὶ ἀντὶ αἵματος τὸ Πνεῦμα εἴληφας, ὅ μοι παράσχοις, ταῖς ἁγίαις ἱκεσίαις σου.

Ἤρθης ὡς χρυσός, ἐκ καμίνου δοκιμώτερος, καὶ βόθρῳ Μάρτυς τὸν σατὰν ἐβύθισας, οὗ τῶν παγίδων, ὅσον τάχιστα λυτρώσαις με.

Σύντριμμα δεινόν, ῥαβδισμῷ σου ἐναπέδειξας, τὸν πολεμοῦντά σε παρθένε ἁγνή, οὗ τὰς ἐπάρσεις, καταξίωσον συντρίβειν με.

Θεοτοκίον.
Ἴλεων Χριστόν, Θεοτόκε ἀπεργάσαις μοι, ὅτι συσφίγγομαι ἐν πταίσμασι πολλοῖς, ἁμαρτιῶν μου, καὶ ἐλέους οὖν πῶς τεύξομαι;

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Συνήγειρας, τῶν Ἀγγέλων τάγματα, τῇ εὐτόνῳ καὶ σεπτῇ μαρτυρίᾳ· ὅθεν οἰκεῖς, μετὰ τούτων Ἁγία, καὶ ἀπολαύεις Χριστοῦ ᾦ ἐνήθλησας, ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς προσπιπτόντων τῇ σκέπῃ σου.

Ἐβάστασαν, Ἀθληφόρε σῶμά σου, τὸ ἁγνὸν ἐν κολυμβήθρᾳ αἱ φῶκαι, ὅτι ὀσμὴ ἀγαπήσεως θείας, πᾶσαν τὴν φύσιν δαμάζει τὴν ἄλογον· δαμάσαι ὅθεν τῶν παθῶν, τῆς ψυχῆς μου τοὺς θῆρας πανεύφημε.

Κατέπληξας, Ἐκκλησίαν ἅπασαν, Εὐφημία τοῖς κλεινοῖς σου ἀγῶσι, καὶ τῇ σεπτῇ τελευτῇ δι᾽ ἧς ἔστης, σὺν ταῖς φρονίμοις Παρθένοις ἐνώπιον, Νυμφίου σου τοῦ ἐκλεκτοῦ, ὧ κἀμὲ συναρμόσαις σοῦ δέομαι.

Θεοτοκίον.
Πανύμνητε, τῶν Μαρτύρων γλύκασμα, καὶ ψυχῶν ἐκζητουσῶν χαρμοσύνη, τὸν σὸν Υἱόν, ὅταν κρίνῃ τὸν κόσμον, τῆς σῳζομένων μερίδος ἀξίωσον, κἀμὲ λιταῖς σου μητρικαῖς, ὅπως χαίρων δοξάζω τὴν δόξαν σου.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πόθῳ σε εὐφημοῦντας, Εὐφημία σεμνὴ καλλιπάρθενε, καὶ λύτρωσαι ἡμῶν ψυχάς, τῶν βελίαρ παγίδων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πανευφήμους ᾠδὰς σεμνή σοι προσάγοντας, ἱλεώσαις Χριστῷ, πολλὰ ἁμαρτάνοντας· καὶ γὰρ ἔχεις, τὴν παῤῥησίαν ἐξ ἀγώνων σου πολλήν, διὸ χρῆσαι ταύτῃ ἐκτενῶς, εἰς ἐπιστήριξιν ψυχῶν, τῶν ἐκ πόθου βοώντων σοι· πρόφθασον Εὐφημία, δείχθητι ἡμῖν τεῖχος, κατὰ ἐχθροῦ τοῦ νοητοῦ, ὃν κατάργησαι πολύαθλε.

Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Πανευφήμου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην σου τὴν ἔφεσιν, ὡς ἀσματίζουσα νύμφη, πρὸς Χριστὸν κατεύθυνας, κάλλει ὑπερβαίνοντα, βροτοὺς ἅπαντας· καὶ ψυχὴν ἤνδρισας, τῇ δυνάμει Πνεύματος, τοῦ Ἁγίου καλλιπάρθενε, ὅθεν κατήργησας, πάντα τοῦ ἐχθροῦ τὰ κινήματα, καὶ στέφος τὸ οὐράνιον, εἵληφας Μαρτύρων τρισόλβιε· σκήνους σου δὲ θείου, τὸ ἄφθορον εἰς πίστωσιν πολλῆς, ἣν πρὸς Θεοῦ εὗρες χάριτος, Εὐφημία πάνσεμνε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.
Ὁ τηρήσας σε σώαν, ἐκ τῶν μαρτυρίου βασάνων πανεύφημε, καθάπερ σοι βραβεῖον, σκήνους ἀφθαρσίαν, εἰς αἰῶνας δεδώρηται, ὃ νοερῶς προσκυνῶν, Τριάδα μεγαλύνω.

Θείᾳ χάριτι Μάρτυς, Χαλκηδόνος Συνόδου τόμον ἐκύρωσας, χαρᾶς τὴν Ἐκκλησίαν, πληρώσασα ἀκούεις, εὐγνωμόνως τὴν αἴνεσιν· ὅθεν κἀμὲ δυσωπῶ, Ὀρθοδοξίᾳ τήρει.

Ὁπῆς μύρον ἐξῆλθεν, ὅτε σκήνωμά σου πυρὶ ἐπέῤῥιψαν, ὃ αἵματι τιμίῳ, κεκέρασται παρέχον, ἀσθενοῦσιν ἰάματα, διὸ ψυχήν μου σφοδρῶς, νοσοῦσαν θεραπεύσαις.

Θεοτοκίον.
Ὑλικῆς προσπαθείας, μάκρυνον Παρθένε τὸν νοῦν μου καὶ κάθαρον, ἁπάσης φαντασίας, τῇ μνήμῃ τοῦ Κυρίου, τοῦ γλυκαίνοντος ὕπαρξιν, πᾶσαν βροτείαν Ἁγνή, ὅπως σε μεγαλύνω.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἐν τῇ θαλάσσῃ, τὸ σκήνωμά σου ἐῤῥίφη, ἁγιάσαν φύσιν τῶν ὑδάτων, σὲ δέ μοι τιμῶντι, δακρύων ὕδωρ δῴης.

Ὑποδεχθεῖσα, τῇ φιλαδέλφῳ ἀγάπῃ, Γλυκερίας μάρτυρος ἐν Λήμνῳ, τὴν φιλαδελφίαν, ἐγκαίνισον ψυχῆ μου.

Φανερωθεῖσα, παραδοξότητι τρόπων, Βυζαντίῳ σεμνὴ ἀνεκομίσθης, ὃ ἀεὶ φυλάττοις, σὲ προσκυνοῦν ἐκ πόθου.

Θεοτοκίον.
Ἠτίμασά σου, τὴν κλῆσιν ἄχραντε Μῆτερ, καὶ τὸ ἔνδυμα ἐῤῥύπωσα τοῦ γάμου· ὅθεν σαῖς πρεσβείαις, τοῦτο μου ἀποπλύναις.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ ὁ ὁλοθρευτής με, Μάρτυς κυριεύσῃ, φλιὰν ψυχῆς μου σῷ μύρῳ ἀσφάλισαι, ἵνα Κυρίου ἡ χάρις, μόνη κατέχῃ με.

Ἰάτρευσον τὰ πάθη, τῶν σοὶ προσφευγόντων, Παρθενομάρτυς ψυχῆς καὶ τοῦ σώματος, οἴκους Κυρίου δεικνῦσα, ἡμᾶς καὶ ὄργανα.

Ἀείποτε τὴν θύραν, κροῦε τῆς ψυχῆς μου, ὡς ἀσκητοῦ ἐν τῷ Ἄθῳ Πανεύφημε, κελλίου θύραν ὀφθεῖσα, σεμνῶς ἐπέκρουσας.

Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, ἅμα Εὐφημίῳ τῷ τῶν Μαρτύρων Παρθένων ἡδύσματι, τὴν ψυχικήν μου ἁγνείαν, σῴαν φυλάξατε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, δεῦτε Εὐφημίαν, εὐφημήσωμεν ἐκ ψυχῆς, βρύει γὰρ θαυμάτων, ὡς δαψιλής τις βρύσις, τὴν χάριν τοῖς αἰτοῦσι, πλουσιοπάροχον.

Σκῆνός σου τὸ θεῖον καὶ ἱερόν, μάρτυς Εὐφημία, προσκυνοῦμεν πανευλαβῶς, ὅπως σαῖς πρεσβείαις, ληψώμεθα ἀφθόνως, τοῦ Πνεύματος τὴν χάριν, ἧ σοι ἐνῴκησεν.

Τὴν Χριστοῦ Μεγάλην Μάρτυς σεμνή, θείαν Ἐκκλησίαν, σκέποις πάντοτε σαῖς εὐχαῖς, Λείψανον τιμῶσαν, σὸν ἄφθαρτον καὶ μνήμην, ἐν ὕμνοις ἐτησίοις καταγεραίρουσαν.

Μάρτυρες Κυρίου πανευκλεεῖς, θεία Εὐφημία, Γλυκερία τε θαυμαστή, ἔρωτι τρωθεῖσαι τοῦ Ἰησοῦ καιρίως, ψυχαῖς ἡμῶν ἀγάπην, Τούτου ἐμβὰλετε.

Εὑμοιροῦσα κλήσεως σῆς σεμνή, θεία Εὐφημία, σοὶ προοπίπτω καὶ ταπεινῶς, δέομαι εὐχαῖς σου, εὑρεῖν ὁμοθρονίαν, ἐν δόξῃ τοῦ νυμφῶνος· μὴ ἐπιλάθου μου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Εὐφημίας τῆς σεπτῆς, μαρτυρίου θείοις λειμῶσι κατατρυφήσαντες, τὸν Χριστὸν δοξάσωμεν, ταύτην δοξάσαντα, ὅπως λάβωμεν ἄφθονον, τοῦ Πνεύματος, χάριν, καὶ τὸ πῦρ τὸ ἄυλον ψυχαῖς ἀνάψωμεν, φλέγον ἁμαρτίας τὴν ὕλην, καὶ τῆς Βασιλείας καινῖζον, τὸ οὐρανοπόθητον πολίτευμα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Τὴν εὐφημίαν ἐκ δυσφήμου καρδίας
ὡς χήρας δέξαι τὸ δίλεπτον, ὦ Μάρτυς.

Παρακλητικός Κανών εις την Αγία Πανεύφημο του Χριστού Μεγαλομάρτυρα Ευφημία

Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Πανευφήμου τοῖς λειψάνοις προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ Εἰκόνι προσπέσωμεν αὐτῆς, θερμοῖς τοῖς δάκρυσι καθικετεύοντες, Εὐφημία ἔνδοξε, ταῖς θερμαῖς σου πρεσβείαις, τάχος φθάσον λύτρωσαι ἐκ δεινῶν τοὺς σοὺς δούλους, καὶ μὴ παρίδῃς δεήσεις καὶ φωνάς, τῶν προσφυγόντων τῇ σκέπῃ σου πάνσοφε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὕμνοις γεραίρω τὴν Πανεύφημον Κόρην.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑμνῶ σε εὐφήμως καὶ εὐσεβῶς, ταῖς θείαις σου, μάρτυς Εὐφημία, μαρμαρυγαῖς, ὅλον καταλάμπρυνον τὸν νοῦν μου, τὸν Ἰησοῦν δυσωποῦσα, Πανεύφημε.

Μὴ παύσῃ πρεσβεύουσα τῷ Χριστῷ, Εὐφημία μάρτυς,  ὑπὲρ πάντων τῶν εὐσεβῶν, τῶν τὴν θείαν μνήμην σου τιμώντων, καὶ προσκυνούντων Σορόν σου τὴν πάντιμον.

Νοὸς καὶ ψυχῆς μου παρεκτροπάς, ἀπέλασον, μάρτυς Εὐφημία, καὶ εὐσεβῶς διάγειν ἀξίωσον σὸν δοῦλον, καὶ εἰς ὁδὸν εὐνομίας ὁδήγησον.

Θεοτοκίον.
Οὐ σθένει τὴν ἄβυσσον, Μαριάμ, ἡ γλῶσσα ἐκφράσαι τοῦ ἀνθρώπου, ἐμῶν κακῶν· ἠνόμησα γὰρ ὑπὲρ τὸ μέτρον· ἀλλ’ ὡς ἐλέους σὺ Μήτηρ με οἴκτειρον.

ᾨδὴ γ΄. Σὺ εἱ τὸ στερέωμα.
Ἲσχυσας  Πανεύφημε, σθένει Θεοῦ Παντοκράτορος, αἱρετικῶν τὸν Τόμον πατῆσαι, καὶ στηρίξαι εὐσέβειαν.

Στήριξον, Πανεύφημε, ταῖς πανιέροις πρεσβείαις σου τὴν εὐσεβή τῶν σῶν δούλων πίστιν, καὶ αἱρέσεων λύτρωσαι.

Γραπτὸν Τόμον ἐν χερσί, ἐνηγκαλίσω, Πανεύφημε, τὸ τηλαυγὲς τῶν ὀρθῶν δογμάτων, Εὐφημία στηρίζουσα.

Θεοτοκίον.
Ἔτεκες, Πανάσπιλε, ἀδιαφθόρως τὸν Κύριον· ὃν ἐκτενῶς δυσώπει σωθῆναι, τοὺς σὲ πόθω δοξάζοντας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥύσαι ὦ Καλλιπάρθενε, τὸν σοὶ προσδραμόντα οἰκτρὸν οἰκέτην σου ἐξ αἱρέσεων καὶ στήριξον ταῖς λιταῖς σου, Μάρτυς, πρὸς εὐσέβειαν.

Ἁμνὰς εἶ Θεοῦ ἄσπιλος, ἄσπιλον κἀμὲ γενέσθαι ἀξίωσον, Εὐφημία ταῖς πρεσβείαις σου, καὶ τῇ σωφροσύνῃ εὐωδίασον.

Ἰατρείας ἑκάστοτε βρύουσα ἐκπλύνεις, Πανεύφημε, νοσημάτων μου τὸν βόρβορον, ὡς Νύμφη Ὑψίστου ἀδιάφθορος.

Θεοτοκίον.
Ῥείθρα, Κόρη δακρύων μοι τῶν πνευματικῶν παράσχου, τὸν βόρβορον ἵνα πλύνω τῶν πταισμάτων μου, καὶ πρὸς ὕδωρ ἴθυνον ἀνέσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθὴς ἀληθῶς, Εὐφημία καλλιπάρθενε, ῥύστης τοῦ Χριστοῦ δογμάτων τῶν εὐσεβῶν, ἐν οἷς σοὺς δούλους ἀεὶ διατήρησον.

Τῶν αἱρετικῶν καταισχύνασα τὴν ἔπαρσιν, δόγματα τὰ θεῖα τοῦ Ἰησοῦ, ἐναγκαλισθεῖσα, Εὐφημία, διέσωσας.

Ἡ τῶν εὐσεβῶν, προστασία καὶ βοήθεια, πάντας τοὺς τιμῶντάς σε, Καλλιπάρθενε, εὐσεβῶς τὸν βίον διάγειν ἀξίωσον.

Θεοτοκίον.
Νεῦσον ταῖς ἐμοῦ τοῦ σοῦ δούλου, Κόρη ἄσπιλε, ταῖς οἰκτραῖς δεήσεσι, καὶ παράσχου μοι, ἁμαρτιῶν μου τελείαν ἄφεσι δέομαι.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Παρθένος ὡς ἀληθῶς καὶ Νύμφη τοῦ Παντοκράτορος σὺ γεγονυία, σεμνή, κᾀμὲ τὸν οἰκέτην σου παρθενίας πλήρωσον τοῖς ἐνθέοις ἔργοις, Εὐφημία καλλιπάρθενε.

Ἀμίαντος τῷ Χριστῷ καθαρμοσθεῖσα, θεόσοφε, καὶ παραδοῦσα αὐτῷ ψυχήν σου τὴν ἄμωμον, σοὺς δούλους ἀξίωσον ἀμιάντους μεῖναι, ἐκ τῆς λώβης τῶν αἱρέσεων.

Νῦν προσκυνοῦντες πιστῶς, τὰ λείψανά σου Πανεύφημε, δεὀμεθα ἐκτενῶς, τυχεῖν ταῖς πρεσβείαις σου, πταισμάτων ἀφέσεως, καὶ ῥυσθῆναι νόσων καὶ δεινῶν τοῦ πολεμήτορος.

Θεοτοκίον.
Ἐν ὥρᾳ τῇ φοβερᾷ καὶ τῇ ἡμέρᾳ ἐτάσεως συναῤῥωγός μοι γενοῦ, Παρθένε ἀμόλυντε, καὶ ῥῦσαι γεέννης με, καὶ τῆς καταδίκης τῆς δικαίας τότ᾽ ἐξάρπασον.

Πανεύφημε Εὐφημία Χριστοῦ τοῦ Σωτῆρος μάρτυς καὶ Νύμφη, μὴ διαλίπῃς αὐτῷ πρεσβεύειν ἑκάστοτε, τοῦ ῥυσθῆναι ἡμᾶς παντοίας αἱρέσεως.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Σοῦ καλλιμάρτυς Εὐφημία, τὸ πολύαθλον Σκῆνος ἐπὶ γῆς, ἡμεῖς πλουτοῦντες, καὶ εὐσεβῶς αὐτῷ προσπελάζοντες, ἰαμάτων λαμβάνομεν τὴν χάριν, ταῖς θείαις πρεσβείαις σου, παθῶν καὶ δαιμόνων τὴν ἀπολύτρωσιν καὶ αἱρέσεων τὴν κατάπαυσιν, ὑμνοῦντες καὶ δοξάζοντες, τὸν σὲ δοξάσαντα Κύριον.

Καὶ εὐθὺς τὸ Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ζ΄ 36-50).
Τῷ καιρῷ ἐκείνῳ,  ἠρώτα τις τῶν Φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. Καὶ ἰδοὺ, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξί τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ, λέγων· Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι· Διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; Ἀποκριθεὶς δὲ ὁ Σίμων, εἶπεν· Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. Καὶ στραφείς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ τῆς κέφαλῆς αὐτῆς ἐξέμαξε. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ, ἀφ᾿ ἦς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν, ὃς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

Δόξα.
Ταῖς τῆς Πανευφήμου λιταῖς, ὦ Πανοικτῖρμον, δώρησαι τῷ λαῷ σου ῥῶσίν τε καὶ εἰρήνην.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου εὐχαῖς, Παντελεῆμον, ἀπαλλαξόν με νόσων καὶ θλίψεων παντοίων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ παρὸν Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νύμφην τὴν πανεύφημον τοῦ Ποιητοῦ τῶν ἁπάντων, Εὐφημίαν μάρτυρα, πίστει ἱκετεύσωμιεν ἀνακράζοντες· ὦ Καλλιπάρθενε, μὴ παύσῃ πρεσβεύειν τῷ Σωτῆρι καὶ Νυμφίῳ σου ὑπὲρ τῶν δούλων σου, πάσης περιστάσεως ῤύσασθαι ἡμᾶς, καὶ ἐξ αἱρέσεων, καὶ κατὰ ἐχθρῶν καθοπλίσασθαι· ἵνα εὐφημῶμεν σωζόμενοι ἐν ὕμνοις τὴν σεπτὴν καὶ ἀεισέβαστον Μνήμην σου καὶ τὰ κατορθώματα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὕμνοις γεραίρομέν σε, Μάρτυς, δι᾿ ἧς δέδοται χαρὰ τοῖς Ὀρθοδόξοις, ὡς τὸν Τόμον αὐτῶν ἐν ταῖς χερσὶ λαβοῦσα, καὶ δόγματα κρατύνασα τὰ ἐν τούτῳ εὐσεβείας.

Φλέξον ἀκάνθας, Εὐφημία, τῶν αἱρέσεων πυρὶ τῆς εὐσεβείας, καὶ τὸ δόγμα ὃ σὺ ἐκύρωσας, πρεσβείαις ταῖς σαῖς νῦν διατήρησον, ἐν ἡμῖν τοῖς σὲ ὑμνοῦσιν.

Ἤθλησας, μάρτυς Εὐφημία, τοῦ σταδίου ἐν μέσῳ μετ’ ἀνδρείας, καὶ ἀνῆλθες πρὸς ὃν ἐπόθης σου Νυμφίον, ὑπὲρ ἡμῶν πρεσβεύουσα, τὸ σὸν σκῆνος προσκυνούντων.

Θεοτοκίον.
Μόνος παρώργησα ὁ τάλας, τὰ σὰ σπλάγχνα, Μαρία, ἐν ἀνθρώποις, καὶ χρηστότητα σὴν ἐπίκρανα ἀφρόνως· διὸ σὸν δοῦλον οἴκτειρον φιλευσπλάγχνως, Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὅρον ὡς πάλαι τὸν εὐσεβή, Εὐφημία, σὺ ἐκράτυνας τῶν θεῖων δογμάτων, οὕτω προσκυρώσοις εἴθε καὶ νῦν τοιοῦτον.

Νόμον τὸν θεῖον, ὡς νομοφύλαξ ἡ Μάρτυς, τῶν ὀρθῶν δογμάτων δεξαμένη, ἄτρωτον φυλάττει τὴν πίστιν εἰς αἰῶνας.

Κἀρτερικως τὰς βασάνους ἡ Μάρτυς ἐνεγκοῦσα μετ᾿ Ἀγγέλων χορεύει, ὑπὲρ ἡμῶν πρεσβείας προσάγουσα Κυρίῳ.

Θεοτοκίον.
Ὅλος ὁ βίος μου πονηρός ἐστι, Κόρη, καὶ ἡ ψυχή μου ἀνάπλεως βορβόρου, ἐλέησόν με μόνη Χριστιανῶν προστάτις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥυσθέντες, Εὐφημία, τῇ σῇ προστασία, τῆς τῶν αἱρέσεων δοῦλοί σου, πιστῶς τὰ θεῖά σου λείψανα ἀσπαζόμεθα.

Ἡ τεθνεῶσα Κόρη κατέχουσα ὡς ζῶσα, τῆς εὐσεβείας τὸν ὅρον ἀνόθευτον, διαφυλάττει τὴν πίστιν, ἡμῶν ἀκράδαντον.

Νῦν μάρτυς Εὐφημία, τὴν λάρνακα μύρου τῶν σῶν λειψάνων πληροῦσα ἀλάβαστρον, εὐωδιάζεις καρδίας τῶν ἀνυμνούντων σε.

Θεοτοκίον.
Ναμάτων ζωηῤῥύτων, διψῶντα, Παρθένε τὸν σὸν οἰκέτην με κόρεσον δέομαι· σὺ γὰρ πηγὴ ζωηῤῥύτων ὑδάτων, Πάναγνε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Εὐφημία πανευκλεὴς, χαίροις εὐσεβείας ἀνακήρυξις ἀληθής, χαίροις ἡ πρεσβεία προσάγουσα Κυρίω, ὑπὲρ ἡμῶν τῶν πίστει ἀνευφημούντων σε.

Δεῦτε φιλομάρτυρες εὐλαβῶς, τὴν ἐν Ἀθληφόροις καὶ Παρθένοις, θαυματουργόν, τὴν ἀξιωθεῖσαν νύμφην Χριστοῦ γενέσθαι, τὴν θείαν Εὐφημίαν πάντες τιμήσωμεν.

Ἂγομεν οἱ δοῦλοί σου ἑορτήν, σήμερον ὦ μάρτυς, Εὐφημία πανευκλεής, ὅτι τῶν Πατέρων πεπίστευσαι τὸν Τόμον, φυλάξασα τὴν πίστιν ἀπαρασάλευτον.

Χαίροις νύμφη ἄσπιλε τοῦ Χριστοῦ, Εὐφημία μάρτυς εὐσεβείας χαίροις τιμή, δόξα Χαλκηδόνος καὶ κράτος Ὀρθοδόξων, πάντων δεινῶν δεόμεθα, ἡμᾶς λύτρωσαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα τὸ Τροπάοιον Ἦχος γ΄.
Λίαν εὔφρανας τοὺς Ὀρθοδόξους, καὶ κατήσχυνας τοὺς κακοδόξους, Εὐφημία τοῦ Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Λόγου τοῦ τεχθέντος ἐπὶ γῆς, Νύμφη ἐκλεκτὴ Εὐφημία σὺ ἀναδέδειξε, λαμπάδα κατέχουσα ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως φαιδρῶν λαμπηδόνων, ὅθεν τὴν πανένδοξον μνήμην σου σέβομεν· φρούρει ἱκετεύομεν σκέπε, ταῖς πρὸς τὸν Σωτῆρα λιταῖς σου, ἡμᾶς τοὺς τιμῶντάς σε καὶ δοξάζοντας.