Παρακλητικός Κανών εις την Αγία Μάρτυς του Χριστού Θεσσαλονίκης μετά συναθλών αυτής μαρτυρήσαντες Άγιος Αύκτος και Άγιος Ταυρίων

Ποίημα Γεωργίου Γαλανόπουλου

† Εορτάζεται στις 6 Νοεμβρίου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τό τροπάριον.

Ἦχος δ’ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Θεσσαλονίκης τήν πανένδοξον μνήμην, ἐπιτελέσεων πιστοῖ θεοφρόνως, καί τοῖς ἀσμάτων ἄνθεσι κοσμήσωμεν λαμπρῶς, ταύτης τό ἐκτύπωμα, ἀσπαζόμενοι πάντες, ἐκ ψυχῆς κραυγάζοντες• Ἀθληφόρε Κυρίου, μή διαλίπῃς σκέπειν τούς πιστούς, τούς εὐφημοῦντας, τήν θείαν σου ἄθλησιν.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, ειμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σου, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν’ (50).
Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Θεσσαλονίκη, πρόσδεξαι ἄσμα. Γεωργίου.

ᾨδῇ ἀ’ . Ἦχος πλ. δ’ . Ὑγράν διοδεύσας.
Θεόν ἀγαπήσασα ἀληθῆ, ἔδραμες τῷ πόθῳ, τετρωμένη κόρη σεμνῇ, Αὑτῷ ἑπομένη καί βοῶσα• ἐλέησον με Χριστέ πολυεύσπλαγχνε.

Εἰδώλων θυσίας τάς μυσαρᾶς, πατρός ἱερέως ἐβδελύξω, ὡς νουνεχής• διό βαπτισθεῖσα κορασίδας, εἰς θείαν πίστιν Χριστοῦ, σύ προσείλκυσας.

Στρατεία προσῆλθες τοῦ Ἰησοῦ, ψυχάς ὠφελήσαι, καλλιπάρθενε καί σαυτήν• διό πᾶσι δός σόν θεῖον πόθος, ὅπως ἐχθροῦ τάς παγίδας ἐκφεύγωμεν.

Θεοτοκίον.
Σύ ἄχραντε σκέπε ἐξ ἐχθρικῶν, βελῶν ἡμᾶς πάντας, ἡ τεκοῦσα τόν Λυτρωτήν, καί φρούρει ἀτρώτους ἐπηρείας, δαιμονικῆς τούς απαύστως Σε μέλποντας.

ᾨδῇ γ’ . Οὐρανίας ἁψῖδος.
Ἀλγηδόνας σωμάτων καί ψυχικά τραύματα, ἴασαι ἡμῶν Ἀθληφόρε, χάριν ὡς βάλσαμον, ἐκ τῆς σεπτῆς σου μορφῆς, ἀεί βλυστάνουσαν θείαν, ὅτι ταύτην εἴληφας, ὡς καλλιπάρθενος.

Λαμπρυνθεῖσα ἐνθέως μαθητικοῖς ῥήμασιν, ἐν τῆ Ἀμφιπόλει θεόφρον, πατρῴαν ᾔσχυνας, εἰδώλων πλάνην ψευδήν• ὅθεν τροφῇ τῶν σῶν λόγων, τούς σε μεγαλύνοντας, θρέψον καί ζώωσον.

Ὁσιότητι βίου πανευλαβοῦς ἤστραψας, πᾶσι θεῖον φέγγος διδοῦσα, καί ὡμολόγησας, βασανισθεῖσα δαρμοῖς, Θεσσαλονίκη σήν πίστιν• ὅθεν Μάρτυς εὐσθενῶν, σόν ἡμῖν δώρησαι.

Θεοτοκίον.
Ναυαγοί ἐσμέν πάντες Κόρη καί Σοι τρέχομεν, τήν Λόγον Θεοῦ συλλαβοῦσαν, ὁμολογοῦντας Σε, ὡς Θεοτόκον ἁγνήν, τέξασαν Τοῦτον ἐν χρόνῳ, μνήσθητι τῆς κρίσεως, ὤρα κραυγάζοντες.

Ἐκρύσασθαι, πάσης ἀνάγκης καί βλάβης, Θεσσαλονίκη μετά συναθλῶν, τούς τήν ὑμῶν μνήμην γεραίροντας, ὡς παρρησίαν Θεῶ κεκτημένοι.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’ . Πρεσβεία θερμή.
Φρουρούς ἀσφαλεῖς, μεσίτας πρός τόν εὔσπλαγχνον, πτωχῶν βοηθούς, ἁπάντων δ’ ἀντιλήπτορας, ἀεί ὑμᾶς ἔχομεν, ὦ θείοι Μάρτυρες κραυγάζοντες• σπεύσατε καί ῥύσασθε, ἐκ δεινῶν καί βλάβης πάντας, τούς πίστει μέλποντας.

ᾨδῇ δ’ . Εἰσακήκοα Κύριε.
Ἰσχυράν δός παράκλησιν, τῷ Χριστῷ ὑπέρ τῶν πιστῶς τιμώντων σου, τούς σούς ἄθλους καλλιπάρθενε, ὡς ἀπειληφυίᾳ πλοῦτον χάριτος.

Κηδεμόνι οὑκ ἔστερξας, σῶ Πατρί Χριστόν κορασίς ἀρνήσασθαι• διό πάνδεινα ὑπήνεγκας, ἐν δ’ ὑπερορίᾳ ζῆν ἀπέλιπες.

Ἡλικίαν νεάνιδος, ἔχουσα σεμνῇ τῷ Χριστῷ προσέδραμες, μέγα ὄνομα κηρύξασα• ὅθεν ἡμῖν δός σόν θεῖον ἔρωτα.

Θεοτοκίον.
Πάθη κοίμησον ἄχραντε, ταῖς πρός τόν Υἱόν Σου θερμαῖς δεήσεσιν, ὅτι πάντες ἁμαρτάνομεν, Τούτῳ μητρικώς ἀεί πρεσβεύουσα.

ᾨδῇ ἕ’ . Φώτισον ἡμᾶς.
Ῥῶσιν εὐσθενῆ, καί ὑγείαν νέμε ἅπασι, βοηθός δε γενοῦ βίου δυσχεροῦς, τῶν σε ὑμνούντων, Θεσσαλονίκη πολύαθλε.

Ὄρεξον ἡμῖν, τρυφῆς θείαν τήν ἀπόλαυσιν, ταῖς εὐπροσδέκτοις σου πρός Χριστόν λιταῖς, Θεσσαλονίκη, καί θλίψεις δεινάς ἀπέλασον.

Σύ τόν δυσσεβῆ, ὄφιν ᾔσχυνας πανεύφημε, τόν καθ’ ἡμῶν κινούμενον δολερώς• διό τά βέλη, ἰσχύϊ τῆ σή ἀπόστρεψον.

Θεοτοκίον.
Δέσποινα, φωνάς τῶν Σῶν δούλων, νῦν ἐπάκουσον σῶσον ἐξ ᾄδου, οὕς ἔπλασεν Υἱός ἐνανθρωπήσας, ἐκ Σου καί Σταυρόν δεξάμενος.

ᾨδῇ στ’ . Τήν δέησιν.
Ἐπίχαρμα, ἐγενόμην ἄκοσμον, τῶν δαιμόνων δουλωθείς ἁμαρτίας, ἀλλά Χριστέ, ταῖς λιταῖς Σῶν Μαρτύρων, καί Ἀθλοφόρων λαμπρῶν ἐμέ πρόσδεξαι, ἐν μετανοίας λογισμῷ, πρός σε ἥκοντα πάλιν φιλάνθρωπε.

Ξενήκουστα, τά ἐν σοι ἐπέγνωμεν• διό ἄσμασι τερπνοῖς σε τιμῶμεν, πανευκλεές, τοῦ Χριστοῦ Ἀθληφόρε, τήν βαπτισθεῖσαν, καί Παύλου τοῖς φθέγμασι, συνεπομένην ἀληθῶς, μαρτυρίῳ λιποῦσα τά πρόσκαιρα.

Ἀχρεῖος ὤν, ἀνεδείχθην παίγνιον, τοῦ Σατάν ἐν ἡδοναῖς βιοτεύων, ὅτι κακῶν, ἡ ψυχή μου ἐτρώθη, καί ὡς ἀμνόν πλανηθέντα με ἥρπασεν, ἀλλά πρό τέλους ἐκβοῶ• Σής Ἀγίας εὐχαῖς Σῶτερ σῶσον με.

Θεοτοκίον.
Ἱκέτευε, ὦ Θεόπαις Τόκον Σου, ἡ ἐκ στείρας προελθοῦσα τῆς Ἄννης, Σύ γάρ τροφός, γλυκασμός καί ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπίς καί μεσίτρια, ἀεί δ’ ὑμνοῦμεν Σου πιστῶς, μεγαλεία καί πρόνοιαν ἄφατον.

Ἐκρύσασθαι, πάσης ἀνάγκης καί βλάβης, Θεσσαλονίκη μετά συναθλῶν, τούς τήν ὑμῶν μνήμην γεραίροντας, ὡς παρρησίαν Θεῶ κεκτημένοι.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτορες πέλετε πάντων ἀοίδιμοι, ἡμῶν πρέσβεις θερμοί πρός Θεόν τόν φιλάνθρωπον, σύν συναθλοῖς Θεσσαλονίκη παρθένε εὐπρεπής• διό σπεύσατε ὡς ἀρωγοί, εἰς τήν βοήθειαν ταχύ, τῶν ὑμῖν πόθῳ βοώντων• ἐκθρέψατε πεινῶντας, λυτρώσασθε δαιμονῶντας, λαόν τηροῦντες ἀβλαβῆ, ἐκ κακώσεων καί θλίψεων.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματα μου.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Μάρκον (Κεφ. ε’. 24-34).
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ ᾿Ιησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β . Ὅλην ἀποθέμενοι.
Μή οὑν ἀπορρίψητε, σαρκός τόν μεμολυσμένον, καί παθῶν τόν ἄστατον, εἰς ὑμᾶς προσφεύγοντα θείοι Μάρτυρες, Ἅγιοι σώσατε, πιστῶς προσπίπτοντα, τῆ μορφή ἡμῶν ἀσπάσασθαι, ἴασιν τάχιστα ἄμφω δότε καί δεινῶν ῥύσασθε, θλίψεων ἐξαιρούμενον, καί τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἶνα μεγαλύνω, τήν πίστιν ἀρετάς καί θαυμαστά, ἀξιοΰμνητοι, ἄθλους καί μνημόσυνον.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδῇ ζ’ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνυμνοῦσι τά πλήθη φιλεόρτων σήν μνήμην Θεσσαλονίκη σεμνῇ, μετά λαμπρῶν συναθλῶν, Ταυρίωνος καί Αύκτου, καί αἰτοῦσι παράκλησιν, ἶνα δῶ κρείττω Θεός, ἡμῖν τοῖς ἐπταικόσι.

Συμφώνως ἡ χορεία ἀγάλλεται Μαρτύρων αὐλιζομένη σκηναῖς, Χριστοῦ τοῦ ζωοδότου, Αὑτόν ἐκδυσωποῦσα, μετά σου σώσαι ἅπαντας, Θεσσαλονίκη Θεόν, ἀεί δοξολογούντας.

Μιμήσασθε τούς πόνους, ὑμῶν ὦ θεία ἄνθη τῆς εὐωδίας Χριστοῦ, δότε παρακαλοῦμεν, ὅπως μετ’ Ἀποστόλων, ἱκετεύητε πάντοτε, Θεόν τοῦ δοῦναι ἡμῖν, ψυχῆς τήν σωτηρίαν.

Θεοτοκίον.
Ἁγνή ὡς ἐν Σιναίω τῷ ὄρει καθορῶμεν Βάτον Σε ὅπως Μώσης, προεῖδεν ὁ θεόπτης, φλογί παραδοθεῖσαν, ἀλλά ἄφλεκτον μείνασαν• ὅθεν τήν φλόγα παθών, ἡμῶν σβέσον Παρθένε.

ᾨδῇ ἡ’ . Τόν Βασιλέα.
Γάννυται πᾶσα, Ἐλλάς ἐν σοι Ἀθληφόρε, καί βοᾶ Χριστῷ ἐγκαυχωμένη• σῶσον ἡμᾶς Σῶτερ, εὐχαῖς Θεσσαλονίκης.

Ἐλέους θείου, καί δωρεῶν ἡμᾶς πάντας, ταπεινῶς φρονεῖν ἔμπλησον Μάρτυς, ἶνα σε τιμῷεν, ὡς πρέσβυν πρός Σωτῆρα.

Ὤφθης πολλάκις, σκέπη στερρά θεία Μάρτυς, ἡ Χριστοῦ κηρύξασα τήν πίστιν• ὅθεν ἡμᾶς σκέπε, ἐκ πάντων τῶν κινδύνων.

Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καί βροτῶν Ἀγνή Ἀγιωτέρα, πάντας τούς ὑμνοῦντας, τήν Σήν κηδεμονίαν.

ᾨδῇ θ’ . Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, βίον Ἀθληφόρε, μετά συναθλῶν ἡμῖν τε καί δούλοις Χριστοῦ, καί ἐξέλεσθε τῆς βλάβης, πάσης αἱρέσεως.

Ἱλάσθητι μοι Σῶτερ, τόν ἐν ἁμαρτίαις, καί ἡδοναῖς κυλινδούμενον ὅλον λιταῖς, τῶν εὐκλεῶν σου Μαρτύρων, ὤν μνήμην μέλπομεν.

Ὀρδάς δός κακοδόξων, Θεσσαλονίκη φεύγειν, ἡμᾶς τάς ἀπειλούσας δουλοῦσθαι οἰκτρῶς, καί έσο πρόμαχος πάντων, τῶν ἀνυμνούντων σε.

Θεοτοκίον.
Ὑψίστου χρυσούς Θρόνος, πέλεις Σύ ἐν πόλῳ• διό δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τούς ἀληθῶς Θεοτόκον, ὁμολογοῦντας Σε.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίρει νῦν Ἀμφίπολις ἐφ’ ὑμᾶς, ὦ Θεσσαλονίκη, τοῦ Δεσπότου ἀμνάς καλή, Αύκτε καί Ταυριῶν, γενναῖοι Ἀθλοφόροι, ὅτι βαφαῖς αἱμάτων, ταύτην ἡρδεύσατε.

Νόσους ἀπελάσατε λοιμικάς, ἀφ’ ἡμῶν καί πάθη, Ἀθλοφόροι πανευκλείς, Αύκτε καί Ταυριῶν, σύν τῆ Θεσσαλονίκη, τῶν θλίψεων δε νέφη, τάχει μακρύνατε.

Ὦ Θεσσαλονίκη θεοσεβῆ, μετά τῶν συναθλῶν, Ἀμφιπόλεως οἱ βλαστοί, εἰς ἡμῶν πρεσβείαν, Χριστόν ἐκδυσωποῦσαι, ταχύ ἔλθετε πάντες, ὡς Χριστοκήρυκες.

Δότε ἡμῖν κρείττω ὑμῶν λιταῖς, θείοι Ἀθλοφόροι, τήν Μητρόπολιν δε Ζιχνών, καί Νευροκοπίου, φρουρεῖτε ἀενάως, ὅτι ἐν Ἀμφιπόλει, ἐτελειώθητε.

Ὤσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν σου, καταπαύσας τήν θεϊκήν, τούτους μεταγνώντας, καμάς σῶσον οἰκτῖρμον, ἐνθέρμοις ἱκεσίαις, τῶν Ἀθλοφόρων σου.

Θραῦσον τά φρυάγματα τῶν Ἐθνῶν, ὦ Θεσσαλονίκη, καλλιπάρθενε τοῦ Χριστοῦ, ἡ ἐν ἐξορία, λιποῦσα ζῆν ἀνδρείως, ἐπεί ὁμολογίαν, πίστεως ἔδωκας.

Μνήσθητι ἁπάντων πρός τόν Κριτήν, Υἱόν Σου ἐν δίκη, ὦ Μητρόθεε Μαριάμ, σύν Αμφιπολίταις, ἐνδόξοις Ἀθλοφόροις, μερίδος σῳζομένων, συναριθμήσασθαι.

Σῶτερ Σύ εἰ Κτίστης Δημιουργός, σύμπαντος καί γένους, θείω λόγῳ Σου καί χερσίν, ὁ ενανθρωπήσας, σώσαι λῃστάς καί πόρνας• διό ἡμᾶς πρεσβείαις, σῶσον Μαρτύρων Σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλετε, πιστῶν οἱ ὁδηγοί, τείχη ὀχυρά ὑμεῖς θείοι, Ἀμφιπολίται στερροί, Αύκτε γενναιώτατε, Ταυριῶν θεοσεβές, ἀπελέγξαντες δήμιον, τῆς Θεσσαλονίκης, τόν ὠμόν καί ἄσπλαγχνον, διά τό τούτου σκληρόν• ὅθεν, δότε πᾶσι τά κρείττω, σῴζοντες ἐκ νόσων παντοίων, καί δεινῶν τούς μνήμην ὑμῶν μέλποντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.