Παρακλητικός Κανών εις την Οσία Άννα η Μετενομασθείσα Ευφημιανός

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 2 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν γεηρῶν τὰς ἡδονὰς παριδοῦσα, καὶ ἀνδρικῇ ἐν συνοδείᾳ κρυβεῖσα, θεοφεγγῶς ἐστήριξας παμμάκαρ τὸν νοῦν, Πνεύματος ταῖς λάμψεσιν, ἀδαπάνητον χάριν· ὅθεν ἀναβλύζουσα, τοῖς ποθοῦσιν εὐφρόνως, ἰχνηλατῆσαι δρόμον τοῦ Χριστοῦ, Ἄννα λιταῖς σου, ἡμᾶς φωταγώγησον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἄννα, προσδέχου ἐμὴν ἱκεσίαν. Ἰσιδώρας Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀλήκτῳ λατρεύουσα χαρμονῇ, πανεύφημε Ἄννα, Θεαρχίαν τὴν τριφαῆ, τὸ σκότος διάλυσον νοός μου, ταῖς ἀστραπαῖς θεαυγοῦς ταπεινώσεως.

Νικήσασα Μῆτερ τὰς ἀπηνεῖς, ἐφόδους τοῦ πλάνου, παντευχίᾳ σου ἀῤῥαγεῖ, ἐνίσχυσον Πνεύματος τῷ σθένει, τοὺς ἀνυμνοῦντας τὸν ξένον σου δίαυλον.

Νευρώσασα πίστει θεουργικῇ, τοῦ θήλεος φύσιν, ἐνεδύθης ὑπομονήν· διόπερ γενοῦ μοι ἀντιλήπτωρ, εἰς μετανοίας πορείαν τὴν δύσβατον.

Θεοτοκίον.
Ἀγρύπνοις πρεσβείαις σου ἀγαθή, ἀθλίαν ψυχήν μου, ἐκκαθαίρουσα μυστικῶς, ἀνάδειξον ἔγχρυσον φορεῖον, τοῦ Ζωοδότου Υἱοῦ σου πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πρυτανεύουσα Ἄννα, θεοφεγγεῖς χάριτας, δώρησαι ἡμῖν καρτερίας, τὴν ἱλαρότητα· καὶ γὰρ τοῦ σύζυγος, καὶ τῶν τεκνίων τὸν πότμον, πρόσκλησιν λελόγισαι, θείας ἀθλήσεως.

Ῥυομένη μανίας, τοῦ φθονεροῦ δράκοντος, Ἄννα συμπαθείας ἰσχύι, πάντας ὀχύρωσον, ἵνα οἰκτίρμονι, καὶ φιλαδέλφῳ καρδίᾳ, λύωμεν σκοτόμαιναν, τῆς κατακρίσεως.

Ὀδυνώμενον σφόδρα, ἐν ἀλγεινοῖς πάθεσιν, ἴασαι κἀμὲ ταῖς εὐχαῖς σου, νέμουσα ἄφεσιν· καὶ γὰρ κατηύγασας, ἐν ἀρχιφώτῳ εὐκλείᾳ, Ὄλυμπον καὶ Βόσπορον, Ἄννα θεόφωτε.

Θεοτοκίον.
Σελασφόρῳ δεήσει, ἀγαθουργὲ Ἄχραντε, φώτισον σεπτὴν Ἐκκλησίαν, διασκεδάζουσα, τῆς ἀγνωσίας ἀχλύν, καὶ μητρικῇ σου εὐνοίᾳ, γνῶσιν ἐπομβρίζουσα τὴν ἀκατάληκτον.

Διάσωσον, ἐκ ψυχοφθόρων παγίδων τοῦ ἀρχεκάκου, τοὺς ἐν πίστει πανευλαβεῖ, εὐφρόνως προστρέχοντας, θεόῤῥυτε Ἄννα, τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν πεύκῃ κλεινῇ, καὶ κέδρῳ κυπαρίσσῳ τε, πιστῶν θεαυγῆ προσείλκυσας συνέλευσιν, εἰς ὀσμὴν ἀρώματος, Ζωοδότου Ἄννα καλλίνικε, Ἀβραμιτῶν Μονὴν θεουργικήν, ἐγείρασα Προῦσαν εἰς πανόλβιον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δεξαμένη δεήσεις μου, Ἄννα θεοδώρητε τὴν παράλογον, τῆς οἰήσεως ἀφάνισον, μῆνιν τὴν ἀόκνως πολεμοῦσάν με.

Εὐεργέτις ὡς ἄμπελος, Εὐφημιανέ με ἀῤῥήτως γλύκανον, εὐμενείας σου τοῖς βότρυσι, Μάνδραν τοῦ Ὀλύμπου καθηδύνασα.

Χαρμοσύνοις φωτίσμασι, ζόφωσιν κατάργησον ἀπογνώσεως, ἡ τὴν Προῦσαν ἀγλαΐσασα, Ἄννα ἐλπιδώροις σου χαρίσμασι.

Θεοτοκίον.
Ὁλοχρύσεον ἔνδυμα, φέρουσα Θεόνυμφε καθαρότητος, γυμνωθέντα με τοῖς πάθεσι, σκέπασον ἐν ὥρᾳ τῆς ἐτάσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσας λαμπρῶς, μῆτερ Ἄννα τὸν Οἰκτίρμονα, ὑετίζουσα λιταῖς σου φαειναῖς, ἱλασμοὺς τοῖς ἐκζητοῦσι τὰς δεήσεις σου.

Ἔπαρον Χριστοῦ, θείας χεῖράς σου πανεύφημε, καὶ παράσχου ὑμνηταῖς σου τὴν χαράν, κατευνάζουσαν τῶν θλίψεων τὴν κάμινον.

Μέμνησο ἡμῶν, ἀνυμνούντων σε πανάριστε, σὺν τῷ θείῳ σου ἀγλώττῳ ἀσκητῇ, διὰ σέβας τῶν Εἰκόνων μαρτυρήσαντι.

Θεοτοκίον.
Ἥδυνον ἡμᾶς, ἐξαλείφουσα πικρότητα, τῆς ἀρχαίας παραβάσεως ἁγνή, καὶ δωροῦσα τὴν ἀρχέγονον λαμπρότητα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νενίκημαι, δυσμενοῦς τοῖς βέλεσι, καὶ τραυμάτων ἀλγηδόσι στενάζω· διὸ τῇ σκέπῃ σου Ἄννα προστρέχω, ἐπιζητῶν ἀκεσώδυνα φάρμακα. Καὶ γὰρ ἐν σοὶ θεοπρεπῶς, ἐδοξάσθη Χριστοῦ τὸ μαρτύριον.

Ἰθύνασα, τοῦ νοὸς ὁρμήματα, εἰς τρισσόφωτον Χριστοῦ κοινωνίαν, τῶν Σεραφεὶμ προσεδέξω τὴν καῦσιν, καθυπομείνασα χλεύης ἀπήνειαν· διὸ ἰάτωρ θαυμαστή, ψυχοφθόρων παθῶν μου γενήθητι.

Καλλίστεφος, μοναζόντων Ἄγγελος, ἐνυπάρχουσα πανάριστε Ἄννα, ἀλαζονείας δεινὴν δυσωδίαν, ἐκ τῆς ψυχῆς μου ἐξάλειψον, δέομαι· καὶ γὰρ μυρίπνοον Υἱόν, ἐν ὀσμῇ τῆς κενώσεως εἵλκυσας.

Θεοτοκίον.
Εὐφραίνουσα, ταπεινῶν τὸ σύστημα, λαμπηδόσι χαρμοσύνου ἀγάπης, ἐν τῷ βαράθρῳ ἀθλίας ψυχῆς μου, αὐτογνωσίας τὸ φῶς ἐξαπόστειλον. Φωτὸς ὑπάρχουσα τροφός, καὶ βροτῶν τιθηνὸς πανακήρατος.

Διάσωσον, ἐκ ψυχοφθόρων παγίδων τοῦ ἀρχεκάκου, τοὺς ἐν πίστει πανευλαβεῖ, εὐφρόνως προστρέχοντας, θεόῤῥυτε Ἄννα, τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τοῦ Ὀλύμπου ἡδύῤῥυτος μέλισσα, ἐν τῷ κηρίῳ τῆς πίστεως ἥδυνας, σεπτῶν μοναστῶν τὰ συστήματα, ἀῤῥενωθεῖσα Τριάδος ἐμπνεύσεσιν, ὦ Ἄννα, Βοσπόρου τὸ καύχημα.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. κε’, 1-13).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· κύριε, κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πόθῳ τοῦ Παντάνακτος, ὑπενεγκοῦσα ἔνθέως, σύζυγος καὶ τέκνων σου στέρησιν ἀδήριτον, Ἄννα ἔνδοξε, εἰς βουνοὺς ἔδραμες, τῆς θεογνωσίας, ἀνδρωθεῖσα ἐν χρηστότητι· ὅθεν εἰς Ὄλυμπον, ἔλαφος καθάπερ ταχύδρομος, τοὺς ὄφεις διεσπάραξας, Εὐφημιανοῦ ἐν τῷ σχήματι. Καὶ νῦν δεχομένη, Χριστοῦ φωτοχυσίαν τριφαῆ, τοῖς ὑμνηταῖς σου πρυτάνευσον, πταισμάτων τὴν ἄφεσιν.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στεῤῥοτάτῃ καρδίᾳ, ἀνδρικῶς ὑπερβᾶσα, θηλείας χαύνωσιν, ἰσχύι μαρτυρίας, καὶ σθένει εὐτολμίας, τοὺς κραυγάζοντας ἔνδυσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἱλαρότητι θείᾳ, τὸν φλογμὸν αἰσθομένη, δεινῶν καὶ θλίψεων, Τριάδος ἐν τοῖς ὄμβροις, μετάβαλε εἰς δρόσον, φλογοτρόφον στυγνότητα, τῶν ἐναγῶν μου παθῶν, ὦ Ἄννα θεσπεσία.

Ἀλγεινῶν σηπεδόνων, καὶ ἀπείρων τραυμάτων, ὑπάρχων ἔμπλεως, προσφεύγω σου τῇ σκέπῃ, αἰτούμενος τὴν ῥῶσιν, τῆς ψυχῆς καὶ τοῦ σώματος, Ἄννα τερπνὴ λαμπηδών, σεπτῆς ἐπιεικείας.

Θεοτοκίον.
Νεουργεῖς τὰς καρδίας, ἐν τῷ οἴνῳ ἀγάπης τοῦ Πανοικτίρμονος, Παρθένε μεταδοῦσα, τὴν μέθην θεουργίας, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ Σαρκωθεὶς δι’ ἡμᾶς, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἴδοιμι αἴγλην, φαεινοτάτης μορφῆς σου, μῆτερ Ἄννα ἐν ὥρᾳ ἐξόδου, πίστει δυναμοῦσαν, τὴν ἔντρομον ψυχήν μου.

Σίγμα φαιδρύνεις, τοῦ Βυζαντίου θεόφρον, ἐν τοῖς πόνοις ἀσκήσεως ξένης, Ἄννα δωρουμένη, ἐνθέους παρακλήσεις.

Ἵνα εὐφράνῃς, τοὺς ταπεινούς σου ἱκέτας, μετανοίας κατάρδευσον ὄμβροις, πίστει προσκυνοῦντας, εἰκόνα σου ἁγίαν.

Θεοτοκίον.
Δωροφοροῦσα, τῇ Ἐκκλησίᾳ τὴν χάριν, τοῦ ἐλέους ἐκχέεις τὰ ῥεῖθρα, Κόρη ὡς χειμάῤῥους, ἀχράντου εὐλογίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡραίως χορηγοῦσα, τῆς υἱοθεσίας, εἰρηνοδώρους ἐλλάμψεις ἀγάθυνον, τὰς σκοτεινάς μου ἐννοίας ἀειμακάριστε.

Ῥωννύουσα ἐμπύρως, τοὺς ἀπεγνωκότας, τοῦ Παρακλήτου φαιδραῖς ἀντιλήψεσιν, ἐλπιδοφόρον ὑπάρχεις ἡμῶν ἐχέγγυον.

Ἀνάψυξιν παρέχεις, τοῖς ἀπεῤῥιμμένοις, ἐν τῷ βοθύνῳ πικρᾶς κατακρίσεως, τῆς ἁμαρτίας διώκουσα τὴν σκοτόμαιναν.

Θεοτοκίον.
Σταλάζεις εὐφροσύνην, Μῆτερ Θεοτόκε, τῶν ταπεινῶν ταῖς εὐώδεσι τάξεσι, κενοδοξίας τοὺς πύργους κατεδαφίζουσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Βυζαντίου ἡ φωτουργός, μετονομασθεῖσα, νουνεχῶς Εὐφημιανός, Μάνδραν μοναζόντων, ἐγείρασα ἐν Προύσῃ, καὶ κάλλος ἐνδυθεῖσα, Ἄννα ἀρχίφωτον.

Χαίροις τοῦ Βοσπόρου ἁγιασμός, καὶ τῆς Ἐκκλησίας, ἀπειρόδωρος τιθηνός, νήψεως τῷ ἄρτῳ, ἐκτρέφουσα τὸν Λόγον καὶ οἴνῳ ἀφανείας, τοῦτον μεθύσκουσα.

Χαίροις τοῦ Ὀλύμπου ἀμαρυγή, Ἄννα θεηγόρε, ἀνδρωθεῖσα τρισσοφαεῖ, χάριτι τοῦ Λόγου, καὶ νείμασα ἐν κόσμῳ, ἐνθέου παρακλήσεις, τῆς Ἀναστάσεως.

Πόθῳ κατετρώθης τοῦ Ποιητοῦ, οὐδόλως πληγεῖσα, ταῖς τοξείαις τοῦ πτερνιστοῦ, ὃν κατετροπώσω, ὀθνείᾳ ταπεινώσει, τὴν Λαύραν τοῦ Ὀλύμπου, Ἄννα στηρίξασα.

ᾌσωμεν σεπτὸν Εὐφημιανόν, κρύψαντα εὐφρόνως, θείας Ἄννης εὐλογητόν, ὄλβον ἀφθαρσίας, πλουσίως ἐκχεούση, ἰάσεων ἀπείρων, θεῖα χαρίσματα.

Ἄννα ἐνδυθεῖσα τὰς ἀστραπάς, θείου σου φωσφόρου, ἰχνηλάτησας ἐν χαρᾷ, δρόμον ξενιτείας, καλῶς ἀπωσαμένη, ἡδέων τὴν ἀπάτην, καὶ ματαιότητα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέλι, γεγευμένη μυστικῶς, τῆς τρισσοφαοῦς κοινωνίας, Ἄννα καλλίφωτε, νέμεις τὴν γλυκύτητα, τῆς ἀγαθότητος, λυτρουμένη κακώσεων, παθῶν καὶ κινδύνων, πάντας τοὺς ὑμνοῦντάς σε, ἐν καθαρότητι· ὅθεν, ἱλαρῶς ἐκβοῶμεν· χαίροις τοῦ Ὀλύμπου ἡ κέδρος, πνέουσα ὀσμὴν τῆς Ἀναστάσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.