Παρακλητικός Κανών εις την Οσία Ειρήνη Χρυσοβαλάντου την Θαυματουργόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 28 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ φερωνύμῳ διαλάμπουσα κλήσει, τὰ τῆς εἰρήνης ἀγαθὰ πλουτοδότως, Εἰρήνη παμμακάριστε ὄμβρισον ἡμῖν· κόπασον τὸν τάραχον τῶν δεινῶν νοσημάτων, σκέδασον τὰ σκάνδαλα, τοῦ δολὶου βελῖαρ, καὶ εἰρηναὶὰν δῶρησαι ζωήν, τοῖς προσιοῦσιν, Ὅσία τῇ σκέπῃ σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εἰρήνης ἀξίωσον ἠμᾶς Εἰρήνη. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Εἰρήνης τὸν Ἄρχοντα ἐκτενῶς, Εἰρήνη δυσώπει, εἰρηναίαν καὶ εὐσταθῆ, ἡμᾶς διανύειν πολιτείαν, καὶ τοῦ ἐχθροῦ ἀποφεύγειν τὰ σκάνδαλα.

Ἰλύος ῥυσθεῖσα τῆς κοσμικῆς, σκανδάλων τοῦ βίου, καὶ ἁπάσης ἐπιβουλῆς, καὶ γλώσσης δολίας καὶ δυσφήμου, τοὺς προσιόντας σοι Μῆτερ ἁπάλλαξον.

Ῥευμάτων ἀΰλων τὸν γλυκασμόν, ψυχαῖς φαρμαχθείσας, τῇ κακίᾳ τοῦ δυσμενοῦς, ἐπίσταξον Μῆτερ οὐρανόθεν, καὶ τὸν ἰόν τῶν παθῶν ἀποξήρανον.

Θεοτοκίον.
Ἡ ἄῤῥητος φύσις καὶ παντουργός, ὦ θαύματος ξένου! Συνεσχέθη ἐν σῇ γαστρί, σαρκὶ ἐνωθεῖσα ἀσυγχήτως, εἰς σωτηρίαν ἡμῶν Παναμώμητε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νὐμφευθεῖσα τῷ Λόγῳ, ἀσκητικῶς πάνσεμνε, τὰ τῆς ἀλογίας μου νέφη, μακρὰν ἀπέλασον, ἐξ ὧν τῆς μήνιδος, ἡ δυσωδία πηγάζει, τὴν τοῦ θείου Πνεύματος, σχέσιν μακρύνουσα.

Ἡ ἐκ ῥίζης εὐώδους, θεοπρεπῶς λάμψασα, τὰς τῆς ἀνομίας ἀκάνθας, πρόῤῥιζον ἔκτιλλον, ἐκ τῆς καρδίας μου, τῶν πρεσβειῶν σου σκαπάνη, καὶ φόβον τὸν ἔνθεον, ταύτῃ ἐμφύτευσον.

Σαρκικῶν ἀλγηδόνων, καὶ ψυχικῆς θλίψεως, πονηρευομένων ἀνθρώπων, πάσης φαυλότητος, καὶ συστροφῆς χαλεπῶν, ἀπαρατρώτους ἀπαύστως, Εἰρήνη διάσωζε, τοὺς εὐφημοῦντάς σε.

Θεοτοκίον.
Ἀποῤῥήτως ἐν μήτρᾳ τὸν τοῦ Πατρὸς σύνθρονον, Λόγον σαρκωθέντα ἀσπόρως, Ἁγνὴ χωρήσασαν, παθῶν στενώσεως, πρὸς πλατυσμὸν ἀπαθείας, τὸν νοῦν μου κυβέρνησον Θεοχαρίτωτε.

Διάσωσον, ἐκ δυσμενείας καὶ ἔχθρας θανατηφόρου, τοὺς πρὸς σὲ μετὰ σπουδῆς καταφεύγοντας, καὶ αἰτουμένους Εἰρήνη τὴν σὴν πρεσβείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἠ σῇ ἀρωγῇ, ὡς μάχαιρα ἀμφίστομος, Εἰρήνη σεμνή, γενέσθω τοῖς ἰκέταις σου, τὰς συμπλοκᾶς συγκόπτουσα, δυσμενείας ἁπάσης καὶ μήνιδος, σὺ γὰρ εἰρήνην νέμουσα ἡμῖν, τῷ σάλω ἐπιτιμᾶς τῶν θλίψεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ξενοτρόπως ἀσκήσασα, ξένωσον τὸν νοῦν μου ἐκ πάσης μήνιδος, πονηρίας καὶ συγχύσεως, καὶ μνησικακίας Εἰρηνώνυμε.

Ἰαμάτων ἐπόμβρισον, Μῆτερ τὰς σταγόνας καὶ καταδρόσισον, τοὺς φλογμῶ νόσων καὶ θλίψεων, κατατηκομένους ἐχθροῦ τοῖς ἀνθραξι.

Ὡραιόθης ποθήσασα, τὸν ὡραῖον Λόγον ὃν καθικέτευε, ὡραιῶσαι τὴν καρδίαν μου, καὶ τὰ τῆς σαρκὸς παῦσαι σκιρτήματα.

Θεοτοκίον.
Σωτηρίας λιμένα σε, Κόρη ἐπιστάμενος σοὶ ἀνέθηκα, τὰς ἄγκυρας τῆς ἐλπίδος μου, μὴ οὖν ὑπερίδης τὸν προσφυγόντα σοι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλη καθαρά, ὡς παρθένος πανακήρατος, τῷ νυμφίω ἠγγυήθης τῶν ψυχῶν, ὦ ἐγγυᾶς μετανοίας μοι προσάγαγε.

Νέκρωσον ζωῆς, ἑξανθήσασα θανάτωσε, τὴν ἔτι ζῶσαν ἁμαρτίαν, ἐν ἐμοί, καὶ πρὸς κτῆσιν ἀπαθείας μὲ διέγειρον.

Ἤστραψας ἐν γῇ, ὡς λαμπὰς τοῦ Θείου Πνεύματος, διαλύουσα τοῦ μίσους τὴν ἀχλύν, καὶ ἀγάπης ἀνατέλλουσα τὴν ἕλλαψιν.

Θεοτοκίον.
Μήτηρ τῆς ζωῆς, ἀνεδείχθης Παναμώμητε, διὸ νέκρωσον παθῶν μου τὰς ὁρμᾶς καὶ τὸν νοῦν μου, πρὸς ἐγρήγορσιν ἀνάστησον.

ᾨδὴ στ΄ . Τὴν δέησιν.
Ἀνάτειλον, ὁμόνοιας ἡμέραν, καὶ εἰρήνης ἀληθοῦς τὰς ἀκτίνας, τοῖς τοῦ θυμοῦ καὶ ὀργῆς ἐν τῷ σκότει, κατακειμένοις ἀπάτη τοῦ ὄφεως, σοὶ γὰρ ἐδόθη πρὸς Θεοῦ, εἰρηνεύειν ἡμῶν τὴν διάστασιν.

Στομώσασα, τῷ τοῦ Λόγου ἔρωτι, τῆς ψυχῆς σου τὰς κινήσεις Ὁσία, ξίφος ἐγένου ἐχθροὺς κατακόπτον, καὶ διχονοίας λικμίζον τὸ ἄχυρον, διὸ τῆς ἔχθρας ἐν ἐμοί, τὴν σφριγώσαν κακίαν κατάβαλε.

Ἐπίβλεψον, ἰλαρῶ σου ὄμματι, ἐφ’ ἠμᾶς τοὺς σοὺς ἰκέτας Ὁσία, καὶ τὰς ὀδύνας ἡμῶν καὶ τὰς θλίψεις, ἐπικουφίζουσα τάχος ἀφάνισον, ἐν ὁμονοίᾳ τὴν ζωήν, συντηροῦσα ἡμῶν ἀστασίαστον.

Θεοτοκίον.
Ἰσχύος, ἐνυποστάτου σκήνωμα, ἐκ Πατρὸς προερχομένης ἀνάρχως, ἀναδειχθεῖσα Θεόνυμφε κόρη, τὴν ἀσθενοῦσαν καρδίαν μου νεύρωσον, πρὸς ἐργασίαν ἀρετῶν, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Διάσωσον, ἐκ δυσμενείας καὶ ἔχθρας θανατηφόρου, τοὺς πρὸς σὲ μετὰ σπουδῆς καταφεύγοντας, καὶ αἰτουμένους Εἰρήνη τὴν σὴν πρεσβείαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Προστασία τῶν Χριστιανῶν.

Παῤῥησίαν κεκτημένη πρὸς τὸ νυμφίον σου, ὡς παρθένος Ὁσία φρόνιμη καὶ ἔνθεος, μὴ ἐλλείπης ὑπὲρ ἡμῶν πρευσβεύειν ἐκτενῶς, ἵνα ῥυσθῶμεν πάσης ὀργῆς, καὶ πολυτρόπων πειρασμῶν, οἱ πιστῶς ἐκβοῶντές σοι, πρόφθασον ὦ Εἰρήνη καὶ δώρησαι τοῖς σοῖς δούλοις, συμβίωσην εἰρηνικήν, καὶ ἀγάπην ἀστασίαστον.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Στίχος.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. η΄ 34-38 , θ΄1).

Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς ἀμήν λέγω ὑμίν ὅτι εἰσί τινές τῶν ὧδε ἐστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυίαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅρμημα ἀκάθεκτον, καὶ τὰς κρυφίους ἐνέδρας, τοῦ δολίου δράκοντος, καθ’ ἠμῶν ματαίωσον Εἰρηνώνυμε, καὶ δεινῶν θλίψεων, τὰς ἐπαναστάσεις, καταπράϋνον καὶ κόπασον, ἅπαν σκευώρημα, καὶ διχοστασίας τὰ σκάνδαλαν, εἰρήνην ἀστασίαστον, ταῖς εἰρηνοδώροις πρεσβείαις σου, πάσι χορηγοῦσα, Εἰρήνη τῶν Ὁσίων καλλονή, ὡς ἂν ἡσύχως βιώσαντες, δόξης ἐπιτύχωμεν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥάβδω τῶν πρεσβειῶν σου, τοὺς κυκλώσαντας κύνας τὴν τάλαινάν μου ψυχήν, ἐκδίωξον Ὁσία, καὶ τῇ ἀντιτυπίᾳ, τῆς θερμῆς προστασίας σου, ἰκάνωσόν μου τὸν νοῦν, κατὰ τοῦ ἀντιπάλου.

Ἠλλοιώθην τὸ πνεῦμα, ἐνεκρώθην τὸ σῶμα ταῖς πρὸς τὸ χεῖρον ῥοπαῖς ἀλλ’ ἄνωθέν μοι πρόσχες, καὶ ἴδε μου τὴν θλίψην, καὶ τῶν πόνων τὰ δάκρυα, καὶ ὄρεξόν μοι σεμνή, σωτηριώδη χεῖρα.

Νοσημάτων παντοίων, παθημάτων ποικίλων καὶ πειρασμῶν χαλεπῶν, δαιμόνων ἐπηρείας, ἀνθρώπων πονηρίας, κακοτρόπων ἁπάλλαξον, τοὺς προσιόντας θερμῶς, Εἰρήνη τῇ σῇ σκέπῃ.

Θεοτοκίον.
Ἡ Πανάμωμος κόρη, ἡ τεκοῦσα τὸν Κτίστην καὶ Ποιητὴν τοῦ παντός, ἐκ μώμου ἐγκλημάτων, καὶ σπίλων ἁμαρτάδων, τὴν ψυχήν μου καθάρισον, ἵνα ὑμνῶ σε ἀεί, τὴν Κεχαριτωμένην.

ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Γαλήνην Μῆτερ, τοῖς ἐν θαλάσσῃ τοῦ βίου, κινδυνεύουσιν ἑξαίτει οὐρανόθεν, τούτους κυβερνώσα, πρὸς ὅρμον σωτηρίας.

Ἐκ τῶν σκανδάλων, καὶ συστροφῶν ὀλεθρίων, περιφρούρησον ἡμῶν τὴν πολιτείαν, ταῖς τῆς ὁμονοίας βάρεσι μακαρία.

Ῥερυπωμένον, τῇ κοινωνίᾳ τοῦ μίσους, ἀποκάθαρον τὸν νοῦν μου πανολβία, τῆς φιλαδελφίας, καθαρτικῆ ἀρδεία.

Θεοτοκίον.
Ἁγιωσύνης, περιφανέστατε οἶκε, καθαγίασον ἠμῶν τὰς διανοίας, τῇ σῇ προμηθείᾳ, παρθένε Παναγία.

ᾨδὴ θ΄ . Κυρίως Θεοτόκον.
Συνδέσμω τῆς ἀγάπης, σύνδεσον Ὁσία, τοὺς ἐκλυθέντας ἀπάτη τῆς μήνιδος, τὴν ἀπ’ ἀλλήλων διάστασιν διατέμνουσα.

Ἰάσεων χειμάῤῥουν, βλύζουσα Ὁσία, ψυχῶν ὁμοῦ καὶ σωμάτων τὰ τραύματα, ἀποκαθαίρεις δυνάμει τοῦ Θείου Πνεύματος.

Μανίας τοῦ δολίου, ἀτρώτους διατήρει, τοὺς προσιόντας Εἰρήνη τῇ σκέπῃ σου, πρὸς τὴν ὁδὸν τῆς εἰρήνης ἡμᾶς εὐθύνουσα.

Θεοτοκίον.
Ὑπάρχουσα λυχνία, φωτοειδεστάτη τοῦ Πατρικοῦ ἀπαυγάσματος Δέσποινα, τὸ νοερὸν τῆς ψυχῆς μου ὄμμα καταύγασον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῶν παρθένων στίφη καὶ Μοναστῶν ᾄσμασιν ἐνθέοις, εὐφημήσωμεν εὐλαβῶς, τῆς Χρυσοβαλάντου, Μονῆς, τὴν Ἡγουμένην, Εἰρήνην τῶν θαυμάτων πηγὴν ἀκένωτον.

Τῆς Καππαδοκίας ἄνθος τερπνόν, καὶ Χρυσοβαλάντου, πολιοῦχος καὶ ὁδηγός, τῇ σῇ πολιτεία, ἐδείχθης τρισολβία, Εἰρήνη Ἐκκλησίας, λαμπὰς θεοφωτός.

Τὸ τοῦ σώματός σου κάλλος σεμνή, τῆς ψυχῆς ἐδήλου, τὸ ὡραῖον καὶ εὐανθοῦν, ὅθεν τῶν ἠθῶν σου, ὁ Κύριος ἠράσθη, καὶ ἄφθορόν σε νύμφην αὐτῶ ἠγάγετο.

Λαμποῦσαν ἁγνείας σε τῷ φωτί, κατιδῶν Ὁσία, ὡς λυχνίαν φωτοειδή, τὴν σὴν προθεσπίζει, οἰκείωσιν τῷ Λόγω, προφητικῶς ὁ Μέγας Ἰωαννίκιος.

Χαίροις τῶν παρθένων ἡ καλλονή, καὶ Χρυσοβαλάντου, νυμφοστόλος θεοειδῆς, τῶν Μοναζουσῶν τε, κανὼν ἐν ἐγκρατείᾳ, Εἰρήνη μακαρία, Ἀγγέλων σύσκηνε.

Χαίροις τῆς εἰρήνης μυσταγωγός, καὶ μνησικακίας, ἀναιρέτις ἡ κραταιά, σὺ γὰρ τῶν σκανδάλων, ἐκτρέπεις τὴν μανίαν, ἡμᾶς ἐν ὁμονοίᾳ στεῤῥῶς συνέχουσα.

Τῆς Καππαδοκίας τὴν καλλονήν, καὶ Χρυσοβαλάντου, ὁδηγίαν τὴν ἀσφαλῆ, τὴν στηλογραφίαν, εἰρήνης οὐρανίου, Εἰρήνην τὴν Ὁσίαν, ὕμνοις τιμήσωμεν.

Ῥύου πολυτρόπων ἐκ συμφορῶν, καὶ ἀῤῥωστημάτων, καὶ κινδύνων ψυχοβλαβῶν, τοὺς ἐν εὐλαβείᾳ, θερμῶς ἑξαιτουμένους, Εἰρήνη θεοφόρε, τὴν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστασία εὐμενής, καὶ καταφυγὴ ἐν ἀνάγκαις, Ὁσία πέλουσα, πάντας ἀπολύτρωσαι, πάσης κακώσεως, πειρασμῶν τε καὶ θλίψεων, καὶ ἀσθενημάτων, πρὸς εἰρήνην ἔνθεον, ἡμᾶς ἰθύνουσα, ὅπως ἐν συμπνοίᾳ συζῶντες, φθάσωμεν Εἰρήνη εἰς μέτρον, τῆς πεποθημένης καταπαύσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τὴν πρεσβεία Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἠμίν, καὶ ἐλέησον ἠμᾶς, ὡς μόνος Οἰκτίρμον.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Δέησιν ψυχῆς Μῆτερ Εἰρήνη δέξαι
Ἥν σοὶ Γεράσιμος θερμῶς ἀνακράζει.

Παρακλητικός Κανών εις την Οσία Μητέρα ημών Ειρήνην Ηγουμένην της Μονής Χρυσοβαλάντου την Θαυματουργόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὠς τὸν ἰσάγγελον ἀνύσασα βίον, Ἀγγελικῶν κατηξιώθης χαρίτων, καὶ θαυμαστῶς παρὰ Χριστοῦ δεδόξασαι, θαύματα παράδοξα, καθ᾽ ἑκάστην τελοῦσα, τοῖς πιστῶς προστρέχουσι, τῇ ἁγίᾳ Μονῇ σου, καὶ ἐκφωνοῦσιν ὅλην ἐκ ψυχῆς, θαυματοφόρε Εἰρήνη, τὴν κλῆσίν σου.

Δόξα.
Κεκοσμημένη δωρεαῖς οὐρανίοις, καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐπιφαίνῃ, ἐν ἀοράτοις θεοφόρε ὄψεσι, καὶ παρέχεις ἅπασι, τὰ σωτήρια τάχος, πόνων ἀπαλλάττουσα, καὶ κινδύνων καὶ νόσων, καὶ τῶν δαιμόνων λύεια τὴν ὁρμήν, τῇ σῇ πρεσβείᾳ, Εἰρήνη, πρὸς Κύριον.

Καὶ νῦν.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ᾽ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανὼν οὗ ἡ ἀχροστιχὶς·
Χάριν ἀεὶ ἡμῖν βρύεις Μῆτερ. Γερασίμου

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.
Χαριτωθεῖσα δωρεαῖς τοῦ Πνεύματος, ὡς καθαρὰ τὴν ψυχήν, καὶ ταῖς τῶν θαυμάτων πλουτισθεῖσα χάρισι, θαυματουργεῖς ἑκάστοτε, θεοφόρε Εἰρήνη, τοῖς προσιοῦσι τῇ σκέπῃ σου, σώζουσα ἡμᾶς πάσης θλίψεως.

Ἄγγελον θεῖον ὁδηγὸν σωτήριον, ἔσχες ἐν βίῳ σεμνή, οἷά περ δοχεῖον, τοῦ Ἁγίου Πνεύματος, Εἰρήνη μεγαλώνυμε διὰ τοῦτο βοῶμεν· τῆς τῶν δαιμόνων κακώσεως, λύτρωσαι ἡμᾶς ταῖς πρεσβείαις σου.

Ῥῶμην καὶ χάριν οὐρανόθεν ἔλαβες, ὁλονυκτίως σεμνή, οἷά περ ὁ μέγας, αἴρουσα Ἀρσένιος, τὰς χεῖράς σοῦ πρὸς Κύριον καὶ νῦν δίδου, ὦ Μῆτερ, ἰσχὺν ἡμῖν τῇ σῇ χάριτι, φέρειν τὰ ἐν βίῳ ἐπίπονᾳ.

Θεοτοκίον.
Ἴασαι Κόρη συμπαθεῖ πρεσβείᾳ σου οἷα περ Μήτηρ Θεοῦ, τὴν δεινῶς νοσοῦσαν,πάθεσι καρδίαν μοὺ καὶ φωτισμὸν παράσχου μοι, καὶ εἰρήνην τελείαν, καὶ τῶν πταισμάτων συγχώρησιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νευρουμένη Κυρίου, τῇ πασθενεῖ χάριτι, τὸν σοὶ ὁραθέντα Ὁσία, ὥσπερ αἰθίοπα, ἐχθρὸν κατήσχυνας· οὗ καὶ ἡμᾶς τῆς μανίας, ἀβλαβεῖς διάσωζε, τῇ προστασίᾳ σου.

Ἀφηγεῖσθαι Ὀσία, θείᾳ βουλῇ ἄνωθεν, τοῦ Χρυσοβαλάντου τῆς Μάνδρας, ἀξίως κέκρισαι· ὅθεν ὁδήγησον, τῇ σῇ σοφῇ ἡγεσίᾳ, πρὸς νομὴν σωτήριον, τήν δε τὴν ποίμνην σου.

Ἐκ χειλέων σου ὕδωρ, ζωοποιὸν ἔβλυζε, λόγος σωτηρίας ἀρδεύων, τὰς Μοναστηρίας σου, ὅθεν καὶ ταύτην σου, τὴν ποίμνην πότισον Μῆτερ, τὴν διψῶσαν πάντοτε, τὴν προστασίαν σου.

Θεοτοκίον.
Ἰλαστήριον κόσμου, περιφανὲς γέγονας, τέξασα τὸν βλύσαντα πᾶσι, τὴν ἀπολύτρωσιν, Κόρη πανάμωμε· ὅθεν κἀμοὶ νῦν παράσχου, ἱλασμὸν καὶ λύτρωσιν, πάσης φαυλότητος.

Διάσωσον, Χρυσοβαλάντου τὸ κλέος μῆτερ Εἰρήνη, πάσης βλάβης τοὺς προσιόντας τῇ σκέπῃ σου, εἰρήνης πᾶσι διδοῦσα καὶ σωτηρίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμῆ.
Εἰρήνη σεμνή, Χρυσοβαλάντου καύχημα, θαυμάτων πηγή, Μοναστριῶν ἀγλάϊσμα, τῷ σῷ Νυμφίῳ πρέσβευε, καὶ Σωτῆρι Χριστῷ τῷ Θεῷ ἡμῶν συγχώρησιν ἄπασιν ἡμῖν διδόναι τοῖς πόθῳ σὲ γεραίρουσι.

ᾨδὴ δ΄. Σὺ μου ἰσχύς.
Ἠ καθαρά, καὶ θαυμαστὴ πολιτεία σου, ἰσαγγέλου, δόξης σε ἠξίωσεν ὅθεν καὶ Ἄγγελον ἐκ Θεοῦ, φωτοφόρον ἔσχες, πάντα σοι Μῆτερ γνωρίζοντα· διὸ τοῖς σοῖς ἱκέταις, τὰς ὁδοὺς τοῦ Κυρίου, τῇ σῇ χάριτι γνώρισον ἔνδοξε.

Μανιωδῶς ὁ τῶν ἀνθρώπων πολέμιος, ἐφορμᾷ σοι, εὐχομένη ἔνδοξε, καὶ πῦρ προσάγει σοι! ἀπειλῶν, ἀλλὰ τῇ σῇ στάσει, ἡττήθη καὶ καταπέπτωκεν, αὐτοῦ τῆς κακουργίας, καὶ ἡμᾶς ῥῦσαι Μῆτερ, ὡς προστάτις ἡμῶν καὶ ὑπέρμαχος.

Ἰλὺν παθῶν, Μῆτερ, τελείως ἀπέῤῥιψας, καὶ ἐπλήσθης, θείων ἐπιλάμψεων ὄθεν προεῖδες τὴν τελευτὴν τοῦ προσήκοντός σοι, ἣν καὶ σαφῶς προηγόρευσας· διὸ ἡμᾶς, Ὅσία, τῶν παθῶν τῆς ἰλύας, διὰ βίου ἀμέμπτοῦ ἐκκάθαρον.

Θεοτοκίον.
Νόμῳ ζωῆς, τῆς ἐν Χριστῷ καθυπόταξὸν, τὸῦ νοός μου, Κόρη τὰ κινήματα, καὶ τῇς ψυχῆς μου πᾶσαν ῥοπήν, ἴθυνον Παρϑένε, ἐπὶ τὸ ἅγιον θέλημα, Χριστοῦ τοῦ Ζωοδότου, ὡς ἂν ἁγιωσύνης, διὰ βίου ἀγίου πλησθήσωμαι.

ᾨδὴ ε΄. Ἵνα τι με ἀπώσω.
Βευλημένην Ὅσία, τὴν ἐκ Καισαρείας ὑπὸ τοῦ δράκοντος, εὐσεβῆ γυναῖκα, σῇ ἐντεύξε· Εἰρήνῃ, ἰάτρευσας ὄθεν δυσωποῦμεν ἡμῶν ψυχῶν καὶ τῶν σωμάτων, τὰς ὀδύνας πρεσβείᾳ σου ἴασαι.

Ῥάβδῳ τῶν πρεσβειῶν σου, ἐν τῇ σοὶ δοθείσῃ δυνάμει καὶ χάριτι, ἐκ τοῦ Νικολάου, τὸ ἀκάθαρτον πνεῦμα ἀπήλασας, ἀλλὰ θεοφόρε, πάσης ἡμᾶς ἀκαθαρσίας, τῆς αὐτοῦ ἐπηρείας ἀπάλλαξον.

Ὑπέρθεν ὡς ὡράθης, Μῆτερ εὐχομένη τῆς γῆς ὡς ἀσώματος, ἔσχες σοὶ κλινούσας, κορυφὰς κυπαρίσσων θεόληπτε· ὅθεν τὰς καρδίας, ἡμῶν ἀνύψωσον Εἰρήνη, πρὸς τελείαν ἀγάπην τοῦ Κτίσαντος.

Θεοτοκίον.
Ἐξ ἀχράντου σου μήτρας, σάρκα ὁ Ὑπέρθεος Λόγος προσείληφε, Κόρη ἀσυγχύτως, διασῴζων φθορᾶς τὸ ἀνθρώπινον· ὅθεν δυσωπῶ σε, πάσης φϑορᾶς με καὶ κακίας, καὶ παθῶν δυσωδῶν ἀποκάθαρον.

ᾨδὴ στ΄. Τὴν δέγσιν ἐκχεῶ.
Ἰσχύϊ τῇ θεϊκῇ δοξασθεῖσα, ὑπεδέξω παραδόξως Ὁσία, ἅ σοι ἀπέστειλεν ἄφθαρτα μῆλα, ὁ τοῦ Σωτῆρος Ἀπόστολος ἔνθεος ἔνθεν ἀφθάρτων δωρεῶν, καὶ ἡμᾶς θεοφόρε, ἀξίωσον.

Συνέσει τῇ ἀληθεῖ λαμπομένη, ἐμυήθης τῶν μελλόντων τὴν γνῶσιν· οὗ γὰρ ἠξίωται πλείστης εὐκλείας, ἐν Βυζαντίῳ τὸ πάλαι ἡ Μάνδρᾳ σου, ἐν Λυκοβρύσει δὲ τὰ νῦν, θαυμαστῶς ἡ Μονή σου δεδόξασται.

Μεγάλων ἀξιωθεῖσα χαρίτων, παραδόξως τῷ ἀνάσσοντι ὥφθης, ὑπὲρ τοῦ σοῦ συγγενοῦς θεοφόρε· ἀλλὰ καὶ νῦν τοῦ τῶν ὅλων ἀνάσσοντος, δεήθητι ὑπὲρ ἡμῶν, ὡς ἂν πάσης ῥυσθῶμεν κακώσεως.

Θεοτοκίον.
Ἠλίου ἀνατολὴ τοῦ ἀδύτου, ἀνεδείχθης Θεοτόκε Παρθένε, ὑπερφυῶς τὸν Σωτῆρα τεκοῦσα, τῆς ἁμαρτίας τὴν νύκτα ἐλαύνοντα, οὗ ταῖς ἀκτῖσι καὶ ἡμῶν, τῶν παθῶν τὴν ὁμίχλην διάλυσον.

Διάσωσον, Χρυσοβαλάντου τὸ κλέος μῆτερ Εἰρήνη, πάσης βλάβης τοὺς προσιόντας τῇ σκέπῃ σου, Εἰρήνην πᾶσι διδοῦσα καὶ σωτηρίαν.

Ἂχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείϑροις.
Ὡς τῶν θαυμάτων τὴν χάριν πλουτήσασα, θαυματουργεῖς καθ᾽ ἑκάστην τοῖς χρήζουσι, καὶ νέμεις τοῖς πᾶσι τὰ πρόσφορα, Χρυσοβαλάντου Εἰρήνη τὸ καύχημα· διὸ τῇ σῇ σκέπῃ προστρέχομεν.

Καὶ εὐθὺς τὸ Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι, καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου. (Δὶς)
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι, καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. η΄ 34-38, θ΄ 1).

Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς ἀμήν λέγω ὑμίν ὅτι εἰσί τινές τῶν ὧδε ἐστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυίαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θαύματα παράδοξα, ἐν τῇ ἁγίᾳ ζωῇ σου, Μῆτερ ἐκτελέσασα, πλείστους εὐηργέτησας καὶ διέσωσας· καὶ τανῦν πάνσεμνε, Θεῷ παρεστῶσα, διασώζεις πάσης θλίψεως, τοὺς καταφεύγοντας, τῇ σεπτῇ Μονῇ σου ἑκάστοτε· πλουσίως γὰρ ἡ χάρις σου, ταύτην ἐπεσκίασεν ἔνδοξε, ὅθεν σοὶ βοῶμεν· Εἰρήνη τῶν Ὁσίων καλλονή, δίδου ἀεὶ τῆς εὐνοίας σου, πᾶσι τὰ δωρήματα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου
Κύριε ἐλέησον (12άκις).

ᾨδὴ ζ΄. Παῖδες Ἑδραίων.
Τέλος προεῖδες καὶ προεῖπας, θείω Πνεύματι τοῦ Χριστοφόρου Μῆτερ· καὶ ἡμᾶς ἀγαθοῦ, καὶ μακαρίου τέλους, Εἰρήνὴ καταξίωσον, ταῖς λιταῖς σοῦ πρὸς τὸν Κτίστην.

Εἴχε μὲν πάλαι ἡ Μονή σου, θεῖον γέρας σε ἡ ἐν τῷ Βυζαντίῳ, νῦν δὲ σκέπὴν στεῤῥάν, πλουτεῖ σε ὦ Εἰρήνη, ἡ νέα αὕτη Μάνδρα σου, καὶ πηγὴν πολλῶν θαυμάτων.

Ῥήσει Ἀγγέλου ἐμυήθης, τὴν ἀνάλυσιν ἐκ τῶν δὲ πρὸς τὰ ἄνω· ἀλλὰ δίδου κἀμοί, τὴν ὥραν τοῦ θανάτου ἀναπολεῖν ἑκάστοτε, ὡς ἂν εὔρω σωτηρίαν.

Θεοτοκίον.
Γέλως τῷ πλάνῳ καθορῶμαι, τούτου Δέσποινα ταῖς προσβολαῖς ὑπείκων· ἀλλὰ σύ με Ἀγνή, τῆς τούτου τυραννίδος, ἀπάλλαξον καὶ σῶσόν με, οἷα Μήτηρ τοῦ ἐλέους.

ᾨδὴ η΄. Τὸν ἐν Ὅρει.
Ἐδοξάσθη τὸ πάλαι θαυμασίως, τὸ σὸν σκῆνος σεμνή, θαυμάτων βλῦζον ῥεῖθρα· νῦν δὲ Εἰκών σου ἡ ἁγία χαριτόβρυτος, ὥφθη ὦ Εἰρήνη, νέμουσα τοῖς πᾶσιν, ῥῶσιν καὶ εὐφροσύνην.

Ῥώμη Μῆτερ ἡ νέα ἐκαυχᾶτο, τὸν σὸν τάφον πηγήν, πλουτοῦσα δωρημάτων· νῦν δὲ Λυκόβρυσις φαιδρῶς σεμνύνεται, τῇ σεπτῇ Μονῇ σου, καὶ τῶν Ἀθηναίων, ἡ πόλις σοι προστρέχει.

Ἀῤῥάτως σεμνὴ ἐπιφανεῖσα, τῷ αἰτοῦντι θερμῶς, τὴν σωστικήν σου χάριν, τοῦτον θανάτου ἐκ βεβαίου σέσωκας· ὅθεν κἀμὲ σῶσον, ψυχικοῦ θανάτου, Εἰρήνη μακαρία.

Θεοτοκίον.
Σωτηρίας ὑπάνοιξόν μοι πύλην, τῷ ἐν τρίβῳ Ἁγνή, τῆς ἀπωλείας ὄντι καὶ τῷ Υἱῷ σου Κόρη με οἰκείωσαι· σοὶ γὰρ νῦν προστρέχω, καὶ ἐν σοὶ ἐλπίζω, σωθῆναι Θεοτόκε.

ᾨδὴ θ΄. Ἔξέστη, ἐπὶ τούτῳ.
Ἰδοῦσά σε κατ᾽ ὄναρ ἡ εὐσεβής, θεοφόρε γυνὴ δεομένη σου, πλήρης χαρᾶς, δέδεκται σωθέντα ἐκ φυλακῆς, τὸν ταύτης υἱὸν ἔνδοξε, τῇ σῇ λυτρωθέντᾳ ἐπαρωγῇ ἀλλὰ καὶ ἡμᾶς ῥῦσαι, δεσμῶν, τῶν αἰωνίων, τὶ πρὸς Χριστὸν θερμῇ πρεσβείᾳ σου.

Μεγάλα ἀπογάζη πάση τῇ γῇ, θεοφόρε Εἰρήνη τεράστια, καὶ πανταχοῦ, σπεύδεις τοῖς καλοῦσί σε εὐλαβῶς· διὸ πάντες κηρύττουσι, τὴν σὴν προστασίαν τὴν θαυμαστήν· τοῖς πᾶσι γὰρ παρέχεις, εἰρήνην σωτηρίαν, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν.

Οἱ πόνοις συνεχόμενοι χαλεποῖς, ἐν πολλῇ εὐλαβείᾳ προσέλθετε, πρὸς τὴν Μονήν, τὴν ἐν Λυκοβρύσει τῆς Ἀττικῆς, Εἰρήνης τῆς θεόφρονος, ὡς ἂν λυτρωθῆτε ἐκ τῶν δεινῶν εἰκὼν γὰρ τῆς Ὁσίας, πηγάζει καθ᾽ ἑκάστην χύδην ἰάσεων τὰ νάματα.

Θεοτοκίον.
Ὑπέρλαμπρε λυχνία χρυσοειδής, φωτοφόρε καθέδρα καὶ πάγχρυσε, τοῦ ποιητοῦ, μόνη παντευλόγητε Μαριάμ, τῷ σῷ φωτὶ καταύγασον, τὴν ἐσκοτισμένην μου νῦν ψυχήν, καὶ σῶσόν με Παρθένε, ὡς Μήτηρ τοῦ Ὑψίστου, ἐν τῇ ἡμέρᾳ τῆς ἐτάσεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὅσίων ἡ καλλονή, καὶ Χρυσοβαλάντου, ἡ λυχνία ἡ παμφαής· χαίροις τῶν θαυμάτων, θεόβρυτος χειμάῤῥους, Εἰρήνη μακαρία ἡμῶν βοήθεια.

Ἐκ Καππαδοκίας ἄνθος τερπνόν, ἤνθησας Εἰρήνη, καὶ διέπνευσας ἀρετῶν, ἐν τῷ Βυζαντίῳ ὀσμὴν τὴν οὐρανίαν, τὴν Ἐκκλησίαν πᾶσαν ἀεὶ εὐφραίνουσαν.

Χάρις ἐπεσκίασε δαψιλής, τῇ σῇ προστασίᾳ, ὦ Εἰρήνη θαυματουργέ, τῇ ἐν Λυκοβρύσει Μονῇ σου τῇ ἁγίᾳ, καὶ σώζει ἐκ κινδύνων, τοὺς ταύτῃ σπεύδοντας.

Δεῦτε καὶ προσέλθετε εὐλαβῶς, τῇ ἐν Λυκοβρύσει, τῆς Εἰρήνης τῆς θαυμαστῆς, Μάνδρᾳ, τῇ ἁγίᾳ, ἵνα τῆς ἐνοικούσης, ἐν ταύτῃ ἐμπλησθῆτε, ἐνθέου χάριτος.

Πίστει τοὺς καλοῦντάς σε ἐκ ψυχῆς, προφθάνεις Εἰρήνη καὶ λυτροῦσαι τῶν συμφορῶν· σὲ γὰρ ὁ Δεσπότης, ἅπανταχοῦ δοξάζει, ὡς τοῦτον ἐν τῷ βίῳ λαμπρῶς δοξάσασα.

Σκέπε τὴν Μονήν σου τὴν ἱεράν, καὶ πάντας Εἰρήνη, τοὺς προστρέχοντας ἐν αὐτῇ, πάσης ἐπηρείας, καὶ βλάβης καὶ ἀνάγκης, καὶ δίδου τοῖς αἰτοῦσιν, ἀεὶ τὴν χάριν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ἀπολυτίκιον τῆς Ἀγίας.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Βασιλείας γηΐνου πάλαι οὐκ ἔτυχες,  ἀλλ᾽ ἀφθάρτων στεφάνων νῦν σὲ ἠξίὡσεν, ὁ νυμφίος σου Χριστὸς ὁ ὡραιότατος, ὧ καθιέρωσας σ’αὐτήν, ὅλῃ καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη ὁσία μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρϑένος.
Τῆν τοῦ κόσμου εὔκλειαν, καταλιποῦσα Ὀσία, τῷ Χριστῷ νενύμφευσαι, τῷ Βασιλεῖ τῷ ἀφθάρτῳ, κάλλεσι, τῆς παρθενίας λελαμπρυσμένη, σκάμμασι, τῆς ἐγκρατείας πεποικιλμένη· διὰ τοῦτό σε, Εἰρήνη, ὁ σὸς νυμφίος λαμπρῶς ἐδόξασε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς  Ἐξαποστειλάρια·

Ἦχος γ΄. ᾿Απόστολοι ἐκ περάτων.
Τῶν εὐσεβούντων οἱ δῆμοι, συναϑροισθέντες ἐνθάδε, προσπέσατε τῇ Εἰκόνι, τῆς θεοφόρου Εἰρήνης, ἵνα ἐκ ταύτης πλουσίως, λάβητε ἄφθονον χάριν.

Ὁ ποταμὸς τῶν θαυμάτων, ὅν περ πηγάζεις ἀπαύστως, Εἰρήνη παρὰ Κυρίου, ἀρδεύει πᾶσαν καρδίαν, καὶ κατακλύζει τὰ πάθη, καὶ τῶν δαιμόνων τὰ στίφη.

Καὶ τῶν ψυχῶν καὶ σωμάτων, ἰᾶσαι ἅπασαν νόσον διὸ Εἰρήνη μὴ παύσῃ, παρέχειν τοῖς σὲ φωνοῦσι, βοήθειαν ταχυτάτην, καὶ προστασίαν ἐν πᾶσι.

Χριστοῦ ἀμόλυντε νύμφη, Εἰρήνη Ὁσίων δόξα, Χρυσοβαλάντου λαμπρότης, καὶ τῆς Μονῆς σου ἡ σκέπη, σκέπε καὶ φρούρει ἀπαύστως, ταύτην τὴν ποίμνην σου Μῆτερ.