Παρακλητικός Κανών εις την Οσία Ολυμπιάδα την Διάκονο

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 25 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὀλυμπιάδα τὴν σεμνὴν εὐφημούντες, ὡς τοῦ Χριστοῦ καθαρωτάτην παρθένον, καὶ πέλαγος ἐλέους τε πᾶσι παρεκτικήν, πίστει ἱκετεύσωμεν, ταῖς εὐχαῖς σου Ἁγία, δὸς ἡμῖν ἀγάπησιν, τοῦ Κυρίου καὶ πίστιν, τοῦ έκετελεῖν προθύμως ἐντολάς, τὰς ὁδηγούσας, εὐθὺς εἰς Παράδεισον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ή άκροστιχίς·
Ὀλυμπιὰς καταφυγή, γενοῦ ἡμῶν βεβαία. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ἁρματηλάτην Φαραώ.
Ὀλυμπιάδα ἀρετῶν κειμήλειον, νῦν εὐφημήσωμεν, θεοειδεστάτην, στήλην τε τῆς χάριτος, αἰτούμενοι συγχώρησιν, τῶν ἡμῶν ἐγκλημάτων, αὐτῆς πρεσβείαις πρὸς Κύριον, δι’ ὃν ἐσταυρώθη τοῖς πάθεσι.

Λύσιν εὐροῦσα κοσμικῆς συγχύσεως, Ὀλυμπιὰς θαυμαστή, γέγονας σωφρόνως, θείου καλλιέρημα, διὸ καθικετεύω σε, κοσμικῶν συμπτωμάτων, ἀδιαλώβητον τήρει με, καὶ τῶν ἀναγκῶν με ἀπάλλαξον.

Ὑψυγορῶν ὁ ἐωσφόρος πέπτωκε, σὺ ὄμως νύμφη Χριστοῦ, ταπεινοφρονοῦσα, εἰς οὐδὲν λελόγισαι, εὐγένειαν τὴν πρόσκαιρον, καὶ τὸ μάταιον κάλλος, εἰς οὐρανὸν ὄμμα αἴρουσα, ἕνθα ὁ ύπέρκαλλος εὔρηται.

Θεοτοκίον.
Μὴ ἀγρευθεῖσα ἡ Ἀμνάς θεόνυμφε, ὑπὸ δικτύων ἐχθροῦ, ὄπισθεν προθύμως, τοῦ Υἱοῦ σου ἔδραμε, Αὐτὸν μόνον γνωρίζουσα, καταφύγιον μέγα, καὶ τῆς καρδίας ἐντρύφημα, ὃν κἀγὼ εὐχαῖς σου εὐρήσοιμι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παρθενίαν ποθούσα, τὴν πρὸς Θεὸν ἄγουσαν, ταύτην ἐξελέξω Ὁσία, μετὰ τὴν κοίμησιν, τοῦ πρὸς ὀλίγον σοι συνομιλήσαντος γάμῳ, ὅθεν ἱκετεύω σε, ἁγνόν με φύλαττε.

Ἱερῶς ἀνηνέχθης, Ὀλυμπιὰς ἔνδοξε, διακονισσῶν είς βαθμίδα, ὡς ἱερεύσασα, σαὐτὴν τοῖς πάθεσι, καὶ τὸν Θεὸν μόνον σχοῦσα, Κύριον καρδίας σου, ὃν ἐξιλέωσαι.

Ἀληθὴ πλούτον μόνου, τὸν Ἰησοῦν ἔχουσα, τούτου χάριν πλούτον Ὁσία, τὸν σὸν διένειμας, διό με τήρησον, φιλοκτησίας τοῦ πά¬θους, ἄτρωτον καὶ ἄσυλον, πλοῦτον φροντίζοντα.

Θεοτοκίον.
Σαρκικῆς πάσης θέλει, ὁ Ἰησοῦς Δέσποινα, τοὺς Αὐτῷ γνησίως rὀπίσω ἀκολουθήσαντας, πράξεως τέλειον, καθαιρομένους ὡς ἔφυ, ἡ Ὀλυμπιώνυμος, σκεύος τὸ τίμιον.

Διάσωσον Ὀλυμπιὰς τοὺς σοὺς δούλους, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθρῶν δυσμενῶν, καὶ φύλαττε ἀβλαβεῖς ἐκ κινδύνων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φιλάνθρωπον οὗς, μὴ διαλίπῃς τείνουσα, τοῖς ὄσοι πρὸς σὲ, Ὀλυμπιὰς προστρέχουσι, καὶ παρέχειν ἄφθονον τοῦ Δεσπότου τὸ ἔλεος, ἡ πλήρης καλῶν, πρεσβεύουσα ἀείποτε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κατασπείρασα Μήτερ μου, ἐλεημοσύνης τὸν κόσμον ἅπαντα, τὸν Θεόν μοι ἐξιλέωσαι, ἵνα τῷ ἐλέει με δικάσηται.

Ἀδιάκριτον ἔδειξας, τῆς φιλανθρωπίας τὴν δόσιν ἄπασι, χορηγοῦσα ὡς ὁ Κύριος, ἐν Εύαγγελίοις σαφώς εἴρηκε.

Θεοτοκίον.
Ἁγνοτάτως ἁγνεύουσα, Δέσποινα εὐλόγησον ἡ ὑπέραγνος, συνικέτιδα λαμβάνουσα, τὴν Ὀλυμπιάδα τὴν φιλόαγνον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φέρειν ἐν χαρᾷ, πειρασμούς με καταξίωσον, ἐγειρομένους τοῦ ἐχϑροῦ προσβολαῖς, καὶ ἁμαρτίας διαλύειν τὸ χειρόγραφον.

Ὕψους οὐρανοῦ, ἁψαμένη τῇ ἀσκήσει σου, Ὀλυμπιὰς σεμνὴ ἀξίωσον, ὑπομένειν, τῆς ἀσκήσεως τὸν δίαυλον.

Γρήγορον τὸν νοῦν καὶ πανάγρυπνον τηρήσασα, ὡς μελετῶσα ἀεὶ Ἰησοῦν, γρηγοροῦντά με, εὐχαῖς σου ἀνάδειξον.

Θεοτοκίον.
Ἤλγησε σατάν, ἀνδρικῶς καταπατούμενος, Ὀλυμπιάδος τοῖς ποσὶ Μαριάμ, τοῦτο πέλει καρπὸς σῆς κυήσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Γηράτων σε, βακτηρίαν ἔγνωμεν, καὶ πτωχείας κηδεστὴν χρυστοφόρον, ὅϑεν ἡμᾶς, κλονουμένους ποικίλοις, καὶ ὀχληροῖς περιστάσεσι στήριξον, πρεσβείαις σου Ὀλυμπιάς, γυναικῶν διακόνων ἡ ἔξαρχος.

Ἐνέκρωσας, τῶν παϑῶν ἐνέργειαν, Ἀποστόλων ἑπομένη τῇ ῥήσει, καὶ τὴν ζωήν, τοῦ Σταυροῦ ἑλομένη, στηλογραφία ἐγένου μιμήσεως, Χριστοῦ ζωῆς τῆς ἀληϑοῦς, ἧς καὶ τύχοιμεν ϑείαις πρεσβείαις σου.

Νενίκηκας, φυσικῶν ὀρέξεων, τὴν ἐξέγερσιν σκοποῦσα τὰ ἄνω, Ὀλυμπιὰς, ὅθεν γῇ οὐρανός σοι, καὶ τῇ σεπτῇ συνοδείᾳ σου γέγονεν, Ἀγγέλων τὴν διαγωγὴν ἤ ἀνθρώπων ἡμᾶς ἐκδιδάσκετε.

Θεοτοκίον.
Ὀλύμπιον, δωδεκάϑεον Κόρη, οὐ τολμᾷ παραβαλέσϑαι τοῖς ἄϑλοις, οἷς τοῦ Χριστοῦ, μαϑηταὶ ἐγκοσμοῦνται, Ὀλυμπιὰς δε ὁσίων ἡ πρώταρχος, προβάλλεται ὡς ἁμαζών, νικηφόρος Παρϑένε τοῦ Τόκου σου.

Διάσωσον, Ὀλυμπιὰς τοὺς σοὺς δούλους, ἀπὸ πάσης ἐπιβουλῆς ἐχϑρῶν δυσμενῶν, καὶ φύλαττε ἀβλαβεῖς ἐκ κινδύνων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῇ ἀγάπῃ Χριστοῦ ἀεὶ ἐπιμένουσα, προστασία ϑερμὴ ἀνεδείχϑης πανάριστε, τῶν προσφευγόντων σοι πτωχῶν καὶ τηκομένων λιμῷ πᾶσι διδοῦσα ἁπλῶς, Ὀλυμπιὰς ϑεοκίνητε· ὅϑεν ἡμῖν παράσχου, λύσι ἁμαρτημάτων, ταῖς πρὸς Θεόν σου προσευχαῖς καὶ ἀλήκτοις πρεσβείαις σου.

Προκείμενον.
Ἀγαλλιᾶσϑε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος. Ὑπομένων ὑπέμεινα τόν Κύριον καὶ προσέσχε μοι.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1 – 13).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς σῆς Ὀσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην προσερείσασα, τὴν σὴν ἀγάπην Κυρίῳ, ὁλικῶς ἀνέϑηκας πᾶσαν σου τὴν ἔφεσιν καὶ τὴν μέριμναν, τὸ Αὐτοῦ ϑέλημα, καϑ᾽ ἡμέραν πράττουσα, ἐπαρκοῦσα πενομένους τε, πεινῶντας τρέφουσα, ϑάλπουσα γυμνοὺς καὶ ἀστέγοὺς τε, ὅϑεν μακαρία, ἡμῶν Ὀλυμπιὰς ταῖς σαῖς εὐχαῖς, μὴ διαλίπῃς ἀνάπτουσα, φίλτρον τὸ φιλάνϑρωπον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑμνῳδίαις ἀπαύστοις, σὺν παρϑένοις ἁγία Θεὸν ἱλέωσαι, ἅπαντα χρόνον βίου, εὐχὴν μεταβαλοῦσα, ὅϑεν πίστει σου δέομαι· ἀξίωσόν με Χριστόν, οἰκῆσαι ἐν καρδίᾳ.

Ἡ δεινὴ ἀρχεκάκου, σὲ μανία Ὀσία μὴ ὑποφέρουσα, ὁρᾶν ϑεοφιλήτως, Χριστῷ εὐαρεστοῦσαν, συκοφάντας ἐξήγειρε, ἐξ ὧν με ῥύου εὐχαῖς, σαῖς πανοσία μῆτερ.

Μακαρία σὺ ὄντως, ὅτι ἐξορίας Ἁγία ἔτυχες, ὑπὲρ τῆς ἀληϑείας, σὺν ϑείῳ Χρυσοστόμῳ, καὶ τὸ στέφος ἀπείληφας, ὁμολογίας Χριστοῦ, ὅπερ κἀμοὶ παράσχου.

Θεοτοκίον.
Ὡραΐζει Παρθένε, ὁ σὸς Τόκος ἃς ϑέλει ψυχὰς τῇ χάριτι, καὶ ταύτας λαμπροφόρους, παρίστησι τῷ ϑρόνῳ, τῆς Αὐτοῦ ἀγαϑότητος, ᾧ με προσάγοις Ἁγνή, σὺν τῇ Ὀλυμπιάδι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νοσούντων μήτηρ, καταφυγὴ πενομένων, ὡς ἐγένου μῆτερ Πανοσία, οὕτω ἐπισκέπτου ἡμᾶς κεκακωμένους.

Βοᾷ ἀγλώττως, εὐεργεσιῶν σου τὸ πλῆϑος, πρὸς Δεσπότην ἐλεημοσύνης, ὃν καὶ ἐξιλέου ὑπὲρ ἡμῶν Ὀσία.

Ἐμψύχων ὅλως, μὴ μετασχοῦσα Ἁγία, τῆς νηστείας δίαυλον εὐλόγει, καὶ τῆς ἐγκρατείας, τὴν χάριν ἡμῖν δίδου.

Θεοτοκίον.
Βλύζεις Παρϑένε, τῆς εὐσπλαγχνίας τὸ ῥεῖϑρον, ἀεννάως τοῖς σοὶ προσιοῦσιν, ὡς Ὀλυμπιάδι, τῇ εὐσπλαγχνικωτάτῃ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγαλλομένη μῆτερ, ὡς λαβοῦσα στέφη, μὴ ἐπιλάϑου ἡμῶν τῶν τιμώτων σε, νῦν ἔχεις πλείονα χάριν καὶ τὸ εὐπάρεδρον.

Ἰάματα ποικίλα, ἔβλυσαν Ὁσία, τὰ σὰ πανέντιμα λείψανα πάσχομεν ὅϑεν ἡμῖν τοῖς τιμῶσι, σὺ δίδου ἴασιν.

Αἱμάτων ἐπληρώϑη, σὴ σορὸς λειψάνων, ἀποδεικνῦσα ψυχῆς φιλομάτυρον, ὅπερ παράσχου Ἁγία, τοῖς σοὶ προστρέχουσιν.

Θεοτοκίον.
Ἀνύμφευτε Παρϑένε, σὺν Ὀλυμπιάδι, παρϑενευόντων χορούς διαφύλαττε, καὶ σωφρονούντων τὰ πλήϑη, χάριτι στήριξον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις σωφρονούντων ὑπογραμμός, καὶ παρϑενευόντων ὑποτύπωσις ζωηρά, χαίροις διακόνων, τὸ καύχημα καὶ κλέος, Ὀλυμπιὰς ὁσία στήλη ἀσκήσεως.

Πᾶσιν ἐπαρκέσασα δαψιλῶς, στέγη ἀνεδείχϑης, τῶν ἀστέγων ἄρτο πτωχῶν, ὀρφανῶν προστάτις, ἀκέστωρ τῶν νοσούντων, καὶ πόρος ἐξορίστων, Ὀλυμπιὰς σεμνή.

Χαίροις Χρυσοστόμου ἡ συνεργός, ἡ σωφρονεστάτη, ὑποϑήκη μοναστριῶν, χαίροις Ἐκκλησίας, ἡ πόϑῳ μεριμνῶσα, καὶ χορηγοῦσα πᾶσι Ὀλυμπιὰς ἁπλῶς.

Ἐν ἀσκήσει πρώτη Ὀλυμπιάς, καὶ ἐν ἀγρυπνίαις, ὡς λαμπὰς ἀυλοειδής, πρώτη εὐχομένη, ἐν ἔγκρατεία πρώτη καὶ ἐν παρϑένοις πρώτη, φρονίμοις τέταξαι.

Στέφος σοι ἐπλάκη πολυανϑές, πρῶτον παρϑενίας, ἐγκρατείας καὶ προσευχῆς, ἐλεημοσύνης καὶ τῆς ὁμολογίας, ὡς μέγας σου ὁ πλοῦτος Ὀλυμπιὰς κλεινή.

Τοὺς τὴν ἱεράν σου Ὀλυμπιάς, μνήμην ἐλκτελοῦντας, περιφύλαττε ἐκ παντός, ἐχϑροῦ ἀοράτου, καὶ ὁρατοῦ διδοῦσα, τὴν χάριν Παρακλήτου, τὴν ἀγιάζουσαν.

Σὺν τῷ Χρυσοστόμῳ ϑείῳ πατρί, εὔχου ϑεία μῆτερ, ἵνα ζῶμεν κατὰ Θεόν, τηροῦντες ἁπάσας τὰς ἐντολάς Κυρίου, καὶ τύχωμεν ἐν τέλει ζωῆς τῆς κρείττονος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσιν αἰτουμένοις σὴν σεμνή, προστασίαν πρόσχες Ὁσία καὶ περιφύλαττε, χορηγοῦσα ἔλεος ταῖς μεσιτείαις σου, καὶ κινδύνων ἀπόσεισιν, τῇ πείρᾳ γὰρ οἴσϑα, ὅτι εὐκατάπτωτος φύσις ἀνϑρώπειος, ὅϑεν τῷ πυρὶ τῷ ἀύλῳ, ἔφησον ψυχὰς κλονουμένας, ὦ Ὀλυμπιὰς ϑεομαμάριστε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Εἰς Ὄλυμπον τὸν νοητόν, οὗ ἕστης σὺ Ὁσία,
ἄγαγε τοὺς τιμῶντάς σε, μῆτερ μου τρισολβία.

Ἱ. Μ. Σίμωνος Πέτρας, 18.10, 1987.

Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφὸν Βασίλειο,
διὰ τὴν παραχώρηση τῆς Παρακλήσεως.