Παρακλητικός Κανών εις την Οσίαν και Θεοφόρον Μητέρα ημών Ευπραξία

Ποίημα Ηγουμένης Ευπραξίας Ιερά Μονή Δοκού Ύδρας

†Εορτάζεται στις 25 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριο·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Σοῦ τῷ σεπτῷ καὶ ἁγίῳ τεμένει, συναθροισθέντες οἱ πιστοὶ ὁμοφρόνως, ἐκλιπαροῦμεν πόθῳ σε σεμνή, ῥῦσαι τῆς κολάσεως, καὶ παθῶν τοὺς σοὺς δούλους, ὅπως μεγαλύνωμεν, τοὺς σεπτούς σου ἀγῶνας, οὓς ὑπὲρ Κυρίου ἧρας καρτερῶς, μῆτερ ὁσία, Εὐπραξία ἀοίδιμε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τριάδι προσπίπτω παντουργικῇ, πειρασμοῖς ποικίλοις, συνεχόμενος καὶ δεινοῖς, πρεσβείαις Θεέ μου Εὐπραξίας, δός μοι ταχὺ τούτων τὴν ἀπολύτρωσιν.

Νέμεις τὰς πλουσίας σου δωρεάς, χάριν Εὐπραξία, εἰλυφυῖα παρὰ Θεοῦ, τοῖς πιστοῖς καὶ τούτους ἐκ κινδύνων, τῶν πολυτρόπων ταχέως ἐλαύνουσα.

Τῷ θείῳ ναῷ σου Μῆτερ σεμνή, νυνὶ συνελθόντες, συνεχόμενοι τοῖς δεινοῖς, βοῶμέν σοι ἀπαύστως Εὐπραξία, πάντας ἡμᾶς τούτων λύτρωσιν δώρησαι.

Θεοτοκίον.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὡς ἀείφωτος λύχνος, ἐν ἀρεταῖς ἔλλαμψας, καὶ τὰς τῶν πιστῶν διανοίας σὺ κατεφώτισας· ὅθεν ἐν ᾄσμασιν, σὲ Εὐπραξία ὑμεῖς συνελθόντες, ἅπαντας μακαρίζομεν.

Ὡς πολλὴν παῤῥησίαν, πρὸς τὸν Χριστὸν ἔχουσα, ὑπὲρ σωτηρίας τῶν ψυχῶν ἡμῶν καθικέτευε, ὅπως χαρᾷ ἡμεῖς, εὐχαριστήριον ὕμνον, Μῆτέρ σοι προσφέρομεν, παθῶν λυτρούμενοι.

Νικητὴς ἀνεδείχθης, κατὰ παθῶν ἔνδοξε, καὶ τοῦ διαβόλου μανίαν πᾶσαν ἐτρόπωσας, ἀλλὰ προφθάσασα, καὶ τοὺς τιμῶντάς σε πόθῳ, Εὐπραξία λύτρωσαι, τούτου κακώσεως.

Θεοτοκίον.
Προστασίαν καὶ σκέπην ζωῆς ἐμῆς τίθημι, σὲ θεογεννῆτορ Παρθένε σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε.

Ἐκ θλίψεως, καὶ ἐκ κίνδυνων λύτρωσαι Εὐπραξία, τοὺς τὴν θείαν σου προστασίαν αἰτοῦντας, ὡς ἔχουσα τὴν πρὸς Θεὸν παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑψωθεὶς ἀπονοίᾳ μου, ὀλισθήσας πάθεσι κατενήνεγμι, ἔγειρόν με κατακείμενον, ἐν βυθῷ Ὁσία ἀπογνώσεως.

Ῥυπαρὸς ὧν καὶ ἄσωτος, ψυχικοῦ ταράχου Ἁγία πέπλησμαι, αὐτὴν ζάλην καὶ κίνδυνον, καὶ τὴν ἀθυμίαν ἀποδίωξον.

Σὲ Ὁσία κεκτήμεθα, ἀσφαλῆ φρουρόν τε ἐν περιστάσεσιν, πρόστηθι ἡμῶν καὶ μὴ παρίδης δέ, Εὐπραξία ἐν ἡμέρᾳ θλίψεως.

Θεοτοκίον.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν Κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δώρησαι ἡμᾶς, Εὐπραξία τοὺς τιμῶντάς σε, ἐπὶ τῇ παρουσίᾳ τῇ φοβερᾷ, τοῦ Ἰησοῦ μου, λυτρωθῆναι τῆς κολάσεως.

Μή με Ἰησοῦ, ἀποῤῥίψῃς ἐκ προσώπου σου, διὰ τὸ μέγεθος τῶν σῶν οἰκτιρμῶν, ἀλλὰ δὴ σῶσον, ἱκεσίαις τῆς Ὁσίας σου.

Νέμεις τοῖς πιστοῖς, τὰς αἰτήσεις πανθαύμαστε, διὸ ἡμῶν δεομένων τὸν Θεόν, σὺ Αὐτὸν ἵλεων, ὑπὲρ ἡμῶν νῦν ἀπέργασαι.

Θεοτοκίον.
Ἔμπλησον Ἁγνή, εὐφροσύνης την καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοός μου, τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη Ὁσία, σωματικῶν ἀλγηδόνων με ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ὑπέρτερον.

Ἡγίασε, σὲ ἀσκήσασαν Μῆτερ, ὁ πανάγαθος Θεὸς, ὃν δυσώπει, ἁγιασμὸν τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν τῶν πταισμάτων τὴν λύτρωσιν· προστάτις γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος.

Συνεῖναί με, τὸν πολλά σε ποθοῦντα, Εὐπραξία σοὶ εὐδόκησον μῆτερ, σὲ δυσωπῶ, τὴν καλήν μου προστάτιν, καὶ πίστει κράζω σοι· σῶσόν με πάνσεμνε, γεννήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.

Θεοτοκίον.
Θανάτου, καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ, καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Ἐκ θλίψεως, καὶ ἐκ κίνδυνων λύτρωσαι Εὐπραξία, τοὺς τὴν θείαν σου προστασίαν αἰτοῦντας, ὡς ἔχουσα τὴν πρὸς Θεὸν παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἥμερων τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοὺς τῇ θείᾳ σκέπῃ σου, προσπεφευγότας, Εὐπραξία φρούρησον, ἀπὸ παντοίων πειρασμῶν, καὶ τὸν Θεὸν ἐξιλέωσαι, Ὁσία μῆτερ, Αὐτὸν ἱκετεύουσα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῆς Ὁσίας Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄1-13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις ἐλεήμων, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου πρεσβείαις ἐλεήμων, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄.
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξαμένη ἔρωτα, πάντα τὰ ἐν κόσμῳ τερπνὰ ὑπερεῖδες θεόληπτε, καὶ ἀγγελικῶς τὸν βίον διήνυσας, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ Θεὸν ἱλεουμένῃ, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων πιστῶς, μῆτερ Εὐπραξία τὴν μνήμην σου.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἶκός σου ὁ θεῖος, ἰατήριον πᾶσιν ἡμῖν γεγέννηται, ἴασιν νοσημάτων, κατ’ ἄμφω χορηγῶν τοῖς ἐν πίστει προστρέχουσι, καὶ μεγαλύνουσι πιστῶς, Ὁσία τὴν σὴν μνήμην.

Ἐν τῷ φόβῳ Κυρίου, σὺ ταπείνωσον Μῆτερ τὸ τῆς σαρκός φρόνημα, σκιρτῶν οἷαπερ πώλος, ἀτάκτως τε βαδίζων, ἐν ἐμοὶ καὶ πρὸς βάραθρον, ζητοῦν κατακρημνῆσαι, τὴν ταπεινὴν ψυχήν μου.

Ψυχικῆς ἀσθενείας, καὶ σωμάτων ἐκ νόσου λύτρωσαι Εὐπραξία, πρεσβείᾳ σου τοὺς πάντας, τῷ ναῷ σου ἐκ πόθου προστρέχοντες, καὶ αἰτουμένους σε θερμῶς, ἀντίληψιν τὴν θείαν.

Θεοτοκίον.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατώκησας τῷ κόσμῳ, ἣν προστάτις ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ναῷ τῷ θείῳ, ὁ προστρέχων Εὐπραξίας εὐχέρως, τὰς αἰτήσεις λαμβάνει, εἶ μετ’ εὐλαβείας αὐτὴν ἐπικαλεῖται.

Ἡ Εὐπραξία, εἰς οὐρανοὺς ἀπελθοῦσα, καὶ τῷ Θεῷ σὺν Ἀγγέλοις οἰκοῦσα, πάντοτε πρεσβεύει, ὑπὲρ τῆς αὐτῆς ποίμνης.

Δι’ ἀγῶνας, οὓς ἐν ἀσκήσει διῆλθες, τῷ Χριστῷ ἠνέχθης ὡς θυσία, πίστει διὸ πόθῳ, ὑμνοῦμεν εἰς αἰῶνας.

Θεοτοκίον.
Τοὺς βοηθείας, τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, σὲ Κόρη εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν Χριστοῦ τὸ κάλλος, ὄντως τὸ ὡραῖον, καὶ τῆς γλυκείας ἀκτῖνος καὶ αἴγλης Αὐτοῦ, κατατρυφῆσαί με μῆτερ, Ὁσία πρέσβευε.

Ἀσκήσασα γενναίως, δέχεσαι δικαίως, παρὰ Χριστοῦ τὰ βραβεῖα πανθαύμαστε, καὶ σὺν Ἀγγέλων χορείαις νῦν ἐπαγάλλεσαι.

Δεήσου τῷ Κυρίῳ, μῆτερ Εὐπραξία, ὑπὲρ τῶν πίστει τελούντων σὴν μνήμην ἀεί, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.

Θεοτοκίον.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τοῦ παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφηρηκότα Παρθένε, Χριστὸν κυήσασα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Φωτὶ παρεστῶσα τῷ Πατρικῷ, καὶ τῶν λαμπηδόνων πληρουμένη τῶν παρ’ Αὐτοῦ, μῆτέρ μου ἁγία, ἐξ ὧν ὦ Εὐπραξία, τὸ σκότος τοῦ νοός μου, σὺ καταλάμπρυνον.

Τῶν μνημονευόντων πράξεων σῶν, καὶ ἐπιτελούντων, μετὰ πόθου μνήμην τὴν σήν, πρέσβευε Παρθένε, Χριστὸν τὸν σὸν Νυμφίον, σύν σοι καταξιῶσαι, τῆς βασιλείας του.

Ἰησοῦ Χριστέ μου Λόγε Θεοῦ, Υἱὲ Πατρὸς ζῶντος, ἱκεσίαις τῆς σῆς Μητρός, σὺν τῆς Εὐπραξίας, καὶ Ὁσίων ἁπάντων, ἡμᾶς ἔργασαι οἴκους, τοῦ Παρακλήτου σου.

Ποίμνην τὴν τιμῶσάν σε εὐσεβῶς, Εὐπραξία μῆτερ, διατήρησον ἀσινῆ, ἐκ παντοίας βλάβης, αὐτῇ ἐπερχομένης, ταῖς πρὸς Θεὸν ἀλήκτοις σου παρακλήσεσιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν, εἰληφυῖα ἐκ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, μῆτερ πανσεβάσμιε, τοῖς σὲ προστρέχουσι· φυγαδεύεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τῇ προστασίᾳ σου· ὅθεν Εὐπραξία βοῶμεν· πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.