Παρακλητικός Κανών εις την Αγίαν Οσιομάρτυρα Θεοδώραν την Πελοποννησίαν, την κειμένην έν τω χωρίο Βάστα Μεγαλοπόλεως Αρκαδίας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται 11 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὰ ἐξῆς τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν δωρεῶν τῶν θεϊκῶν ἐντρυφῶσα, Ὁσιομάρτυς τοῦ Χριστοῦ Θεοδώρα, ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα· ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, οἱ τῷ θείῳ ναῷ σου, μετὰ σπουδῆς προστρέχοντες ἀεί, καὶ τὴν θερμήν σου αἰτοῦντας βοήθειαν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βοηθὸς ἡμῖν, ὦ Θεοδώρα, ἔσο. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βραβείων τυχοῦσα ὑπερφυῶν, μὴ παύσῃ βραβεύειν, τοῖς προστρέχουσιν εὐλαβῶς, τῷ θείῳ ναῷ σου Θεοδώρα, τὰς δωρεὰς τῆς θερμῆς προστασίας σου.

Ὁσία Μάρτυς πανευκλεής, Χριστοῦ Θεοδώρα, καθικέτευε ἐκτενῶς, διδόναι συγχώρησιν πταισμάτων, καὶ ἱλασμὸν τοῖς πιστῶς σὲ γεραίρουσιν.

Ἡλίου λαμπρότησι νοητοῦ, καταλαμπομένη, Θεοδώρα ἐν οὐρανοῖς, ψυχῆς μου διάλυσον τὸν ζόφον, ταῖς φωτοφόροις πρεσβείαις σου ἔνδοξε.

Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον ἐν σαρκί, τεκοῦσα Παρθένε, ἀποῤῥήτως δίχα τροπῆς, σαρκός μου θεράπευσον τὸ ἄλγος, καὶ τῆς ψυχῆς μου τὴν λύπην ἀφάνισον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν Ἁγία ὡς συμπαθὴς πρόσβλεψον, ἐπὶ τοὺς φοιτῶντας ἐν πίστει, τῷ θείῳ οἴκῳ σου, καὶ τὰ αἰτήματα, πλήρου αὐτῶν Θεοδώρα, ταῖς πρὸς τὸν Νυμφίον σου, θείαις ἐντεύξεσι.

Σωτηρίαν ἐξαίτει καὶ τῶν παθῶν ἴασιν, καὶ πολυειδῶν συμπτωμάτων, τὴν ἀπολύτρωσιν, καὶ πάσης θλίψεως, ἀπαλλαγὴν Θεοδώρα, καὶ χαρὰν τὴν ἔνθεον, τοῖς εὐφημοῦσί σε.

Ἡ θερμή σου πρεσβεία πρὸς τὸν Χριστὸν πάνσεμνε, γένοιτο ἡμῖν εὐφροσύνης, πηγὴ τῆς κρείττονος, δρόσον παρέχουσα, καὶ γλυκασμὸν Θεοδώρα, τοῖς ἐν λύπαις στένουσι, φθόνῳ τοῦ ὄφεως.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, τὸν τὴν ἁμαρτίαν τοῦ κόσμου ἐξαφανίσαντα, δεσμῶν με λύτρωσαι, τῆς χαλεπῆς ἁμαρτίας, καὶ τὸν νοῦν μου λάμπρυνον, φωτὶ τῆς χάριτος.

Διάσωσον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις Ὁσιομάρτυς, πάσης βλάβης καὶ χαλεπῆς περιστάσεως, τοὺς εὐλαβῶς προσιόντα σοὶ Θεοδώρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Θεοῦ δωρεῶν ἐπώνυμος τυγχάνουσα, παρέχεις ἀεί, τὰς θεοσδότους χάριτας, τοῖς τῷ ναῷ σου σπεύδουσι, Θεοδώρα καὶ πίστει βοῶσί σοι· μὴ διαλίπῃς πρεσβεύειν Χριστῷ, διδόναι ἡμῖν τὸ θεῖον ἔλεος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μάρτυς ὤφθης περίδοξος, ὑπὲρ ἀληθείας τὸ αἷμα χέασα· διὰ τοῦτο δυσωποῦμέν σε, ψεύδους καὶ ἀπάτης ἡμᾶς λύτρωσαι.

Ἰατήριον γίνεται, πίστει λαμβανόμενον καλλιπάρθενε, τὸ ἐγγὺς τοῦ θείου οἴκου σου, ἀναβλύζον ὕδωρ τῇ σῇ χάριτι.

Νοσημάτων ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα δεόμεθα, Θεοδώρα τοὺς τιμῶντάς σε, ὡς Χριστοῦ κλεινὴν Ὁσιομάρτυρα.

Θεοτοκίον.
Ὡς Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν με λύτρωσαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, Θεοδώρα τῇ θερμῇ σου ἀρωγῇ, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν φυλάττουσα.

Ἔπειδε ἡμῖν, συμπαθείας Μῆτερ ὄμματι, καὶ παράσχου θεοσδότους παροχάς, Θεοδώρα τοῖς ἐν θλίψεσιν ὑπάρχουσιν.

Ὅρμος νοητός, ὁ ἐν Βάστᾳ θεῖος οἶκός σου, Θεοδώρα ἀνεδείχθη ἀληθῶς, τοῖς ἐν κύμασι τοῦ βίου προσπαλαίουσι.

Θεοτοκίον.
Δίδου μοι Ἁγνή, τὴν ταχεῖάν σου βοήθειαν, καὶ ἀπάλλαξον μανίας τοῦ ἐχθροῦ, ὑπὸ τούτου θλιβομένην τὴν καρδία μου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς ἤθλησας, στεῤῥοψύχως Ὁσία, δωρεῶν ἐπουρανίων ἐπλήσθης, ὅθεν ἐκπλήττεις πιστῶς Θεοδώρα, τῇ ἐνοικούσῃ τῷ θείῳ τεμένει σου, χάριτι θείᾳ καὶ ῥοπῇ, δι’ ἧς σώζεις τοὺς σὲ μακαρίζοντας.

Ῥοαῖς σου, τῶν ἐκχυθέντων αἱμάτων, πηγὴ ἔβλυσεν ἀφθόνων ὑδάτων, ὅθεν ἡμῖν, ζωῆς βλῦσον τὸ νᾶμα, καὶ ἀπαθείας τὸ ὕδωρ τὸ ἥδιστον, ταῖς πρὸς Θεὸν σαῖς προσευχαῖς, Θεοδώρα σεμνὴ καλλιπάρθενε.

Ἀγγέλων, συνηδομένη τοῖς δήμοις, μὴ ἐλλίπῃς ἐποπτεύουσα Μῆτερ, τοὺς ἐν τῷ θείῳ ναῷ σου ἐν Βάστᾳ, ἐκ διαφόρων χωρίων καὶ πόλεων, συντρέχοντας πανευλαβῶς, καὶ τὴν σὴν ἐξαιτοῦντας ἀντίληψιν.

Θεοτοκίον.
Ἐτέχθη, ἐκ τῆς ἀχράντου γαστρός σου, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσας, καὶ τῶν βροτῶν, τὴν φθαρεῖσαν οὐσίαν, ἀνακαινίσας δι’ ἔλεος ἄφατον· ὃν καθικέτευε Ἁγνὴ, τὴν φθαρεῖσαν καινίσαι καρδίαν μου.

Διάσωσον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις Ὁσιομάρτυς, πάσης βλάβης καὶ χαλεπῆς περιστάσεως, τοὺς εὐλαβῶς προσιόντα σοι Θεοδώρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὁσιομάρτυς Κυρίου πανεύφημε, τῶν δωρεῶν τῶν ἐνθέων ἐπώνυμε, ἀπαύστως Χριστὸν καθικέτευε, παντὸς κινδύνου καὶ θλίψεως ῥύεσθαι, τοὺς σὲ Θεοδώρα γεραίροντας.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος.
Καὶ ἐστησαν ἐπὶ πέτραν τοὺς πόδας μου…

Εὐαγγέλιον,
Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. κστ΄ 1-13)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· κύριε, κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δῶρον ὡς εὐπρόσδεκτον, προσενεχθεῖσα Κυρίῳ, βίου καθαρότητι, καὶ Μαρτύρων αἵματι καλλιπάρθενε, δωρεῶν μέτοχος, ὤφθης οὐρανίων· διὰ τοῦτό σου δεόμεθα· πάσης στενώσεως, καὶ ἐπιφορᾶς καὶ κακώσεως, ἀτρώτους διαφύλαττε, τοὺς εἰλικρινῶς σε γεραίροντας, ταῖς σαῖς ἱκεσίαις, θεόφρον Θεοδώρα πρὸς Χριστόν, οὗ τῷ φωτὶ καταλάμπρυνον, Μῆτερ τὰς ψυχὰς ἡμῶν.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἰ έκ τῆς Ἰουδαίας.
Συντριβεὶς τῇ κακίᾳ, τῇ θερμῇ σου πρεσβείᾳ προστρέχω πάνσεμνε· σὺ οὖν ταλαιπωρίας, δεινῆς ἀπάλλαξόν με, καὶ ζωῆς μοι βελτίωσιν, ἐξαίτει παρὰ τοῦ Χριστοῦ, θεόφρον Θεοδώρα.

Οἱ τῷ θείῳ ναῷ σου, καταφεύγοντες πίστει θερμῇ λαμβάνουσιν, ὑγιείαν τὴν κατ’ ἄμφω, καὶ λύσιν πάσης λύπης, Θεοδώρα πρεσβείαις σου· σὺ γὰρ παρέχεις ἀεί, τοῖς πᾶσι θείας δόσεις.

Γεωργῆσας Μῆτερ, τοὺς καρποὺς ἀπαθείας τῇ πολιτείᾳ σου, παθῶν τῶν ἀκαθάρτων, καὶ νόσων καὶ σκανδάλων, ἀνωτέρους διάσωζε, τοὺς σὲ τιμῶντας πιστῶς, σεμνὴ Ὁσιομάρτυς.

Θεοτοκίον.
Ἐπιφάνηθι Κόρη, νοερᾷ ἐπισκέψει τοῖς σὲ δοξάζουσι, καὶ πλήρωσον Παρθένε, ἡμῶν τὰς διανοίας, φωτισμοῦ τοῦ τῆς χάριτος, ὡς φωτοφόρος παστάς, τοῦ φωτοδότου Λόγου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀύλοις, τῶν θεϊκῶν δωρεῶν σου, καταδρόσισον ἡμῶν τὰς διανοίας, Μῆτερ φλεγομένας, παθῶν τῇ ἐπηρείᾳ.

Ἄνωθεν ἴδε, τοὺς τῷ ἁγίῳ ναῷ σου, καταφεύγοντες ὁσία Θεοδώρα, καὶ παράσχου τούτοις, τὰς σωτηρίους δόσεις.

Σὲ προστασίαν, οἱ ἐν κινδύνοις τελοῦντες, Μάρτυς ἔχοντες λυτρούμεθα τῶν πόνων, καὶ τὴν σὴν ὑμνοῦμεν, ὦ Θεοδώρα χάριν.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι συγχώρησιν πταισμάτων, ταῖς πρὸς τὸν Υἱόν σου, πρεσβείαις Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων εὐκληρίας, ἤδη ἐντρυφῶσα, τῆς τῶν παθῶν δυστυχίας ἀπάλλαξον, Ὁσιομάρτυς Κυρίου, τοὺς σὲ γεραίροντας.

Ὁδὸν ἡμᾶς βαδίζειν, μάρτυς Θεοδώρα, τῶν ἐντολῶν τοῦ Σωτῆρος ἐνίσχυσον, ὡς ἂν ζωῆς αἰωνίου ἀξιωθείημεν.

Ὑμνοῦντές σου τὸν βίον, μῆτερ Θεοδώρα, ἀπεκδεχόμεθα πάντες τὴν χάριν σου, ἣν ἀεὶ δίδου τοῖς πίστει σε μακαρίζουσι.

Θεοτοκίον.
Ὑψίστου Λόγου Μῆτερ, Κεχαριτωμένη, ἐξ ἀλογίας τὸν νοῦν μου ἀνύψωσον, ἐπινοιῶν ἀκαθάρτων τοῦ πολεμήτορος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Ἐλάβες τῇ πίστει τῇ θεϊκῇ, δύναμιν έξ ὔψους, καὶ τὸν στέφανον τοῦ Χριστοῦ, καὶ δι’ ἐγκρατείας, έδούλευσας Κυρίῳ, ὁσία Θεοδώρα, βίου λαμπρότητι.

Πνεύματι θυσίας γνώμη στεῤῥᾷ, τῷ σῷ μαρτυρίῳ, ἀνέδειξας μαρτυρικῶς, καὶ τὴν σὴν πατρίδα, γενέτειρα μαρτύρων, ὁσία Θεοδώρα, Βάστας τὸ καύχημα.

Τὴν συκοφαντίαν τὴν χαλεπήν, ἤνεγκας ἀνδρείως, Θεοδώρα νύμφη Χριστοῦ, καὶ τὴν κεφαλήν σου, ἀδίκως ἐκτμηθεῖσα, μαρτυρικῶν στεφάνων, ὄντως ἠξίωσαι.

Θαῦμα ὄντως πέλει ὁ σὸς ναός, ὁ ἐν Βάστᾳ Μῆτερ, τῷ χωρίῳ ἔνθα χοροί, ἐκ τῆς περιοίκου, συῤῥέοντες προθύμως, λαμβάνουσιν ὑγιείαν, ψυχῆς καὶ σώματος.

Χαίροις τῶν Ὁσίων ἡ κοινωνός· χαίροις τῶν Μαρτύρων, τῶν Ἁγίων ἰσοκλεής· χαίροις Θεοδώρα, Χριστοῦ ὁσιομάρτυς, τῶν Πελοποννησίων, θεῖον καλλώπισμα.

Πλήρου τὰ αἰτήματα τῶν πιστῶν, τῶν σπευδόντων Μάρτυς, τῷ ναῷ σου τῷ ἱερῷ, τῷ ἐν Βάστᾳ ὄντι, καὶ δίδου Θεοδώρα, ἀπὸ τῶν δωρεῶν σου, χάριν τοῖς χρήζουσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ὡς δῶρον πολύτιμον, καὶ προσφορὰν λογικήν, Χριστῷ προσενήνοχας τῷ ἐπὶ πάντων Θεῷ, τὸ αἷμά σου πάνσεμνε, ὅθεν ὁσιομάρτυς, Θεοδώρα δυσώπει, ἄφεσιν τῶν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, δοθῆναι τοῖς εὐφημοῦσιν, τὴν θείαν σου ἄθλησιν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε έκ τον ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῷ ἐν Βάστᾳ θείῳ ναῷ σου, καὶ τῇ είκόνι σου, εύλαβῶς προσπίπτοντας, ὁσιομάρτυς Χριστοῦ, Θεοδώρα ἑκάστοτε, ἐκ πάσης ἀνάγκης, καὶ νόσων καὶ θλίψεων, καὶ βασκανίας δεινῆς, φύλαττε ἀτρώτους λιταῖς σου καὶ τὴν προστασίαν σου δίδου, πᾶσι τοῖς ὑμνοῦσι τοὺς ἀγώνας σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·

Θεοδώρα λύτρωσαι νόσων καὶ πόνων.
Γεράσιμον σπεύδοντα τῇ χάριτί σου.

ΣΗΜΕΙΩΣΗ: Τά δυο πρώτα μεγαλυνάρια έγραψε ό Σέβ. Μητροπολίτης κ. ΘΕΟΦΙΛΟΣ, ό οποίος συνέγραψε καί τόν βίο τής Αγίας.