Παρακλητικός Κανών εις την Αγίαν και Υπέρτιμον Ζώνην της Υπεραγίας Θεοτόκου
Ποίημα Ἰωσήφ τοῦ Υμνογράφου
†Εορτάζεται στις 31 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Eἶτα τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ Σορῷ νῦν προσδράμωμεν, τῆς πανεντίμου Αὐτῆς Ζώνης σὺν δάκρυσιν, ἀπὸ βαθέων κράζοντες ἐκ μέσου ψυχῆς· Ζώνη πανακήρατε, τῆς Μητρός τοῦ Κυρίου, λύτρωσαι τοὺς δούλους σου, πάσης νόσου καὶ βλάβης, καὶ λοιμικοῦ θανάτου ἀπειλῆς· εἰς σὲ γὰρ πᾶσαν, ἐλπίδα ἡμῶν ἀνεθέμεθα.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Ἀρωματίζουσαν πηγήν σε γινώσκομεν, καὶ τῇ Σορῷ σου προσπελάζοντες λέγομεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα ἀπάλλαξον, δυσωδίας πταισμάτων, μῦρον τὸ ἀκένωτον, ἀναβλύζουσα πᾶσι, τοῖς ὀχετοῖς Ἁγνή τῆς σῆς Σοροῦ, ἐν ἢ ἡ Ζώνη ἡ σῇ τεθησαύρισται.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ζώνης με σεπτῆς δυνάμει σῶσον Κόρη· Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ζώνης μοι θείας καὶ σεπτῆς σου Πάναγνε, ἐφιεμένῳ ὑμνεῖν, τὰ θεῖα πελάγη, τῶν θαυμάτων ἄνωθεν, χάριν δώης τῷ δούλῳ σου, καὶ ἀχρείῳ ἱκέτῃ, πυρὸς ὑπέκκαυμα πέλοντι, ταῖς ἐξ ἰοβόλου κακώσεσιν.
Ὡς ὑπερτέρα τῶν Ἀγγέλων πέλουσα, Παρθενομῆτορ Ἁγνή, καὶ οὐρανὸς θεῖος, μόνη ἐχρημάτισας, τοῦ οὐρανοῦ τανύσαντος, οὕτω Ζώνην σου θείαν, κατέλιπες ἀδιάφθορον, καὶ πηγὴν χαρίτων τοῖς δούλοις σου.
Νειλῷα ῥεῖθρα ἐξ αὐτῆς ἀρδεύονται, οἱ προσιόντες πιστῶς, νοσημάτων λύσιν, καὶ πταισμάτων ἄφεσιν, οἱ πιστοὶ ἐφαπτόμενοι, τῆς Σοροῦ τῆς ἁγίας, ἐν ἡ σεπτῶς ἀποτίθεται, Ζώνη, τῶν πιστῶν καταφύγιον.
Ἡ τὸν Δεσπότην τοῦ παντὸς πανέντιμε, Ζώνη τῆς μόνης Ἁγνῆς, ἐν κοιλίᾳ ὄντα, βρέφος περιστείλασα, καὶ χάριν τῶν ἰάσεων, παρ’ Αὐτοῦ δεξαμένη, νέμοις πλουσίως τοῖς δούλοις σου, τὴν τῶν αἰτημάτων ἐκπλήρωσιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας λιμένα, τῶν ψυχικῶν Δέσποινα, καὶ σωματικῶν ἀλγηδόνων, σὲ ἐπιγράφομεν, πάντες οἱ δούλοις σου, καὶ τῇ Σορῷ τῇ ἁγία, Ζώνης προσπελάζοντες, ἁγιαζόμεθα.
Μολυσμάτων παντοίων, καὶ λοιμικῆς θλίψεως, πάσης συμφορᾶς καὶ κινδύνων, ῥῦσαι τοὺς δούλους σου, τοὺς σοὶ προστρέχοντας, καὶ αἰτουμένοις ἐν πίστει, τὴν θερμὴν ἀντίληψιν, Κόρη, τῆς Ζώνης σου.
Ἐλεήμων ὑπάρχεις, καὶ συμπαθὴς Ἄχραντε, ὡς τὸν Ἐλεήμονα κόσμου ἀποκηύσασα, δυνάμει Ζώνης σου, χειμαζομένους σοὺς δούλους, ἀσθενείας λαίλαπι, πικρῷ ἀπάλλαξον.
Συνεργόν τὸν τεχθέντα, ἐκ σῆς γαστρὸς Ἄχραντε, τὸν τὰς ἀσθενείας τοῦ κόσμου, πάσας ἰώμενον, κατέχεις ὅλον ἐν σοί, νόσων δυνάμει σῆς Ζώνης, χαλεπῶν ἀπάλλαξον, σοὺς δούλους, Ἄχραντε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, τῇ τῆς παντίμου σου Ζώνης δυνάμει καὶ χάριτι· ἐν αὑτῇ γὰρ καταφεύγομεν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν Ζώνην τὴν σήν, κεκτήμεθα ὦ Δέσποινα, φρουρὸν ἀῤῥωγόν, ἐν πάσαις περιστάσεσι, τῇ Σορῷ αὐτῆς προστρέχοντες ἀεὶ καὶ πίστει κράζοντες, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, δυνάμει αὐτῆς, ἰσχύει καὶ χάριτι.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἐφ’ ἡμῖν νῦν σκιὰ θανάτου ἐκύκλωσε, καί τοῦ ᾄδου πύλας προσεγγίσαμεν, ἀλλὰ σὺ Μήτηρ ὡς ἀγαθή, χάριτι σῆς Ζώνης θαυμάστωσον τὰ ἐλέη σου, καὶ σῶσον τοὺς ἐν πίστει ἀδιστάκτῳ βοῶντας· τῇ δυνάμει σου δόξα Πανάχραντε.
Πόνοις δεινοῖς, καὶ ἀμετρήτοις βαλλόμενοι, τῇ τιμίᾳ Ζώνῃ σου προσπίπτομεν, τῇ ἀκηράτῳ Μῆτερ Ἁγνή, μεθ’ ἧς διεζώσω, τὸ πανακήρατον σῶμα σου, διὸ τὴν καταγίδα, τῆς δεινῆς ἀῤῥωστίας, καί τὰ ἄλγη ἐξίασον Δέσποινα.
Τὶς ἐξειπεῖν δύναται τὰ μεγαλεῖα σου, καὶ σημεῖα, Ζώνη παρακήρατε, τοῖς προσιοῦσι σοι εὐλαβῶς, καὶ ἐφαπτομένοις, παρέχεις ὡς ἀδιάφθορος· ὅθεν παντοίας λύμης, ἐπηρείας τε πάσης, τῇ δυνάμει σου ῥῦσαι τοὺς δούλους σου.
Ἡ τὸν Θεὸν ἔνδον κοιλίας ὑπάρχοντα, Θεοτόκου ἄνθρωπον γενόμενον, καὶ μὴ λιπόντα τοὺς πατρικούς, κόλπους σεπτὴ Ζώνη, θεοπρεπῶς περιστείλασα, τὴν χάριν ἐκομίσω, ἐξ Αὐτοῦ ἰαμάτων, ἣν ἀφθόνως βραβεύεις τοῖς χρῄζουσιν.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Συνεπάγησαν βέλη, τά τῆς ἀσθενείας μου ἄμετρα πταίσαντα, καὶ εἰς βυθὸν ᾄδου, τὸν πανάθλιον συνωθοῦσι με, ἀλλ’οἰκτείρησόν με, ἐλέους οὖσα ἡ Μήτηρ, τῇ δυνάμει τῆς Ζώνης σου, Ἄχραντε.
Δέχου νῦν τῶν σῶν δούλων, τὰς δεήσεις Πάναγνε τῶν προσφυγόντων σοι, καὶ ἐξαιτουμένων, τὴν ἀντίληψιν τῆς προστασίας σου, οἴκτειρον οὖν τούτους, ὡς συμπαθὴς καὶ ἐλεήμων, καὶ ἐκ πάσης κακώσεως λύτρωσαι.
Ὑπὸ νύκτα τοῦ βίου, θύελλα κατέλαβε πάσης στενώσεως, καὶ ἐσκότασε με, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλ’ ἀνάτειλον μοι, ἀναψυχῆς ἄδυτον φέγγος, τῆς σῆς Ζώνης δυνάμει καὶ χάριτι.
Νῦν ἐφ’ ἡμῖν Κόρη, καταιγίδες φέρονται τῶν περιστάσεων, ἡμᾶς συγκαλύψαι, τῇ δικαίᾳ ὀργῇ κατεπείγονται· ἀλλὰ μὴ παρίδῃς, δεινῶς ἡμᾶς χειμαζομένους, τῇ δυνάμει σῆς Ζώνης ἐλπίζοντας.
ᾨδὴ στ΄. Ἱλάσθητι μοι, Σωτήρ.
Ἁμαρτιῶν νῦν ἡμᾶς, ζάλαι πικρῶς καταιγίζουσι, καὶ λοιμικῆς συμφορᾶς, χειμάζουσι κύματα, Ζώνη πανακήρατε ἔκχεον σὴν χάριν, ἐφ’ ἡμῖν τοῖς ἁμαρτάνουσι.
Μαρία Μῆτερ Θεοῦ, τὸ καθαρὸν ἐνδιαίτημα, καθάρισον τοὺς πιστούς, ἐκ νόσων καὶ θλίψεων, καί τῆς συνεχούσης νῦν, ἀσθενείας ῥῦσαι, τῇ σὴ Ζώνῃ καταφεύγοντας.
Εἰς πέλαγος ἀχανές, ἀσθενειῶν περικείμεθα, τὸ πέλαγος δέ τοῦ σοῦ, αἰτούμεθα Δέσποινα, ἐλέους οἱ τάλαινες, ἵνα ἀναγάγῃς ἐκ βυθοῦ τοῦ τῆς κακώσεως.
Ἱλάσθητι, Ἀγαθή, τοῖς δούλοις σου κακῶς πάσχουσι, ἐκ νόσου ὀδυνηρᾶς, καὶ σφοδρᾶς φλογώσεως, κραταιᾷ δυνάμει δέ, τῆς σῆς Ζώνης δίδου, τὴν ὑγείαν Μητροπάρθενε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, τῇ τῆς παντίμου σου Ζώνης δυνάμει καὶ χάριτι· ἐν αὑτῇ γὰρ καταφεύγομεν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν συμφοραῖς σὲ κεκτήμεθα, καὶ μεσῖτιν πρὸς σὸν Υἱὸν προβαλλόμεθα, οἱ ταπεινοὶ ἱκέται σου Μῆτερ Θεοῦ, καὶ νῦν πρόφθασον ὡς συμπαθής, εἰς τὴν βοήθειαν ἡμῶν, τῇ τῆς Ζώνης σου χάριτι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι πάσης ἀνάγκης, ἵνα ὑμνῶμεν ἀεί, τὰ θεῖα μεγαλεῖα σου.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπον Σου λιτανεύσουσι οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῇ τῆς πανσέπτου Ζώνης, Παντάνασσα δυνάμει, σῷζε τοὺς σοὺς οἰκέτας, ἀπὸ παντοίας βλάβης.
Καὶ νῦν.
Χάριτι καὶ δυνάμει, τῆς Ζώνης σου Παρθένε, ἐκ πάσης ἐπηρείας, ἀπάλλαξον σοὺς δούλους.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζώνη πανακήρατε, τῆς Παναγίας παρθένου, σεπτή ἀδιάφθορε, καὶ σειρὰ οὐράνιε τῶν τιμώντων σε, ἡ τὸν Θεὸν Λόγον, ἐν κοιλίᾳ ὄντα, ἐνειλήσασα σαρκούμενον, ἐξ Οὗ τὴν ἄφθονον, χάριν ἐκομίσω παρέχουσα, τοῖς πάντοθεν προστρέχουσα, καὶ παραμυθίαν λαμβάνουσιν, ἐκ τῆς ἀκενώτου, πηγῆς σου τῶν θαυμάτων δωρεάν, ἥνπερ πηγάζεις ἑκάστοτε, τοῖς προσκαλουμένοις σε.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Στῆσον τῶν σάλων τῶν κυμάτων, καὶ κατεύνασον τὴν ζάλην τῶν ἀμέτρων, συμφορῶν καὶ δεινῶν, ἡμῖν ἐπαναστάσεων, τῶν πεποιθότων Δέσποινα, τῇ δυνάμει τῆς σῆς Ζώνης.
Ὥσπερ ποτὲ αἱμοῤῥοοῦσα, ἁψαμένη πιστῶς, κρασπέδων τοῦ Υἱοῦ σου, κατεξήρανε δεινήν, πληγῆς ῥύσιν αἱμάτων, οὕτω πιστῶς οἱ ψαύοντες, Ζώνης σῆς παθῶν λυτροῦνται.
Σῶσον Ἁγνὴ παντοίας λώβης, καὶ κακώσεως, καὶ πάσης ἐπηρείας, τὸν προστρέχοντα νῦν, λαόν σου μετὰ πόθου, σορῷ τῆς θείας Ζώνης σου, καί τὴν χάριν ἐξαιτοῦντα.
Ὅλην μου πᾶσαν ἐλπίδα, ἀναθέμενον πρὸς σὲ τὴν Θεοτόκον, μὴ παρίδῃς με νῦν, εἰς βάθη ἀπωλείας, περιπεσόντα Δέσποινα, ἀλλ’ ἀνάστησον καὶ σῶσον.
Νόσων παντοίων καὶ κινδύνων, ἐλευθέρωσον Μητρόθεε σοὺς δούλους, τοὺς αἰτοῦντας θερμῶς, χάριν σῆς θείας Ζώνης, καὶ τὰς αἰτήσεις πλήρωσον, ἵνα πόθῳ σε ὑμνοῦμεν.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Κόσμος καθάπερ ἅγιος ἡ Σορὸς ἀναδέδεικται, Ζώνης τῆς παντίμου, τῆς ἁγνῆς Θεόπαιδος, πηγὴ τε ἀνέκλειπτος, τῶν ἰαμάτων πᾶσι πιστοῖς, τοῖς μετ’εὐλαβείας, ἐν αὐτῇ προσιοῦσιν, ἐξ ἧς ἄφθονα ῥεῖθρα προχέουσι ζακόρως, τοῖς πίστει προσκυνοῦσιν αὐτὴν εἰς τοὺς αἰῶνας.
Ὀδυνηρῶς στενάζομεν ἀπὸ κλίνης κακώσεων, καὶ ἀπὸ παντοίας νόσου πιεζόμενοι, πρὸς Σέ τὴν Πανάμωμον, τά τῆς καρδίας ὄμματα, ὅλως ἐπασχολοῦντες, θεραπείαν αἰτοῦμεν, δυνάμει τῆς σῆς Ζώνης, ἣν ἐκ πόθου τιμῶμεν, καὶ καταλιπαροῦμεν πιστῶς εἰς τοὺς αἰῶνας.
Ῥᾶνον Σεμνή τὴν χάριν σου, τοῖς δεινῶς ἤδη πάσχουσι, καὶ κακουχουμένοις ὑπό τοῦ ἀλάστορος, δυνάμει τῆς Ζώνης σου, τῆς πανολβίου καὶ χρυσαυγοῦς· καὶ ἔγειρον ἐκ τάφου ἀπογνώσεως ψάλλειν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἡ κραταιὰ βοήθεια, καὶ ἑτοίμη ἀντίληψις, τῶν ἀπηλπισμένων, ἐλπὶς ἀκαταίσχυντε, ἐπίσκεψαι κάμνοντας, ὀδυνηρῶς τοὺς δούλους σου, κούφισον τὸ βάρος, τῆς δεινῆς ῥαθυμίας, ἀπέλασον τὴν νόσον, τῆς λοιμώδους ἀνάγκης, δυνάμει τῆς σῆς Ζώνης, Παρθένε Θεοτόκε.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰδού τῶν ἰαμάτων ὁ θησαυρός, καὶ θαυμάτων τὸ ἄπειρον πέλαγος, δεῦτε πιστοί, πόθῳ ἐξαντλήσατε ἐξ αὐτῆς, τῆς ἀκενώτου χάριτος, ῥῶσιν, εὐλογίαν, ἁγιασμόν, ἐν ἣ πᾶς ὁ προσφεύγων, ἐκ πίστεως εὑρίσκει, τῶν αἰτημάτων δόσιν ἄμισθον.
Ὡραίως διεζώσω παναληθῶς, τήν τὸ γένος ἡμῶν ὡραΐσασαν μόνην Ἁγνήν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τήν τὸν Θεὸν χωρήσασαν, ὄντα ἐν κοιλίᾳ σωματικῶς, ἐξ Οὗ τὴν ἀφθονίαν, τῆς χάριτος ἐδέξω, τῶν ἰαμάτων, Ζώνη ἄφθορε.
Σημείων καὶ τεράτων ὠκεανόν, ἀνεδείξω τὴν Ζώνην σου Ἄφθορε, δι’ἧς ἡμῖν, τοῖς διακειμένοις ὀδυνηρῶς, καὶ θλιβομένοις πάντοθεν, ἐκ τῶν ἀμετρήτων ἁμαρτιῶν, τὴν ἴασιν παράσχοις, ψυχῶν τε καὶ σωμάτων, ὅπως σωθέντες σὲ γεραίρωμεν.
Ἡ Ζώνη σου ἡ θεία καὶ φεραυγής, ἀπαστράπτει βολὰς Θεονύμφευτε, τῶν ὑπὲρ νοῦν, ὄντως καὶ θαυμάτων ὑπερφυῶν, τοῖς προσιοῦσι πάντοτε, πόθῳ καὶ καρδίᾳ εἰλικρινεῖ, δι’ἧς καὶ νῦν τὸν σάλον, πράϋνον Θεοτόκε, τῆς συνεχούσης ἡμᾶς θλίψεως.
Φιλίας με δολίας τοῦ πονηροῦ, καὶ παθῶν ψυχοφθόρων ἀπάλλαξον, τὸν ἐπὶ σοί, πᾶσαν τὴν ἐλπίδα ὡς κραταιᾷ, Παρθένε ἀνατείνοντα, καὶ προσφεύγοντα ὅλῃ ψυχῇ, καὶ πόθῳ καὶ καρδίᾳ, τὴν ἄμεσον αἰτοῦντα, τῶν ἐπταισμένων ἣν μοι δώρησαι.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγή τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα.
Ζώνη πανακήρατε τῆς Ἁγνῆς, καὶ Μητρὸς τοῦ Λόγου, τοῦ Θεοῦ μου παναληθῶς, ῥῦσαι πάσης λώβης καὶ ψυχοφθόρου πάθους, πάντας τοὺς ἐν ἀνάγκαις, εἰς σὲ προστρέχοντας.
Σκέπην καὶ κραταίωμα τοῖς πιστοῖς, φύλακα καὶ ῥύστην, τοῖς τιμῶσι πανευλαβῶς, καὶ μετὰ ζεούσης, καρδίας προσκυνοῦσι, τὴν πάντιμον σου Ζώνην, Παρθένε δέδωκας.
Θρόνος ὥσπερ ἅγιος ἡ Σορός, ἔνδον ἐν ἀδύτοις, κατατίθεται ἱεροῖς, Ζώνην ἔνδον σχοῦσα, τῆς μόνης Θεοτόκου, ἐξ ἧς οἱ προσιόντες, ῥῶσιν ἀρύονται.
Λύσιν μοι βραβεῦσαι τῶν δυσχερῶν, καὶ ἀρίστου κτῆσιν, πανακήρατε τοῦ Θεοῦ, Ζώνη Μητρὸς Λόγου, δέομαι τῷ σῷ δούλῳ, ἐπικαλουμένῳ τὴν σὴν ἀντίληψιν.
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, σὰς ἀχράντας χεῖρας, ἂς ἐβάστασας τὸν Θεόν, ἆρον πρὸς Υἱόν σου, χάριτι καὶ δυνάμει, τῆς Ζώνης σου τῆς θείας, τοῦ οἰκτιρῆσαι ἡμᾶς.
Στέφανον ὑπέρλαμπρον ἡ σεπτή, πιστῶν Ἐκκλησία, περιέθετο εὐαγῶς, τὴν θείαν σου Ζώνην, Παντάνασσα παρθένε, δι’ ἧς τροποῦται πάντα, ἐχθρῶν φρυάγματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας ἡμᾶς οἴκτειρον, Ἁγνή, τούς τὴν σὴν ἀκήρατον Ζώνην, προσπτυσσομένους πιστῶς, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, καί τῶν νόσων τὴν κάκωσιν, ἐκποδὼν ποιοῦσα, σκέπε καὶ περίσῳζε, ἐξ ἐπηρείας ἐχθρῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν τοῦ Υἱοῦ σου, Βασιλείας, Κόρη, καταξίωσον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.