Παρακλητικός Κανών εις την Αγία Μάρτυς Θωμαΐς
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται 14 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς σωφροσύνης τῷ φωτὶ λαμπομένη, πάσης φθορᾶς καὶ σκοτασμοῦ ἁμαρτίας, ταῖς φωτοφόροις λύτρωσαι πρεσβείαις σου, Θωμαΐς πανθαύμαστε, τοὺς πρὸς σὲ ἀφορῶντας, καὶ ἐξαιτουμένους σου, τὴν θερμὴν προστασίαν, καὶ ῥυπαρῶν παθῶν καὶ λογισμῶν, τὰς διανοίας ἡμῶν ἀποκάθαρον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὴν ἀρωγήν μοι Θωμαΐς δίδου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα τοῖς ἄνω θείοις χοροῖς, σὺν αὐτοῖς δυσώπει, λυτρωθῆναι πάσης φθορᾶς, Θωμαΐς καὶ πάσης ἐπηρείας, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Ἠσχύνθη ὁ δράκων τῇ σῇ σφαγῇ· οὗ τῆς βδελυρίας, ἀπολύτρωσαι Θωμαΐς, τοὺς πίστει καὶ πόθῳ προσιόντας, τῇ πρὸς Θεὸν ἱκεσίᾳ σου πάνσεμνε.
Νοός μου τὴν δύναμιν Θωμαΐς, καθαρὰν συντήρει, ἀκαθάρτων ἐξ ἐννοιῶν, καὶ φόβῳ με τείχισον τῷ θείῳ, ὡς ἂν ἐχθροῦ τὴν μανίαν ἐκκρούσωμαι.
Θεοτοκίον.
Ἁγία παρθένε Μῆτερ Θεοῦ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, ψυχῆς μου ἀπέλασον τὸν ζόφον, τῇ φωταυγῇ σου πρεσβείᾳ καὶ σῶσόν με.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρῶν νοημάτων καὶ λογισμῶν πάνσεμνε, τῶν κατασπιλούντων ψυχῆς μου πᾶσαν τὴν αἴσθησιν, θᾶττόν με λύτρωσαι, ὡς ἐκ Θεοῦ εἰληφεῖα, Θωμαΐς πανεύφημε, χάριν σωτήριον.
Ὡς τὸ θράσος ἀπώσω τοῦ ῥυπαροῦ γέροντος, οὕτως καθ’ ἡμῶν τὴν μανίαν καὶ τὰ βουλεύματα, Μάρτυς κατάβαλε, τοῦ μαινομένου βελίαρ, Θωμαΐς δεόμεθα, ταῖς ἱκεσίαις σου.
Γνώμην ἔμφρονα δίδου καὶ καθαρὰν ἔννοιαν, τοῖς εἰλικρινῶς προσιοῦσι τῇ προστασίᾳ σου, καὶ πάντα πόλεμον, καὶ μολυσμὸν δυσωποῦμεν, καθ’ ἡμῶν ἀπότρεπε, Μάρτυς τοῦ ὄφεως.
Θεοτοκίον.
Ἡ ἀφράστως τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, καὶ μετὰ τὸν ἄῤῥητον τόκον, παρθένος μείνασα, Κόρη πανάμωμε, ἁμαρτιῶν μου τὰ βάρη, τάχος ἐπικούφισον, καθικετεύων σε.
Διάσωσον, ἐκ λογισμῶν ἀκαθάρτων τῇ σῇ πρεσβείᾳ, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὦ Θωμαΐς μακαρία Μάρτυς Κυρίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐκ πάσης ὁρμῆς καὶ προσβολῆς τοῦ ὄφεως, σεμνὴ Θωμαΐς, ἀτρώτους διαφύλαττε, τοὺς πίστει εὐφημοῦντάς σε, ὡς σεπτὸν σωφροσύνης κειμήλιον, καὶ μετανοίας πρὸς τρίβους ἡμᾶς, ὁδήγει πρεσβείαις σου πρὸς Κύριον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθεῖσα τῷ σώματι, πρὸς ζωὴν ἀγήρω Θωμαΐς ἔδραμες· ὅθεν ζώωσόν με δέομαι, τὸν νενεκρωμένον πολλοῖς πάθεσι.
Μαρτυρίου διάδημα, Θωμαΐς ἐδέξω χειρὶ τοῦ Κτίστου σου· Ὃν ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν πιστῶς ὁμολογούντων σε.
Ὀδυνῶν με ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα σῇ χάριτι, καὶ παθῶν τῶν πολεμούντων με, Θωμαΐς ταχέως ἐλευθέρωσον.
Θεοτοκίον.
Ἰησοῦν τὸν παντάνακτα, τὸν δημιουργὸν ἁπάσης τῆς κτίσεως, ὡς Υἱόν σου καθικέτευε, σῶσαι Θεοτόκε τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὰς δεινάς, καθ’ ἡμῶν τοῦ πολεμήτορος, ἐπινοίας Θωμαΐς καὶ προσβολάς, ἐν εἰρήνῃ συντηροῦσα τὰς ψυχὰς ἡμῶν.
Ὤφθης Θωμαΐς, σωφροσύνης θῦμα ἅγιον, ἐν ἣ φύλαττε ἀτρώτους καὶ ἡμᾶς, ἐν σεμνότητι τὸν νοῦν ἡμῶν τειχίζουσα.
Μάρτυς ἀληθής, τοῦ Χριστοῦ ὤφθης ὡς ἤνεγκας, Θωμαΐς ὑπὲρ τῆς θείας ἐντολῆς, τὴν σφαγήν· διὸ καὶ δόξης θείας ἔτυχες.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν χρανθεῖσάν μου ψυχὴν ταῖς ἡδοναῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰσχύϊ, τῇ θεϊκῇ ὑπερβᾶσα, τὴν φθορὰν τῆς ῥυπαρᾶς ἁμαρτίας, χάριν πολλήν, Θωμαΐς ἐκομίσω, τοῦ κατευνάζειν παθῶν ἐπανάστασιν· ὅθεν πολέμου χαλεποῦ, τῆς σαρκὸς ἡμᾶς πάντας ἀπάλλαξον.
Σαρκός μου, νέκρωσον κίνημα ἅπαν, καὶ νοὸς τὰς ῥυπαρὰς ἐνθυμήσεις, παῦσον καὶ πόῤῥω ἀπέλασον Μάρτυς, καὶ καθαρὰς τὰς αἰσθήσεις μου φύλαξον, ὡς ἔχουσα παρὰ Χριστοῦ, Θωμαΐς ὄντως χάριν ἐξαίρετον.
Δυνάμει, τῇ θεϊκῇ μακαρία, καθελοῦσα τὸν ἀκάθαρτον ὄφιν, δύναμιν δίδου ἡμῖν δυσωποῦμεν, τοῦ ἀποβάλλειν αὐτοῦ τὰ νοήματα, καὶ πολιτείαν καθαράν, Θωμαΐς διανύειν θεόληπτε.
Θεοτοκίον.
Ἰσχύν μοι, κατὰ παθῶν ἀκαθάρτων, καὶ παντοίων προσβολῶν τοῦ βελίαρ, δίδου ἀεί, Θεοτόκε Παρθένε, καὶ μετανοίας πρὸς τρίβον ὁδήγει με, ἵνα τῇ σῇ ἐπισκοπῇ, πρὸς ζωὴν καταντήσω αἰώνιον.
Διάσωσον, ἐκ λογισμῶν ἀκαθάρτων τῇ σῇ πρεσβείᾳ, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὦ Θωμαΐς μακαρία Μάρτυς Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς σωφροσύνης τὸν πλοῦτον φυλάττουσα, ὑπὲρ αὐτῆς τὸ σὸν αἷμα ἐξέχεας· καὶ νῦν Θωμαΐς ἀξιάγαστε, ἐν εὐσεβείᾳ καὶ πάσῃ σεμνότητι, τοὺς πόθῳ τιμῶντάς σε φύλαττε.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ευαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού, ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αὶ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Σῆς Ἁγίας πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θωμαΐς πανθαύμαστε, τῆς σωφροσύνης λυχνία, πᾶσι διαυγάζουσα, τοῦ Ἁγίου Πνεύματος χάριν ἄφθονον, σκοτασμοῦ λύτρωσαι, παθῶν ἀκαθάρτων, τοὺς πιστῶς σὲ μακαρίζοντας, καὶ ἀποδίωξον, ἀφ’ ἡμῶν ἐχθρὸν τὸν πολέμιον, καὶ τῆς σαρκὸς τὴν πύρωσιν, δρόσῳ τῆς θερμῆς προστασίας σου, σβέσον καὶ παράσχου, ἡμῖν ἀναψυχὴν τὴν ἀληθῆ, καὶ τῶν πταισμάτων ἐξαίτησαι, πᾶσι τὴν συγχώρησιν.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δόξης θείας τυχοῦσα ὡς τὸν θάνατον εἵλου ὑπὲρ τοῦ νόμου Χριστοῦ, ἐκ πάσης ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, Θωμαΐς ἐλευθέρωσον, τοὺς ἐκζητοῦντας πιστῶς, τὴν σὴν ἐπιστασίαν.
Οἱ κρουνοὶ σῶν αἱμάτων Θωμαΐς ἡμῖν δρόσον θείαν βλυστάνουσι, σβεννύουσαν τὴν φλόγα, παθῶν τῶν ἀκαθάρτων, τῶν βοώντων ἑκάστοτε· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑπὲρ τῆς σωφροσύνης τὴν ζωήν σου προθύμως Θωμαΐς τέθεικας· ἐν ταύτῃ οὖν Ἁγία, συντήρησον ἀτρώτους, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γενοῦ σκέπη καὶ τεῖχος καὶ προσφύγιον θεῖον Παρθένε ἄχραντε, ἐν πάση περιστάσει, ἡμῖν τοῖς Σοῖς ἱκέταις, τοῖς ἐν πίστει βοῶσί σοι· χαῖρε πηγὴ δαψιλής, πλουσίας εὐσπλαγχνίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχουσα Μάρτυς, πρὸς τὸν Χριστὸν παῤῥησίαν, καθικέτευε ὑπὲρ τῶν ἐκζητούντων, Θωμαΐς Ἁγία, τὴν σὴν θερμὴν πρεσβείαν.
Ῥῦσαι τὸν νοῦν μου, ἐξ ἐννοιῶν ἀκαθάρτων, καὶ καθήλωσον τῷ φόβῳ τοῦ Κυρίου, Θωμαΐς Ἁγία, τῇ σῇ θερμῇ πρεσβείᾳ.
Ἀδιαλείπτως, ἐκ λογισμῶν ἀκαθάρτων, ῥύου πάνσεμνε τοὺς σὲ παρακαλοῦντας, πᾶσιν αἰτουμένη, μετάνοιαν γνησίαν.
Θεοτοκίον.
Σάρκα φορέσας, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ ὑπέρθεος δι’ ἄκραν εὐσπλαγχνίαν, σώζει Παναγία, τοὺς Σὲ δοξολογοῦντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἐμπαθείας, καὶ λύμης ἁπάσης, τῆς ἁμαρτίας τὸν νοῦν μου ἐκκάθαρον, ὦ Θωμαΐς ἐν τοῖς ῥείθροις τῆς προστασίας σου.
Μαρτύρων ταῖς χορείαις, νῦν συνηδομένη, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς ἀεὶ πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε ἀξιάγαστε.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, ἐκ σκοτασμοῦ Θωμαΐς ἀπολύτρωσαι, τῆς πολυτρόπου κακίας ἡμᾶς δεόμεθα.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, ἄχραντε Παρθένε· χαῖρε τοῦ κόσμου παντὸς καταφύγιον, καὶ σωτηρία ψυχῆς μου καὶ ἀγαλλίαμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Ὤφθης σωφροσύνης λαμπρὰ εἰκών, Θωμαΐς θεόφρον, καὶ ἐδέξω ὑπὲρ αὐτῆς, θάνατον ἀνδρείως, καὶ ἀθάνατου δόξης, σὺν Μάρτυσιν Ἁγίοις, χαίρουσα ἔτυχες.
Ἤνεγκας τὸν θάνατον καρτερῶς, Θωμαΐς θεόφρον, διὰ νόμον τὸ τοῦ Χριστοῦ· ὅθεν ἀθανάτου, ζωῆς ἀξιωθεῖσα, θανάτου ἁμαρτίας, ἡμᾶς ἀπάλλαξον.
Βίον διανύουσα καθαρόν, γέροντος ἀπώσω, ῥυπαρίαν τὴν μυσαράν, Θωμαΐς θεόφρον· καὶ νῦν ἡμᾶς κουφίζεις, ἐκ σαρκικοῦ πολέμου, τῇ ἀντιλήψει σου.
Σκῆνός σου τὸ θεῖον τοῦ τῆς σαρκός, Θωμαΐς πολέμου, ἐλυτρώσατο τοῦ δεινοῦ, μοναστὴν τῷ θείῳ, τάφῳ σου προσελθόντα· ὅθεν κἀμοὶ Ἁγία, δίδου τὴν χάριν σου.
Δέχου τὰς δεήσεις καὶ τὰς φωνάς, τῶν ἐν εὐλαβείᾳ, προσιόντων σοι Θωμαΐς, καὶ δίδου ἀπαύστως, βοήθειαν ταχεῖαν, ἡμῖν ἐν τῇ πυρώσει, σαρκὸς δεόμεθα.
Σύντριψον τὰ βέλη τὰ καθ’ ἡμῶν, ἐχθροῦ τοῦ δολίου, τῇ σῇ χάριτι Θωμαΐς, καὶ ἐν σωφροσύνῃ, δίδου ἰσχὺν ἀνύειν, ἡμῶν ἐκδυσωποῦμεν, τὸν βίον ἅπαντα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, τοῦ ἐχθροῦ ἐπιβουλῆς, φύλαττε ἀτρώτους ἀπαύστως, ἐπιστασίᾳ σου, Θωμαΐς πανθαύμαστε, τοὺς προσιόντας σοι, καὶ βελῶν τοῦ ἀλάστορος, τῶν πεπυρωμένων, σκέπε καὶ διάσωζε ἡμᾶς ἑκάστοτε· σὺ γὰρ θείαν χάριν ἐδέξω, λύειν λογισμῶν ἀκαθάρτων, πᾶσαν ῤυπαρίαν καὶ ἐπήρειαν.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.