Παρακλητικός Κανών εις την Αγία Ένδοξο Μάρτυρα Τατιανή

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 12 Ιανουαρίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τά εξής˙

Ἦχος δ’’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρώ.
Τατιανήν ἐν ἐγκωμίοις τιμῶμεν, καί μεγαλύνομεν αὑτῆς πολιτείαν, καί αἰκισμούς καί θάνατον ὑπέρ τοῦ Χριστού˙ ηὔφρανεν ἐν τοῖς ἀθλήμασιν, Ἐκκλησίας τό ποίμνιον, θαύμασι συντρίψασα τήν εἰδώλων απάτην˙ διό εἰσῆλθεν οὐρανοῦ, μάρτυς ὁσία, Χριστοῦ νύμφη ἔνδοξος.

Δόξα. Τό αὑτό. Καί νῦν.
Τῇ Θεοτόκω ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ενέδραις˙ τῇ μητρική σου σκέπασον ἀγάπη ημάς˙ δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τάς φάλαγγας, παῦσον τάς ὁρμάς παθών, καί δαιμόνων μανίαν˙ Σύ γάρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καί σκέπη, καί θεία ἀντίληψις.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ὁ Κανών, οὐ ἡ Ακροστιχίς˙
ΚΛΕΙΝΗ ΤΑΤΙΑΝΗ ΣΤΕΦΟΣ ΥΜΝΩΝ ΠΛΕΚΩ. ΝΙΚ(ΟΔΗΜΟΥ).

ᾨδὴ ἆ’.  Ἦχος πλ. δ’’. Ὑγράν διοδεύσας.
Κατάπεμψον χάριν φωτιστικήν, Παράκλητον Πνεῦμα, ἀνυμνήσαι θεοπρεπώς, τῆς Τατιανής ἐγώ ὁ τάλας, τήν θαυμαστήν βιοτήν καί μαρτύριον.

Λαμπρύνασα Μάρτυς τήν σήν ψυχήν, θαυμαστοῖς ἀγῶσιν, ἐν ἀσκήσει πνευματικῇ, Χριστόν ὡμολόγεις παρρησίᾳ, ὡς Λυτρωτήν καί Θεόν σου καί Κύριον.

Ἐπήρθης γηίνων Τατιανή, καί κόσμου ἡδέα, ἀπηρνήθης θεοπρεπώς, λαβούσα δε χάριν σου Νυμφίου, τήν σήν ζωήν ὥσπερ σφάγιον ἔθυσας.

Θεοτοκίον.
Ἱκέται προστρέχομεν σοι σεμνῇ, τῇ μόνη Παρθένω τῇ τεκούσῃ τόν Ἰησοῦν, τόν δόντα τῷ κόσμω σωτηρίαν, καί σοι Ἁγνῇ Αὑτοῦ δόξαν τήν ἄφθιτον.

ᾨδὴ γ’.  Οὐρανίας ἁψῖδος.
Νικηφόρως εἰσῆλθες, Τατιανή ἔνδοξε, εἰς τήν Ἐκκλησίαν Ἁγίων, συνεορτάζουσα, καί ἀνυμνούσα Χριστόν, μετά ἁγίων Ἀγγέλων, καί συναπολαύουσα, δόξης καί χάριτος.

Ἡλιόμορφος ὤφθης, Τατιανή πάνσεμνε, ἐν τοῖς αἰκισμοῖς καί βασάνοις, ὑπέρ τῆς πίστεως, τῇ ἐπισκέψει Χριστοῦ, Ὄν καθικέτευε μάρτυς, ἴνα χάριν λάβωμεν, οἱ εὐφημοῦντες σε.

Τήν σεπτήν βιοτήν σου, Τατιανή δίδαξον, τοῖς ὁμολογοῦσι Σωτῆρα, Χριστόν Θεάνθρωπον, καί δι’ ἀγώνων πολλῶν, ἐπιζητοῦσιν ἐκ πόθου, ἀρετῶν τό ἅγιον, κτήσασθαι πλήρωμα.

Θεοτοκίον.
Ἁγιότητος τύπος, τῶν μοναχῶν κλεῖσμα, καί σεμνῶν μητέρων εἰ δόξα, μαρτύρων ἕδρασμα, ὧ Θεοτόκε Αγνή˙ τούς εὐσεβεῖς περιφρούρει, σαῖς λιταῖς πρός Κύριον, Θεομακάριστε.

Στερέωσον, ὁμολογούντων τήν πίστιν Μάρτυς τοῦ Λόγου, ὅτι πέλεις πάντων ἡμῶν, διδάσκαλος ἔνθεος, ὡς πάνσεμνος νύμφη τοῦ Θεανθρώπου.

Στερέωσον, τούς ὀρθοδόξως τιμῶντας σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σου Υἱοῦ καί βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.
Σατάν πειρασμούς, νικήσασα πανένδοξε, Χριστόν ἀληθῶς, ἐπόθησας καί ἔφυγες, τά τοῦ κόσμου ένεδρα˙ αἰκισμούς δε ὑπομείνασα, καί εἰσελθοῦσα εἰς τήν ζωήν, πρεσβεύεις τῷ Λόγω, ὑπέρ πάντων ἡμῶν.

ᾨδὴ δ’’. Εἰσακήκοα Κύριε.
Τῆς φωνῆς Σου ἀκήκοε, ἡ Τατιανή καί φαιδρώς προσέτρεξε, ὧ Νυμφίε πολυπόθητε, πρός σφαγήν ὡς θύμα ὑπέρ πίστεως.

Ἱκεσίαις Σής Μάρτυρος, Λόγε τοῦ Θεοῦ ἡμᾶς καταξίωσον, τοῦ τηρεῖν τά Σά προστάγματα, ἐπ’ ἐλπίδι τῆς αἰωνιότητος.

Ἀπεκάθηρας ἔνδοξε, ἐν τοῖς ἀγωνίσμασι τήν εἰκόνα σου, καί Χριστόν καθωμολόγησας, τόν σεσαρκωμένον Λόγον πάνσεμνε.

Θεοτοκίον.
Νεολαίας Πανάχραντε, τῆς πολεμουμένης, πέλεις τό στήριγμα, καταφύγιον καί φρούριον, ὡς Χριστόν γεννήσασα τόν Κύριον.

ᾨδὴ ἕ’.  Φώτισον ἡμᾶς.
Ἥλιος Χριστός, καταυγάσας σήν διάνοιαν, εἰς ἀγωνίσματα ὧ Τατιανή, περιχαρώς σε, ὡδήγησε καί μαρτύριον.

Στέφει σε Χριστός, ἐναθλοῦσαν παμμακάριστε, καί βασιλείαν θείαν σοι χορηγεῖ, τιμῶν ἀξίως, πανένδοξε σόν μαρτύριον.

Ταπείνωσιν Χριστέ, καί ἀγάπην ἡμῖν δώρησαι, ταῖς ἱκεσίαις τῆς Τατιανής, ἴνα ἀξίως, ἐκείνης πολιτευσώμεθα.

Θεοτοκίον.
Ἔφεσιν ψυχῆς, πρός ἀγῶνας ἐξαιτούμεθα, παρά Χριστοῦ παθόντος ὑπέρ ἡμῶν, ἁγνή Παρθένε, ταῖς σαῖς ἱκεσίαις Πάνσεμνε.

ᾨδὴ ς’.  Τήν δέησιν.
Φυλάξασα τήν ψυχήν σου ἔνθεον, σύ προέκρινας Χριστόν τῶν προσκαίρων˙ διό χωρεῖς εἰς μαρτύριον παλαίστραν, τήν σήν ζωήν ὥσπερ σφάγιον θύσασα˙ ὅθεν εἰσῆλθες ἐν χαρά, εἰς παστάδα οὐράνιον πάνσεμνε.

Οὐράνια ἀγαθά ποθήσασα, ἐν Χριστώ κατανικᾷς τόν Βελίαρ˙ καί τήν ψυχήν γεγονυία ἀνδρείᾳ, τῶν δυσσεβῶν τήν βουλήν κατεπάτησας˙ διό θερμῶς ἀντιβολῶ, σαῖς πρεσβείαις ῥυσθῆναι κολάσεως.

Σύ ἔνδοξε αἰκισμούς ἐνίκησας, καί τυράννου ἀπειλάς θηριώδεις˙ ὅτι Χριστόν, τόν νυμφίον σου μάρτυς, ἔσχες ἐν στέρνῳ τῷ σῷ δυναμοῦντα σε˙ διό ἱκέτευε Αὑτόν, τήν ἐμήν καταυγάσαι διάνοιαν.

Θεοτοκίον.
Ὑπέρτιμον ἀνεδείχθης Δέσποινα, καταφύγιον γεννήσασα Λόγον, ὅτι ἐν σοι ἐνικήθη ὁ Πλάνος, καί κατελύθη τό κράτος τοῦ Δράκοντος˙ σου δέομαι, ταῖς σαῖς λιταῖς, λυτρωθῆναι δεινῶν τούς ὑμνοῦντας σε.

Στερέωσον, ὁμολογούντων τήν πίστιν Μάρτυς τοῦ Λόγου, ὅτι πέλεις πάντων ἡμῶν, διδάσκαλος ἔνθεος, ὡς πάνσεμνος νύμφη τοῦ Θεανθρώπου.

Στερέωσον, τούς ὀρθοδόξως τιμῶντας σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σου Υἱοῦ καί βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Εὐφημοῦμεν σε Τατιανή παναοίδιμε, τῆς ἀσκήσεως τό ἀληθές ἐγκαλλώπισμα, ἀγάπης δε πρός τόν Χριστόν ὑπόδειγμα λαμπρόν˙ ἔλαβες γάρ ἐκ τοῦ Θεοῦ, τοῦ μαρτυρίου τήν τιμήν, καί θαυμάτων τήν δύναμιν˙ Τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἱκεσίαν, ὧ θαυμαστῇ Τατιανή, Ἐκκλησίας θεῖον κλεῖσμα.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι.
Στίχος. Ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνε τά διαβήματα μου.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Μάρκον (Κεφ. ε’ 24-34).
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ ᾿Ιησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλέησόν με, ὁ Θεός…
Δεῦτε εὐφημήσωμεν, Τατιανήν ἐγκωμίοις, Ῥώμης θεῖον βλάστημα, εὐσεβῶν γονέων τό ἐγκαλλώπισμα, ἀρετῆς καύχημα, προσευχῆς τόν τύπον, τῆς θυσίας τό ἀγλάϊσμα, ὁμολογίας τε, καί τοῦ μαρτυρίου τό πρότυπον, τῆς πίστεως διδάσκαλον, καί τῆς δυσσεβείας τόν έλεγχον˙ Ὅθεν ὁ Νυμφίος, δεξάμενος ἁγίαν βιοτήν, καί μαρτυρίου τά αἵματα, λαμπρῶς ταύτην ἔστεψεν.

Σῶσον ὁ Θεός τόν λαόν Σου…

ᾨδὴ ζ’.  Οἱ ἐκ τῆς Ἰουδαίας.
Μεγαλύνεις Ἁγία, Ἰησοῦν τόν Δεσπότην ἐν μαρτυρίῳ φρικτῷ, βοώσα ἐκ καρδίας, πᾶσι τούς εὐσεβέσι, ἀνυμνεῖν μετά πίστεως˙ ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Νικηφόρως ἡ Μάρτυς ἐναθλοῦσα γενναίως ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, συνήγειρε τά πλήθη, δοξάζειν τόν Σωτῆρα, καί συμψάλλειν ἐν Πνεύματι˙ ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Ὡς νυμφίον τόν Λόγον, ἐνεθρόνισας Μάρτυς ἐν σή καρδίᾳ Σεμνή˙ διό κατηξιώθης παράδεισον οἰκήσαι, καί βοᾶν πρός τόν Κύριον˙ ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Νεανίδων χορεῖαι, τήν Παρθένον τιμῶσιν ὡς Θεοτόκον Ἁγνήν, καί ψάλλουσιν ἐκ πόθου, ᾠδήν τῷ ταύτης Γόνω, τῷ λυτρώσαντι άπαντας˙ ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

ᾨδὴ ἡ’. Τόν Βασιλέα.
Παρατηρούσα τήν τῶν μαρτύρων πορείαν, ἠξιώθης θεᾶσθαι τόν Κτίστην, Ὄν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Λελαμπρυσμένην Τατιανή ἐν βασάνοις, ἱκετεύεις τόν Κτίστην ἀπαύστως, ὑπέρ τῶν ὑμνούντων, Χριστόν εἰς τούς αἰῶνας.

Ἐν μαρτυρίῳ ὁμολογοῦσα τόν Λόγον, κατεστέφθης ἐν δόξῃ Ἀγίᾳ, σύν πιστοῖς τιμῶσα, Χριστόν εἰς τούς αἰῶνας.

Θεοτοκίον.
Κραταιωθείσα ταῖς σαῖς πρεσβείαις ἡ Μάρτυς, κατενίκησε Πλάνου παγίδας˙ νῦν δε τόν Υἱόν σου, ὑμνεῖ Παρθενομῆτορ.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ὡς σφάγιον ἡ Μάρτυς, θύεται ἐνδόξως, ἐπιθυμοῦσα ἀρρήτου καί θείας ζωής˙ διό ἐπλήσθη τῆς θείας, χάριτος ἄνωθεν.

Ναώ τῷ οὐρανίῳ, μαρτύρων ἡ χορείᾳ, Τατιανήν ὑπεδέξατο περιχαρώς˙ μεθ’ ᾖς ἐν χώρα τῶν ζώντων, συνεορτάζουσιν.

Ἱκανῶσον λιταῖς σου, πρός τόν Ζωοδότην, τούς ἀνυμνοῦντας σε Μάρτυς, ἐν θείαις ᾠδαῖς, κατά παθών μετ’ ἀνδρείας, ἐναγωνίζεσθαι.

Θεοτοκίον.
Κηρύττομεν Παρθένε, ἄσπορον σόν Τόκον, καί προσκυνοῦμεν ἐνθέως, ὡς Λόγον Πατρός, ἀναφωνοῦντες σοι πόθω˙ χαῖρε Θεόνυμφε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, Μάρτυρα Κυρίου, τήν ἁγίαν Τατιανήν, τήν ἀπαρνηθεῖσαν, ἐπίκηρα τοῦ κόσμου, ποθοῦσαν δε Νυμφίου, τήν θείαν ἕνωσιν.

Χάριτι Κυρίου ὀσιακώς, ἠσκήθη ἐν ζήλω, ἡ θεόφρων Τατιανή, ζωήν τῆς θυσίας, ἐκ πόθου ἀσπασθείσα, μαρτύρων τό κλέος, ἐπιποθήσασα.

Ἔρωτι τρωθεῖσα τοῦ Ἰησοῦ, μαρτύρων τόν βίον, ἀπεδέχθη Τατιανή˙ διό ἠξιώθη, ὡς σφάγιον τυθῆναι, συνεῖναι δε Νυμφίω ἐν θείοις δώμασι.

Φύλαξον καρδίας χριστιανῶν, τῶν σε εὐφημούντων, ἐν τῇ πίστει Τατιανή, τῇ τοῦ Ζωοδότου, Χριστοῦ τοῦ Θεανθρώπου, ἴνα ἐν τῷ Κυρίω, ὀρθῶς βιώσωσιν.

Παῦσον τά φρυάγματα τοῦ Σατάν, πράϋνον τά πάθη, ὧ Ἀγίᾳ ταῖς σαῖς λιταῖς, πρός τόν Ἰησοῦν μου, γαλήνευσον καρδίας, ἴνα ἐν κατανύξει, Τριάδα μέλπωμεν.

Σῶσον σαῖς πρεσβείαις ἐκ τῶν παθών, πιστούς Ἐκκλησίας, θεοφόρε Τατιανή, θερμῶς ἐκζητοῦντας, ὀδόν τήν τοῦ Κυρίου, καί βίον ἀληθείας, καί ἁγιότητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον.Ἦχος γ’. Θείας πίστεως.
Δεῦτε ἄσμασι καί ἐγκωμίοις, καταστέψωμεν, τῆς Ῥώμης γόνον, καί τῶν μαρτύρων σεπτόν ἐγκαλλώπισμα, Τατιανήν εὐσεβείας ὑπόδειγμα, καί ἀρετῆς τό λαμπρόν οἰκοδόμημα. Μῆτερ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε εὐσεβῆ Τατιανήν, τῶν Χριστομαρτύρων τό κλέος, καί τῶν πιστῶν τόν πυρσόν, ἄσμασι τιμήσωμεν, καί ευφημήσωμεν˙ τόν Χριστόν γάρ ἠγάπησε, καί πάντα ἠρνήθη, πλοῦτον ἡδυπάθειαν, ζωήν τήν πρόσκαιρον˙ ὅθεν οὐρανίοις θαλάμοις, χαίρουσα οἰκεῖ πανενδόξως, τοῦ Χριστοῦ ἡ μάρτυς ἡ ἀκήρατος.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Πηγή