Παρακλητικός Κανών εις την Αγία Παρθενομάρτυρα Πελαγία εκ Ταρσού της Κιλικίας
Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου
Εορτάζεται στις 4 Μαίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ κάτωθι Τροπάρια·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρθενομάρτυς τοῦ Χριστοῦ Πελαγία, τοὺς καταφεύγοντας πιστῶς τῷ ναῷ σου, καὶ εὐλαβῶς ὑμνούντων σου τὴν ἄθλησιν, δι᾽ ἧς καταβέβληκας, τῶν ἀθέων τὸ θράσος, ῥῦσαι ταῖς πρεσβείαις σου, ἀπὸ πάσης ἀνάγκης, καὶ συμφορῶν καὶ νόσων χαλεπῶν, καὶ τοῦ ἐχθροῦ τῆς δολίας κακότητος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σῷζε εὐχαῖς σου ἡμᾶς ὦ Πελαγία. Κυρίλ(λ)ου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Μαρτύρων ταῖς στρατιαῖς, ἐν τῶν πρωτοτόκων, τὰ σκηνώματα εὐκλεῶς, μνημόνευε πάντων Πελαγία, τῶν ἐκτελούντων εὐφήμως τὴν μνήμην σου.
Ὡς Μάρτυς τοῦ Λόγου πανευκλεῆς, αὐτὸν ἐκδυσώπει, Πελαγία ὑπὲρ ἡμῶν, ἵνα τοῦ πυρὸς τοῦ αἰωνίου, ἡμᾶς ὡς εὔσπλαγχνος ἅπαντας ῥύσηται.
Ζωῆς μετασχοῦσα τῆς ἀληθοῦς, μάρτυς Πελαγία, διὰ πόνων μαρτυρικῶν, ἄπονον ἡμᾶς διάγειν βίον, ἐπισκοπῇ χάριτός σου ἀξίωσον.
Θεοτοκίον.
Ἐλέους τεκοῦσα ὑπερφυῶς, τὴν ἄβυσσον Κόρη, τῆς ἀβύσσου με τῶν παθῶν, ἀνάγαγε θείᾳ σου πρεσβείᾳ, ἵνα ἀεὶ σε γεραίρω σωξόμενος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐρασθεῖσα ἐνθέως, τὸν Λυτρωτὴν Κύριον, τὴν ἐν χαλκουργήματι καῦσιν, χαίρουσα ἤνεγκας· ἐντεῦθεν χάριτος, τῆς θείας δρόσου μετέσχες, ἧς κᾀμὲ ἀξίωσον, τῇ μεσιτείᾳ σου.
Ὑπελθοῦσα ἀνδρείως, ἐν ἁπαλῷ σώματι, μάρτυς Πελαγία ἀθέων, τὰ κολαστήρια, ἔργῳ ἐκήρυξας, τῆς εὐσεβείας τὸ κράτος, ὃ ἐν τῇ καρδίᾳ μου, δεῦρο ἑδραίωσον.
Χαἰροις Μάρτυς Κυρίου, νύμφη Χριστοῦ ἄμωμε, ἡ τῆς παρθενίας τὴν χλαῖναν, ἄθλοις κοσμήσασα· κόσμησον δέομαι, τῶν ἀρετῶν με τῷ κόσμῳ, Πελαγίᾳ ἔνδοξε, τῇ προμηθείᾳ σου.
Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη, ἡ τὸν Θεὸν τέξασα, καὶ τῆς ἀμαρτίας τὴν λύπην, ἐξαφανίσασα, τῇ ἱκεσίᾳ μου, κλῖνον εὐσπλάγχνως τὸ οὖς σου, καὶ γενοῦ γλυκεῖά μοι, Μῆτερ παράκλησις.
Διάσωσον, παρθενομάρτυς πανεύφημε Πελαγία, τῶν δολερῶν βουλευμάτων τοῦ δράκοντος, τοὺς καταφεύγοντας πίστει τῇ ἀρωγῇ σου.
Επίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεόν, ποθήσασα ἀοίδιμε, στεῤῥῶς δι’ αὐτόν, ὑπῆλθες τὸ μαρτύριον, καὶ θαυμάτῶν ἔλαβες, παρ᾽ αὐτοῦ Πελαγία τὴν δύναμιν, δι᾽ ὧν ἡμᾶς ἀεὶ εὐεργετεῖς, τοὺς πόθῳ θερμῷ σε μακαρίζοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰλασμὸν ἡμῖν αἴτησαι, καὶ παραπτωμάτων τελείαν ἄφεσιν, Πελαγία καλλιπάρθενε, πρὸς Θεὸν παῤῥησίαν ὡς ἔχουσα.
Στηριγμὸς ἀκαταίσχυντος, γένοιτο θεόφρον ἡ προστασία σου, ἡμῖν πᾶσι τοῖς γεραίρουσι, Πελαγία ἀξίως τὰ ἆθλά σου.
Σὺ Θεοῦ νύμφη πάγκαλε, μάρτυς Πελαγία μὴ καταισχύνῃς με, τῇ πρεσβείᾳ σου ἐλπίζοντα, δι᾿ ἧς πάντας λυτροῦσαι ἐκ θλίψεων.
Θεοτοκίον.
Ὁλικῶς τετραυμάτισμαι, τῇ κακίᾳ Μῆτερ τοῦ πολεμήτορος μὴ παρίδῃς μου τὴν κάκωσιν, εὐσπλαγχνίας ὡς πλήρης ὑπάρχουσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις εὐλαβῶς, Πελαγία εὐφημοῦμέν σε, ταῖς πρεσβείαις σου ἐλπίζοντες τυχεῖν, τῆς χαρᾶς τῆς ἀνεκφράστου οἱ ἀνάξιοι.
Ἤσχυνας ἐχθρόν, τὸν ἀλάστορα τοῖς ἄθλοις σου, οὗ ἐνίσχυσον ἡμᾶς καταπατεῖν, τὰς παγίδας Πελαγία ἀξιάγαστε.
Μάρτυς θαυμαστή, τῆς ψυχῆς μου τὰ συντρίμματα, καὶ τοῦ σώματος τὰ ἄλγη συμπαθῶς, Πελαγία τῇ σῇ χάριτι θεράπευσον.
Θεοτοκίον.
Ἄναρχον Θεόν, ἡ τεκοῦσα μετὰ σώματος, τῶν τοῦ σώματος ματαίων ἡδονῶν, συμπαθείᾳ σου ἀνώτερον συντήρει με.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Στηρίζουσα μὴ ἕλλίπῃς ἔνδοξε, ἐν τοῦ βίου με ἀεὶ ταῖς ἀνάγκαις, καὶ τὴν ζωὴν μου φρουροῦσα μὴ παύσῃ, ἐν τῶν παθῶν ταῖς σφοδραῖς ἐπιθέσεσι· σοὶ γὰρ προστρέχω εὐλαβῶς, παῤῥησίαν μεγίστην ὡς ἔχουσα.
Ὦ μάρτυς τοῦ Βασιλέως πάγκαλε, Πελαγία τῶν Μαρτύρων λαμπρότης, ῥεῖθρα θαυμάτων ἀεὶ πελαγίζεις, τοῖς τῷ σεπτῷ σοὺ τεμένει προστρέχουσι, ὅθεν ἰάτρευσον κᾀμοῦ, τὴν κατ᾽ ἄμφω ἀσθένειαν δέομαι.
Πυρίκαυστος Πελαγία ἔνδοξε, πρὸς ψυχῆς σου τὸν Νυμφίον μετέστης, ἐν ᾧ νῦν ζῶσα ἐν δόξῃ ἀφράστῳ, μὴ ἐπιλάθῃ ἡμῶν τῶν τιμώντων σε, ἵνα ῥυσθῶμεν διὰ σοῦ, τῆς δεινῆς τρικυμίας τῶν θλίψεων.
Θεοτοκίον.
Ἐθέωσας, τὴν οὐσίαν Δέσποινα, τὸν ἀνθρώπων τὸν Δεσπότην τεκοῦσα, καὶ ἀψευδὴς προστασία ἐδόθης, τοῖς ἐν τῷ βίῳ δεινῶς κινδυνεύουσιν, οἷς συναρίθμησον ἁγνή, Θεοτόκε κᾀμὲ τὸν ἀνάξιον.
Διάσωσον, παρθενομάρτυς πανεύφημε Πελαγία, τῶν δολερῶν βουλευμάτων τοῦ δράκοντος, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Τοῖς τῶν αἱμάτων σου.
Καταλιποῦσα μνηστῆρα ἐπίγειον, τῷ οὐρανίῳ ἀθλήσει νενύμφευσαι· ὃν θείαις πρεσβείαις σου ἵλεων, ὦ Πελαγία θεόφρον ἀπέργασαι, ἡμῖν τοῖς πιστῶς εὐφημοῦσί σε.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. ε΄ 24-34 ).
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βάπτισμα ποθῆσασα, τὸ ἱερὸν Πελαγία, θαυμαστῶς κατέλαβες, τὸ τοῦ θείου πόθου σου, πέρας ἔνδοξε, καὶ τοῦ Νυμφίου σου, ὀπίσω δραμοῦσα, ὡς νεᾶνις καλλιπάρθενος, τούτῳ συνήρμοσαι, τῇ ἐπουρανίῳ ἀθλήσει σου, δι᾽ ἧς τὸν ὑπερήφανον, δράκοντα εἰς τέλος κατήσχυνας· ὅθεν τοὺς ἐν ὕμνοις, γεραίροντας τὴν μνήμην σοὺ πιστῶς, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, πάντοτε προστάτευε.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λογισμῶν ψυχοφθόρων, τὸ βαθύτατον σκότος, συνέχει Μάρτυς ἡμᾶς, σὺ δὲ τῇ φωταυγείᾳ, τῆς θείας χάριτός σου, δεῦρο τοῦτο σκεδάζουσα, ἵνα ἀεί σε πιστῶς, ὑμνῶμεν Πελαγία.
Ἀβλαβεῖς ἐκ κακίας, ψευδαδέλφων δολίων, ὦ Πελαγία σεμνή, διάσῳζε ἀπαύστως, ἡμᾶς ἐξαιτουμένους, τὴν θερμήν σου ἀντίληψιν, καὶ εὐφημοῦντας λαμπρῶς, τὰς σὰς παναριστείας.
Γεωργίᾳ ἁγίᾳ, δραστικῶν πρεσβειῶν σου, πρὸς τὸν Δεσπότην Χριστόν, τὰ κρείττονα γεώργει, ἡμῶν ἐν ταῖς καρδίαις, Πελαγία ἀοίδιμε, ἵνα καρποὺς ἀγαθούς, προσφέρωμεν Κυριῳ.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτει, καὶ πταισμάτων τὴν λύσιν, εὐλογημένη Ἀγνή, ἐκύησας γὰρ ξένως, ἁγίων ἐξ αἱμάτων, ἱλασμόν τε καὶ λύτρωσιν, παντὶ τῷ κόσμῳ Χοιστόν, τὸν μόνον ζωοδότην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀνυψωσόν μου, τῶν χαμερπῶν Πελαγία, τὴν διάνοιαν πιστῶς καθικετεύω, ὡς Θεοῦ Ὑψίστου, στεφανηφόρος Μάρτυς.
Καταφυγή μου, ἔν ταῖς τοῦ βίου ἀνάγκαις, Πελαγία παμμακάριστε ὑπάρχεις, μή με καταισχύνῃς, δι’ οἰκτιρμῶν σου σπλάχνα.
Ὑψόθεν ἴδε, ὦ Πελαγία θεόφρον, ἐφ᾽ ἡμᾶς κεκαμωμένους παναθλίως, βραβεύουσα, πᾶσι, ἡμῖν τὴν ἰατρείαν.
Θεοτοκίον.
Ῥῶσίν μοι δίδου, ὦ Μαριάμ τὴν κατ᾽ ἄμφω, καὶ ἐνίσχυσον ἀεὶ ἐργάζεσθαί με, τοῦ ἐκ σοῦ τεχθέντος, τὸ θέλημα ἀόκνως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος τῶν παθῶν με, κάθαρον τελείως, καθαρτικῷ προμηθείας σου ὕδατι, ὦ Πελαγία Μαρτύρων, τὸ ἐγκαλλώπισμα.
Λαμπὰς φαεινοτάτη, αἴγλης τῆς ἀΰλου, ὦ Πελαγία θεόφρον ὑπάρχουσα, τὴν τοῦ νοός μου σκοτίαν, δεῦρο διάλυσον.
Ὁλόφωτον παστάδα, Μάρτυς κατοικοῦσα, ἐν τοῦ φωτὸς τῇ ὁδῷ με ἀξίωσον, περιπατεῖν ταῖς εὐχαῖς σου, ὅπως σωθήσομαι.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἀγνὸν με τήρει ψυχῇ τε καὶ σώματι, ἵνα πιστῶς μακαρίζω, ἀεὶ τὸν τόκον σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἀθληφόρε τοῦ Ἰησοῦ, μάρτυς Πελαγία, ἡ ἀθλήσασα εὐκλεῶς, καὶ τὰς μυριάδας, ἐχθρῶν καταβαλοῦσα, ἡμῶν οὖν ταῖς ἁγίαις, εὐχαῖς σοῦ πρόστηθι.
Δόξαν παριδοῦσα τὴν κοσμικήν, καὶ καταλιποῦσα, τὸν μνηστῆρα τὸν σαρκικόν, Χριστῷ ἐνυμφεύθης, ψυχῆς σου τῷ νυμφίῳ, πυρὶ ὦ Πελανία, ὑπεραθλήσασα.
Χαίροις ἄνθος εὐοσμον τῆς Ταρσοῦ, καὶ τῆς Ἐκκλησίας, μαργαρίτης ὁ νοητός, χαίροις Πελαγία, τῆς παρϑενίας φοῖνιξ, καὶ θείου μαρτυρίου, δένδρον πολύκαρπον.
Ἔνδον χαλκουργήματος ἀπηνῶς, φλεχθεῖσα ὦ μάρτυς, δι᾽ ἀγάπην τοῦ Ἰησοῦ, δροσίζεις νῦν πάντας, τοὺς σοὶ προσερχομένους, ἐν πίστει Πελαγία, δρόσῳ θαυμάτων σου.
Χαίροις καλλιμάρτυς τοῦ ᾿Ιησοῦ, ἀθέων τὴν πλάνην, ἡ φαυλίσασα ἀνδρικῶς, χαίροις Πελαγία, λελαμπρυσμένη κόρη, ἡ πίστεως δυνάμει, ἀνδραγαθήσασα.
Ἴδε Πελαγία νῦν ἐφ᾽ ἡμᾶς, ἐπικαλουμένους, τὴν ὀξεῖαν σου ἀρωγήν, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάδης, ὡς πλήρης συμπαθείας, τῇ προστασία σου.
Μαρτύρων τὸν δρόμον ἐπὶ τῆς γῆς, τελέσασα μάρτυς, ἀλογήσασα τῆς σαρκός, θαυμάτων τὴν χάριν, θεόθεν ὑπεδέξω, δι᾽ ὧν ὦ Πελαγία, λάμπεις τοῖς πέρασι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε φιλομάρτυρες πιστῶς, τὴν διὰ πυρὸς προσαχθεῖσαν, θυσίαν ζῶσαν Θεῷ, Πελαγίαν σήμερον, ἀνευφημήσωμεν, ἱεροῖς μελῳδήμασιν, αὐτῇ ἐκβοῶντες· Μάρτυς ἀκατάπληκτε, ῥῦσαι πρεσβείαις σου, θλίψεων, παθῶν τε κινδύνων, καὶ ἐπηρειῶν ὀλεθρίων, τοὺς τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πελάγισόν μοι ὦ μάρτυς Πελαγία
Κυρίλλῳ χάριν πιστῶς προσπίπτοντί σοι.