Παρακλητικός Κανών ψαλλόμενος εις την Οδόν του Μαρτυρίου του Κυρίου ημών Ιησού Χριστού
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξής Τροπάρια·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τόν διανύσαντα ὁδόν μαρτυρίου, δι᾽ εὐσπλαγχνίαν καί ἀγάπὴν ἐκθύμως, Θεάνθρωπον δοξάσωμεν τρανῶς, Ἰησοῦν, καὶ ἀκολουθήσαντες ἑκουσίως ταῖς τρίβοις, ταῖς Αὐτοῦ εἰς ἄνεσιν καταντήσωμεν θείαν, καί ἐποφθῶμεν μέτοχοι χαρᾶς, ἀναστασίμου, καί ἀγαλλιάσεως.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ: σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί ὃ Κανών, οὗ ἢ ᾿Ακροστιχίς:
«᾿Αναστασίμου πλῆσον ἡμᾶς χαρᾶς, Σῶτερ. Χ.»
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Στάσις Α΄.
Ὁ Κύριος καταδικάζεται ὑπό συνεδρίου παρανόμου.
Ἀδίκως, Θεάνθρωπε Ἰησοῦ, ὑπό συνεδρίου πλάνων ὁ καταδικασθείς, μελλούσης σόν δοῦλον καταδίκης, τόν παρανόμως βιοῦντα, ἐκλύτρωσαι.
Στάσις Β΄.
Ὁ Κύριος παραλαμβάνει τόν Σταυρόν.
Νῦν πόθῳ κραυγάζω σοι, Λυτρωτά· Σταυρόν ὡς κακοῦργος ἐπωμάδιον ὁ λαβών, σταυρόν ἀγογγύστως φέρειν πάντας, τῶν πειρασμῶν καθ᾽ ἑκάστην ἀξίωσον.
Στάσις Γ΄.
Ὁ Κύριος πίπτει τό πρῶτον.
Ἀνάστησον σθένει Σῷ θεϊκῷ, ἡμᾶς τούς πεσόντας ἁμαρτίας εἰς τόν βυθόν, ὡς ἄνθρωπος ὁ ὑπό τοῦ βάρους πεσών, Σταυροῦ σου, Χριστέ, εἰς τό ἔδαφος.
Θεοτοκίον.
Σόν Τόκον, Παρθένε μονογενῇ, ἣ θεασαμένη διανύοντα την ὁδόν, τοῦ πάθους Αὐτοῦ τοῦ ἑκουσίου, ἡμᾶς παθῶν ὑπερτέρους ἀνάδειξον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψτδος.
Στάσις Δ΄.
Ὁ Κύριος ὑπαντᾷ τῇ Μητρί αὐτοῦ.
Τήν ὁδόν σταυροφόρος τῶν Σῶν παθῶν, Κύριε, ὁ βαδίσας καί ὑπαντήσας Μητρί τῇ θείᾳ Σου, ἀξίωσόν με, Χριστέ, Σοί ἀσφαλῶς ὑπαντῆσαι ἐν παμφώτοις δώμασιν ἀϊδιότητος.
Στάσις Ε΄.
Ὁ Σίμων ὁ Κυρηναῖος αἴρει τόν Σταυρόν τοῦ Κυρίου.
Ἀγλαόμορφε Σῶτερ, ὡς τόν Σταυρόν Σίμωνα Κυρηναῖον Σοῦ μαρτυρίου ἄραι ἤγγάρευσαν Ἑβραῖοι, πέμψον τούς Σούς Ἀγγέλους ἄραι Σταυρόν μου λυπηρῶν καί θλίψεων, μόνε φιλάνθρωπε.
Στάσις ΣΤ΄.
Ἧ Βερονίκη σπογγίζει τό πρόσωπον τοῦ Κυρίου.
Σοῦ ἀξίωσον κάλλος ἰδεῖν μορφῆς ἄῤῥητον ἐν τοῖς οὐρανοῖς Σούς οἰκέτας, Ὅ ἐθεάσατο ἣ Βερονίκη, Χριστέ, ἐπί αὐτῆς μανδηλίῳ, ξένως ὡς ἱδρῶτος Σου ὄμβρους ἀπέσμηξεν.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου, Μῆτερ Θεοῦ ἄχραντε, κλαίουσα και ὀδυρωμένη βήμασι Τέκνου σου πρός λόφον τοῦ Γολγοθᾶ κατηκολούθεις, ἀπαύστως Ὅν δυσώπει ῥύσασθαι ἅπαντας θλίψεων.
Βοήθησον ἡμῖν τοῦ βίου τόν δίαυλον ἀγογγύστως διαπλεῦσαι, ὁ τήν ὁδόν, Θεάνθρωπε Κύριε, ἀνύσας ἐνδόξως τοῦ μαρτυρίου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστέ Ἰησοῦ, ὁ ἐτασμούς καί μάστιγας δεινούς ἐμπτυσμούς, κολαφισμούς, ῥαπίσματα ὑπομείνας καί σταύρωσιν δι᾽ ἀγάπην Σοῦ πλάσματος ἄφατον, ἡμᾶς σταυρῶσαι πάθη χαλεπά σύν ἐπιθυμίαις καταξίωσον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Στάσις Ζ΄.
Ὃ Κύριος πίπτει τό δεύτερον.
Μυστικῶς πάντας εὔχεσθαι καί τάς πτώσεις φεύγειν εἰς πάγας ὄφεως ἡμᾶς, Σῶτερ, καταξίωσον ὁ πεσών ἑλκόμενος τό δεύτερον.
Στάσις Η΄.
Ὁ Κύριος ὑπαντᾷ ταῖς γυναιξί τῶν Ἱεροσολύμων.
Οἰκτιρόν με τόν θέλοντα ἐν Ἐδέμ, Φιλάνθρωπε, ὑπαντῆσαί σοι, γυναιξί ἀκολουθούσαις σοι συναντήσας πρός Σήν θείαν Σταύρωσιν.
Στάσις Θ΄.
Ὁ Κύριος πίπτει τό τρίτον.
Ὑπερόπτας τῶν πτώσεων τῶν θανατηφόρων ἡμᾶς ἀνάδειξον, ὁ πεσών τό τρίτον, Κύριε, καθ᾽ ὁδόν πρός ἑκουσίαν σταύρῶσιν.
Θεοτοκίον.
Παναγία πανύμνητε, τήν καρδίαν διῆλθέ σου δίστομος ῥομφαία ὅτε ἑώρακας σόν μονογενῆ σταυρούμενον, Ὅν ἡμῖν ἱλέωσαι τοῖς δούλοις σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στάσις Ι΄.
Ὁ Κύριος ἀπεκδύεται τά Αὐτοῦ ἱμάτια.
Λόγε τοῦ Θεοῦ, ὁ ἀποκδυθείς χιτῶνά σου πρό σταυρώσεώς σου, καί ἡμῶν παθῶν χαμαιζήλων τό ἱμάτιον ἀπέκδυσον.
Ἤθεσι χρηστοῖς, Σοῖς οἰκέταις Σῶτερ, ἔνδυσον, ὁ Σόν ἄῤῥαφον χιτῶνα ἐκδυθείς καί χλαμύδα τὴν κοκκίνην ἐνδυσάμενος.
Σέ τόν δι᾿ ἡμᾶς, ὑπομείναντα ἀτίμωσιν καί ἱμάτων σου τον διαμερισμόν, ἔνδυσόν με ἀφθαρσίαν, Πολυέλεε.
Θεοτοκίον.
Ὄμβρισον ἣμῖν ὑετόν, Θεογεννήτρια, δωρεῶν Ἐσταυρωμένου σου Υἱοῦ, δι᾽ ἡμᾶς ἐν Γολγοθᾷ τό αἷμα χύσαντος.
ᾨδὴ στ΄. Τήν δέησιν.
Στάσις ΙΑ΄.
Ὁ Κύριος προσηλοῦται ἐπί τοῦ Σταυροῦ.
Νικήτορας κατ᾽ ἐχθρῶν ἀνάδειξον νοητῶν Σοῦ τούς δοξάζοντας πάθη καί τὴν προσήλωσιν ἐπί τοῦ ξύλου Σταυροῦ, Θεάνθρωπε Σῶτερ καί Κύριε, ὁ τῇ σταυρώσει Σου βροτῶν τῇ ἁγίᾳ θεώσας τό πρόσλυμμα.
Ἡγίασας, τῶν αἱμάτων ῥείθροις σου τόν Σταυρόν τόν πανσεβάσμιον, Λόγε ἐσταυρωμένε Θεοῦ τοῦ Ὑψίστου, ὁ προσηλώσας παλάμας καί πόδας σου τῷ ξύλῳ τῷ ζωοποιῷ, τῷ δαιμόνων ἰσχύν καταπαύοντι.
Μιμούμενοι νῦν, τήν σήν προσήλωσιν ἐπί ξύλου τοῦ Σταυροῦ, Ζωοδότα ἀναβοῶμεν· προσήλωσον ἥλοις, σῆς εὐσπλαγχνίας τῷ δένδρῳ, Θεάνθρωπε, τῆς σωτηρίας καί ζωῆς, αἰωνίου τούς Σοί δόξαν πέμποντας.
Θεοτοκίον.
Ἀπείρανδρε, Παναγία Δέσποινα, ἣ ἑστῶσα πρό Σταυροῦ τοῦ τιμίου, καί ἐν κλαυθμῷ γοερῷ ἐκβοῶσα· Ἔαρ γλυκύ μου ποῦ ἔδυ τό κάλλος Σου; ἀνάτειλόν μοι σαῖς εὐχαῖς, ἔαρ τῆς σωτηρίας φωτόλαμπρον.
Βοήθησον ἣμῖν τοῦ βίου τόν δίαυλον ἀγογγύστώῶς διαπλεῦσαι, ὁ τήν ὁδόν, Θεάνθρωπε Κύριε, ἀνύσας ἐνδόξως τοῦ μαρτυρίου.
Ἄχραντε, ἣ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παῤῥησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Σέ τοῦ παντός γλυκασμόν, πολχυεύσπλαγχνε, ἐπί Σταυροῦ καθορῶντες κρεμάμενον καί ποτιζόμενον πόμα πικρότατον δακρυῤῥοοῦμεν καί κράζομεν· γλύκανον ἡμῶν τὴν πικρίαν τῶν θλίψεων.
Προκείμενον. Ἦχος δ΄.
Γένοιτο, Κύριε, τό ἔλεός Σου ἐφ᾽ ἡμᾶς.
Στίχος. Σύ εἶ ὁ Θεός ὁ Σωτήρ μου καί Σέ ὑπέμεινα ὅλην τήν ἡμέραν.
Εὐαγγέλιον ἐκ τοῦ κατά Μᾶρκον (Κεφ. η΄ 34 – θ΄ 1).
Εἶπεν ὁ Κύριος · Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ, καί ἀκολουθείτω μοι. Ὅς γάρ ἄν θέλῃ τήν ψυχήν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὅς δ᾽ ἂν ἀπολέσῃ τήν ψυχήν αὐτοῦ ἕνεκεν ἐμοῦ και τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήσῃ τόν κόσμον ὅλον, καί ζημιωθῇ την ψυχήν αὐτοῦ; ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὅς γάρ ἐάν ἐπαισχυνθῇ με καί τούς ἐμούς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καί ἁμαρτωλῷ, καί ὁ υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρός αὐτοῦ μετά τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς· ἀμήν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Δόξα.
Σῶτερ, ὁ ἀνύσας ὁδόν τοῦ μαρτυρίου, ὑπόδειξόν μοι τρίβους τάς πρός Σέ ἀπαγούσας.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον το ἀνόμημά μου.
Ὁ λαός ὁ ἄνομος, ὁ δυσσεβής καί ἀγνώμων Σέ τόν πολυεύσπλαγχνον Κτίστην κατεδίκασε, φεῦ, εἰς θάνατον καί ἐξηνάγκασε δρόμον μαρτυρίου διανῦσαι ἐπωμάδιον Σταυρόν τόν τίμιον φέροντα, οἰκτῖρμον Θεάνθρωπε, ἐν ᾧπερ καί ὡς ἄνομος προσηλώθης· ὅθεν βοῶμέν σοι· ὦ Ἐσταυρωμένε, ἀφάτου ἀγαθότητος φανέ, κακίας ζόφον διάλυσον τῶν δοξολογούντων σε.
Σῶσον, ὁ Θεός, τόν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στάσις ΙΒ΄.
Ὃ Κύριος ἐπί τοῦ Σταυροῦ ἀναφωνεῖ: Τετέλεσται.
Σέ γυμνόν καθορῶντες ὡς κατάκριτον, Σῶτερ, ἐν ξύλῳ κράζομεν· Ἔσταυρωμένε Λόγε Θεοῦ τοῦ προανάρχου, ἐκ τοῦ ὕψους ἐπίβλεψον, τοῦ Σοῦ Σταυροῦ ἐφ᾽ ἡμᾶς, ἀεί δοξάζοντάς Σε.
Χρυσαυγέστατον ἦμαρ σωτηρίας οἰκέταις τοῖς Σοῖς ἀνάτειλον, ἡλίου τάς ἀκτῖνας, τοῦ ὑλικοῦ ὁ κρύψας ὡς τετέλεσται ἔκραξας, καί Πνεῦμα Σόν παραδούς Πατρί σου τῷ
ἀνάρχῳ.
Ἀναργύρως ὁ πάντας ἰασάμενος, Σῶτερ, δεινῶς τοῖς κάμνουσι, τριάκοντα Ἑβραίοις ἀνόμοις ἀργυρίοις παρεδόθης, Θεάνθρωπε, καί ἐπί ξύλου Σταυροῦ, ἀσπλάγχνως ἠωρήθης.
Θεοτοκίον.
Ῥεῖθρα, Μῆτερ, δακρύων οἰκετῶν σου τῷ μάκτρῳ, ἁγνή, ἀπόσμηξον, ἣ δακρυῤῥόους θρήνους ἐπί ἐσταυρωμένον μητρικῶς ἐπιῤῥαίνουσα Υἱόν σου, τόν δι᾽ ἡμᾶς, παθόντα
καί ταφέντα.
ᾨδὴ η΄. Τόν Βασιλέα.
Στάσις ΙΓ΄.
Τό σῶμα τοῦ Κυρίου ἀποκαθηλοῦται.
Ἀδάμ ὁ πλάσας, Ἀριμαθαίου παλάμαις ἐκ τοῦ ξύλου ἀπεκαθηλώθη, ἁμαρτίας πάσας, ὁ καθελών τοῦ κόσμου.
Σπλαγχνίσθητί μοι, τῷ Σέ δοξάζοντι πόθῳ, σύν τοῖς Σοῖς κηδευταῖς, Ζωοδότο, σῶμά Σου τό θεῖον, ἀλείψασι τοῖς μύροις.
Σύν Νικοδήμῳ καί Ἰωσήφ Σοι βοῶμεν· δυσωδίαν ἀπόπλυνον τάχος, οἰκετῶν σου μύρῳ, Σῆς εὐσπλαγχνίας, Σῶτερ.
Θεοτοκίον.
Ὠ Φῶς τοῦ κόσμου, πῶς νῦν νεκρόν καθορῶ Σε, ἣ Σή Μήτηρ ἐβόα, Παντάναξ, ἧς πρεσβείαις ζόφον, ἡμῶν κακίας λῦσον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στάσις ΙΔ΄.
Ὁ Κύριος ἐνταφιάζεται διά νά ἐπακολουθήσῃ ἣ ἔνδοξος Αὐτοῦ ᾿Ανάστασις.
Τόν πάνσεπτόν Σου Τάφον, πόθῳ προσκυνοῦμεν, ἐξ Οὗ Ζωή ἐκπηγάζει αἰώνιος, καί Σήν δοξάζομεν πάντιμον ἐξανάστασιν.
Ἐν κατανύξει κράζω· Τάφε Ζωοδόχε, θάψον ἐμοῦ τά δεινά παραπτώματα, καί πρός ζωήν με ἀνάστησον αἰωνίζουσαν.
Ῥανίδας μου δακρύων, μή ἀποποιήσῃς, Ἐξαναστάς ἐκ τοῦ τάφου τριήμερε, Χριστέ, ἀλλά σμῆξον ταύτας ἀγάπης μάκτρῳ σου.
Θεοτοκίον.
Χαρᾶς αἰωνιζούσης, καταξίωσόν με, τῆς σύν Χριστῷ ἀναστάντι, Μητρόθεε, τῷ πανιέρῳ Υἱῷ σου καί Παντοκράτορι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
καί τὰ παρόντα Μεγαλυνάρια.
Δόξα Σοι, Θεάνθρωπε Ἰησοῦ, δρόμον μαρτυρίου τῷ ἀνύσαντι καί τό Σόν πνεῦμα παραδόντι ἐν τῷ Σταυρῷ Πατρός Σου χερσί, μεθ᾽ Οὗ συγχαίρει ἐν θείοις δώμασι.
Ὕβρεις καθυπέμεινας δυσσεβῶν, αἰκισμούς, κακώσεις, ἐμπτυσμούς τε κολαφισμούς καί τήν ἐπί ξύλου προσήλωσίν σου, Σῶτερ, ὡς ἔσχατος κακοῦργος καί ἀνομότατος.
Ὄξος ὁ γευσάμενος καί χολήν ἀγογγύστως, δός μοι πικροτάτων ἀπαλλαγήν πόνων καί ἡμέρας τοῦ βίου μου ἁπάσας τῷ μέλιτι ἀγάπης Σῆς θείας γλύκανον.
Ἀλλον Κυρηναῖον, Παμβασιλεῦ, ἐξαπόστειλόν μοι τοῦ βαστάσαι τῶν πειρασμῶν τόν Σταυρόν μου, κράζω, καί θλίψεῶν παντοίων, ὅτι ὑπό τοῦ βάρους τούτων νῦν κάμπτομαι.
Καταξίωσόν με ἐν προσευχῇ διανῦσαι δρόμον μαρτυρίου Σου, Ἰησοῦ, καί τόν Ζωοδόχον Σοῦ Τάφον προσκυνῆσαι, ἐξ Οὗ Ζωή πηγάζει πᾶσιν αἰώνιος.
Τούς ἀσπαζομένους τόν Σόν Σταυρόν καί σεπτόν Σου Τάφον, καταξίωσον, Λυτρωτά, κοινωνούς γενέσθαι τῆς ᾿Αναστάσεώς Σου καί τῆς σύν Σοί ἐν πόλῳ ἀγαλλιάσεως.
Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ᾿Αποστόλων ἣ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τό Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Τήν ὁδόν μαρτυρίου Σου τὴν δακρύβρεκτον, ἥνπερ διήνυσας αἴρων τόν ζωηφόρον Σταυρόν, ἵνα φθάσῃς εἰς τὴν πάνσεπτόν Σου σταύρωσιν, καί τὴν ἐκ Τάφου φωταυγῇ ἐξανάστασιν τήν Σήν δοξάζομεν, Ζωοδότα, βοῶντες· δεῖξον τόν δρόμον ἣμῖν τόν ἄγοντα πρός θέωσιν.
Ἐκτενής καί ᾿Απόλυσις, μεθ᾽ ἥν ψάλλομεν τό ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Σέ τόν ἀγογγύστως τόν Σταυρόν αἴροντα ἐπ᾽ ὥμων ὁρῶντες εἰς μαρτυρίου ὁδόν κράζομεν· Θεάνθρωπε, ἥμῖν βοήθησον, τόν σταυρόν αἴρειν πάντοτε, ζωῆς τῆς προσκαίρου, πειρασμῶν τε θλίψεων, δεινῶν κακώσεων καί παντοδαπῶν ἀλγῃδόνων, ἵνα καταντήσωμεν πάντες, εἰς τήν Βασιλείαν Σου τήν ἄληκτον.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου και λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.
Δι’ ευχῶν τῶν ‘Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.
Δίστιχον·
Παντελεήμονος χάριν μαρτυρίου
Χριστοῦ ὁδῷ ἔψαλε Χαραλάμπης.