Δύο Παρακλητικοί Κανόνες εις την Αγία Ισαπόστολο Νίνα
Παρακλητικός Κανών εις την Αγία Ισαπόστολο Νίνα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
†Εορτάζεται στις 14 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Eἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τοῦ Παρακλήτου λαμπρυνθεῖσα τῇ αἴγλη, τῶν Ἀποστόλων ἐμιμήσω τὸν ζῆλον, καὶ τὸν Χριστὸν τοῖς ἔθνεσιν ἐκήρυξας, Νίνα Ἰσαπόστολε, ἐν δυνάμει τῇ θεία˙ ὅθεν δυσωποῦμεν σέ, ἐκτενῶς ἐκδυσώπει, ὑπὲρ ἡμῶν τὸν πάντων Ποιητήν, τῆς Ἰβηρίας, ἁγία Φωτίστρια.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Ἡμᾶς Κυρίῳ Νίνα προσάγοις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, Νίνα λαμπομένη, τοῦ νόος μου τὸν σκοτασμόν, δίωξον ταῖς σαῖς ἱκετηρίαις, καὶ πρὸς τὸ φῶς ἀρετῶν με ὁδήγησον.
Μοναῖς κατοικοῦσα τῶν οὐρανῶν, Νίνα μακαρία, Ἰσαπόστολε τοῦ Χριστοῦ, μὴ παύσῃ Κυρίῳ δυσωποῦσα, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.
Ἀγγέλων συνοῦσα θείοις χοροῖς, Νίνα θεηγόρε, καθικέτευε ἐκτενῶς, λυτροῦσθαι ἡμᾶς πάσης ἀνάγκης, τοὺς ἀδιστάκτῳ ψυχὴ προσιόντας σοί.
Θεοτοκίον.
Σαρκὶ ὁμιλήσας ἐκ τῶν ἁγνῶν, αἱμάτων σου Κόρη, ὃ τῶν ὅλων Δημιουργός, διπλοῦς ἐκ σου ὤφθη τοῖς ἀνθρώποις, καὶ τὴν ἀρχαίαν ἀρὰν ἐξηφάνισεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καταφύγιον θεῖον, γενοῦ ἡμῖν πάνσεμνε, τοῖς εἰλικρινῶς προσιοῦσι, τῇ ἀντιλήψει σου, πᾶσαν ἐπήρειαν, τὴν καθ’ ἡμῶν κινουμένην, Νίναν ἀποτρέπουσα, τοῦ πολεμήτορος.
Ὑψηλὴ διανοίᾳ, καὶ ταπεινῷ πνεύματι, πρὸς τὴν Ἰβηρίαν δραμοῦσα, Χριστὸν ἐκήρυξας˙ ὂν καθικέτευε, τὸν ὑπερήφανον ὄφιν, καθ’ ἡμῶν μαινόμενον, Νίνα συντρίβεσθαι.
Ῥώμην θείαν λαβοῦσα, ἐν τῇ ψυχὴ πάνσεμνε, πᾶσαν τὴν ἰσχὺν τοῦ βελίαρ, καταπεπάτηκας, ἐν ἀσθενείᾳ σαρκός˙ ὅθεν αὐτοῦ τῆς μανίας, Νίνα ἀπολύτρωσαι, τοὺς σὲ γεραίροντας.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτει, καὶ τῶν παθῶν λύτρωσιν, ἢ τὸ ἱλαστήριον πάντων, Χριστὸν κυήσασα, Παρθένε Ἄχραντε, καὶ τοῦ δολίου τὰ κέντρα, καθ’ ἡμῶν ματαίωσον, τῇ σὴ χρηστότητι.
Διάσωσον, πάσης ἀνάγκης, καὶ βλάβης ταῖς σαῖς πρεσβείαις, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡ Ἰσαπόστολε Νίνα ἐκδυσωποῦμεν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Πολλὴν πρὸς Χριστόν, ὡς θείᾳ Ἰσαπόστολε, πλουτοῦσα σεμνῇ, τὴν παῤῥησίαν πρέσβευε, ῥύεσθαι πάσης θλίψεως, καὶ δεινῶν προσβολῶν τοῦ ἀλάστορος, τοὺς προσιόντας σοὶ Νίνα πιστῶς, καὶ μέλποντας τὰ σὰ προτερήματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὣς Χριστοῦ Ἰσαπόστολος, σῦν τοῖς Ἀποστόλοις Νίνα ἱκέτευε, πειρασμῶν παντοίων ῥύεσθαι, τοὺς εἰλικρινῶς σὲ μακαρίζοντας.
Νόμον θεῖον ἐξέφηνας, τοῖς ἐν Ἰβηρία τῇ πολιτείᾳ σου˙ ὅθεν πάσης ἀνομίας με, Νίνα Ἰσαπόστολε ἀπάλλαξον.
Ἰησοῦν τὸν πανάγιον, ὂν ἐν Ἰβηρία Νίνα ἐδόξασας, καθικέτευε λυτροῦσθαι με, πάσης ἀδοξίας τῆς τοῦ χείρονος.
Θεοτοκίον.
Νεκρωθέντα τοῖς πταίσμασι, ζῶωσόν με Κόρη τῇ σὴ χρηστότητι, καὶ ζωὴν πρὸς τὴν ἐνάρετον, ἴθυνον καὶ σῶσον με Πανάμωμε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμῖν, τοῖς πιστῶς ὑμνολογοῦσι σέ, δίδου Νίνα τὴν ἀντίληψιν τὴν σήν, ἐν εἰρήνη συντηροῦσα τὴν ζωὴν ἡμῶν.
Πάσης προσβολῆς, τοῦ δολίου πολεμήτορος, ἀσινεῖς ἡμᾶς συντήρησον σεμνή, ἐξαιτοῦσα ἡμῶν Νίνα παθῶν ἴασιν.
Ῥείθροις μυστικοῖς, τῶν σεπτῶν σου παρακλήσεων, κἀταδρόσισον ἡμᾶς τοὺς τῇ φλογί, φλεγομένους τῶν παθῶν Νίνα καὶ θλίψεων.
Θεοτοκίον.
Ὅρμῳ γαληνῷ, καθοδήγησον με Δέσποινα, ἐκ θαλάσσης χαλεπῶν ἁμαρτιῶν, καὶ εἰρήνευσον Παρθένε τὴν καρδίαν μου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σοφίαν, τὴν θεϊκὴν κεκτημένη, ἐν τῇ χώρα, τῶν Ἰβήρων ἐπέστης, καὶ εὐσεβείας τὸ φῶς διαυγάζεις, λόγοις καὶ ἔργοις καὶ θαύμασιν ἄπασι˙ διὸ καταῦγασον καμέ, τῷ φωτὶ τῆς ἀΰλου ἐλλάμψεως.
Ἀπάτης, τῆς τῶν εἰδώλων ἐλέγχεις, τὴν ἀσθένειαν τοῖς θαύμασι Νίνα˙ διὸ ἡμᾶς ἀσθενείας ἀπᾴσῃς, κατὰ ψυχὴν τε καὶ σῶμα ἀπάλλαξον, καὶ δίδου ῥῶσιν καὶ ἰσχύν, τοῦ ποιεῖν τοῦ Κυρίου τὸ θέλημα.
Γενναίως, ἐν τῷ Σταυρῷ ῥωννυμένη, ὂν ἡ Πάναγνος σοι δέδωκε Κόρη, θαυματουργοῖς παραδόξως ὡ Νίνα, καὶ τοῦ Σωτῆρος ἐκφαίνεις τὴν δῦναμιν˙ διὸ δυνάμωσον καμέ, κατὰ πάσης μανίας τοῦ δράκοντος.
Θεοτοκίον.
Ὁ θρόνος, ὁ ἐπηρμένος τῆς δόξης, τοῦ τῶν ὅλων βασιλέων καὶ Κτίστου, Παρθενομῆτορ Ὑπέραγνε κόρη, τῶν πεπτωκυῖαν ψυχὴν μου εἰς βόθυνον, ἁμαρτιῶν τε καὶ παθῶν, πρὸς γνησίαν μετάνοιαν ἔγειρον.
Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης ταῖς σαῖς πρεσβείαις, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ, προστρέχοντας, ὡ Ἰσαπόστολε Νίνα ἐκδυσωποῦμεν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.
Τῆς εὐσεβείας τὸν δρόμον τελέσασα, ἐν Ἰβηρία σεμνῇ Ἰσαπόστολε, τῆς ἄνω Σιών κατηξίωσαι, Νίνα ἀεὶ τῷ Σωτῆρι πρεσβεύουσα, διδόναι ἡμῖν θεῖον ἐλεός.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματα μου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. κε΄ 1-13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὁμοιωθῇ ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς σῆς Ἁγίας Ἰσαποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σταυρὸν Θεῖον δέδεξαι, ἐν ὀπτασία, ἀῤῥήτῳ, ἐκ τῆς Θεομήτορος, ὡς ὅπλον ἀήττητον Νίνα ἔνδοξε, καὶ ἰσχὺν ἄμαχον, ἐξ αὐτοῦ λαβοῦσα, παραδόξως ἐνδιέπρεψας, λόγοις καὶ θαύμασιν, ἐν τῇ Ἰβηρία, θεόπνευστε˙ διὸ σε ἱκετεύομεν, ὡς τῆς ἄνω δόξης, μετέχουσα, πάσης ἀδοξίας, παθῶν φθοροποιῶν ῥῦσαι ἡμᾶς, καὶ ἐκ Θεοῦ ἡμῖν αἴτησαι, τῶν πταισμάτων ἄφεσιν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Θεὸν τῶν ἁπάντων Νίνα ἱκέτευε, παθῶν ἐπικρατείας, καὶ πάσης ἁμαρτίας, ἐκλυτροῦσθαι κραυγάζουσι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίαν ἐξαίτει, καὶ ποικίλων κινδύνων τὴν ἀπολύτρωσιν, ὡ Νίνα θεοφόρε, τοῖς πόθῳ σὲ τιμῶσι, καὶ βοῶσιν ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γεωργεῖν ἐν Κυρίῳ, μετανοίας ἀξίως καρποὺς ἐνίσχυσον, ὡ Νίνα μακαρίᾳ, τοὺς σὲ ὑμνολογοῦντας, καὶ πιστῶς ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ῥάβδον πλουτοῦσα, Νίνα δυνάμεως θείας, ὅνπερ ἔσχηκας Σταυρὸν ἐν ταῖς χερσὶ σου, ἔδειξας τοῖς πᾶσι, Χριστοῦ τὴν θείαν χάριν.
Ἀσθενημάτων, κατὰ ψυχὴν τὲ καὶ σῶμα, ταῖς πρεσβείαις σου πρὸς τὸν Δεσπότην πάντων, ῥύου ἀεὶ Νίνα, τοὺς σὲ ἀνευφημοῦντας.
Σύντριψον Νίνα, τὴν καθ’ ἡμῶν δυναστείαν, τοῦ ἀλάστορος ταῖς πρὸς Χριστὸν λιταῖς σου, καὶ ἐξαίτει πᾶσιν, εἰρήνην εἰς τῷ βίῳ.
Θεοτοκίον.
Ἰδὲ Παρθένε, τὴν ἀσθενοῦσαν ψυχὴν μου, καὶ παράσχου μοὶ ταχεῖαν θεραπείαν, ὡς τῆς συμπαθείας, πηγὴ δαψιλεστάτη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγάλως δοξασθεῖσα παρὰ τοῦ Κυρίου, ὡς ἰσαπόστολος Νίνα θεόκλητος, μεγάλων πόνων ἀπάλλαττε τὴν ζωὴν ἡμῶν.
Ὁσίως καὶ δικαίως ἐν τῇ Ἰβηρίᾳ, Νίνα θεόφρον τὸν βίον ἀνύσασα, ἐν ὁσιότητι πάσῃ ἡμᾶς περίφραξον.
Ὑπέρτερον τὸν νοῦν μου, ἐκ τῆς προσπαθείας, τὴν τῶν γηίνων ἀπέργασαι δέομαι, καὶ φωτισμῷ τοῦτον θείῳ Νίνα καταύγασον.
Θεοτοκίον.
Ὑπέραγνε Παρθένε, Κεχαριτωμένη, τὴν ἄναγνόν μου καρδίαν ἀπόπλυνον, τῇ μυστικῇ ἐπομβρίᾳ τῆς σῆς χρηστότητος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν δεξαμένη ἐν τῇ Σιών, Νίνα ἐν καρδίᾳ, ἐπτερώθης πόθῳ Χριστῷ, καὶ ἐν Ἰβηρίᾳ, μετὰ σπουδῆς δραμοῦσα, τῆς εὐσεβείας ὤφθης, κῆρυξ θεόσοφος.
Τὸν Σταυρὸν κατέχουσα ἐν χερσίν, ὂν ἡ Θεοτόκος, ἐποφθεῖσα σοὶ μυστικῶς, δέδωκεν ὡ Νίνα, ἐκφαίνεις παραδόξως, τοῦ Σταυρωθέντος πᾶσι, τὴν θείαν δύναμιν.
Λόγοις τὲ καὶ θαύμασιν ἱεροῖς, τοῦ Εὐαγγελίου, διαλάμπεις τοῖς ἐν νυκτί, Νίνα θεοφόρε, τὴν ἔλλαμψιν τὴν θείαν, καὶ λύεις τῶν εἰδώλων, πᾶσαν σκοτόμαιναν.
Ὤφθης ἰσαπόστολος θαυμαστῇ, ὡς τῶν Ἀποστόλων, δεξαμένῃ τὸ θεῖον φῶς, καὶ ἐν Ἰβηρίᾳ, ἐκλάμψασα ὡ Νίνα, ἐπήρθης πρὸς τὴν δόξαν, τὴν ὑπερκόσμιον.
Χαίροις Ἰβηρία θείᾳ λαμπάς, Νίνα μακαρίᾳ, Ἰσαπόστολε τοῦ Χριστοῦ, χαίροις ἀληθείας, ἐμφανεστάτη στήλη, διώκουσα τοῦ ψεύδους, τὴν ἀμαυρότητα.
Δόξης ἀπολαύουσα Τριλαμποῦς, Νίνα σὺν Ἀγγέλοις, καὶ Ἁγίων πάντων χοροῖς, πρέσβευε ἀπαύστως, ῥύεσθαι πάσης βλάβης, τοὺς τῇ σεπτῇ πρεσβείᾳ σου καταφεύγοντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετα τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θείας ἀπολαύουσα ζωῆς, καὶ κατατρυφῶσα ἀπαύστως, τῶν ὑπὲρ νοῦν ἀμοιβῶν, Νίνα ἰσαπόστολε Χριστὸν ἱκέτευε, πειρασμῶν καὶ κακώσεων, καὶ πάσης ὀδύνης, καὶ πικρᾶς συμπτώσεως, ῥύεσθαι πάντοτε, πάντας τοὺς πιστῶς σὲ τιμῶντας, καὶ ἐκδεχομένους ὑψόθεν, τὴν θέρμην καὶ θείαν σου ἀντίληψιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Γερασίμου πρόσδεξαι Νίνα θεόφρον
Τὴν παροῦσαν δέησιν ὡς λιτὴν θείᾳ.
Βίος της Αγίας και Ισαποστόλου Νίνας
Παρακλητικός Κανών εις την Αγίαν Ισαπόστολον Νίνα
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια·
Ἦχος δ’’. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τὴν γυναικείαν ὑπερήλασας φύσιν, ἀνδρειωθεῖσα τῇ ἀγάπῃ Κυρίου, καὶ τούτου Εὐαγγέλιον ἐκήρυξας λαοῖς, Νίνα ἰσαπόστολε, ἐν πολλοῖς τοῖς σημείοις, χάριν διεκφαίνουσα, τὴν συνοῦσάν σοι ὄντως, ἣν τοῖς τιμῶσι μνήμην σου φαιδρῶς, δίδου πλουσίως, δορκὰς χριστοπόθητε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καἰ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νίνα, Χριστῷ σύναψον νοῦν ὑμνητῶν σου. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.
Νοῦν σύναψον Νίνα σῶν ὑμνητῶν, τῷ καλῷ Δεσπότῃ, ᾯ ὡς ἔλαφος ψαλμική, ποθήσασα ὅλῃ τῇ ψυχῇ σου, ἐπηκολούθησας Τοῦτον κηρύττουσα.
Ἰάτρευσον σώματα καὶ ψυχάς, τιμώντων σε Νίνα, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, ὡς ἔχουσα χάριν ἰαμάτων, ἐκ πλησμονῆς τῆς Θεοῦ ἀγαπήσεως.
Νικήσασα κόσμου τὰς ἡδονάς, ἐπάτησας ὄφιν, τὸν ἀρχαῖον Νίνα σοφῶς, ὃν πάντοτε δεῖξον ἡτημμένον, τοῖς σὲ τιμῶσιν ἀπόστολε ἔνδοξε.
Θεοτοκίον.
Ἀπάσης θησαύρισμα ἀρετῆς, ἐφάνης Κυρία, ὡς γεννήσασα τὸν Χριστόν, πηγὴν ἀρετῶν καὶ εὐφροσύνης, Ὂν ἐκδυσώπει ὑπὲρ τῶν ὑμνούντων σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Χρισταπόστολε Νίνα, τέκνα φωτὸς ἔδειξας, τοὺς ἐσκοτισμένους τῇ πλάνῃ ῎Ιβηρας πρότερον, ὅθεν δεόμεθα, ῥύου ἐκ πλάνης παντοίας, τοὺς προβαλλομένους σε, πρέσβιν πρὸς Κύριον.
Ῥῶσιν πάρεχε Νίνα, τοῖς εὐλαβῶς μνήμην σου, τὴν χαρμονικὴν ἐκτελοῦσι, καὶ διαφύλαττε, ἀτρώτους πάντοτε, ἐκ προσβολῶν ἐναντίων, σκέπῃ μεσιτείας σου, πρὸς τὸν Φιλάνθρωπον.
Ἰσχυρῶς πολεμοῦντας, σοὺς ὑμνητάς ἔνδοξε, Νίνα ὡς ἀθύρματα δεῖξον, ταῖς ἱκεσίαις σου, καὶ πάντας ἅρμοσον, Παντοδυνάμῳ Κυρίῳ, ἵνα ἀποδῶμέν σοι, εὐχαριστήρια.
Θεοτοκίον.
Στῆθι μέσον Κυρία, ὡς Μωϋσῆς πώποτε, τοῦ δικαιοκρίτου Δεσπότου καὶ ἁμαρτάνοντος, λαοῦ ἐκτείνουσα, τὰς παναγίας σου χεῖρας, ὡς ἀλεξιτήρια, ὀργῆς Πανάχραντε.
Διάσωσον, ἀπὸ παντοίων κακῶν ὦ Νίνα, τοὺς ἀνευφημοῦντας τὸν ἔνδοξον βίον σου, καὶ λύτρωσαι ἐκ πειρασμῶν, ἱκετεύουσα τὸν Δεσπότην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Τὰ ἄνω ζητῶν.
Τὴν πλάνην νοός, ἐκδίωξον ἀπόστολε, τῶν ὅσοι πιστῶς, ναῷ σου παραβάλλουσι, καὶ φωτὶ τοῦ Πνεύματος, τὰς ψυχὰς καταφώτισον, ὦ Νίνα, Χριστοῦ, ὁ οἶκος ὁ πανάριστος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῇ ἀσκήσει συνέμιξας, τὴν φιλοψυχίαν Νίνα κηρύττουσα, τοῦ Κυρίου συγκατάβασιν, ῝Ον ἱλέωσαί μοι ταῖς πρεσβειαις σου.
Ὠς ἀήττητον τρόπαιον, τὸν ἐκ τῆς ἀμπέλου σταυρὸν κατέχουσα, Νίνα πλάνην ἀπεδίωξας, ἐκ ψυχῶν ἧς δεῖξον με ἀλλότριον.
Στήλη ὤφθης χριστόφωτος, Νίνα ᾿Ιβηρίτας καταφωτίσασα, καὶ ὡδήγησας σοφώτατα, πρὸς τὴν Βασιλείαν τὴν οὐράνιον.
Θεοτοκίον.
Ὑπερήφανον φρόνημα, Μῆτερ ἐκ καρδίας μου ἐξαφάνισον, ἡ γεννήσασα τὸν Κύριον, ταπεινοφροσύνης τὸν διδάσκαλον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόσους ψυχικάς, καὶ τοῦ σώματος διώκουσα, τῇ ἐκ Θεοῦ δυνάμει Νίνα δίωξον, καὶ πᾶν ἄλγος, τυραννοῦν τοὺς πόθῳ εὐφημοῦντάς σε.
Ἀνεσίν μοι δός, ἰσαπόστολε πρεσβείαις σου, ἐκ τῶν πολλῶν τοῦ πονηροῦ ἐπιβουλῶν, ἵνα μνήμην, ἑορτάζω πάντοτε ἁγίαν σου.
Ψόαι μου δεινῶς, τεταπείνωνται ἐκ θλίψεων, καὶ ὀδυνῶμαι ἐν φλογὶ τῶν πειρασμῶν, ὅθεν Νίνα, σὲ ἐπικαλοῦμαι πρέσβιν γρήγορον.
Θεοτοκίον.
Ὂρμισον Ἀγνή, τὴν ψυχήν μου θαλαττεύουσαν, τῷ τοῦ Υἱοῦ σου γαληνῷ ὅρμῳ καλῶς, τῇ ἀγκύρᾳ, τῶν ἱκεσιῶν σου καὶ δεήσεων.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νεώσασα, τῶν ᾿Ιβήρων ἄγρια, καὶ μισόθεα φρονήματα Νίνα, λόγον σοφῶς, ἐγκατέσπειρας τούτοις, καὶ μαθητὰς τοῦ Κυρίου ἀνέδειξας, διὸ βοῶ ψυχῆς ἐμῆς, τὰ ζιζάνια πάντα ἀφάνισον.
Νενίκηται, τοῦ Σταυροῦ κηρύγματι, ὁ δοκῶν εἶναι σοφὸς θεία Νίνα, καὶ τὰς ψυχάς, ἀπωλέσας ἃς εἶχε, πεπηδημένας τῇ πλάνῃ ἐπτώχευσεν, οὗ τήρησόν με ἀβλαβῆ, ψυχωλέθρου σοφίας τὸν δοῦλόν σου.
Οὐράνωσας, τοῦ Κυρίου χάριτι, τὰς καρδίας θεοφώτιστε Νίνα, καὶ ἀρεταῖς, κατεστέρωσας ταύτας, ἅς χορηγεῖ οὐρανόθεν Παράκλητος, αὐτῶν ἀνάδειξον ἡμᾶς, συμμετόχους αἰτοῦντας πρεσβείας σου.
Θεοτοκίον.
Υἱότητα, ἐκ λουτροῦ βαπτίσματος, κατεμόλυνα Παρθένε ἀσώτως, καὶ νῦν λιμῷ, ἁμαρτίας σιτῶμαι, τὴν τοῦ Πατρὸς ἐνθυμούμενος ἄπειρον, ἀγάπην καὶ τοὺς οἰκτιρμούς, πρὸς Ὃν σὲ πρέσβυν θείαν προβάλλομαι.
Διάσωσον, ἀπὸ παντοίων κακῶν ὦ Νίνα, τοὺς ἀνευφημοῦντας τὸν ἔνδοξον βίον σου, καὶ λύτρωσαι ἐκ πειρασμῶν, ἱκετεύουσα τὸν Δεσπότην.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν Χριστιανῶν.
Γεωργὸς ὤφθης θεία Νίνα τῆς χάριτος, Γεωργίαν καλῶς γεωργήσασα, καὶ τὸν σπόρον, Εὐαγγελίου ῥίψασα ψυχαῖς, καρπόν, ἑκατονταπλάσιον Χριστῷ, προσενήνοχας φαιδρόν, πιστευσάντων τοῖς λόγοις σου· ὅθεν στεφανωθεῖσα, στέφει ἰσαποστόλου, ὑπὲρ τιμώντων σε πιστῶς, τὸν Δεσπότην ἱκέτευε.
Προκείμενον·
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς…
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ….
Εὐαγγέλιον,
Ἐκ τοῦ κατά Λουκᾶν
(Κεφ. θ΄, 1-6).
Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. Καὶ εἰς ἣν ἄν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι ἄν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε, εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ᾿Εξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Δόξα.
Ταῖς Ἰσαποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὂλην ἐναπέῤῥιψας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, Νίνα ἰσαπόστολε, Ἰβηρίας στύλωμα χρισταπόσταλτον, καὶ τὸ φῶς ἔχουσα, τοῦ Εὐαγγελίου, ὡς κολλύριον ζωήῤῥυτον, τοὺς πρὶν τυφλώττοντας, ἔδειξας υἱοὺς θείας Χάριτος· διὸ θαυμάτων εἴληφας, τὴν ἐκ τοῦ Δεσπότου ἐνέργειαν. ῞Οθεν τῶν αἰτούντων, τὴν θείαν σου Ἀγία ἀῤῥωγήν, ἐν τῷ πανσέπτῳ τεμένει σου, τάχιστα ἐπάκουσον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Νοῦν καθάρισον Νίνα, ἐννοιῶν ἀκαθάρτων καὶ δεῖξον ἄριστα, ναὸν ἐν ᾧ εὐῶδες, θυμίαμα προσφέρειν τῷ Δεσπότῃ ἀξίωσον, εὐχὰς ἁγνὰς ἐκ ψυχῆς, τοὺς πίστει σε τιμῶντας.
Ὑψηλόφρονα γνώμην, ὡς τὰ εἴδωλα Νίνα ποτὲ κατέῤῥαξας, κατάβαλε καὶ δίδου, ψυχαῖς τῶν σὲ ὑμνούντων, ταπεινόφρονα αἴσθησιν, ἵνα Χριστὸς ἐν ἡμῖν, ὁ ταπεινόφρων μένῃ.
Μήτηρ φάνηθι Νίνα, ὀρφανῶν αἰτουμένων τὴν σὴν βοήθειαν, καὶ γὰρ ἐκ πείρας οἶσθα, τὸ ἄχθος ὀρφανίας, καὶ Πατρὶ πάντας σύναψον, τῶν ὀρφανῶν καὶ χηρῶν, προστάτῃ ἀθανάτῳ.
Θεοτοκίον.
Νύμφη οὖσα Παρθένε, τοῦ Δεσπότου καὶ οἶκος ἁγνείας πάντερπνος, ψυχήν καταχρανθεῖσαν, ποικίλαις ἁμαρτίαις, ἀποπίσωσον δέομαι, καὶ νυμφικῶς τῷ Χριστῷ, σύναψον πάλιν Κόρη.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Η βασιλέων, παιδαγωγήσασα Νίνα, τὰς ψυχὰς πρὸς γνῶσιν τοῦ Κυρίου, δὸς ἡμῖν γινώσκειν Αὐτοῦ τὸν θεῖον νόμον.
Τοῦ παραλύτου, ἡ συσφίγξασα πόδας, καὶ ἁλλόμενον δείξασα Ἀγία, στήριξον τοὺς πόδας, ἡμῶν Χριστῷ βαδίζειν.
Ὠς τὸν Χιτῶνα, εὗρες Νίνα Δεσπότου, τούτῳ σκέπε τοὺς πόθῳ σε τιμῶντας, καὶ ψυχὰς ψυγείσας, θέρμανον προσευχαῖς σου.
Θεοτοκίον.
Νίκην μοι δίδου, τῷ ἐπὶ σοὶ πεποιθότι, Θεοτόκε κατὰ τῶν ἐχθρῶν μου, ἵνα ἐπιτύχω, τῆς θείας Βασιλείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σὺν τῷ Τροπαιοφόρῳ, καὶ Πολυχρονίᾳ, τοῖς συγγενέσι σου Νίνα ἱκέτευε, τὸν πανοικτίρμονα Λόγον, ὑπὲρ τῶν δούλων σου.
Ο πάνσεπτος ναός σου, γένοιτο ὦ Νίνα, τοῖς προσιοῦσιν ἐκ πίστεως ἄλλη τις, τοῦ Σιλωὰμ κολυμβήθρα, χάριν πηγάζουσα.
Ὓδασι μετανοίας, κάθαρον ψυχήν μου, ὦ ἰσαπόστολε Νίνα πανεύφημε, καὶ τῆς Χριστοῦ θείας δόξης, μέτοχον δεῖξόν με.
Θεοτοκίον.
Ἀκήρατε Παρθένε, πρέσβευε Κυρίῳ, ὑπὲρ τῶν ὅσοι σὲ πόθῳ γεραίρουσι, καὶ μεγαλύνουσιν ὕμνοις, τὴν θείαν δόξαν σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Οὖσα συνημμένη φωτὶ Χριστοῦ, πᾶσαν ᾿Ιβηρίαν, κατεφώτισας λόγοις σοῖς, καὶ τοῖς θαυμασίοις ἐκύρωσας ὦ Νίνα, τὴν τοῦ Εὐαγγελίου, πίστιν τὴν ἄμωμον.
Σὺν τῷ Γεωργίῳ τῷ θαυμαστῷ, καὶ Πολυχρονίᾳ, συγγενέσι σου τὸν Χριστόν, Νίνα Ἰβηρίας, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν ὅσοι πόθῳ, ὑμᾶς γεραίρουσι.
Σκέπε τὴν Ἠλίων σεπτὴν Μονήν, Νίνα θεοφόρε, ἀπὸ πάσης ἐπιβουλῆς, τοῦ δεινοῦ βελίαρ, εὐχαῖς σου ἀηττήτοις, τὴν σοὶ ἀνατιθεῖσαν, οἶκον παγκάλλιστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Νίνα ἰσαπόστολε Χριστοῦ, ἡ τὴν ᾿Ιβηρίαν σοῖς λόγοις εὐαγγελίσασα, καὶ θαυμάτων πλήθεσι, ταύτην στηρίξασα, τὸν Δεσπότην ἱκέτευε, ὑπὲρ τῶν τιμώντων, τὴν ἁγίαν μνήμην σου καὶ αἰτουμένων πιστῶς, θείαν μεσιτείαν σου ὅπως, τούτους ἀπαλλάξῃ τῶν νόσων, καὶ ζωὴν αἰώνιον χαρίσηται.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Νῦν ἔστι, Νίνα, δεήσεων ἀνάγκη,
Δεῦτε καθικέτευε Δεσπότην μέγαν.