Παρακλητικός Κανών εις την Αγίαν Νόννα Μητέρα του Αγίου Γρηγορίου του Θεολόγου

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 5 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ἁγιασμὸν ὁλοτελῆ κατιδοῦσα, οἰκογενείας σου, φιλόθεε Νόννα, καὶ Παραδείσου θέλγητρα ὁρῶσα ἐσαεί, τὸν Χριστὸν ἱκέτευε, σὺν σεπτοῖς συγγενέσιν, ὅπως τοὺς ὑμνοῦντας σε, ἐκ ψυχῆς ἁγιάζῃ, καὶ φωτισμὸν παρέχῃ ταῖς ψυχαῖς, ἀσθενειῶν δέ, ταχεῖαν τὴν ἴασιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Νοῦν ἡμῶν φώτισον, θεοχαρίτωτε Νόννα. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Νόος μου τὸ σκότος, Νόννα σεμνή, διάλυσον ὅπως, ἴδω Φῶς τὸ ἀληθινόν, Χριστὸν Ἰησοῦν τὸν Ζωοδότην, Ὃς παμφαῶς τὸν σὸν οἶκον ἡγίασεν.

Οὐ πλοῦτος ἐπίγειος καὶ φθαρτός, ψυχὴν σου, ὦ Νόννα, κατεδούλωσαν καὶ τιμαί, ἀνθρώπων ὑπέταξαν σὸν βίον, διὸ κάμε τούτων τήρει ἀπείραστον

Υἱῶν σου δυάδα τὴν θαυμαστήν, σὺν κόρῃ ἁγίᾳ, καὶ συζύγῳ τῷ ἱερῷ, συνήρμοσας, Νόννα, τῷ Κυρίῳ, ὅθεν κάμε Τούτῳ σύνδησον δέομαι.

Θεοτοκίον.
Νεκρὸν με ὑπάρχοντα ἐκ παθῶν, σοῦ δέομαι, Μῆτερ, ζωογόνησον σαῖς εὐχαῖς, ἡ κόσμου ζωὴν ἀποτεκοῦσα, τὸν Ἰησοῦν τὸν φιλάνθρωπον, Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἤκουσε σου Δεσπότης, καὶ τὸν καλὸν σύζυγον, πρὸς τῆς ἀληθείας τὸ φέγγος, Νόννα, ἡλίευσεν, ὅθεν σοῦ δέομαι, Ὀρθοδοξίας τῷ φέγγει, τήρησόν με πάντοτε, μένειν ἀκλόνητον.

Μήτηρ γέγονας, Νόννα, καὶ τὰ δεσμὰ ἔλυσας, τῆς σῆς ἀτεκνίας Κυρίῳ, κλαυθμῷ προσπίπτουσα, καὶ τὸν Γρηγόριον, καρπὸν ἐξήνθησας θεῖον, διὸ δεῖξον κάρπιμον, στεῖραν καρδίαν μου

Ὡς θεόσδοτον δῶρον, τῷ Βασιλεῖ δέδωκας, τὴν κλεινὴν τριάδα σῶν τέκνων, Νόννα πανεύφημε, καὶ νῦν ἀξίωσον, κάμε διδόναι Κυρίῳ, τὴν ζωὴν μου ἅπασαν, καὶ τὰ νοήματα.

Θεοτοκίον.
Νέαν ἔδειξας κτίσιν, τὴν ἐξ ἐχθροῦ, Δέσποινα, πεπαλαιωμένην ἀθλίως, Χριστὸν κυήσασα· διὸ ἱκέτευε, Αὐτὸν καινίσαι ψυχὴν μου, τὴν ἀπείροις πάθεσιν, καταγηράσασαν.

Διάσωσον, ἀπὸ κινδύνων, ὦ Νόννα, τοὺς σοὺς ἱκέτας τοὺς γεραίροντας πόθῳ τὴν θείαν μνήμην σου, διώκουσα, τῶν ψυχῶν καὶ σωμάτων ἄλγη.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε, Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τοῦ βίου πολλά, ἐκύκλωσαν κύματα, ψυχὴν μου πτωχήν, ὦ Νόννα τρισμακάριε, ὅθεν τάχος πρόφθασον καὶ εὐχαῖς σου διάσωσον, ταύτην ἐκ ζάλης καὶ πνιγμοῦ, ὡς Πέτρον διέσωσεν ὁ Κύριος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Φιλοθέως ἀξίωσον, βίον μου τελέσαι, Νόννα χριστόψυχε, καὶ ἐν νῷ κρατεῖν ἀείποτε, μνήμην Ἰησοῦ τὴν ζωοδότειραν.

Ὥσπερ κῆπον χριστόφυτον, δεῖξον τὴν καρδίαν μου, Νόννα πάνσεμνε, ἐν ὧ ἄνθη ὡς πανεύοσμα, ἀρεταὶ βλαστήσουσι σωτήριοι.

Τὰ ἀγχώδη ὁρμήματα, θραῦσον ὥσπερ κύματα, Νόννα, δέομαι, τὰ βυθίσαι ἀπειλοῦντα με, ἐν καταβαράθρῳ τῆς κολάσεως.

Θεοτοκίον.
Ἱερώτατον σφάγιον, δεῖξον με ἀγάπης Υἱοῦ σου, Πάναγνε, καθ’ ἑκάστην ἀποθνήσκοντα, καὶ σταυροῦντα πάθη τὰ πολύτροπα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶμα καὶ ψυχήν, κατεμόλυνα ὁ ἄθλιος, καὶ πῶς κατίδω τὸν καλὸν μου Ἰησοῦν ὅθεν σύ, Νόννα, θεία πρέσβις μοι γενήθητι.

Οὔτε ἡδοναί, οὐδὲ πλοῦτος καὶ ἀπόλαυσις, τῆς τοῦ Κυρίου σε ἐχώρισαν σεμνή, Νόννα, διὸ με, μιμητὴν σου δεῖξον, δέομαι.

Νίκην πολλαπλῆν, Νόννα, εἴληφας τοῖς ἄθλοις σου, ἐν τῇ δυνάμει ἀθλοθέτου Ἰησοῦ, Οὗ τῇ ἰσχύι, ταῖς εὐχαῖς σου με δυνάμωσον.

Θεοτοκίον.
Θραῦσον τὰ δεσμά, ἁμαρτίας, Παναμώμητε, τὰ καταθλίβοντα ψυχὴν μου τὴν πτωχήν, καὶ ἐν ἀέρι, τοῦ Χριστοῦ πετᾶν ἀξίωσον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐνίσχυσον κλονουμένων βήματα, καὶ στερέωσον καρδίας, ὦ Νόννα, ὁ γὰρ ἐχθρός, καθ’ ἑκάστην τὰ βέλη, τῆς ἁμαρτίας τοξεύει τὰ πύρινα, ζητῶν ὡς λέων βρυχηθμῷ, ἀπολέσαι ἡμᾶς ὁ μισόψυχος.

Οὐράνιον, πολιτείαν ζήσασα, τῶν φρονούντων τὰ φθαρτὰ καὶ γεώδη, Νόννα σεμνή, βίον θείας εὐχαῖς σου, πρὸς σωτηρίας ὁδοὺς καθοδήγησον, καὶ ἅπαντα τοῦ πονηροῦ, τὰ προσκόμματα τάχει διάλυε.

Χαρίτωσον, τὴν Χριστοῦ νεότητα, τὴν παλαίουσαν ποικίλαις σειρήναις, καὶ τοῦ ἐχθροῦ, φιληδόνους παγίδας, ἁγία Νόννα, ταχέως διάλυσον, ἵνα δοξάζῃ σου ἀεί, τὸ σεπτὸν καὶ χαρίεν μνημόσυνον.

Θεοτοκίον.
Ἀξίωσον, Παραδείσου, Ἄχραντε, τοὺς πιστῶς σοι προσφωνοῦντας τό, «Χαῖρε», καὶ οἰκιστάς, ποθητοῦ Παραδείσου, σὺν τῶν Ἁγίων ἁπάντων τοῖς πλήθεσι, ἀξίωσον ὡς ἐν Χριστῷ, μητρικὴν παῤῥησίαν κατέχουσα.

Διάσωσον, ἀπὸ κινδύνων, ὦ Νόννα, τοὺς σοὺς ἱκέτας τοὺς γεραίροντας πόθῳ τὴν θείαν μνήμην σου, διώκουσα, τῶν ψυχῶν καὶ σωμάτων ἄλγη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν πιστῶν τύπος, Νόννα, γεγένησαι, ἐντολὰς τοῦ Κυρίου τηρήσασα· ὅθεν εὔχου, τῷ ἐλεήμονι Θεῷ ὑπὲρ ἡμῶν, ῥυσθῆναι ἐκ πληθύος πειρασμῶν, καὶ πολλῶν ἀσθενειῶν, τῆς ψυχῆς καὶ τοῦ σώματος. Ἵνα ὁμολογῶμεν, χάριν σοι εὐγνωμόνως, ἀξιωθείσῃ παγγενῶς, τῆς τρυφῆς Χριστοῦ τῆς ὄψεως.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῆς Ὁσίας αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ε΄. 14-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγὸν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶος εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγὸς μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστι.

Δόξα…
Ταῖς Ἁγίας Νόννης, πρεσβείαις, Ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νόννα ἀξιόθεε, μῆτερ ἡμῶν πανοσία, τὰς ἁγίας χεῖράς σου, ἔκτεινον πρὸς Κύριον τὸν Φιλάνθρωπον, καὶ ψυχῶν αἴτησαι, ἄφεσιν σφαλμάτων, τὴν ὑγίειαν δὲ τοῖς σώμασι, καὶ ἐν ταῖς θλίψεσι, τὴν ὑπομονὴν τὴν εὐχάριστον· συζύγους ἐξαγίασον, τέκνα ἐν εἰρήνῃ εὐλόγησον, ἵνα τοῦ Δεσπότου, τηροῦντες ἐντολὰς ζωοποιούς, τῆς Βασιλείας γενώμεθα, οὐρανῶν συμμέτοχοι.

Σῶσον ὀ Θεός τὸν λαὸ σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν δίδου νοσοῦσιν, τὴν ὑγίειαν ὡς δῶρον αὐτοῖς παρέχουσα, τοῖς δὲ συζύγοις, Νόννα, ἀγάπην καὶ εἰρήνην, ἀναφαίρετον χάρισαι, ὅπως ὑμνῶμεν Χριστόν, τὸν ἁγιάσαντα σε.

Ἱλαρότητι τρόπων, ποθητὴ τοῖς ἀνθρώποις, Νόννα, γεγένησαι, καὶ τῇ φιλοπτωχείᾳ, σὺν ἐλεημοσύνῃ, ἐμιμήσω τὸν Κύριον, Ὃν ἐκδυσώπει ἀεί, ψυχὴν μου ἐλεῆσαι.

Τῇ γλυκύτητι, Νόννα, τὸν ὁμόζυγον πλάνης ὁδοῦ διέσωσας, καὶ θεῖον ποιμενάρχην, ἶδες λαοῦ Κυρίου, μεθ’ οὗ πρέσβευε πάντοτε, διαφυλάττειν ἡμᾶς, ἐκ πλάνης ψυχωλέθρου.

Θεοτοκίον.
Ὥσπερ ἄκαρπον δένδρον, ἐκκοπὴν αἰφνιδίαν τρέμω, Θεόνυμφε, ὅθεν ἐν τέλει βίου, ζῆσαι ἐν μετανοίᾳ, καθαρᾷ με ἀξίωσον, καὶ ἐν δακρύων ῥοαῖς, τὰ σφάλματα ἐκπλῦναι.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Τοὺς ἀσθενείαις, κατακειμένους ποικίλαις, τὴν ὑγίειαν παράσχου, θεία Νόννα, καὶ τῶν θλιβομένων, διάλυε τὰ νέφη.

Εἰρήνην δίδου, τοῖς ἐν δεσμῷ συζυγίας, καὶ τὰ τέκνα αὐτῶν, Νόννα, εὐλόγει, ἵνα Βασιλείας, ὀφθῶσι κληρονόμοι.

Νέους συγκράτει, ἐκ τῆς ὁδοῦ ἀπωλείας, συνετίζουσα τούτους, μῆτερ Νόννα, ὅπως ἐκ παγίδων, τοῦ πονηροῦ σωθῶσιν.

Θεοτοκίον.
Οὐδεὶς ἀρκέσει, λόγος ὑμνῆσαι, Παρθένε, μεγαλεῖα οἷς ὕψωσε σε Λόγος, καὶ ἰσχὺν μετρῆσαι, σῆς μητρικῆς πρεσβείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νῦν ὥρα μετανοίας, καὶ καιρὸς δακρύων, Νόνναν ψυχὴ μου συνήγορον, λαβὲ καὶ λέγε Κυρίῳ, Σῶτερ ἐλέησον.

Νικήσασα τὸν κόσμον, καὶ ἐχθρὸν ἀρχαῖον, νῦν τῷ Δεσπότῃ δικαίως παρίστασαι, Ὃν καθικέτευε, Νόννα, ὑπὲρ τῶν δούλων σου.

Ἅμα τοῖς Γρηγορίοις, Καισαρίῳ, Νόννα, καὶ Γοργονίᾳ Χριστὸν ἐκδυσώπησον, τοῦ ἐλεῆσαι τοὺς ὅσοι, ὑμᾶς γεραίρουσιν.

Θεοτοκίον.
Ἀξίωσόν με, Μῆτερ, ἐν εὐχῇ ἑστῶτι, παραλαβεῖν τὴν ψυχὴν μου ὁ ἄγγελος, ὥσπερ ψυχὴν θείας Νόννης, εὐχῇ παρέλαβεν.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Νόννα, καὶ ὡς σύζυγος συνετή, καὶ ὡς μήτηρ ὤφθης, ἀριστεύσασα θαυμαστῶς, ὅτι σὺν Ἁγίων, χοροῖς βλέπεις οἰκείους, μεθ’ ὧν συντάξαις πάντας, τοὺς ἀνυμνοῦντας σε.

Θύσασα Κυρίῳ, Νόννα, σαυτήν, πρὸ σεπτῆς τραπέζης, παραδέδωκας τὴν ψυχήν· ὅθεν τοὺς τιμῶντας, τὴν πάνσεπτον σου μνήμην, θύματα πανευώδη, Κυρίου ποίησον.

Νόννα καὶ Γρηγόριε ἱερέ, θεῖε Θεολόγε, Γοργονία χριστοφιλής, ἅμα Καισαρίῳ, πεντὰς ἡγιασμένη, μνήσθητε τῶν τιμώντων, ὑμᾶς ἐκ πίστεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν…
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Νόννα, ἀγαπήσαντες Θεόν, ἅμα τῷ συζύγῳ καὶ τέκνοις καθηγιάσθητε, ὅθεν ἱκετεύσατε ὑπὲρ ἡμῶν ἐκτενῶς, θεραπεύοντες ἅπαντα, ψυχῶν καὶ σωμάτων, πάθη τὰ δυσίατα ταῖς πρὸς Αὐτὸν προσευχαῖς, ὅπως τὸν Παράδεισον κλῆρον, εὕρωμεν καὶ ἅμα ἀγγέλοις Τοῦτον ἀνυμνῶμεν ἀγαλλόμενοι.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δί’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Νόννα μακαρία, τῶν σὲ γεραιρόντων,
γενοῦ πρέσβυς ἀκοίμητος πρὸς Δεσπότην.