Παρακλητικός Κανών εις την Οσία Ξένη η εν Πετρουπόλεως Ρωσίας η δια Χριστόν Σαλή

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

†Εορτάζεται στις 24 Ιανουαρίου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ’ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς μετασχοῦσα τῆς χαράς τοῦ Κυρίου, καί θεουμένῃ ἐν μεθέξει ἀΰλῳ, διά παντός ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν καί κινδύνων, Ξένη παμμακάριστε, καί δεινῶν συμπτωμάτων, οἱ προσιόντες πίστει ἀκλινεῖ, τῆ θερμοτάτη, πρεσβεία σου πάνσεμνε.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, ειμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σου, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ξένων κινδύνων, Ξένη με ῥύου. Γερασίμου.

ᾨδή ἀ’ . Ἦχος πλ. δ’ . Ὑγράν διοδεύσας.
Ξενίζεις τῆ ξένη σου βιοτή, Ξένη θεοφόρε, τάς καρδίας τῶν εὐσεβῶν· διό ξένον δεῖξον με Ὁσία, πολυειδῶν συμφορῶν καί κακώσεων.

Ἐλέους δυσώπει τόν χορηγόν, Ξένη θεοφόρε, ἐλεῆσαι μου τήν ψυχήν, καί ἔλεος θεῖον καταπέμψαι, τοῖς προσιοῦσι τῆ θεία πρεσβεία σου.

Ναμάτων τρυφῶσα τῶν θεϊκῶν, ὀμβρησόν μοι Μῆτερ, τόν τῆς χάριτος γλυκασμόν, ὡς ἀν τόν ἰόν τῆς ἁμαρτίας, καί τῶν παθών τήν πικρίαν ἐκκρούσωμαι.

Θεοτοκίον.
Ὡς τέξασα Κόρη τόν Ποιητήν, λυτρούμενον κόσμον, καταδίκης τῆς τοῦ Ἀδάμ, λύτρωσαι ψυχήν μου τήν ἀθλίαν, τῆς τῶν παθών συνοχῆς καί κακώσεως.

ᾨδή γ’ . Οὐρανίας ἁψῖδος.
Νεκρωθεῖσα τῷ κόσμῳ ἐν τῷ Χριστῷ ἔζησας, Ξένη τῆ ἀγία ζωή σου· ὅθεν θανάτωσον, τήν ἐν καρδία μου, ζῶσαν δεινήν ἁμαρτίαν, καί τόν νοῦν μου τείχισον, φόβῳ τῷ κρείττονι.

Κινδυνεύοντας Μῆτερ καί χαλεπῶς πάσχοντας, τῆς τῶν πειρασμῶν καταιγίδι, καί περιστάσεων, θᾶττον ἐκλύτρωσαι, τῆς ἐπελθούσης ἀνάγκης, Ξένη παναοίδιμε, ἡμᾶς δεόμεθα.

Ἰησοῦν τόν Σωτῆρα καί τοῦ παντός Κύριον, Ξένη μακαρία δυσώπει, δοῦναι δεόμεθα, πταισμάτων ἄφεσιν, καί ἱλασμόν καί εἰρήνην, τοῖς πιστῶς προστρέχουσι, τῆ προστασία σου.

Θεοτοκίον.
Δυναστείας με ῥῦσαι τοῦ πονηροῦ ἄχραντε, δι’ ἦς τήν ψυχήν μου μολύνει, λόγοις καί πράξεσι, καί καθοδηγεῖ με, πρός μετανοίας εἰσόδους, ὅπως εἰσελεύσομαι, ζωήν εἰς ἄληκτον.

Διάσωσον, τῆ πρός Θεόν σου πρεσβεία Ὁσία Ξένη, ψυχοφθόρων ἐπιφορῶν τε καί θλίψεων, τούς τόν ξενότροπον βίον σου εὐφημοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’ . Πρεσβεία θερμή.
Τήν ξένην ζωήν ξενοπρεπώς ἀνύσασα, χαρίτων πολλῶν, παρά Χριστοῦ ἠξίωσαι, δι’ ὤν Ξένη θεόληπτε, πειρασμῶν καί κινδύνων ἀπάλλαττε, τούς ἐξαιτοῦντας τήν σήν ἀρωγήν, καί μέλποντας Μῆτερ τούς ἀγῶνας σου.

ᾨδή δ’ . Εἰσακήκοα Κύριε.
Ὑπέρ πάντων ἱκέτευε, Ξένη θεοφόρε Χριστόν τόν εὔσπλαγχνον, τάς ψυχάς ἡμῶν ἰάσασθαι, ἆς ἡ ἁμαρτία ἐτραυμάτισε.

Νοσημάτων τήν ἴασιν, καί παθών παντοίων τήν ἀπολύτρωσιν, καί πταισμάτων τήν συγχώρησιν, Ξένη ἡμῖν αἴτει δυσωποῦμεν σε.

Ὡς μωρίαν ἐπίπλαστον, Μῆτερ ὑπελθοῦσα νοῖ θεόφρονι, οὕτως μώρανον καί σύντριψον, καθ’ ἡμῶν ἰσχύν τήν τοῦ ἀλάστορος.

Θεοτοκίον.
Νεκρωθέντα τοῖς πάθεσι, ζώωσον με Κόρη καθικετεύω Σε, ἡ ζωήν τήν ἐνυπόστατον, τόν Χριστόν τεκοῦσα μετά σώματος.

ᾨδή ἕ’ . Φώτισον ἡμᾶς.
Ξένωσον ἡμᾶς, ἐννοιῶν τῶν τοῦ ἀλάστορος, καί οἰκείωσαι τῷ φόβῳ τοῦ Θεοῦ, τάς καρδίας ἡμῶν Ξένη θεοδόξαστε.

Ἔχουσα πολλήν, παρρησίαν πρός τόν Κύριον, Ὀν ἐδόξασας τῷ βίῳ σου σεμνῇ, μή ἐλλίπῃς ἐκπληροῦν ἡμῶν πάν αἴτημα.

Νόμῳ τοῦ Θεοῦ, πολιτεύεσθαι ἐνίσχυσον, ἐν ἀγάπη καί πολλή ὑπομονῇ, Μῆτερ Ξένη τούς προστρέχοντας τῆ σκεπῇ Σου.

Θεοτοκίον.
Ηύγασας ἡμῖν, φώς ἀνέσπερον τῷ τόκῳ Σου, φωτοτόκε Θεοτόκε Μαριάμ· διό σκέδασον νόος μου τήν σκοτόμαιναν.

ᾨδή στ’ . Τήν δέησιν.
Μεγίστους, ἀγῶνας γνώμη τελεία, διανύσασα πλαστή ἐν μωρία, μεγάλων πόνων καί θλίψεων ῥῦσαι, τούς μεγαλύνοντας Μῆτερ τόν βίον σου, οἵα μεγάλων δωρεῶν, καί θαυμάτων τυχοῦσα θεόπνευστε.

Ἐδέξω, παρά Χριστοῦ Μῆτερ Ξένη, τήν πλουσίαν δωρεάν τῶν θαυμάτων· ὅθεν ἀεί, ὁ σός τάφος βλυστάνει, ψυχῶν ὁμοῦ καί σωμάτων ἰάματα· διό θεράπευσον κάμε, τόν νοσοῦντα κατ’ ἄμφω θεόληπτε.

Ῥυσθῆναι, πάσης φθορᾶς με Ὁσία, ἐννοιῶν τε καί παθών ἀκαθάρτων, ἰσχύν μου δίδου τῆ σή ἀντιλήψει, ὡς ἀν ἐν γήρατι βίον ἐνάρετον, ζήσω καί τύχω τῆς ζωῆς, τῆς ἀλήκτου Χριστοῦ ἀγαθότητι.

Θεοτοκίον.
Ὑψίστου, ὁ ὑψηλότατος θρόνος, Θεοτόκε ἀειπάρθενε Κόρη, ἁμαρτωλῶν, σωτηρία βεβαία, ἐκ κατωτάτου με λάκκου ἀνύψωσον, ἁμαρτιῶν τε καί παθών, πρός γνησίαν μετάνοιαν δέομαι.

Διάσωσον, τῆ πρός Θεόν σου πρεσβεία Ὁσία Ξένη, ψυχοφθόρων ἐπιφορῶν τε καί θλίψεων, τούς τόν ξενότροπον βίον σου εὐφημοῦντας.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’ . Τοῖς τῶν αἱμάτων σου.
Τῷ ξενοτρόπῳ σου βίῳ ἐδόξασας, τόν τά κρυπτά ἡμῶν βλέποντα Κύριον· διό σε πλουσίοις χαρίσμασιν, ὁ Ζωοδότης Ὁσία ἠμείψατο, Ὀν αἴτει ὑπέρ τῶν τιμώντων σε.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματα μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον  (Κεφ. ια’ 27-30).
Είπεν ό Κύριος τοῖς εαυτού μαθηταῖς• Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τῆς Σής Ὁσίας πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β’ . Ὅλην ἀποθέμενοι.
Ξένη παμμακάριστε, Ῥωσίας ἄνθος εὐῶδες, ἀρετῶν κειμήλιον, καί σκεῦος πολύτιμον θείας χάριτος, ἐκτενῶς πρέσβευε, τῷ Χριστῷ Ὁσία, πάσης ῥύεσθαι κακώσεως, καί περιστάσεως, καί δυσπραγιῶν τε καί θλίψεων, τούς πόθῳ καταφεύγοντας, τῆ σή ἀντιλήψει καί χάριτι, ἡμῖν αἰτουμένη, τῶν θείων οἰκτιρμῶν τήν δωρεάν, καί τῶν πταισμάτων τήν ἄφεσιν, καί τό θεῖον ἔλεος.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδή ζ’ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ τῷ τάφῳ σου Μῆτερ προσιόντες ἐν πίστει χάριν λαμβάνουσι· διό καί ἡμῖν δίδου, ψυχῶν τε καί σωμάτων, θεραπείαν τοῖς κράζουσι· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Ὑπερήφανον ὄφιν καθ’ ἡμῶν ἐπαιρόμενον Ξένη σύντριψον, καί πᾶσαν εὐπραξίαν, καί σταθηράν εἰρήνην, τοῖς κραυγάζουσι αἴτησαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Γεωργεῖν θείω φόβῳ ἀρετῶν θεοφόρε τά θεία σπέρματα, ἰσχύν ὑψόθεν δίδου, καί δύναμιν ἐν πᾶσιν, ὁμοφώνως τοῖς ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Ἐκ πικράς συνηθείας πρός τά χείρω Παρθένε τόν νοῦν μου ἕλκυσον, φωτί τῆς μετανοίας, Αὑτόν φωταγωγοῦσα, ἶνα πίστει κραυγάζω Σοι· χαῖρε λαμπάς παμφαής, τοῦ ἀνεσπέρου φέγγους.

ᾨδή ἡ’ . Τόν Βασιλέα.
Ῥῶσιν παράσχου, τῆ ἀσθενούσῃ ψυχή μου, καί τοῦ σώματος θεράπευσον τό ἄλγος, τῆ σή θεοσδότῳ, χάριτι μακαρία.

Ἅγιον βίον, ἐν ἐπιπλάστῳ μωρία, ὡς διέδραμες ἡμῶν καθαγιάζεις, Ξένη τάς ἐννοίας, ξένη ἐπισκιάσει.

Σκέπε Ὁσία, πειρατηρίων παντοίων, τούς τήν θείαν σου βοήθειαν αἰτοῦντας, ἄφεσιν πταισμάτων, ἡμῖν ἐξαιτουμένη.

Θεοτοκίον.
Ἰσχύν μοι δίδου, καταπατεῖν τοῦ δολίου, τήν ὀλέθριον δύναμιν Θεοτόκε, ἶνα Σε δοξάζω, τήν κεχαριτωμένην.

ᾨδή θ’ . Κυρίως Θεοτόκον.
Μανίας τοῦ βελίαρ, ἀσινεῖς συντήρει, καί πολυπλόκων σκανδάλων ἀπάλλαττε, τούς σε γεραίροντας Ξένη ἀειμακάριστε.

Ὁ τάφος σου πηγάζει, πᾶσι τάς ἰάσεις, ἡμῖν δε νῦν ἡ πρεσβεία σου γένοιτο, πηγῇ χαράς οὐρανίου Ξένη θεόπνευστε.

Ὑδάτων ψυχοτρόφων, ἐκ πηγῶν ἀΰλων, βλύσον σταγόνα κάμοι τήν σωτήριον, Ξένη Ὁσία δροσίζουσαν τήν καρδίαν μου.

Θεοτοκίον.
Ὑμνοῦμεν Θεοτόκε, τόν φρικτόν Σου τόκον, δι’ οὐ φθοράς καί θανάτου ἐρρύσθημεν. Σύ γάρ ἐκύησας Κόρη ζωῆς τόν πρύτανιν.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός· χαίροις ἡ μωρία, ἐπιπλάστῳ τόν πονηρόν, Ξένη καθελοῦσα, καί ξένων χαρισμάτων, παρά Χριστοῦ τυχοῦσα, στερρῶς βιώσασα.

Ὕλην ἀπορρίψασα γεηράν, ἀπεδύσω Μῆτερ, πρός ἀγῶνας πνευματικούς, οὕς καί διανοίᾳ, διήνυσας τελεία, ἐν μέσῳ κόσμου Ξένη, λαμπρῶς ἀσκήσασα.

Χαίροις τήν ἀκήρατον νῦν χαράν, Ξένη πανόλβια, ἐν σκηνώμασιν οὐρανῶν· ὅθεν πάσης λύπης, καί πάσης ἀθυμίας, μή παύσῃ λυτρουμένη ἡμᾶς δεόμεθα.

Ἤνυσας ὡς ἄσαρκος ἐν σαρκί, τόν μέγα ἀγῶνα, ἐν τῷ κόσμῳ καρτερικῶς· ὅθεν οὐρανίων, ἐπάθλων ἠξιώθης, ἡμῖν αἰτοῦσα Ξένη, πταισμάτων ἄφεσιν.

Βρύει σου ὁ τάφος θεία ῥοπῇ, ἰάματα πλεῖστα, τοῖς προστρέχουσιν εὐλαβῶς· ὅθεν κάμε Μῆτερ, ἴασαι ἀσθενοῦντα, κατά ψυχήν καί σῶμα, πταισμάτων ἕλκεσιν.

Ἔχουσα μεγίστην πρός τόν Χριστόν, Μῆτερ παρρησίαν, καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνῳ, καί πάσης δεινῆς βλάβης, ὦ Ξένη μακαρία, ἡμᾶς δεόμεθα.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. ἀ’ . Τόν Συνάναρχον Λόγον.
Ξενοτρόπως ἐν κόσμῳ Ξένη βιώσασα, τόν σοφιστήν τῆς κακίας κατεσοφίσω στερρῶς, προσποιήσεσι μωραῖς νοῖ θεόφρονι, ὅθεν τά πόρρω προορᾶν, καί προλέγειν ἐμφανῶς, ἐδέξω χάριν θεόθεν, καί μεταστᾶσα τῶν τῆδε, χοροῖς Ἁγίων συνηρίθμησαι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ξένην, διανύσασα ζωήν, ἔρωτι Χριστοῦ τετρωμένῃ, θαυμάτων εἴληφας, χάριν τήν θεόσδοτον, Ξένη πανεύφημε, καί παρέχεις τοῖς χρῄζουσι, τῆς σῆς προστασίας, θᾶττον τήν βοήθειαν, δυνάμει κρείττονι· ὅθεν σου δεόμεθα πλήρου, πάντων τά αἰτήματα Μῆτερ, τῶν εἰλικρινῶς μακαριζόντων σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Δίστιχον·
Ξένη παθών ξένωσον δεινῶν τὸν νοῦν μου
Γερασίμου σπεύδοντας τῆ ἀρωγῆ σου.

Χαιρετισμοί εις την Οσία Ξένη η εν Πετρουπόλεως Ρωσίας η δια Χριστόν Σαλή