Παρακλητικός Κανών εις την Οσία Μαρίνα η εν Ραιθώ

†Εορτάζεται στις 21 Οκτωβρίου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τό τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Προσκαταφεύγομεν τῇ σῇ προστασίᾳ, καὶ σὴν ἀντίληψιν αἰτούμεθα πόθῳ, δαυϊτικῶς ἑκάστοτε κραυγάζοντες· πάριδε τὰ πταίσματα, ταῖς λιταῖς σου Μαρίνα, τῶν μνημονευόντων σου, καὶ τὴν χάριν παράσχου, ὅτι παρίστασαι τῷ θρόνῳ τοῦ Θεοῦ, ἀκαταπαύστως, Αὐτὸν ἱκετεύουσα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν’ (50).
Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θερμῶς ἱκετεύω σὲ Μῆτερ Μαρίνα. Φωτίου.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θαμβούμενος Μῆτερ τῷ σῷ φωτί, προσέρχομαι πίστει, καὶ αἰτοῦμαι καταλλαγήν, παθῶν πειρασμῶν καὶ ἀλγηδόνων, τῶν κατ’ ἐμοῦ κινουμένων πρεσβείαις σου.

Ἐκ πάσης κακίας τοῦ δυσμενοῦς, βουλῆς ἀλλοτρίου, καὶ φλογώσεως τοῦ πυρός, διάσωζε πάντοτε Μαρίνα, τῶν Ὀρθοδόξων πιστῶν τά συστήματα.

Ῥεόντων τὸ χαῦνον καὶ εὐπειθές, ἀπὸ τῆς ψυχῆς μου, διασκέδασον σαῖς εὐχαῖς, καὶ μέτοχον ποίησόν με δόξης, τῶν ἐν Χριστῷ σεσωσμένων πανένδοξε.

Θεοτοκίον.
Μωσῆς κατενόησεν ἐν Σινᾷ, καὶ βάτῳ πυρίνῳ, Θεοτόκε τὰ θαυμαστά, δι’ ὧνπερ βραβεύεις ἀριδήλως, τοὺς προσκυνοῦντας ἐν πόθῳ τὸν Τόκον Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
ᾨκοδόμησον Μῆτερ, τῷ θεμελίῳ τῆς πίστεως, ἅγιον ναὸν τοῦ Κυρίου τὴν παναθλίαν μου, καὶ ῥυπωθεῖσαν ψυχήν, ὑπὸ παντοίας κακίας, καὶ ἐχθροῦ κακώσεως, τοῦ παναλάστορος.

Σωτηρίας κατ’ ἄμφω, τὸ γλυκερὸν δώρησαι, νᾶμα τοῦ Κυρίου Μαρίνα, καὶ ποθεινότατον· οὐ γὰρ τὸ ἄντλημα, ἐγὼ ὁ τάλας κατέχω, ἀλλὰ τὴν ἐλπίδα μου, σοὶ ἀνατίθημι.

Ἱμερτῶν χαρισμάτων, ἡ παροχὴ γέγονας, καὶ ἁγιασμὸν μεταδίδεις, τοῖς σὲ γεραίρουσιν, ἔχεις τὸ δύνασθαι, πάντας πλουτίζειν Μαρίνα, τοὺς γὰρ σοὶ προστρέχοντας, πόθῳ ἑκάστοτε.

Θεοτοκίον.
Κολακείας Βελίαρ, τῆς πονηρᾶς Δέσποινα, καὶ τῶν ψυχοφθόρων παγίδων ἀλεξιτήριον, καὶ ἀμυντήριον, τὸ ἀῤῥαγὲς πέλεις πάντων, τῶν παρακαλούντων Σε, ἐν περιστάσεσι.

Διάσωσον, ἀπὸ παγίδων καὶ θλίψεων καὶ κινδύνων, τοὺς αἰτοῦντας πανευλαβῶς Μαρίνα πρεσβείαις σου, τὴν χάριν τὴν ἄνωθεν καθ’ ἑκάστην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ποικίλων παθῶν, τὴν ῥῶσιν ἐν τῷ Πνεύματι, καὶ λύσιν κακῶν, Μαρίνα ταῖς πρεσβείαις σου, ἀριδήλως πάνσεπτε, ἀναβλύζεις ἑκάστῳ τῷ πάσχοντι, καὶ προσδραμόντι σοὶ εὐλαβικῶς, καὶ σὴν ἐξαιτοῦντι τὴν ἀντίληψιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐφροσύνως βοῶμέν σοι, εὐχαριστηρίους ὕμνους οἱ δοῦλοί σου, λυτρωθέντες ἐκ τοῦ δράκοντος, τῇ ἐπιστασίᾳ σου πανθαύμαστε.

Τῆς φθορᾶς με ἀπάλλαξον, τῆς κατερχομένης καὶ ἀπροσμάχητον, προσβολῆς ἀπὸ τοῦ ὄφεως, Μῆτερ διατήρησον τὸν δοῦλόν σου.

Ἐν θαλάσσῃ μὲ πλέοντα, καὶ ἐν δυσχερείαις πολλαῖς διάγοντα, ταῖς πρεσβείαις σου μοὶ πάρεσον, καὶ ἐκ τοῦ βορβόρου ἐξανάστησον.

Θεοτοκίον.
Ὑπερτέρα τῆς κτίσεως, οὖσα Θεοτόκε ἅπαν ἀνθρώπινον, πρὸς τὴν ἄνωθεν λαμπρότητα, μητρικαῖς λιταῖς Σου ὑπερύψωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ τοῦ σατάν, τὰ πειράγματα νικήσασα, οὕτω κἀμοὶ Μαρίνα τῷ ταπεινῷ, τοῦ πολεμίου τὰ πειράγματα κατάστειλον.

Σώματος Χριστοῦ, μέλος ἔνδοξον κατάστησον, τὸν ῥυπωθέντα ὅλον με ἵνα γνῶ, τῶν λυτρωθέντων ποθεινὴν μακαριότητα.

Εὔφορον ἀγρόν, χερσωθέντες σὲ ἀνεύρομεν, διὸ προθύμως καταφεύγομεν ἐν σοὶ, ἐπιζητοῦντες εὐφορίας τὰ πλουτίσματα.

Θεοτοκίον.
Μήτηρ τῆς ζωῆς, καὶ βροτῶν ἡ ἐπανόρθωσις, τῶν δεομένων Σου ὑπάρχεις καὶ τρυφή, τῶν προσιόντων Σοι Παρθένε Παναμώμητε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡ ἔρημος, Ῥαϊθοῦ σεμνύνεται, καὶ ἐν σοὶ ἀγαλλομένη καυχᾶται, ὅτι τὴν σήν κεκτημένην πρεσβείαν, τὰ πονηρὰ ἀπελαύνει στρατεύματα, καὶ χάριτας πανσωστικάς, ἐκ λειψάνων σου Μῆτερ ἀρύεται.

Ταλαίπωρος, ἁμαρτίας μέτοχος, καὶ τὸ ὄνειδος Κυρίου ὑπάρχω, ἀλλὰ θαῤῥῶ ὡς στρουθίον Μαρίνα, καὶ τὰς ἐλπίδας εἰς σὲ ἀνατίθημι, κραυγάζων σοι πανευλαβῶς, ἐν τῇ πέτρᾳ τῆς πίστεως στήριξον.

Ἐτύφλωσα, τῆς ψυχῆς τὰ ὄμματα, ἐν τοῖς ἔργοις τῶν ποικίλων παθῶν μου· ὅθεν θερμῶς τὰς εὐχάς σου αἰτοῦμαι, ὡς ῥιζοτόμος παθῶν ἀκριβέστατος, Μαρίνα πέλεις καὶ χαρᾶς, φυτουργὸς τῆς ἀλήκτου τοῖς δούλοις σου.

Θεοτοκίον.
Ῥυσθῆναί με, ἐκ παντοίας θλίψεως, καὶ τοὺς αὔλακας ψυχῆς μου πληρῶσαι, θεοτικοῦ ταῖς πρεσβείαις Σου μύρου, Παρθενομῆτωρ Θεόνυμφε δέομαι· πολὺ γὰρ δέησις Μητρός, ἐξισχύει ἑκάστοτε Δέσποινα.

Διάσωσον, ἀπὸ παγίδων καὶ θλίψεων καὶ κινδύνων, τοὺς αἰτοῦντας πανευλαβῶς Μαρίνα πρεσβείαις σου, τὴν χάριν τὴν ἄνωθεν καθ’ ἑκάστην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Δεδιωγμένων θερμὸν καταφύγιον, καὶ θλιβομένων σεπτὸν παραμύθιον, Μαρίνα ἐσχάτοις ἀναδέδειξαι, διὸ πρὸς σὲ καταφεύγομεν πάντοτε, πλουσίως λαμβάνοντες δωρήματα.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθηνε τὰ διαβήματά μου.

Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13).
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον διανύσαντες, ἁμαρτιῶν πεπλησμένον, καὶ ὑπὸ τοῦ δράκοντος, πειρασμῶν κινδύνων τε πάντων ἔμπλεον, εὐλαβῶς κράζομεν, πανοσία Μῆτερ, μὴ παρίδης τοὺς προστρέχοντας, ἐπὶ τῇ σκέπῃ σου, καὶ τοὺς ἐξαι-οῦντας τὴν χάριν σου, ἀλλὰ ταχὺ ἐπάκουσον, καὶ τὸ τοῦ συμφέροντος ποίησον, ἵνα σοῦ τὴν δόξαν, τοῖς ἅπασιν κηρύξωμεν ἡμεῖς, οἱ σεσωσμένοι πρεσβείαις σου, πρὸς τὸν Ὑπεράγαθον.

Σῶσον ὸ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μακαρίας τυχεῖν με, τῆς ζωῆς ἱκετεύω καὶ ἐκλυτρώσεως, ἐκ πάσης ἐπηρείας, πρεσβείαις σου Μαρίνα, ἵνα κράζω λυτρούμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀκολάστως τὸν βίον, ὁ ταλαίπωρος δοῦλος κατεδαπάνησα· διὸ παρακαλῶ σε, Μαρίνα σοῦ τὴν χεῖραν, τῷ σῷ δούλῳ ἐξέτεινον, καὶ ἐκ βυθοῦ με κακῶν, ἀνάγαγε Ὁσία.

Ῥαθυμίας τὴν ζάλην, καὶ ἀχλὺν ἁμαρτίας ἀποδιάλυσον, τῶν πόθῳ προσκυνούντων, λειψάνων σου τὴν θήκην, καὶ βοώντων τοῖς ἄσμασιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἰατρεύεις τὰς νόσους, καὶ βραβεύεις τοῖς πᾶσι, Θεοχαρίτωτε, τὴν ἴασιν πλουσίως, παντοίων νοσημάτων, καὶ εἰρήνην τὴν ἄνωθεν, διὸ τὸ χαῖρε πιστῶς, βοῶμέν Σοι Παρθένε.

ᾨδή η΄. Τὸν Βασιλέα.
Νίκας παράσχου, τοῖς τὸν ἐχθρὸν πολεμοῦσι, καὶ βοήθησον αὐτοῖς ἐν τοῖς κινδύνοις, καὶ τροπαιοφόρους, ἀνάδειξον Μαρίνα.

Ἀπὸ καρδίας, εὐλαβικῶς σοὶ βοῶμεν, λυτρωθέντες σοι Μαρίνα πανοσία· χαῖρε προστασία, ἡ ἄμαχος καὶ θεία.

Φωτὶ ἀΰλῳ, ἀμαυρωθεῖσα καρδίας, καταφώτισον καὶ σκότος τῆς πλάνης, ἀπὸ τοὺς σοὺς δούλους, ἐκδίωξον ταχέως.

Θεοτοκίον.
Ὤ Θεοτόκε, τὴν ἰατρείαν παράσχου, τοῖς κακῶς ὑπὸ δαιμόνων ἀσθενοῦσι, ἵνα τῷ Υἱῷ Σου, δοξάζωμεν ἀπαύστως.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τυφλῶν ἡ δαδουχία, καὶ φωτοχυσία, Μαρίνα πάνσεμνε, πέλεις σῇ χάριτι, καὶ ἡ ἀνάβλεψις τῶν προσιόντων σοι.

Ἰθύνουσα τὴν τρίβον, πρὸς τὴν σωτηρίαν, καταδιώκεις ἡμῶν ὀλισθήματα, καὶ κατευθύνεις πρὸς χώραν τὴν ἄληκτον.

Ὁμόνοιαν εἰρήνην, καὶ ἀγαθωσύνην, παντὶ τῷ κόσμῳ Μαρίνα κατάπεμψον, καὶ σωτηρίας τυχεῖν καταξίωσον.

Θεοτοκίον.
Ὑψίστου ὤφθης Μήτηρ, Πάναγνε Παρθένε, καὶ μεσιτεία ὑπὲρ τῶν τιμώντων Σε, τῇ φιλοστόργῳ Ἁγνὴ ἀντιλήψει Σου.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαῖρε τῆς Τριάδος θεραπαινίς, καὶ τῆς σωτηρίας· χαῖρε σκεῦος τῆς ἐκλογῆς, πάνσεπτε Μαρίνα, καὶ πάντων μοναζόντων, ὀξεία προστασία, καὶ ἡ βοήθεια.

Χαῖρε τῆς ἀσκήσεως ὁ κανών, ὁ δεδοξασμένος καὶ χαρίτων τῶν μυστικῶν, θήκη πεπλησμένων, Χριστοῦ τῇ εὐδοκίᾳ, ὡράϊσμα Παρθένων τὸ πολυτίμητον.

Χαίρει τῇ ἀθλήσει σου Ῥαϊθῷ, καὶ πανηγυρίζει, κεκτημένη σε βοηθόν, καὶ συναντιλήπτωρ, σὺν πᾶσι τοῖς Ἁγίοις, ἐν θλίψεσι ποικίλαις, καὶ περιστάσεσι.

Καύχημα ἐρήμου τῆς Ῥαϊθοῦ, θείᾳ ἐπομβρίᾳ πεπλησμένον τοῦ νοητοῦ, μύρου ἐν ἐσχάτοις, ἐπέφανες Μαρίνα, καὶ χάριτος δοχεῖον, τὸ ἐπουράνιον.

Νύμφη πανοσία τοῦ Ἰησοῦ, δέξαι τὰς αἰτήσεις, τῶν βοώντων μετὰ κλαυθμοῦ, ἄκουσον δεήσεις, τῶν δούλων σου Μαρίνα, καὶ ταύτας τῷ Κυρίῳ, ταχὺ προσάγαγε.

Πάντοθεν κυκλούμενος πειρασμοῖς, πάντοτε προσφεύγω, καὶ αἰτοῦμαι τὴν σωστικήν, Μῆτερ σὴν πρεσβείαν, καὶ τὴν εὐεργεσίαν· γινώσκω γὰρ σὲ μέγα, τὸ καταφύγιον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσαι, αἱ χορείαι τῶν πιστῶν, σοὶ προσκαταφεύγουσι Μῆτερ, ἐν εὐλαβείᾳ πολλῇ, δάκρυα προχέουσι ἐπιζητοῦσαι θερμῶς, τὴν καλὴν μεσιτείαν σου, καὶ τὴν ἱκεσίαν, πρὸς τὸν Ἀρχιποίμενα καὶ Ζωοδότην Χριστόν, ὅτι ἡ ἐπίκουρος πάντων, τῶν ἐν ἀσθενείαις κειμένων, καὶ τῶν ἐν κινδύνοις πέλεις, πάνσεμνε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις την Οσία Μαρίνα η εν Ραϊθώ