Τρεις Παρακλητικοί Κανόνες εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 4 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς ἀθληφόρος εὐκλεής τοῦ Σωτῆρος, καὶ τῶν θαυμάτων ἀνεξάντλητος κρήνη, καὶ βοηθὸς ἡμῶν ἐν περιστάσεσι, πρόφθασον καὶ λύτρωσαι, λοιμικῶν νοσημάτων, καὶ πάσης στενώσεως, καὶ ἀνάγκης καὶ βλάβης, τοὺς ἀδιστάκτῳ πίστει καὶ στοργή, ἐξαιτουμένους, Βαρβάρα, τὴν χάριν σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἴασαι Μάρτυς τὴν συντριβήν μου. Γερασίμου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰάματα βλύζουσα κρουνηδόν, ψυχῶν θεραπεύεις, καὶ σωμάτων πάθη δεινά, τῶν πίστει καὶ πόθῳ προσιόντων, Μεγαλομάρτυς Βαρβάρα, τῇ σκέπη σου.
Ἀθλήσεως μάρτυς ταῖς ἀστραπαῖς, σκεδάζεις πνευμάτων, ἀκαθάρτων τὸν σκοτασμόν, καὶ ῥῶσιν καὶ χάριν καὶ ὑγιείαν, τοῖς ἐν νυκτὶ ἀνατέλλεις τῶν θλίψεων.
Συνοῦσα ἀλήκτως τῷ ποιητή, ἀπαύστως δυσώπει, παῤῥησία μαρτυρική, ἡμᾶς ἐκλυτροῦσθαι Ἀθληφόρε, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ θλίψεων.
Θεοτοκίον.
Ἀφθόρως τεκοῦσα σωματικῶς, τὸν πάντων Δεσπότην ἀφθαρτίζοντα τὸν Ἀδάμ, Κεχαριτωμένη Θεοτόκε, φθοροποιῶν νοημάτων μὲ λύτρωσαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰαμάτων τὴν χάριν, παρὰ Χριστοῦ εἴληφας, ὅθεν τὰς πολλάς μου ὀδύνας καὶ τὰ συντρίμματα, μάρτυς θεράπευσον, καὶ τῆς ψυχῆς μου τὴν λύπην, εἰς χαρὰν μετάβαλε, Βαρβάρα ἔνδοξε.
Μαρτυρίου τὴν τρῖβον, περιφανῶς ἤνυσας, ὅθεν πρὸς ὁδὸν τὴν εὐθεῖαν, ἡμᾶς κυβέρνησον, τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐξ ἀτραπῶν ἀπωλείας, τῇ προμηθεστάτη σου, Βαρβάρα χάριτι.
Ἀσθενείαις βαρείαις, καὶ ἀλγεινοῖς πάθεσι, διὰ παραπτώσεων πλῆθος, δεινῶν ἐτάζομαι, ὅθεν κραυγάζω σοί, τόν τῆς ὀδύνης μου πόνον, κούφισον πανεύφημε, Θεία σου χάριτι.
Θεοτοκίον.
Ῥυπωθεῖς τῇ κακία, τὸ τῆς ψυχῆς ἔσβεσα, κάλλος καὶ ἠμαύρωσα Κόρη, πράττων τὰ ἄτοπα, σὺ οὖν μὲ λύτρωσαι, τῆς πονηρᾶς συνηθείας, καὶ τῆς μετανοίας μου, τὸ φῶς ἀνάτειλον.
Διάσωσον, Μεγαλομάρτυς Βαρβάρα, τοὺς σοὺς οἰκέτας, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, καὶ τοῖς θερμῶς σὲ καλοῦσιν ἀεὶ βοήθει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θαυμάτων πηγάς, Βαρβάρα ἀναβλύζουσα, προφθάνεις θερμῶς, τοὺς ἐπιβοωμένους σου, τὸ ὄνομα τὸ ἅγιον, καὶ διώκεις λοιμώδη νοσήματα, διὰ τοῦτο βοῶμεν σοὶ σεμνή· τῆς τούτων ἡμᾶς ῥύμης διάσῳζε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Τὰς ἐνέδρας τοῦ δράκοντος, ἃς τεκταίνει μάρτυς καθ’ ἡμῶν σύντριψον, τῇ ταχείᾳ ἀντιλήψει σου, καὶ τῆς τούτου βλάβης ἡμᾶς ἀπάλλαξον.
Ὑποπέσας ταῖς θλίψεσιν, ὡς παραπικράνας Χριστόν τὸν εὔσπλαχνον, ἐκ καρδίας ἀνακράζω σοί· λῦσον ὧ Βαρβάρα, τὴν ἀθυμίαν μου.
Σωτηρίαν ἐξαίτησαι, καὶ ἀῤῥωστημάτων τὴν ἀπολύτρωσιν, καὶ εἰρήνην τὲ καὶ ἔλεος, τοῖς σὲ ἀνυμνοῦσι, Βαρβάρα πάνσεμνε.
Θεοτοκίον.
Τῆς ψυχῆς μου τὴν κάκωσιν, ἴασαι Παρθένε τῇ σῇ Χρηστότητι, καὶ παθῶν μὲ σκότους λύτρωσαι, τῇ φωτοχυσία τῆς προνοίας σου.
ᾨδὴ ἐ΄. Φώτισον ἡμᾶς.
Ἡ Θεοειδής, ἀρωγή σου ἡμῖν γένοιτο, ὥσπερ αὔρα ἐναψύξεως σεμνή, πειρασμῶν ἀποσβεννύουσα τὸν καύσωνα.
Νόσων χαλεπῶν, καὶ ποικίλων περιστάσεων, καὶ δεινῶν ἐπιβουλῶν καὶ ἀναγκῶν, ἀνωτέρους, ᾧ Βαρβάρα ἡμᾶς φύλαττε.
Σκέπη ἀῤῥαγής, καὶ προστάτις καὶ ἀντίληψις, καὶ θερμὴ πρὸς τὸν Χριστὸν καταλλαγή, ἡμῖν ἔσω ἐν τῷ βίῳ καλλιπάρθενε.
Θεοτοκίον.
Ὕψωσον ἡμᾶς, τὴν διάνοιαν Πανάμωμε, ἐξ ὑλώδους προσπαθείας μοχθηρᾶς, ἁγίας ἀναβάσεις Θείου ἔρωτος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοσήματα, χαλεπὰ καὶ χρόνια, θεραπεύουσα τῇ σῇ προστασία, τῆς τούτων βλάβης ἡμᾶς ἀνωτέρους, Μεγαλομάρτυς Βαρβάρα διάσῳζε, καὶ πρέσβευε τῷ Ποιητή, τῶν πταισμάτων ἡμῖν δοῦναι ἄφεσιν.
Τὴν δέησιν, τῆς ψυχῆς μου πρόσδεξαι, ὡς θυμίαμα εὐῶδες Βαρβάρα, καὶ δυσωδίας παθῶν ἀκαθάρτων, τὴν μολυνθεῖσαν καρδίαν μου κάθαρον, καὶ τοῦ νόος μου τὰς πολλάς, ἐκτροπὰς ἐπανόρθωσον δέομαι.
Ῥυσθῆναί με τῶν ἐν βίῳ θλίψεων, καὶ παντοίων ἀναγκῶν καὶ κινδύνων, καὶ ψυχικῆς ἀθυμίας καὶ λύπης, τὸν προσιόντα θερμῶς τῇ πρεσβείᾳ σου, τὸν σὸν Νυμφίον Ἰησοῦν, ἐκδυσώπει Βαρβάρα ἑκάστοτε.
Θεοτοκίον.
Ἰάτρευσον, τὴν νοσοῦσαν ψυχήν μου, μυστικὴ ἐπισκοπή σου Παρθένε, καὶ τὰς τοῦ σώματος παῦσον ὀδύνας, καὶ τῶν πταισμάτων μοὶ δώρησαι ἄφεσιν, σὺ γὰρ προστάτις μου θερμή, καὶ ἐν σοὶ πεποιθὼς διασῴζομαι.
Διάσωσον, Μεγαλομάρτυς Βαρβάρα τοὺς σοὺς οἰκέτας, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, καὶ τοῖς θερμῶς σὲ καλοῦσιν ἀεὶ βοήθει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θαυματουργίαις πολλαῖς διαλάμπουσα, τῶν νοσημάτων ἐξαίρεις τὸν καύσονα, καὶ τὴν ὑγιείαν βραβεύεις τοῖς πάσχουσι, Παρθενομάρτυς Βαρβάρα ἑκάστοτε, διὸ σου τὴν χάριν κηρύττομεν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Μᾶρκον
(Κεφ. ε΄. 24-34 ).
Τῷ καιρῶ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκοῦ αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἑαυτῇ, ὕσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου ὅτι κἄν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπό τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς τὴν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλῳ, ἔλεγε: Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὑτῷ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντα σὲ καὶ λέγεις, τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυίᾳ ὁ γέγονεν ἐπ’ αὐτή, ἦλθε καὶ προσέπεσεν αὑτῷ, καὶ εἶπεν αὑτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτὴ: Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπό τῆς μάστιγος σου.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Νύμφη πανακήρατος, τοῦ Βασιλέως τῆς δόξης, παρθενία λάμπουσα, καὶ στεῤῥᾶς ἀθλήσεως τοῖς παλαίσμασιν, ἀληθῶς πέφηνας, Βαρβάρα Θεόφρον, διὰ τοῦτο σου δεόμεθα, πάσης στενώσεως καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, λυμαντικῶν παθήσεων, καὶ φθοροποιῶν τὲ μολύνσεων, ἀβλαβεῖς συντήρει, ἡμᾶς τοὺς προσιόντας σοὶ πιστῶς, καὶ τὴν θερμήν σου βοήθειαν, αἰτοῦντας ἑκάστοτε.
Σῶσον ὁ Θεός τὸν λαὸν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βοηθοῦσα μὴ παύσῃ, τοῖς ἐν πόνοις τελοῦσι καὶ περιστάσεσι, καὶ ῥῶσιν καὶ ὑγιείαν, καὶ ἄφεσιν πταισμάτων, τῇ πρεσβεία σου νέμουσα, Βαρβάρα νύμφη Χριστοῦ, τοῖς σὲ ὑμνολογοῦσι.
Ἠδοθείσα σοὶ χάρις, ὑπὲρ ἥλιον πᾶσι τῆς προστασίας σου, ἁπλοῦσα τὰς ἀκτίνας, παθῶν τὴν σκοτομήνην, καὶ δεινῶν τὴν ἐπίλυσιν, διασκεδάζει ἀεί, Βαρβάρα καλλιμάρτυς.
Νεκρωθείς τῇ κακία, ἀῤῥωστήμασι πλείστοις νῦν κατατρύχομαι, ἀλλ’ ᾧ Μεγαλομάρτυς, ἐπιφανόν ὑψόθεν, τὴν θερμήν σου ἀντίληψιν, καὶ τῶν πολλῶν μου κακῶν, ῥυσθήσομαι ἐν τάχει.
Μολυσμῶν ἀκαθάρτων, καὶ παθῶν ἀνιάτων, ἡμᾶς ἀπάλλαξον, χαρὰν καὶ εὐφροσύνην, καὶ πᾶσαν ἀφθονίαν, τῶν καλῶν πρυτανεύουσα, Βαρβάρα νύμφη Χριστοῦ, τοῖς σὲ ἀνευφημοῦσι.
Θεοτοκίον.
Ὀμβροφόρε νεφέλη, τὸν σωτήριον ὄμβρον σὺ ὑετίσασα, κατάρδευσον τὸν νοῦν μου, ἀϋλοτάτοις ῥείθροις, μητρικῆς σου χρηστότητος, εὐλογημένη Ἁγνή, ἵνα σὲ μεγαλύνω.
ᾨδὴ ἡ΄. Τὸν Βασιλέα.
Ὕδασι θείοις, τῆς σῆς λαμπρᾶς προμηθείας, τῶν παθῶν ἡμῶν κατάσβεσον τὴν φλόγα, ἵνα σὲ τιμῶμεν, Βαρβάρα Ἀθληφόρε.
Γενοῦ μοὶ Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις, ἀντίληψις ἐν λυπηροῖς τοῦ βίου, καὶ ἐν τοῖς κινδύνοις, προπύργιον Βαρβάρα.
Ἔχουσα Μάρτυς, πλουσίαν χάριν Θεόθεν, ἐνεργεῖς ἀεὶ ἐν θαύμασιν ἰάσεις, καὶ δεινῶν ἐξαίρεις, ἡμᾶς τοὺς σοὺς οἰκέτας.
Ῥείθροις ἀΰλοις, τῶν δωρημάτων σου Μάρτυς, ἐναπόπλυνον τὰ ἕλκη τῆς ψυχῆς μου, καὶ ὑγιείαν δὸς μοί, τῷ πάσχοντι ἀθλίως.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, καθάγνισον τὴν ψυχήν μου, καὶ καταύγασον τὸν νοῦν μου τῇ σῇ δόξῃ, ὡς ἂν ἐκτινάξω, τὸν κάρον τῆς ἀπάτης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων ἀσθενείας, καὶ τὰς καχεξίας, τὰς ἀνιάτους ἴασαι ἑκάστοτε, τῶν προσιόντων Βαρβάρα, τῇ προστασία σου.
Ἰσχύν τήν τοῦ βελίαρ, θραῦσον Ἀθληφόρε, τὴν καθ’ ἡμῶν κινουμένην καὶ αἴτησαι, τὴν τῶν πταισμάτων Βαρβάρα, ἡμῖν συγχώρησιν.
Μεγίστη σου ἡ χάρις, πάντας γὰρ προφθάνεις, τοὺς προσφωνοῦντας τὴν κλῃσίν σου ἔνδοξε, καὶ βοηθείας ὀρέγεις, χεῖρα τοῖς πάσχουσι.
Ὁδὸν μὲ πρὸς εὐθεῖαν, ἕλκυσον Βαρβάρα, ἐκ τῶν βαράθρων τῆς πλάνης καὶ σύντριψον, τὴν κατ’ ἐμοῦ τοῦ δολίου μανίαν δέομαι.
Θεοτοκίον.
Ὑψίστου Θεῖε Θρόνε, Κεχαριτωμένη, ἀπὸ κοπρίας παθῶν μὲ ἀνύψωσον, πρὸς ἀρετῶν ἀναβάσεις, τῇ σῇ χρηστότητι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια.
Χαίροις Ἀθληφόρε πανευκλεής, παρθένων ἡ δόξα, καὶ Μαρτύρων ἡ καλλονή, χαίροις ἰαμάτων, ἡ πολυχεύμων κρήνη, Βαρβάρα τοῦ Σωτῆρος νύμφη περίδοξε.
Ἄνθος πανευῶδες καὶ εὐθαλές, ἐκ ῥίζης φυεῖσα, ἀκανθώδους τῆς ἐν Χριστῷ, ὀσμῆς διαπνέεις, τὴν εὐωδίαν κόσμῳ, ἀθλήσεως ἀγῶσιν ᾧ καλλιπάρθενε.
Τοῦ πατρὸς λυποῦσα τὸ ἀσεβές, νύμφη ἀνεδείχθης τοῦ Σωτῆρος περικαλλής, καὶ αὐτὴ ὡς προῖκα πολύολβον προσάγεις, ἀθλήσεως τοὺς πόνους Βαρβάρα ἔνδοξε.
Ὥραν παριδοῦσα νεανικήν, καὶ πλοῦτον καὶ δόξαν καταλείψασα ὡς φθαρτά, τὸν Χριστὸν ἐξ ὅλης ἠγάπησας καρδίας, καὶ τούτῳ προσηνέχθης στεῤῥοῖς παλαίσμασι.
Πάθη θεραπεύουσα χαλεπά, ἐξαίρετον χάριν, ἐκομίσω παρὰ Χριστοῦ, τὰς λοιμώδεις νόσους, ἐλαύνειν ἀνενδότως, ἐξ ὧν ἡμᾶς τῆς λώβης Βαρβάρα φύλαττε.
Πᾶς τὶς ὁ προστρέχων τῷ σῷ Ναῷ, κομίζεται τάχος, τὰ αἰτήματα συμπαθῶς, ὅθεν ἡμῶν δέχου Βαρβάρα τὰς δεήσεις, καὶ πλήρου τὰς αἰτήσεις ἐκδυσωποῦμέν σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Τὸ Ἀπολυτίκιον Ἦχος δ΄.
Βαρβάραν τὴν ἁγίαν τιμήσωμεν, ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Μάρτυς Ἀθληφόρε τοῦ Χριστοῦ, ἔνδοξε Βαρβάρα Θεόφρον, ἀξιοθαύμαστε, πάσης περιστάσεως, δεινῆς ἀπάλλαξον, καὶ κινδύνων καὶ θλίψεων, τῶν ἐπερχομένων, τοὺς τὴν σὴν ἀντίληψιν, ἐπιζητοῦντας θερμῶς, σὺ γὰρ βοηθὸς ἐν ἀνάγκαις, καὶ πρὸς τὸν Χριστὸν μεσιτεία, πέλεις τῶν πιστῶς ἀνευφημούντων σέ.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Βαρβάρα, Γεράσιμον τὸν σὲ ὑμνοῦντα
πάσης ὀδύνης ἐκλύτρωσαι ἐν τάχει.
Οι Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα εν Πολυδενδρίω
† Εορτάζεται στις 15 Ιουλίου το θαύμα της παύσης της επιδημίας ευλογιάς
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ μακαρὶᾳ ἀθληφόρῳ Βαρβὰρα, Πολυδενδρίου οἱ οἰκοῦντες τὴν κὼμην, χαριστηρίους ὕμνους σοὶ προσφὲρομεν, ὅτι ἠλευθὲρωσας, τὸν λαὸν σου ἐν τάχει, ἐκ λοιμὼδους μάστιγος, τῆς δεινῆς εὑλογὶας, καὶ νῦν βοῶμεν πὰντες εὐλαβῶς∙ νόσων παντοὶων ἡμᾶς περιφὺλαττε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εἰκὸνα σου θεὶαν περιχαρῶς, κυκλοῦντες Βαρβὰρα, σὲ γεραὶρομεν οἱ πιστοὶ· δεινῆς γὰρ εὐλογὶας ἐλυτρὼσω, Πολυδενδρίου τὴν κὼμην πανθαὺμαστε.
Πληγὲντες μανίᾳ τοῦ δυσμενοῦς, πρὸς σὲ τὴν ἀμνὰδα, καταφεὺγομεν τοῦ Χριστοῦ, αἰτοὺμενοι Βαρβάρα ἰαθῆναι, καί εἰρηνεῦσαι Θεῷ ταῖς πρεσβείαις σου.
Τὸ χαῦνον τοῦ θὴλεως ἀνδρικῶς, πατήσασα κόρη, ὠκοιώθης τῷ Λυτρωτῇ, διὸ ἱκετεύουσα μὴ παύσῃ, ἀποδιῶξαι νοός μου τὴν χαὺνωσιν.
Θεοτοκίον.
Παρθὲνε χαρίτωσον νῦν ἡμῶν, τὸν νοῦν τοῦ ὑμνῆσαι, τὴν Μητὲρα Σε τοῦ Θεοῦ, τὴν πάμφωτον λαμπὰδα τὴν τεκοῦσαν, τὸ φῶς τοῦ κόσμου, Χριστὸν τὸν Θεὸν ἡμῶν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ταῖς ὁδοῖς ἐστρωμὲναις, δὰφναις πυκναῖς ἔνδοξε, τοῦ Πολυδενδρίου τὰ πλήθη, σοῦ ὑπεδὲξαντο, τὴν χαριτόβρυτον, καὶ σεβασμίαν εἰκόνα, καὶ λοιμοῦ ὁ ὄλεθρος τὰχος ἐκόπασεν.
Ἐξεπλάγησαν ὄντως, Μαρτύρων δῆμοι τοῖς ἄθλοις σου, ὅτι εἰς οὐδέν ἐλογίσω, βίον τὸν πρόσκαιρον· διὸ τὸν Κύριον, Μάρτυς Βαρβὰρα δυσώπει, τοῦ λαβεῖν τοὺς δοὺλους σου ζωὴν αἰὼνιον.
Ταῖς τρισί τοῦ λουτρῶνος, θυρίσι Μάρτυς πανύμνητε, τῆς Τριάδος πίστιν τὴν θείαν, πᾶσιν ἐτρᾶνωσας, ταῖς δὲ πρεσβείαις σου, ἀδιαλώβητον τήρει, ποίμνην τὴν Ὀρθόδοξον πάσης αἱρὲσεως.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, Μῆτερ Θεοῦ πρὸφθασον, καὶ τῶν λυπηρῶν τὰς εἰσὸδους, πὰσας ἀπόκλεισον, τῇ μεσιτείᾳ Σου, πρὸς τὸν Δεσπότην τῶν ὅλων· σὰρκα γὰρ ἐδάνεισας Αὐτῷ Πανάχραντε.
Διὰσωσον, ἐκ πὰσης βλὰβης ἀτρώτους Βαρβὰρα Μάρτυς, τοὺς προσπίπτοντας εὐλαβῶς τῇ Εἰκὸνι σου πὰντοτε, καὶ φὺλαττε ἐν ὁμονοίᾳ τὴν κώμην ταύτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κὰθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Βαρβὰρα σεμνὴ, νοσούντων ἡ ἀντὶληψις, νοσοῦντα κἀμέ, τῷ βὰρει τῶν πταισμὰτων μου, ἱκετεύω λύτρωσαι τοῦ πυρός τῆς γεὲνης πρεσβείαις σου, καὶ πειρασμῶν καὶ νόσου λοιμικῆς, τούς προσιὸντας σοι φρούριε πανὸλιβε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Βαρβὰραν τὴν πάνσεμνον, τοῦ Πολυδενδρίου τὴν ἀντιλήπτορα, ἱκετεύσωμεν νοσὴματα, τῆς ψυχῆς ἐλαὺνειν καὶ τοῦ σώματος.
Ἀθυμία καὶ θλίψει, καὶ μικροψυχίᾳ ἀεί συνὲχομαι, τῇ προσψαὺσει τῆς εἰκὸνος σου, στὰξον μοι ρανὶδα παρακλήσεως.
Τοῦ δολίου τὰ θήρατρα, ὡς δορκάς ἐκ βρὸχων Βαρβὰρα ἔφυγες, καὶ ἡμᾶς δεινῶν ἐξὰρπασον, μηχανῶν τοῦ δρὰκοντος πρεσβείαις σου.
Θεοτοκίον.
Τὴν Θεὸνυμφον Δέσποιναν, τὴν λυτρωσαμὲνην ἡμᾶς τοῦ ὄφεως, ἐκ καρδίας ἀνυμνήσωμεν, τὴν αὐτῆς βοήθειαν λαμβὰνοντες.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φὼτισον ἡμῶν, τὰς καρδίας τῶν ὑμνούντων σέ, ταῖς εὐχαῖς σου καὶ ἀχλὺν τὴν ζοφερὰν, σκὲδασον τάχει σὺ Βαρβάρα καλλιπάρθενε.
Τεῖχος ἀῤῥαγές, σὲ κεκτήμεθα καὶ στήριγμα, κατ’ἐχθρῶν τῶν ἀορὰτων ἀληθῶς, Πολυδενδρίου οἱ οἰκὴτορες πανθαύμαστε.
Ἴασαι σεμνή, τῇ λαμπρᾷ ἐπιφανεὶα σου, πᾶσαν λώβην καὶ λοιμὸν φθοροποιὸν, καὶ ψυχοκτόνον ἁμαρτὶας στῆσον ὄλεθρον.
Θεοτοκίον.
Φρὲνας τὰς ἐμάς, περιτείχισον Πανάμωμε, ἐξ ἀμέτρων τοῦ ἐχθροῦ ἐπιφορῶν, καὶ τὰς αἰσθήσεις καθαγίασον Σῇ χάριτι.
ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Παιδὰριον, ἐξελέξω πὰνσεμνε, καὶ αὐτῷ περιφανῶς καθωρὰθης, ἀλλά καὶ νῦν ὡς παιδία σου πάντας, Πολυδενδρίου οἰκὴτορας σκὲπασον, ἐπερχομὲνων συμφορῶν, καὶ κινδὺνων καὶ θλὶψεων πάντοτε.
Τὸν βόρβορον, τῶν παθῶν μου κάθαρον, καὶ ψυχῆς μου τὴν δυσώδη κακίαν, τῇ μυστικῇ εὐωδίᾳ τῶν θείων, καὶ ἱερῶν σου λειψὰνων, θεσπέσιε, καί Παραδεὶσου με τρυφῆς, καλλιμὰρτυς Βαρβάρα ἀξὶωσον.
Τὸν κλύδωνα, τοῦ νοός κατὰπαυσον, τῇ χειρὶ τῇ κραταιᾷ σου Βαρβὰρα, καί πειρασμῶν τὴν πολλὴν τρικυμίαν, ταῖς ἱκεσίαις σου παῦσον, πανεύφημε, καὶ δὼρησαι ταῖς σαῖς λιταῖς, τὴν κατ’ἄμφω ὑγιεὶαν τοῖς δούλοις σου.
Θεοτοκὶον.
Εἰρὴνευσον, τὴν ζωὴν μου Πὰναγνε, ἀπελαύνουσα καρδίας μου τὰς θλίψεις, καὶ τὴν χαρὰν ἀντεισὰγαγε Μῆτερ, τοῦ Ἰησοῦ μου τὴν μὲνουσαν πάντοτε, πεπληρωμὲνην γὰρ αὐτὴν, ὁ Υἱός Σου ἡμῖν ἐπηγγείλατο.
Διάσωσον, ἐκ πὰσης βλάβης ἀτρώτους Βαρβὰρα Μάρτυς, τοὺς προσπίπτοντας εὐλαβῶς, τῇ Εἰκὸνι σου πὰντοτε, καὶ φύλαττε ἐν ὁμονοίᾳ τὴν κὼμην ταύτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰατρεῖον τῶν ἀῤῥωστημὰτων τὸ ἄμισθον, ἱκεσία πρὸς τὸν Ποιητὴν ἡ ἀέναος, σπεῦσον κόρη χεῖρας ἐκτείνουσα ἀμὼμους πρὸς Αὐτὸν, ἡμᾶς ῥῦσαι νόσου λοιμικῆς, τοὺς τὸ ἐκτύπωμα τὸ σὸν προσκυνοῦντας καὶ λὲγοντας∙ σῶσον Πολυδενδρίου, τοὺς πιστούς σου ἱκέτας, Βαρβάρα νύμφη τοῦ Χριστοῦ. πὰσης μάστιγος καὶ θλίψεως.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὤτα σου διὰνοιξον, τοῖς στεναγμοῖς τῆς ψυχῆς μου, καὶ νοός τὴν ζὸφωσιν, ταῖς ἀκτίσι σκόρπισον, τοῦ ἐλέους σου, καὶ λαὸν σου σκὲπασον, κακωθέντα ἔνδοξε τῇ λαμπρᾷ ἐπιδημὶᾳ σου, νόσων καί θλὶψεων, καί τοῦ λοιμικοῦ ἀρρωστήματος, Βαρβὰρα μεγαλὼνυμε, σκεῦος χαρισμάτων τοῦ Πνεύματος· ἵνα σε γεραίρω, καὶ κρὰζω σοι ἐν πόθῳ καὶ χαρᾷ, ἀπηλπισμὲνων τό στήριγμα, σύ ὑπάρχεις πάνσεμνε.
Σῶσον ὀ Θεός τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τἠν κατὴφειαν λῦσον, τῆς ψυχῆς μου, κὸρη, τῇ ἐπισκὲψει σου, ὡς πὰλαι τὸν λαὸν σου, δεινῶς ἀπεγνωσμὲνον, εὐφροσὺνης ἐπλήρωσας, τῆς εὐλογίας τήν ἀρὰν, διώξασα ἐν τὰχει.
Ἐξ ἁγνῶν σου αἱμὰτων, πορφυρὶδα, Βαρβὰρα περιεβὰλου ποτέ, τρωθεῖσα τῇ ἀγὰπῃ, Χριστοῦ τοῦ σταυρωθὲντος, καὶ τὰ πὰθη νεκρώσαντος, ὑπό τήν σκὲπην δὲ τὴν σήν, τοὺς σοὺς ἱκὲτας φροὺρει.
Σῷ δακτὺλῳ Βαρβὰρα, τοῦ Σταυροῦ τό σημεῖον, πὶστει χαράξασα, λουτροῦ τήν κολυμβήθραν, παντοίων νοσημάτων, ἰατρεῖον ἀπὲδειξας, Πολυδενδρὶου δὲ πιστοῖς, ἰὰματα παρὲχεις.
Θεοτοκίον.
Θεοτόκε Παρθὲνε, ψυχοφθόρων ῥῦσαι παθῶν καὶ θλίψεων, ὡς τὲξασα τὸν Λὸγον, τὸν πᾶσαν ἀλογὶαν, τῶν ἀνθρώπων ἰὰσαντα, καὶ σὲ δωρήσαντα πηγὴν, ναμὰτων ζωηφόρων.
ᾨδή η΄. Τόν Βασιλέα.
Παρθενομὰρτυς, τοῦ Κυρίου Βαρβάρα, πὰσης νὸσου διαφύλαττε καὶ λύμης, Πολυδενδρίου, τὴν ἐπὲραστον σοι κώμην.
Ἐν πίστει πὰντες, τὴν θαυματόβρυτον ὄντως, λιτανεύομεν εἰκὸνα σου Βαρβὰρα, ῥῶσιν ἀντλοῦντες, ψυχῶν τε καὶ σωμὰτων.
Πᾶσαν κακίαν, τῶν βασκὰνων δαιμὸνων, ἀποδίωξον τῇ κραταιᾷ σου ράβδῳ, ἐκ τοῦ ποιμνὶου, τοῦ σοῦ Μεγαλομάρτυς.
Θεοτοκίον.
Τὸν τῆς ψυχῆς μου, ἐσπιλωμὲνον χιτῶνα, ἀποκάθαρον καὶ λάμπρυνον εὐχαῖς σου, καὶ τῷ Υἱῷ σου, κατὰλλαξον με, Μῆτερ.
ᾨδή θ΄. Κυρὶως Θεοτόκον.
Ἁμαρτιῶν μου λύσιν, καὶ ἄφεσιν πταισμὰτων, Παρθενομὰρτυς παράσχου πρεσβείαις σου, ἐν παῤῥησίᾳ τὸν Κτίστην καθικετεύουσα.
Πικρίας με δαιμόνων, πολύαθλε Παρθὲνε, καὶ τῶν δηγμὰτων τοῦ ὄφεως λύτρωσαι, τὸν γλυκασμόν τοῦ Δεσπότου ἀεὶ παρέχουσα.
Πολυδενδρίου κώμης, Βαρβάρα ἀθληφόρε, ἀγροὺς καὶ οἴκους καί ποίμνια φρούρησον, ἐκ πὰσης νόσου καὶ βλὰβης καί περιστὰσεως.
Θεοτοκίον.
Χρυσοῦν εὐωδιάζον, τοὺς Σοὺς ἱκὲτας Μῆτερ, θυμιατήριον ὤφθης πανάγιον, Χριστὸν τὸν ἄνθρακα πᾶσι τεκοῦσα, Ἄφθορε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄδομεν οἱ δούλοι σου εὐλαβῶς, καλλὶνικε Μάρτυς, τῶν θαυμάτων σου τὴν πληθὺν, καὶ Πολυδενδρὶου ἡ κώμη σοι προσφέρει, Βαρβὰρα ἀθληφὸρε, ὕμνον εὐγνώμονα.
Χαὶροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν ἰαμὰτων, ὁ ἀείροος ποταμός· χαίροις τῶν γυναὶων, τὸ καύχημα καὶ κλὲος, καὶ τοῦ Πολυδενδρίου, θεράπων ἄριστος.
Ὡς ἥλιος ἔλαμψας ἐφ’ἡμᾶς, καὶ νόσου λοιμὼδους, ἀπεδίωξας τὴν ἀχλύν, Βαρβὰρα θεόφρον, Πολυδενδρίου ῥύστης, καὶ τῶν νοσοὺντων πὰντων, τὸ παραμὺθιον.
Τοῦ Πολυδενδρὶου ἡ ἀρωγός, καὶ τὸ ἰατρεῖον, νοσημάτων παντοδαπῶν, Βαρβὰρα ἡ Μὰρτυς ἐφὶσταται τοῖς πόθῳ, τὴν μνὴμην ἐκτελοῦσιν, αὐτῆς ἐν ἄσμασι.
Δεῦτε συναχθῶμεν πὰντες ὁμοῦ, τοῦ Πολυδενδρὶου, οἱ οἰκὴτορες εὐλαβῶς, τιμῶντες ἐν ὕμνοις, Βαρβαραν τὴν Παρθὲνον, ὅτι ἡμᾶς λοιμώδους, ὀργῆς ἐῤῥύσατο.
Τὴν εἰκὸνα πάντες σου τὴν σεπτήν, τοῦ Πολυδενδρίου, λιτανεύομεν οἱ πιστοὶ, αἰτούμενοι Βαρβὰρα, τὴν κὼμην ταύτην μένειν, ἀλὼβητον κινδὺνων, καὶ νόσων πάντοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πὰντων τῶν νοσούντων ἰατρός, καὶ παρθενευόντων ὑπάρχεις, ἔφορος ἄριστος, καὶ πιστῶν τὸ στήριγμα Βαρβάρα πάνσεμνε∙ τῇ ῥομφαίᾳ τῆς χάριτος, λοιμώδη κατάραν, τὰχος ἐξηφάνισας ἐκ κατωδὺνου λαοῦ∙ ὅθεν καί πυρίναις εὐχαῖς σου, τῶν αἰρετιζὸντων τὴν λύμην, στῆσον καὶ ὀλόθρευσον ἀοίδιμε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Οι Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Ἀθληφόρου τῷ τεμένει προσδράμωμεν, καὶ τῇ εἰκόνι τῆς αὐτῆς προσκυνήσωμεν, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτήν· Βαρβάρα πανένδοξε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, καὶ ἐχθρῶν ἐπηρείας, καὶ τῆς λοιμώδους νόσου τῆς δεινῆς, ἵνα σὲ πόθῳ, ἐν ὕμνοις γεραίρομεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Βαρβάραν πάντες τὴν ἐν θείαις πράξεσιν, ἐπαρθεῖσαν φαιδρῶς, καὶ γεγενημένην, σκεῦος ἱερωτάτον, τοῦ παναγίου Πνεύματος, εὐφημεῖν ὀφείλομεν, ὡς τὸν βελίαρ νικήσασαν, καὶ Χριστὸν ἀνδρείως κηρύξασαν.
Ἀπὸ νεότητος σεμνὴ ἀπέῤῥιψας, πᾶσαν τρυφὴν τῆς σαρκός, πλοῦτόν τε καὶ δόξαν, καὶ πατέρα δύσθεον, καὶ τὸν Χριστὸν ἐπόθησας, καὶ τὸ αἷμά σου Μάρτυς, ὑπὲρ ἀγάπης ἐξέχεας· ὅθεν καὶ τὸν στέφανον εἴληφας.
Ῥωμαλαιότητι φρενῶν κατέβαλες, τὸν παλαιὸν πτερνιστήν, οὐκ ἀνασχομένη, ὡσεὶ ψιθυρίσαι σου, Βαρβάρα παναοίδιμε· ἀλλ’ ὡς νύμφη ἐχέφρων, θανεῖν ἠγάπησας ἔνδοξε, καὶ στέφος ἀμάραντον ἔλαβες.
Θεοτοκίον.
Ἀγαθοδότως ὁ Υἱός Σου Πάναγνε, εὐηργετήσας ἡμᾶς, πᾶσι τοῖς ἀνθρώποις, προστασίαν ἄμαχον, καὶ κραταιὰν βοήθειαν, Σὲ παρέσχε· διό Σοι, προσπίπτοντες ἀνακράζομεν· σῶσον ἡμᾶς θείαις πρεσβείαις Σου.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὑπεραθλήσας στεῤῥῶς, Βαρβάρα Μεγαλομάρτυς, τὴν ζωὴν τὴν ἀκατάλυτον εὗρες, καὶ νῦν ζῆς ἐν οὐρανοῖς, μετὰ Μαρτύρων ἔνδοξε, καὶ ἰαμάτων ῥεῖθρα, πᾶσι παρέχεις καλοῦσί σε.
Κατακοσμήσασα σαυτήν, τῶν ἀρετῶν ποικιλίᾳ, ὡραιότης Ἀθληφόρε Βαρβάρα, καὶ ᾐράσθη σου σεμνή, τοῦ κάλλους ὁ Δεσπότης σου, καὶ διὰ μαρτυρίου, τούτῳ ἠρμόσθης πανένδοξε.
Ἐπαίνους στέφεται πολλοῖς, ἡ Ἰωὴλ καθελοῦσα, τὸν Σισάραν ἐν ξυλίνῳ πασάλλῳ· σὲ δὲ τίς παναληθῶς, Βαρβάρα ἐπαινέσειε, Σταυρῷ τῷ τοῦ Σωτήρος, συντρίψασα τὸν ἀρχέκακον.
Θεοτοκίον.
Υἱὸν ἐγέννησας σαρκί, ὃν ὁ Πατὴρ πρὸ αἰώνων, συνάναρχος ἐξ ἰδίας οὐσίας, ἀπεγέννησεν Ἁγνή, ἀΰλως· διὸ πάντες σε, κυρίως Θεοτόκον, ὁμολογοῦντες σωζόμεθα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλούς σου Ἀθληφόρε, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, μεγίστην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλοῖς ἐν δεινοῖς, κυκλούμενοι οἱ δοῦλοί σου, πρὸς σὲ τὴν ἡμῶν, προστᾶτιν καταφεύγομεν, Ἀθληφόρε Βαρβάρα ἔνδοξε· δρᾶμε πρόσπεσον Χριστῷ τῷ Θεῷ, καὶ ἴλεων Αὐτὸν ἡμῖν ποίησον.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Ἡ Ἰουδήθ, νηστείαις τε καὶ δεήσεσιν, ὁπλισθεῖσα, ἀνδρικῶς κατέλαβε, τὸν Ὀλοφέρνην δεινὸν ἐχθρόν· σὺ δὲ Ἀθληφόρε, βασάνοις ἐγκαρτερήσασα, πολλαῖς ἀνδρειοφρόνως, κοσμοκράτορα σκότους, τῇ ἰσχύϊ Χριστοῦ ἐθανάτωσας.
Νοῦν ἀμιγῆ, τῶν χαρακτήρων φυλάττουσα, τῶν τοῦ κόσμου, ὅλη ἐνητένιζες, τῷ Παντοκράτορι καὶ Θεῷ, ἐξ Οὗ φωτισθεῖσα, τὴν τῆς Τριάδος ἐπίγνωσιν, ἀνέλαβες Βαρβάρα, καὶ πατρὸς ἀθεΐαν, ἐβδελύξω καὶ ἤθλησας ἄριστα.
Τίς τοὺς πολλούς, ἀγῶνας τῆς σῆς ἀθλήσεως, ἐξισχύσει, συγκεφαλαιώσασθαι Βαρβάρα Μαρτυς νύμφη Χριστοῦ; Μαστῶν ἐκκοπήν τε, τοὺς ξεσμοὺς ῥαβδισμούς τε, τῆς κάρας, ἐκτομήν τε καὶ πατρὸς ἀσπλαγχνίαν, οἷς ζωὴν ἐξωνήσω τὴν μέλλουσαν.
Θεοτοκίον.
Ὅλη ἐν σοί, ἠνώθη ἡ ὑπεράρχιος φύσις Κόρη, ἐν μιᾷ τελείᾳ τε, τῇ ὑποστάσει τῇ ἑαυτῆς, λόγῳ τῷ Ἀνάρχῳ, ὃν ἐν σαρκὶ ἀποκύησας, ἐν δυὸ ταῖς οὐσίαις, τὸν Αὐτὸν Υἱὸν ἕνα, ἐνωθέντα σαρκὶ καθ’ ὑπόστασιν.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ποία γλῶσσα βροτεία, σοῦ τὰς ἀνυποίστους βασάνους ἔνδοξε, ἐξειπεῖν ἰσχύσει, καὶ τὸν πρὸς τὸν Κτίστην σου πόθον σοφή, οὗπερ παραδόξως, πόθῳ τρωθεῖσα Ἀθληφόρε, τὰ ἐπίπονα ἤνεγκας σκάμματα.
Τὸν χείμαῤῥον πιοῦσα, τῆς τρυφῆς πανένδοξε Βαρβάρα, γέγονας πηγῆς θεῖον ὕδωρ, ἐπιβλύζουσα τῆς τῶν ἰάσεων, ἐξ οὗ οἱ πιόντες, ἐν εὐφροσύνῃ εὐφημοῦσι, τοὺς ἀγῶνας καὶ τὰ ἄθλα σου πάνσεμνε.
Βαρυτάτῳ φορτίῳ, τῶν ἀνομιῶν μου δεινῶν πιεζόμενος, τὴν σὴν εὐσπλαγχνίαν, ἱκετεύω ἐλάφρυνον Κύριε, τοὺς μεγίστους πόνους, δυσωπηθεὶς σεμνῆς Βαρβάρας, καὶ ψυχῆς σωτηρίαν μοι βράβευσιν.
Θεοτοκίον.
Ὑπὲρ πᾶσαν οὐσίαν, κτίσεως ὑπέρκεισαι Μαρία ἔνδοξε, σὺ γὰρ μόνη ὄντως, τὴν οὐσίαν τοῦ Πλάστου σου δέδεξαι, ἐν γαστρὶ καὶ σάρκα, ἐδάνεισας ἐκ τῶν αἰμάτων, καὶ Υἱόν σου καλέσαι ἠξίωσας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεώ.
Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, ἰάσεων Βαρβάρα ἡ χάρις, ὅτι πολλάς τιμωρίας ὑπέστης· ὅθεν καὶ πάλιν καὶ νῦν ἐπιτέλεσας, θαύματα πολλὰ σοφή, τοῖς καλοῦσι τὸν θεῖόν σου ὄνομα.
Παθῶν μου, τὸν σκοτασμὸν ἀπέλασον, Ἀθληφόρε καὶ τῶν νόσων ὀμίχλην, καὶ φωτισμόν καὶ ὑγείαν παράσχου, καὶ εὐωδίας τῶν μύρων σου πλήρωσον, ὡς ἔχουσα πρὸς τὸν Θεόν, παῤῥησία πολλὴν παναοίδιμε.
Εὐφραίνονται, Ὀρθοδόξων τὰ πλήθη, σὲ πλουτοῦντες προστασία Βαρβάρα, καὶ διά σοῦ λυτρουμένοι κινδύνων, χρεωστικῶς ἑορτάζουν τὴν μνήμην σου· ἐδόξασε γάρ σε Χριστός, Ὃν ἐδόξασας ἄθλοις σου ἔνδοξε.
Θεοτοκίον.
Ἰάτρευσον, ἀνιάτως νοσοῦσαν, καὶ τῷ δείγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, καὶ τῆς ἐν Σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσόν με τὸν ἐπὶ Σοί, πεποιθότα Πανάχραντε Δέσποινα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλούς σου Ἀθληφόρε, ὅτι σέ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, μεγίστην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Ἀθληφόρε Χριστοῦ, Βαρβάρα παναοίδιμε, ἀθλουσῶν καλλονὴ, παρθένων ἐγκαλλώπισμα, τῆς πόλεως ἡμῶν ὡς προστατεύουσα θερμῶς, διαφύλαττε αὐτήν, ἀπὸ παντοίων συμφορῶν, παῤῥησίαν ὡς ἔχουσα. Σπεῦσον οὖν ἐν ἀνάγκαις, λύτρωσαι τῶν κινδύνων, τῶν συνεχόντων νῦν ἡμᾶς, ἵνα σὲ πόθῳ γεραίρομεν.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄντως ὡς παρθένον σε, καὶ Ἀθληφόρον Κυρίου, Βαρβάρα πανεύφημε, χρυσὸν καὶ ἀδάμαντα, καὶ πᾶν τίμιον, κορυφὴν θεῖάν τε, αὐτουργὸν θαυμάτων, ὀλετῆρα τῶν δαιμόνων τε, καὶ πάσης θλίψεως, ἀξιοπρεπῶς εὐφημοῦμέν σε, ἡμεῖς πάντες οἱ δοῦλοί σου, τῇ σῇ ἀντιλήψει προστρέχοντες, καὶ παρακαλοῦντες, διάσωζε ἡμᾶς ἐκ πειρασμῶν, καὶ τὸν Σωτῆρα ἱκέτευε, εὑρεῖν ἡμᾶς ἔλεος.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Γνώμην φιλόθεον ἐκτήσω, καὶ ἐνήθλησας στερῥῶς σεμνὴ Βαρβάρα, εὐλογοῦσα Θεόν, καὶ ψάλλουσα προθύμως· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλος ὁ πόθος σου Βαρβάρα, ἀνατέταται πρὸς μόνον τὸν Δεσπότην, ὁλοτρόπως Αὐτὸν ὑμνοῦσα καὶ βοῶσα· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.
Δέδωκας σῶμά σου Βαρβάρα, τοῖς κολάσεσιν ἀνυποίστων βασάνων, δι’ ἀγάπην τοῦ Χριστοῦ, πρὸς ὃν βοᾷς ἀπαύστως· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λύων τῆς Εὔας τῆς κατάραν, τὴν πανάμωμον κατώκησας Παρθένον, εὐλογίας πηγήν, βλυστάνων τοῖς βοῶσιν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τῷ ἐν ὄρει ἁγίῳ.
Συνεκράθης Κυρίου ἀγάπη, Ἀθληφόρε καὶ ἔδραμες ἀόκνως, πρὸς μαρτυρίου τρίβον ἀνακράζουσα· Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Παρθενίαν φυλάξασα ἀγώνας, ὦ Βαρβάρα σεμνὴ τοῦ μαρτυρίου, ἀνδρειοφρόνως ἔφερες πανένδοξε· ὅθεν ἐκδιώκεις, λωβὴν ψυχοφθόρον, ἡμῶν τῶν σὲ ὑμνούντων.
Ἐκ παντοίων δεινῶν ἐπερχομένων, τοῦ δολίου Βαρβάρα Ἀθληφόρε, ἡμῶν τὴν πόλιν λύτρωσαι τὴν μέλπουσαν, πόθῳ καὶ τελοῦσαν, σοῦ τὴν θείαν μνήμην, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Οἱ μαστοί σου ὡς δίδυμοι δορκάδες, νεβροὶ Κόρη ἐδείχθησαν ὡραῖοι, καὶ ἡ κοιλία σου Θεὸν χωρήσασα, ὥσπερ θημωνία σίτου καθωράθη, ἐν κρίνοις πεφραγμένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνήφθης σὺν Παρθένων, νῦν χοροστασίαις, καὶ ἐκλεκτῶν ὁμηγύρει Βαρβάρα σεμνή, ὑπὲρ ἡμῶν δυσωποῦσα τῶν εὐφημούντων σε.
Ἀῤῥήτου εὐφροσύνης, καὶ Θεοῦ τῆς δόξης, ἐπιτυχοῦσα Βαρβάρα πολύαθλε, τῶν μεμνημένων σου πίστει, ἡμῶν μνημόνευε.
Σωμάτων ἀλγηδόνας, καὶ ψυχῶν τὰς νόσους, ἀπὸ τῶν δούλων σου Μάρτυς ἀπέλασον, τῶν προστρεχόντων ἐν πίστει τῷ θείῳ οἴκῳ σου.
Θεοτοκίον.
Φωτὸς οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, καὶ ἐξωτέρου με σκότους ῥῦσαι πρεσβείαις Σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς παρθενίας, τὸν ἀσύλητον θησαυρόν, τὴν Νύμφην Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Βαρβάραν τὴν Ἁγίαν πάντες τιμήσωμεν.
Βρύει ἰαμάτων ὁ σὸς ναός, ἔνδοξε Βαρβάρα, ἀεννάως θείαν πηγήν, καὶ ἀποδιώκει, λοιμώδη πάσαν νόσον, τῶν πόθῳ προστρεχόντων καὶ εὐφημούντων σε.
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, ἐν ὕμνοις τιμῶντες, εὐφημήσωμεν οἱ πιστοί, τὴν ἄσπιλον Νύμφην, Χριστοῦ τοῦ Βασιλέως, Βαρβάραν τὴν Ἁγίαν ἐνθέοις ἄσμασι.
Δεῦτε Ἐκκλησίας προσκυνηταί, μέλψωμεν ἐν ὕμνοις, τὴν Βαρβάραν τὴν θαυμαστήν, τὴν ἡμῶν προστάτιν, παρέχουσαν ἰάσεις, τοῖς πόθῳ τῷ τεμένει αὐτῆς προστρέχουσιν.
Εἷς ὃς ἐνομίζετο σὸς πατήρ, σὲ χερσὶν ἀνεῖλεν, ὁ ἀντίθεος μιαραῖς, Ὃν πατέρα ἔσχες, ἀληθινὸν Χριστόν σου, ἔχεις καὶ νῦν ἐν πόλῳ, Βαρβάρα ἔνδοξε.
Τῆς ψυχῆς ἐδήλου τὴν καλλονήν, σώματος τὸ κάλλος, παρθενία δέ σου λαμπρά, ἠρμόσθης Νυμφίῳ, τῷ ἀθανάτῳ Μάρτυς, Βαρβάρα Ἀθληφόρε· ὅθεν τιμῶμέν σε.
Πάντες οἱ ἐν νόσοις παντοδαπαῖς, καὶ κινδύνοις ἄλλοις, συνεχόμενοι τῷ ναῷ, τῆς σεμνῆς Βαρβάρας, προσδράμωμεν σὺν πόθῳ, καὶ λύσιν τούτων πάντων ἀποληψόμεθα.
Δέχου τὰς αἰτήσεις Παμβασιλεῦ, τῆς καλλιπαρθένου, νῦν Βαρβάρας τῆς εὐκλεοῦς, καὶ τὴν πόλιν ταύτην, ἀπήμονα συντήρει, ἐχθρῶν καὶ πάσης βλάβης, ὅπως δοξάζῃ Σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων δεινῶς θλιβομένοι, νῦν ἔνθα τὰ ἰάματα τῆς Ἀθληφόρου Χριστοῦ, νῦν Βαρβάρας ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῶα, σπεύδοντες προφθάσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ· ῥῦσαι, ἐκβοῶντες σους δούλους, ὦ Βαρβάρα νόσων ποικίλων, καὶ παντοίων θλίψεων πανεύφημε.