Παρακλητικός Κανών εις την Αγία και Ένδοξο Προμήτωρα της Θεοτόκου Δικαία Μαρία

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται την Κυριακή μεταξύ 11 και 17 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος πλ. δ΄. Ο  ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τὴν Προμήτορα πάντες, ἐξ ἦς καὶ ἔλαβε τὴν πάνσεπτον κλῆσιν, Μαρίαν, εὐφημήσωμεν πιστοῖ ἐκτενῶς, τοῦ Ματθᾶν τὴν σύζυγον, τοῦ σεμνοῦ ἱερέως, καὶ τριῶν ὑπέρτιμον θυγατέρων μητέρα, ὡς εὐσεβῶν θερμὴν καταφυγήν, παραμυθίαν καὶ σκέπην καὶ στήριγμα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μαρία, Θεοτόκου προμήτορι, προσπίπτω. Χ.

Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρίαν, προμήτορα τὴν σεμνήν, τῆς μόνης πανάγνου Θεοτόκου, πανευλαβῶς ὑμνοῦντες αὐτῆς τὴν προστασίαν καὶ ἀρωγὴν καὶ φρουρὸν ἐκδεχόμεθα.

Ἀνάδειξον πάντας προσκυνητάς, Μαρία, προμῆτορ Θεοτόκου, τῆς σῆς σεπτῆς εἰκόνος ἐν Ἱεροσολύμοις τῆς οὐρανῶν Βασιλείας οἰκήτορας.

Ῥανίδας ἀπόσμηξον, Μαριάμ, ἡμῶν τῶν δακρύων μανδηλίῳ σῶν προσευχῶν, προμῆτορ σεμνὴ τῆς Θεοτόκου καὶ Ἐλισάβετ, τεκούσης τὸν Πρόδρομον.

Θεοτοκίον.
Ἰδεῖν καταξίωσον ἐν σκηναῖς παμφώτοις τοῦ πόλου, Θεοτόκε, τοῦ σοῦ Υἱοῦ μορφὴν τὴν σεπτὴν κατακειμένους ἐν τῇ σκιᾷ καὶ ὀμίχλῃ τῶν θλίψεων.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἄννης μῆτερ ἀγία, σεμνῇ, ἀγνῇ, πάγκαλε, τῆς θεογεννήτορος Κόρης, καὶ τῆς προμήτορος Προδρόμου καὶ Βαπτιστοῦ Χριστοῦ, Σοβῇς τῆς ἐντίμου, Μαριάμ, ἁγίαζε τοὺς προσκυνοῦντάς σε.

Θησαυρὸν ὤσπερ θεῖον τὸ σὸν σεπτὸν ἔκτυπον, τῆς Σεϊδανάγιας ἡ Μάνδρα ἔχει καὶ ἄσυλον ὄλβον, Μαρία κλυτῇ, προμῆτορ τῆς Θεοτόκου, ὅ χαρᾶς πληρούμεθα κατασπαζόμενοι.

Ἐλεοῦσα μὴ παύσῃ τούς σοι πιστῶς σπεύδοντας καὶ ἀσπαζομένους εἰκόνα σὴν χαριτόβρυτον, Μαρία, θεοειδὲς προμῆτορ τῆς Θεοτόκου, τῆς τεκούσης Κύριον παντελεήμονα.

Θεοτοκίον.
Ὁδοδείκτης γενοῦ μοι, Μῆτερ Θεοῦ ἄχραντε, πρὸς τὰς οὐρανίους ἐπάλξεις καὶ πρὸς τὰ δώματα τῆς αἰωνίου χαρᾶς προμήτορος σου Μαρίας ἱκεσίαις, Δέσποινα, κόσμου διάσωσμα.

Ἁγίαζε καὶ ἐπευλογεῖ, Μαρία, σεμνῇ προμῆτορ Θεοομήτορος τῆς ἀγνῆς, τοὺς σοὶ καταφεύγοντας καὶ πίστει σὸν ἔκτυπον προσκυνοῦντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.

Παρθένου ἀγνῆς Προμῆτορ θεοδόξαστε, Μαρία, Ματθᾶν τοῦ ἱερέως σύνευνε, ἐκθύμως τιμῶμέν σε ἐκβοώντες· σὺν Ἄννῃ ἱκέτευε καὶ Ἐλισάβετ, Ἔκγονον τὸν σόν, Χριστόν, ὑπὲρ πάντων τῶν τιμώντων σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὸν Θεάνθρωπον Κύριον Ἔκγονον ἡ ἔχουσα καὶ τὸν Πρόδρομον σὺν αὐτῶν μητράσι πρέσβευε, Μαριάμ, ὑπὲρ τῶν εὐφημούντων σε.

Οὐρανίου φρονήματος ἔμπλησον, Μαρία, τοὺς ἀνυμνοῦντάς σε Θεοτόκου ὡς προμήτορα, γένος χοϊκῶν τὴν οὐρανῶσασαν.

Καθοδηγεῖ σοὺς πρόσφυγας πρὸς ὁδούς, Μαρία, ὁλοκληρώσεως ἐν Χριστῷ, σεπτῷ Ἐκγόνῳ σου, μόνῳ δυναμένῳ σώσαι μέροπας.

Θεοτοκίον.
Οὐ παυόμευα, Δέσποινα, μεγαλύνειν πλῆθος τῶν θαυμασίων σου καὶ ἑτοίμην προστασίαν σου, δι’ ἦς σκέπεις γένος τὸ χριστώνυμον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοίς σε φαιδροῖς καταστέφομεν καὶ ᾄσμασι, τὴν προμήτορα Παρθένου τῆς ἀγνῆς, θεαυγές Μαρία, φύλαξ τῶν τιμώντων σε.

Πρόσδεξαι ἡμῶν τὰς λιτάς, Μαρία ἔνθεε, σὲ τιμώντων ὤσπερ ῥίζαν εὐγενῆ τοῦ Προδρόμου καὶ Χριστοῦ τοῦ πανοικτίρμονος.

Ῥῦσαι συμφορῶν ἀλγεινῶν καὶ περιστάσεων σου τοὺς πρόσφυγας, Μαρία ἀγαθή, Ἄννης μῆτερ, τοῦ Κυρίου τῆς προμήτορος.

Θεοτοκίον.
Οἱ προσκυνηταί τῆς Ἀγίας Γῆς εἰκόνα σου ἀσπαζόμενοι, Μαρία, εὐλαβῶς Θεοτόκου μάμμη, χάριτος πληρούμεθα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μεσίτριαν σε θερμὴν κατέχομεν πρὸς Χριστόν, τὸν Ἔκγονον σου, Μαρία, τῆς Ελισάβετ καὶ τῆς Θεοτόκου σεπτῇ προμῆτορ, οἱ νῦν τὴν εἰκόνα σου Σεϊδανάγιας ἐν Μονῇ τῇ πανσέπτῳ πιστῶς ἀσπαζόμενοι.

Ἡ σύνευνος τοῦ Ματθᾶν, ἡ τέξασα τὰς μητέρας τοῦ Χριστοῦ καὶ Προδρόμου Αὐτοῦ, Μαρία, καθιλευουμένη μὴ διαλίπῃς ἡμῖν, πανευΐλατε, τοῖς σὲ τιμῶσιν ἀκλινῶς, Ἰησοῦν, σὸν Θεάνθρωπον Ἔκγονον.

Τρυχόμενοι ἐκ τοῦ βίου θλίψεων καὶ στενώσεων καὶ πόνων, Μαρία, σῇ προστασίᾳ προστρέχομεν πίστει καὶ ἀρωγή τῇ ἑτοίμῃ, πανεύφημε προμάμμῃ Λόγου τοῦ Θεοῦ, τοῦ παρέχοντος κόσμῳ ἀνάστασιν.

Θεοτοκίον.
Ὁμόνοιαν καὶ εἰρήνην δώρησαι τοῖς δεινῶς πολεμουμένοις, Παρθένε, ἡ τὸν ειρήναρχον Λόγον τεκοῦσα ὑπερφυῶς τοῦ Ὑψίστου, Μητρόθεε, καὶ διχονοίας τὴν ἀχλὺν ἀφ’ ἡμῶν σαῖς αὐγαῖς ἀπελαύνουσα.

Ἁγίαζε καὶ ἐπευλογεῖ, Μαρία, σεμνῆ προμῆτορ Θεομήτορος τῆς ἀγνῆς, τοὺς σοὶ καταφεύγοντας καὶ πίστει σὸν ἔκτυπον προσκυνοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Θεοῦ προμάμμης, Μαρίας, αἰτούμενοι θερμὰς λιτὰς οἱ δεινῶς ἐμπερίστατοι ἀναβοώμεν· ἡ ῥίζα ἡ πάντιμος τοῦ Ἰησοῦ, ἐξανθήσαι ἀξίωσον ἡμᾶς ἀρετῆς ἄνθη εὔοσμα.

Προκείμενον.
Ἀγαλλιάσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶ.
(Κεφ. η΄ 16 – 21).
Εἶπεν ὁ Κύριος· οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. 18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

Δόξα.
Ταῖς λιταῖς Προμμάμης σῆς θείας, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πίστεως λευκάνθεμον, Θεοῦ προμάμμῃ, Μαρία, σὺν ταῖς θυγατράσι σου ταῖς τρισί, πανύμνητε, καὶ ἐκγόσι σου, τῇ μητρί, ἔνθεε, τοῦ σεπτοῦ Προδρόμου, Ἐλισάβετ τῇ θεόφρονι, καὶ Θεομήτορι τῇ ἀχράντῳ, σκέπε καὶ φύλαττε καὶ φρούρει καὶ ἁγίαζε καὶ χαρίτων πλήρου ἑκάστοτε τοὺς ἐκδεχομένους εὐχάς σου τὰς σεπτᾶς καὶ ἀκλινῶς σῇ ἀντιλήψει προσφεύγοντας ἐν τοῦ βίου κλῦδωσι.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ. ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ προσευχῶν σου καθαγίαζε πάντας τοὺς καταφεύγοντας σῇ χάριτι Μαρία, ἀγίας Ἄννης μῆτερ, καὶ φαιδρῶς μελῳδοῦντάς σε ὡς εὐσεβῶν χαρμονὴν καὶ ἀρωγὸν καὶ σκέπην.

Ἴον πίστεως θείας μυροβόλον, Μαρία, ἡ καθηδύνασα τῶν εὐσεβῶν χορείας, ἀῤῥήτῳ εὐωδίᾳ τῶν βλαστῶν τῆς νηδύος σου πλῆσον ἡμᾶς προσευχῶν σῶν θείων εὐωδία.

Πᾶσιν αἴτει, Μαρία, ἱλασμὸν σοῖς ἱκέταις τοῖς προσκυνοῦσί σου εἰκόνα τὴν ἀγίαν ἐν Ἱεροσολύμοις, τὴν τὰ ὄμματα κλείουσαν τοῦ μη ἰδεῖν τὰς ἡμῶν δεινὰς παρανομίας.

Θεοτοκίον.
Ῥύπου ἀμπλακημάτων καὶ παθών κατωδύνων εὐχῶν σου νάμασι πρὸς τὸν μονογενῆ σου Υἱόν, Θεοκυήτορ παντευλόγητε, κάθαρον τοὺς εἰς αἰῶνας λαμπρῶς σε ἀνυμνολογούντας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὀμίχλην λῦσον ἡμῶν πταισμάτων, Μαρία, ἀστραπαῖς προσευχῶν σου παμφώτοις πρὸς τὸν Φωτοδότην, Υἱὸν τῆς σῆς Ἐκγόνου.

Γοβής ἡ Μήτηρ, τεκούσης τὴν Ἐλισάβετ, τοῦ Προδρόμου μητέρα τὴν θείαν, μετανοίας τρίβους σαφῶς ὑπόδειξόν μοι.

Παντοίων ῥῦσαι κινδύνων σε τοὺς ὑμνοῦντας, τοῦ Ὑψίστου προμάμμη, Μαρία, καὶ ἀσπαζομένους εἰκόνα σου τὴν θείαν.

Θεοτοκίον.
Ἱκετηρίους ἡμῶν εὐχάς, Θεοτόκε, τῷ Υἱῷ σου προσάγαγε τάχος, σῴζοντι τὸ γένος ἡμᾶς ἐκ τοῦ θανάτου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Προστάτευε, Μαρία, πάντας χριστωνύμους καὶ πρὸς ὁδὸν καθοδήγει σωτήριον, τοὺς καταφεύγοντας  πίστει τῇ προστασίᾳ σου.

Τῶν ἱκετῶν σου κόρας ἄνοιξον, Μαρία, βλέπειν ἀεὶ τῶν ψυχῶν τὰ συμφέροντα, τῶν προσκυνούντων μορφήν σου τὴν χάριν βλύζουσαν.

Ὡς οὐρανῶν, Μαρία, κληρονόμον πάντες σε ἀνυμνοῦντες θερμῶς δυσωποῦμέν σε· πολίτας δεῖξον τοῦ πόλου τοὺς σοὶ προστρέχοντας.

Θεοτοκίον.
Χαρίτων τοῦ Υἱοῦ σου, Θεανθρώπου, πλῆσον ἡμῶν καρδίας, Παρθένε, ὑμνούντων σε Θεογεννήτρια Μῆτερ, ψαλμοῖς καὶ ᾄσμασι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μάμμη Θεοτόκου πανευλαβές, σύνευνε ἀγία ἱερέως σεμνοῦ, Ματθᾶν, Ἄννης, Ἐλισάβετ καὶ τῆς Μαρίας μῆτερ, Μαρία σκέπε πάντας σε μεγαλύνοντας.

Πάντες προσκυνοῦντες πανευλαβῶς, εὐκλεὲς προμῆτορ Θεοτόκου, τὴν σὴν μορφὴν ἐν τῇ περιδόξῳ Μονῇ, Σεϊδανάγιας, Μαρία, ἐκζητοῦμεν σκέπην τὴν θείαν σου.

Χαίροις, ἡ πρεσβεύουσα ἐκτενῶς τῷ Χριστῷ, Ἐκγόνῳ σου τῷ θείῳ, καὶ Λυτρωτή, πάντων τῶν μερόπων, Μαρία τρισόλβια, ἡμῖν ἰσχὺν βραβεύσαι, σθένος καὶ δύναμιν.

Ὄμματα διάνοιξον τῆς ψυχῆς οἰκετῶν σου βλέπειν τὰ σωτήρια ἀληθῶς, θεαυγές Μαρία, προμῆτορ Θεοτόκου, ἡ ὄμματα εἰκόνος σῆς διανοίγουσα.

Εἰρηναίαν βράβευε βιοτήν σε τοῖς προσιοῦσι καὶ ὑμνοῦσί σε ἀκλινῶς, εὔλαβες Μαρία, προμάμμῃ τοῦ Ὑψίστου, τοῦ μόνου Εἰρηνάρχου καὶ Παντοκράτορος.

Κάθαρον τὸν ῥύπον ἡμῶν παθῶν νάμασιν εὐχῶν σου καὶ ὑσσώπῳ τῶν σῶν λιτῶν πρὸς τὸν Ἔκγονον σου, Θεάνθρωπον, Μαρία, τὸν αἴροντα τοῦ κόσμου τὰ ἁμαρτήματα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεοτόκου προμῆτορ, Μαρία πάντιμε, Ἄννης, Σοβῇς καὶ Μαρίας μῆτερ, δυσώπει θερμῶς τὸν σὸν Ἔκγονον, Χριστόν, τοῖς σὲ γεραίρουσι πέμψαι πληθὺν τῶν οἰκτιρμῶν καὶ ἐλέους ποταμὸν ὡς πρέσβειρα κόσμου θεία, ἵνα ὁδὸν τὴν εὐθεῖαν καὶ σωστικὴν καλῶς ὁδεύσωμεν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ἄννης τῆς προμήτορος Χριστοῦ μῆτερ, θεοφόρε Μαρία, τὴν σὴν ἀγίαν μορφὴν πόθῳ ἀσπαζόμενοι πιστῶν οἱ σύλλογοι ἐκτενῶς σου δεόμεθα· ἡ ἔχουσα θεία ἔκγονα τὸν Πρόδρομον καὶ τὸν Θεάνθρωπον, φρούρει καὶ εὐλόγει καὶ ῥύου πάσης ἐπηρείας τοῦ πλάνου τοὺς εἰλικρινῶς ἀνευφημοῦντάς σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μαρία, προμῆτορ Θεοτόκου, ῥύου κακῶν σοὺς
πρόσφυγας, βοᾶ Χαραλάμπης.