Παρακλητικός Κανών εις την Οσία Ματρώνα την Χιοπολίτιδα η Θαυματουργός η εν Χίω Ασκητικώς Διαλάμψασης
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζεται στις 20 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνευφημήσωμεν Ματρῶναν ἐν ὕμνοις, καὶ ἐγκωμίοις καταστέψωμεν πάντες, τὴν ἐν ἀσκήσει λάμψασαν ἐν Χίῳ λαμπρῶς· αὕτη γὰρ τὴν ὑπερκόσμιον, βιοτὴν ἀγαπήσασα, πάντα τὰ ἐπίκηρα ἐν χαρᾷ ἀπηρνήθη, καὶ ἐν ἀσκήσει ὄντως θαυμαστῇ, χάριν θαυμάτων, ἡ ἔνθεος ἔλαβεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ματρώνῃ, τῇ Χιοπολιτίσσῃ, λιτή. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ματρῶναν τῆς Χίου ἐπιποθῶν, τιμῆσαι ἐν ὕμνοις, Παρακλήτου ἐπιζητῶ, ἐπίσκεψιν χάριτος ἁγίας, ἐγκωμιάσαι Ὁσίας τὴν ἄθλησιν.
Ἁγνεύουσα Μῆτερ διὰ Χριστόν, τοῦ κόσμου ἠρνήθης, ματαιότητα καὶ φθαρτά, καὶ πόθῳ ἁγίῳ ὡς στρουθίον, ἐν ἐρημίᾳ Ματρῶνα κατώκησας.
Τὰ ἄνω ποθήσασα ἐν χαρᾷ, νεότητος ἄνθος, καὶ εὐφρόσυνα τῆς ζωῆς, ἐμφρόνως κατέλιπες Ματρῶνα, καὶ ἐνυμφεύθης Χριστὸν τὸν Θεάνθρωπον.
Θεοτοκίον.
Ῥητόρων ἐστόμωσας τὰς φωνάς, ἀφράστως τεκοῦσα, Θεοτόκε Λόγον Θεοῦ, περίσωζε πλάνης καὶ κινδύνων, τοὺς ἀνυμνοῦντάς σου Κόρη τὰ θαύματα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραΐσασα Μῆτερ τὴν σὴν ψυχὴν χάριτι, σπεύδεις πρὸς Νυμφίον ὡς νύμφη, καταλιποῦσα τερπνά, καὶ ἐν ἀσκήσει πολλῇ, τὴν σὴν ἀγάπην δεικνύεις, ἣν λιταῖς σου πάντιμε, ἡμῖν κατάπεμψον.
Νεαρὸν ἡλικίας καὶ εὐπαθὲς θήλεος, καὶ τῆς ἐρημίας τὸν φόβον, παρεῖδες πάνσεμνε, καὶ ἐν ἀγάπῃ Χριστοῦ, ἀντιπαρῆλθες ἀνδρείως, ὦ Ματρῶνα πάντιμε, παγίδας δαίμονος.
Ἡλιόμορφος ὤφθης καὶ ἀριστεὺς ἔνθεος, τῇ τοῦ Παρακλήτου δυνάμει, Ματρῶνα ἔνδοξε, καὶ τῶν θαυμάτων πηγή, ἐν νήσῳ Χίῳ ἐδείχθης, μοναχῶν δὲ πρότυπον, καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ταπεινώσει ἐγένου Μήτηρ Θεοῦ Πάναγνε, καὶ τῆς Ἐκκλησίας ἡ σκέπη, πιστῶν δὲ πρέσβειρα, χειμαζομένων λιμήν, καὶ ἰατρὸς ἀσθενούντων, ἀσκουμένων πρόμαχος, πάντων βοήθεια.
Διάσωσον, τῶν μοναχῶν τὰς χορείας Ματρῶνα θεία, ἀπὸ πάσης τοῦ βελίαρ δεινῆς ἐπιθέσεως, λιταῖς σου πρὸς Χριστὸν τὸν Σωτῆρα
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Νυμφίον Χριστὸν ποθοῦσα τὸν Θεάνθρωπον, ἠρνήθης σοφῶς, τοῦ κόσμου ματαιότητα, καὶ ἐν ἐρήμῳ ᾤκησας, ὡς στρουθίον ἔνθεε, τῶν Ὁσίων ὄντως συνόμιλε· διὸ πρέσβευε διηνεκῶς, σωθῆναι ἡμᾶς Ματρῶνα σεμνή.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ Ματρῶνα τὸν Κύριον, ὑπὲρ πάντας λίαν θερμῶς ἠγάπησεν, ἣν μεσίτριαν προβάλλομεν, τοῦ φιλεῖν ἡμᾶς Χριστὸν Θεάνθρωπον.
Χάριν ἔλαβες Πνεύματος, ὄμματα Ματρώνα πρὸς ἄνω στρέψασα, ἐν ἀσκήσει καὶ δεήσεσι, Λόγον σὸν Νυμφίον κατευφραίνουσα.
Ἰσχυρῶς κατεπάλαισας, τῆς σαρκὸς θελήματα καὶ τοῦ Πνεύματος, ἠξιώθης καταπαύσεως, ἐν αὐλαῖς Ἁγίων θεοτίμητε.
Θεοτοκίον.
Οὐρανὸς οὖσα ἔμψυχος, Λόγον σαρκωθέντα ἐν μήτρᾳ ἔφερες, ὑπὲρ δούλων σου ἱκέτευε, ἵνα συγχωρήσῃ Κόρη ἅπαντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πλοῦτον ἀρετῶν, δι’ ἀγώνων Μῆτερ κέκτησαι, καὶ ἀσκητῶν τὴν νῆψιν τὴν ἀληθῆ, καὶ τῶν θαυμάτων τὴν χάριν τὴν θεοδώρητον.
Ὅπλον κραταιόν, τὸν Σταυρὸν Ματρῶνα ἔφερες, καὶ προσευχῆς τὴν δύναμιν κατ’ ἐχθρῶν· διὸ λιταῖς σου διάσωσον τοὺς ὑμνοῦντάς σε.
Λῦσον τὴν ἡμῶν, ἀκηδίαν καὶ ἀπόνοιαν, καὶ ἀθυμίας δίνην φοβεράν, σαῖς ἱκεσίαις πρὸς Λόγον Ματρῶνα ἔνθεε.
Θεοτοκίον.
Ἴασιν ψυχῶν, σαῖς λιταῖς παράσχου Πάναγνε, τοῖς προσκυνοῦσι Λόγον τὸν τοῦ Θεοῦ, τὸν σαρκωθέντα ἐν χρόνῳ ἐκ σοῦ Πανάμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τηρήσασα, ἐν Χριστῷ πανεύφημε, ὦ Ματρῶνα καθορὰν σὴν καρδίαν, τῆς αἰωνίου ζωῆς ἀπολαύεις, μετὰ Ὁσίων ἀεὶ σαββατίζουσα· πρεσβεύεις δὲ πρὸς τὸν Θεόν, τοῦ ῥυσθῆναι ἡμᾶς τῆς κολάσεως.
Ἰάτρευσον, τὰ ἐκ πλάνου τραύματα, καὶ ψυχῆς τὴν δυσθυμίαν ἐν τάχει, καὶ τῶν πιστῶν τὰς καρδίας ἐκ πλάνης, σαῖς ἱκεσίαις πρὸς Λόγον διάσωσον, καὶ λύτρωσαι ἐκ τῶν δεσμῶν, ὦ Ματρῶνα θανάτου καὶ δράκοντος.
Συνέτισον, τῆς ψυχῆς τὸ φρόνημα, ταῖς λιταῖς σου πρὸς Θεὸν ὦ Ματρῶνα, καὶ τὴν χαρὰν τῆς εἰρήνης παράσχου, καὶ τὴν ἐλπίδα Θεοῦ τὴν σωτήριον, καὶ πόθον τοῦ σαββατισμοῦ, καὶ ζωὴν Παραδείσου τὴν ἄληκτον.
Θεοτοκίον.
Σωτήριος, ὁ σὸς Τόκος Ἄχραντε, ὑπὲρ φύσιν τε καὶ λόγον ἀνθρώποις, ὃν ἐν χερσί, θαυμαστῶς ἠγκαλίσω, καὶ ἐκ μαζῶν σου Ἁγνὴ ἐγαλούχησας· διὸ ὡς Μήτηρ τοῦ Χριστοῦ, ὑπὲρ πάντων Αὐτὸν καθικέτευε.
Διάσωσον, τῶν μοναχῶν τὰς χορείας Ματρῶνα θεία, ἀπὸ πάσης τοῦ βελίαρ δεινῆς ἐπιθέσεως, λιταῖς σου πρὸς Χριστὸν τὸν Σωτῆρα
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν Ὁσίων Ματρῶνα ὑπάρχεις τὸ πρότυπον, καὶ πιστῶν τῆς Χίου λαμπρὸν μέγα καύχημα, ἑκουσίως ὑπὲρ Χριστοῦ ἀθλήσασα στεῤῥῶς· διὸ ἔλαβες ἐν οὐρανοῖς, τῶν ἀσκητῶν τὴν χαρμονήν, καὶ τῆς νίκης τὸν στέφανον· σκέπε ταῖς σαῖς πρεσβείαις, τοὺς σὲ πιστῶς εὐφημοῦντας, καὶ μοναχῶν θείους χορούς, καὶ Χριστοῦ τῆς Χίου ποίμνιον.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε ἀνυμνήσωμεν, ἐν ἐγκωμίοις Ματρῶναν, τὸ τῆς Χίου βλάστημα, ἀσκητῶν ἀγλάισμα τὸ ἐντρύφημα· ἐν χαρᾷ ἔσπευσε, πρὸς Χριστὸν ὡς νύμφη, ἀρνηθεῖσα τὰ ἐγκόσμια, ψευδῆ καὶ μάταια, καὶ φθαρτὰ καὶ πάντα ἐπίκηρα, δεικνύουσα ἐν θαύμασι, χάριν ἣν παρέχει ἡ ἄσκησις, ὄντως ἀνεδείχθη, ἀντίτυπον Ὁσίων τοῦ Χριστοῦ, καὶ ἀσκουμένων ὑπόδειγμα, ἡ θεομακάριστος.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ χάρις σου Ματρῶνα, μοναχὰς ἐνισχύει ἐν τῷ ἀγῶνι αὐτῶν, καὶ δύναμιν παρέχει, πιστοῖς ἐνασκουμένοις, καὶ βοῶσιν ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λιμὴν καὶ προστασία, σὺ πέλεις ὦ Ματρῶνα τῶν ἐν τῇ Χίῳ πιστῶν, καὶ πάντων τῶν τιμώντων, τὴν μνήμην σου ἐν ὕμνοις, καὶ βοώντων πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱκέτευε Ματρῶνα, Χριστὸν τὸν σὸν Νυμφίον τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ σῶσαι ἐκ παγίδων, ἀλάστορος τοὺς πίστει, ὁμολογοῦντας καὶ ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὸ τεῖχος μοναζόντων, σὺ πέλεις Θεοτόκε καὶ ὁδηγὸς ἀσκητῶν, ἱκέτευε Παρθένε, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἠγλαϊσμένη, ὁσιακῶς νῦν εὐφραίνῃ, ἐν σκηναῖς τῶν Ὁσίων Ματρῶνα, τὸν Χριστὸν ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν σαββατίζει, ἐν οὐρανοῖς ἡ Ματρῶνα, προσκαλοῦσα ἡμᾶς ἀνυμνῆσαι, τῆς Τριάδος δόξαν, εἰς πάντας τοὺς αἰῶνας.
Ἰσχύι Λόγου, τὰ ἐν τῷ κόσμῳ ἠρνήθη, καὶ Ἀγγέλων τοῦ βίου ἠράσθη, μεθ’ ὧν αἰωνίως, ὑμνεῖ τὸν πάντων Κτίστην.
Θεοτοκίον.
Καταστεφθεῖσα, ὡς οὐρανῶν πλατυτέρα, ἀενάως πρεσβεύεις σῷ τόκῳ, ὑπὲρ τῶν ὑμνούντων, Αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ βίος σου Ματρῶνα, πιστοῖς νῦν κηρύττει, τοῖς τὴν σὴν μνήμην τιμῶσι ζωὴν τοῦ Χριστοῦ, καὶ ἀρετῶν εὐκαρπίαν θείοις ἐν θαύμασιν.
Δεχθεῖσα θείαν κλῆσιν, ἀπηρνήθης Ματρῶνα, πάντα ζωῆς τῆς προσκαίρου φθαρτὰ καὶ τερπνά, ἵνα ἀγάλλῃ ἐν θείοις δώμασιν ᾄδουσα.
Ἡ χάρις σου Ματρῶνα, τὴν ὁδὸν δεικνύει, ἐν ἀρετῆς τοῖς ἀγῶσι σεπταῖς μοναχαῖς, ποδηγετοῦσα ἀπαύστως πρὸς τὴν τελείωσιν.
Θεοτοκίον.
Μαρίαν Θεοτόκον, Λόγου τὴν Μητέρα, ἐν ἐγκωμίοις τιμῶμεν καὶ ὕμνοις πιστοί, σὺν Ἀσωμάτοις χορείαις Αὐτὴν γεραίροντες.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῆς ἀσκήσεως καλλονή, Ματρῶνα τῆς Χίου, ἐγκαλλώπισμα καὶ φρουρός· χαίροις τῶν θαυμάτων, κρουνὸς τοῖς προσιοῦσιν, ἐν πίστει τῷ ναῷ σου, καὶ εὐφημοῦσί σε.
Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, Ματρῶναν τῆς Χίου, τὴν ἀσκήτριαν τοῦ Χριστοῦ, τῶν Παρθένων κλέος, καὶ τῶν Ὁσίων τύπον, πιστῶν δὲ Ὀρθοδόξων, τὸ περιτείχισμα.
Ὁσίαν Ματρῶναν πανευλαβῶς, τιμήσωμεν ὕμνοις, ἐκαμγεῖον τῶν ἀρετῶν, τὴν ὑπὲρ τοῦ Λόγου, τοῦ κόσμου ἀρνηθεῖσαν, ἡδύτητα καὶ πλοῦτον, καὶ ματαιότητα.
Ματρῶναν λιποῦσαν ὑπὲρ Χριστοῦ, ῥέοντα τοῦ κόσμου, καταστέψωμεν ἐν ᾠδαῖς, καὶ γὰρ ἠξιώθη, τιμῆς τῆς τῶν θαυμάτων, σαββατισμοῦ τε θείου, ἐν θείοις δώμασιν.
Ματρῶνα τῆς Χίου κλεινὴ Κυρά, ἀεὶ σαββατίζεις, μετ’ Ὁσίων περιχαρῶς, ὡς ζήσασα Μῆτερ, ὁσίως ἐν ἀσκήσει, ἱκέτευε τὸν Κτίστην, ὑπὲρ τῶν δούλων σου.
Τήρησον Ματρῶνα τὰς μοναχάς, Μονῆς σου ἁγίας, ἐν ἀσκήσει πνευματικῇ, φρούρησον τοὺς πίστει, τιμῶντας τὴν σὴν μνήμην, ἐν Ὕδρᾳ καὶ ἐν Χίῳ, ἐκ πάσης θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, τῆς Ματρώνης τῆς σεπτῆς, βίαν ἐν ἐρήμῳ τιμῶντες, ἐν εὐφροσύνῃ πολλῇ, ὕμνοις εὐφημήσωμεν αὐτῆς τὴν ἄσκησιν· τὸν Χριστὸν γὰρ ἠγάπησεν, ἐν βίᾳ ἁγίᾳ, ἔρημον οἰκήσασα, θείᾳ τῇ χάριτι· ὅθεν, ἐπαξίως τιμᾶται, δόξαν ἀφθαρσίας λαβοῦσα, καὶ ἐν οὐρανοῖς θείαν κατάπαυσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.