Παρακλητικός Κανών εις την Οσία Μητέρα Θεοδώρα την εν Θεσσαλονίκη την Μυροβλύτιδα και Θαυματουργό
†Εορτάζεται στις 5 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀρνησαμένη σε αὐτήν Θεοδώρα, καὶ ἀραμένη τὸν Σταυρὸν σου επ’ώμων, ἀσκητικῶς ἐβάδισας τὸν βίο σου σοφή, ὅθεν πρὸς οὐράνιον καὶ ἀνέσπερον λῆξιν, χαίρουσα κατέπαυσας αἰτουμένη πταισμάτων, τοῖς σε τιμῶσι ἄφεσιν ἀεί, παρὰ Χριστοῦ τοῦ Σωτῆρος ἀοίδιμε.
Δόξα.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Τελείως τὸν δρόμον σου ἐν ἀκλινεῖ λογισμῷ, ἐτέλεσας πάνσεμνε ὑποταγεῖσα καλῶς, Χριστῷ τῷ νυμφίῳ σου˙ ὅθεν εἴληφας χάριν, Θεοδώρα ὁσία δαίμονας φυγαδεύειν καὶ νοσοῦντας ιάσθαι· διὸ καὶ τοῖς τιμῶσι σε βρύεις ἰάματα.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὰς ἀσθενείας μου καὶ νόσους ἴασαι, ταῖς σαῖς δεήσεις πρὸς τὸν Θεὸν Λόγον, Θεοδώρα πάνσεμνε, τὸν τοῖς αὐτοῦ παθήμασι τὰς ἐμὰς μαλακίας καὶ νόσους πάντων βαστάσαντα, καὶ τὰς ἀσθενείας ἀράμενον.
Στρέψον ἐμοὶ τὸν κοπετὸν τῆς νόσου μου εἰς ὑγείας χαράν, τὸν σκοτεινὸν σάκκον τὸν τῆς καχεξίας μου, Ὁσία, διαρρήξασα, καὶ φαιδρὰν εὐεξίας περίζωσον εὐφροσύνην με, καὶ ἀγαλλιάσεως πλήρωσον.
Ἀναπτομένη τῶν παθὼν ἡ κάμινος σπινθῆρας καίοντας φθοροποιῶν νόσων, καὶ πυρφόρους ἄνθρακας ἐξῆψε, καὶ φλογίζει με πυρετοῖς λαυροτάτοις˙ ἀλλ’ εἰ δροσίσαις, Ὁσία με, ἴαμα ἡ σὴ δρόσος ἔσται μοι.
Θεοτοκίον.
Ἄνευ ὠδίνων ἡ τεκοῦσα Δέσποινα τὰς ἀλγηδόνας μου καὶ τοὺς βαρεῖς πόνους καὶ τὰς πιεζούσας με καὶ συνθλιβούσας πάντοτε δριμυτάτας ὠδίνας ἐλαφρῦνον, ἐπικούφισον, καὶ ἐπισκοπὴ σου θεράπευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐπὶ κλίνης κακίας ὀδυνηρῶς κείμενος, σε ἐπικαλοῦμαι, Ὁσία, κλῖνον τὸ οὓς σου ἐμοί, σπεῦσον τοῦ σώσαί με, τάχυνον τοῦ ἐξελέσθαι, πυρὸς ἀποσμήχοντος νῦν τὴν καρδίαν μου.
Ἰσχυρὰν σε κρηπῖδα καὶ ἱερὰν ἄγκυραν, καὶ ἀῤῥαγεστάτην ἐλπίδα, Ὁσία, κέκτημαι· διὸ με κύμασι κλυδωνιζόμενον νόσων, εἰς ὑγείας ἴθυνον λιμένα εὔδιον.
Νηπιόφρονα παῖδα, νέον υἱὸν ἄτακτον, ῥάβδῳ σωφρονίζει παιδεύων, πατὴρ φιλόστοργος, οἴδα φιλάνθρωπε· ἀλλ’ ἱκανῶς με τυφθέντα, διὰ τῆς Ὁσίας σου πάλιν ἐλέησον.
Θεοτοκίον.
Θαυμαστὸν ἐν ἁγίοις, κόρη, Θεὸν τέτοκας, ὅθεν ἐπ’ ἐμὲ τὰ ἐλέη, τάχος θαυμάστωσον, Ὑπεραγία σεμνή, καὶ ἀφορήτοις ὠδίναις ἤδη νεκρωθέντα με ζώωσον, δέομαι.
ᾨδὴ δ΄. Σὺ μου ἰσχύς.
Ἵνα τὰ σὰ ἐκδιηγῶμαι θαυμάσια, Θεοδώρα, καὶ τὰ μεγαλείά σου, ἵνα ἀνθρώπων ἐν τοῖς υἱοῖς ἐξομοιῶμαι τὰ σὰ ἐλέη, πανένδοξε, ἐπίβλεψον εὐσπλάγχνως ἐπ’ ἐμὲ τὸν νοσοῦντα καὶ ὑγιείαν τελείαν μοι δώρησαι.
Ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, καὶ ὑγιεία πρόχειρος, καὶ ἴασις, μεταβολῇ καὶ ἀναψυχῇ τὸν ἐν ἀθυμίαις καὶ συμφοραῖς, καὶ ἐν θλίψεσιν, ὠδίναις πικροτάταις, ἀνενδότοις με πόνοις δαπανώμενον οἴκτειρον, ἔνδοξε.
Τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης οὐσίας, Χριστέ, ὁ φορέσας δι’ ἀγαθότητα, τὰς ἀσθενείας μου τὰς πολλὰς καὶ ἀρρωστίας εὐπλάγχνως ἴασαι, εὔσπλαγχνε, εἰς τοῦτο δυσωποῦσαν Θεοδώρα ὡς ἔχων τὴν λαμπρὰν καὶ σεπτὴν μυροβλύτιδα.
Θεοτοκίον.
Σὺ τὴν πηγὴν τῶν ἰαμάτων ἐπήγασας νοσημάτων ἄβυσσον ξηραίνουσαν, παρεχομένην τε δωρεὰν ῥῶσιν τοῖς νοσοῦσιν, ὑγείαν τοῖς ἀρρωστοῦσιν Ἁγνή. Διὸ τὸν δαμασθέντα χαλεπαῖς ἀρρωστίαις καὶ πικραῖς ἀσθενείαις με ἴασαι.
ᾨδὴ ε΄. Ἶνα τι με ἀπώσω.
Ῥαντισμοῖς οἰκτιρμῶν σου τὸν τῆς ἀσθενείας μου βόρβορον πλύνουσα καθαρὰς ὑγιείας ἀπολαύσαι, Ὁσία, παράσχου μοι· καὶ γὰρ ἡ ζωὴ μου κατὰ μικρὸν προσδαπανᾶται, καὶ ἐλπὶς σωτηρίας οὐκ ἔστι μοι.
Ὑπομένων ἐν πόνοις καὶ στενοχωρίαις σεμνῇ ὑπομένω σε· ἀλλ’ εἰσάκουσον μου τῆς δεήσεως ταύτης καὶ πρόσχες μοι, καὶ γὰρ ἡ ζωὴ μου κατὰ μικρὸν προσδαπανᾶται, καὶ ἐλπὶς σωτηρίας οὐκ ἔστι μοι.
Οὐ κινήσαι τοὺς πόδας, οὐ διαπετάσαι τὰς χεῖρας εἰς δέησιν, οὐ διάραι στόμα, οὐ προέσθαι φωνὴν ἱκετήριον, παρειμένος ὅλος στένω, καὶ παραλελυμένος· διὸ πρόφθασον, μῆτερ, καὶ σῶσον με.
Θεοτοκίον.
Σὲ θερμὴν προστασίαν καὶ ἐπικουρίαν ἐν θλίψεσι κεκτημένος, κόρη, πρὸς τὴν σὴν καταφεύγω ἀντίληψιν τὰς πικρὰς ὠδίνας, τὰς ἀφορήτους ἀλγηδόνας, τὸ βαρύτατον ἄλγος μου κούφισον.
ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτιῶν.
Νέκρωσον πρὸ τῆς θάνῃς καὶ φθορὰν πρὸς τῆς ταφῆς ὑπομένω, ἁρμονίας τοῦ σώματος καὶ μελῶν καθυποστάς νάρκην καὶ πάρεσιν, διὰ τοῦτο τοῖς οἰκτιρμοῖς σου κατέφυγον.
Ὄμβρησόν με, φωτεινὴ ἱερὰ μοι μυροβρόχε νεφέλη, τῶν ἰαμάτων ῥεῖθρα, καὶ τακέντα με καύσωνι πυρετῶν διακαῶν δρόσισον, ἔμψυξον, πρὸς τὴν πρώτην παλινδρομήσαι ὑγιείαν παράσχου μοι.
Κοίμησον τῶν ὠδινῶν ἀκοιμήτῳ σου πρεσβεία, Ὁσία, καὶ συνεχῆ καὶ λίαν ἀγριαίνοντα κύματα, περιόδων πυρετούς, καὶ τὰ σφοδρότατα τούτων ῥίγη παῦσον, καὶ γὰρ τὰ ὀστᾶ καταθλῶσι μου.
Ὕδατος ζῶντος πηγή, τὸ πικρὸν καὶ ἀνυπόστατον ὕδωρ τῶν ὠδινῶν καὶ πόνων καὶ παθὼν τῶν τοῦ σώματος τὸ χειμάζον με δεινῶς πράϋνον, εὔνασον, στῆσον, ψῦξον, καὶ τὴν καρδίαν πλῆσον γαλήνης, ἁγνή.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ποταμὸς ἐκ τῆς Ἐδὲμ ὁ ἱστορούμενος, ἐκ τῆς ἁγίας σου σοροῦ μύρα ἡδύπνοα ἀναβλύζουσι τῇ πόλει σου Θεοδώρα˙ οὐκ εἰς τέσσαρας ἀρχὰς ἀφοριζόμενα, τὴν ὑφήλιον δε πᾶσαν ἁγιάζοντα, ἢ καὶ ψάλλει σοι, χαῖρε γύναι ἰσάγγελε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου.
Στίχος. Τὶ ανταποδώσωμεν τῷ Κυρίῳ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ζ΄ 36-50).
᾿Ηρώτα δὲ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦΦαρισαίουἀνεκλίθη.Καί ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ.Ἰδών δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τὶς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλὸς ἐστι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοὶ τι εἰπεῖν. Ὁ δὲ φησι· διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο· τὶς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθον σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξε μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσα μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλὴν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψε μου τοὺς πόδας. Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ· ἀφέωνται σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τὶς οὗτος ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκε σε· πορεύου εἰς εἰρήνην.
Δόξα.
Ταῖς τῆς σὴς Ὁσίας πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄.
Περικυκλοῦντες τὴν λάρνακα τῶν λειψάνων σου, Θεοδώρα Μῆτερ, καθὼς περ πάλαι τὸν τάφον τοῦ Πατριάρχου Ἰακώβ, οἱ τούτου ἔκγονοι, οὐ δάκρυα χέομεν, οὐδὲ θρήνοις κοπτόμεθα, ἀλλὰ γηθοσύνως ἐν ψαλμοῖς καὶ ὕμνοις, ἀπαντλοῦμεν ἐξ αὑτῆς, τῶν θαυμάτων τὰς χάριτας, δοξάζοντες ἀπαύστως, τὸν σε δοξάσαντα Κύριον.
Σῶσον ὁ Θεὸς τὸν λαό σου….
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὅλην ἐν σοι τὴν προσδοκίαν, τὴν ἐλπίδα τε τῆς σωτηρίας ὅλην επιρρίπτω· διὸ ὅλην τὴν κοίτην στρέψον τῆς ἀῤῥωστίας, ἔνδοξε, τῆς ἐμῆς εἰς εὐρωστίαν.
Ῥεῖθρον ἰάσεως με βλύσον, καὶ παφλάζουσαν τὴν κάμινον, Ὁσία, τῶν σφοδρῶν πυρετῶν κατάσβεσον εἰς τέλος· σὺ γὰρ πηγὴ βλυστάνουσα μύρων θείων γλυκὺ ῥεῖθρον.
Ὅλως ἐπλήγην, ὡσεὶ χόρτος ἐξηράνθη μου τοῖς νόσοις ἡ καρδία, ὡσεὶ φρύγιον δε τὰ ὀστᾶ συνεφρύγη, καὶ συνετρίβη, πάνσεμνε ἴασαι τὴν συντριβὴν μου.
Θεοτοκίον.
Μόνη χαρά, τῶν θλιβομένων, ὅτι θλίβομαι ταχὺ ἐπάκουσον μου, πρόσχες μου τῇ ψχή, καὶ σου μὴ ἀποστρέψῃς τὸ τοῦ ἐλέους πρόσωπον ἀπ’ ἐμοῦ, Θεογεννήτορ.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινος.
Νέος τελῶν παράλυτος, νεκρός, ἔμπνους, ἡμίθνητος καταβεβλημένος ἐπὶ κλίνης βέβλημαι· κάμοι γὰρ ἐγένετο τύμβος ἡ κλίνη, ἔνδοξε, χεῖρας ἀνειμένῳ παρειμένῳ τὰς κνήμας, καὶ παραλελυμένῳ γόνατα καὶ τοὺς πόδας· ἀλλ’ ὅμως, ἐὰν θέλῃς, λόγῳ με σώσεις μόνῳ.
Ἀνιαροῖς νοσήμασι, χαλεποῖς ἀρρωστήμασι, καὶ ἀλλεπαλλήλοις ἀνιάτοις πάθεσι δεινῶς χειμαζόμενος, ὥσπερ εἰς ὅρμον εὔδιον εἰς τὸν γαληνὸν τοῦ σου ἐλέους λιμένα προσόρμισον, Ὁσία, κόπασον ὀδυνῶν μου τὸν κλύδωνα, καὶ παῦσον τὰ κύματα τῶν πόνων.
Ὑπὸ πολλῶν πυρούμενος πειρασμῶν καὶ τυπτόμενος ὅλην ἐξηράνθην τὴν ἰσχύν, ὡς όστρακον· καὶ γὰρ ἡ καρδία μου, ὡσεὶ κηρὸς τηκόμενος γέγονεν ἐν μέσῳ τῆς κοιλίας μου ὄντος, καὶ δίψει σφοδροτάτῳ ἐκολλήθη ἡ γλῶσσα πικρῶς τῷ λάρυγγι μου, ελέησόν με, μῆτερ.
Θεοτοκίον.
Χαῖρε πηγὴ χρηστότητος, ἀγαθότητος πέλαγος, καὶ φιλανθρωπίας καὶ ἐλέους ἄβυσσος, τὴν σὴν ἀγαθότητα καὶ ἐπ’ ἐμοὶ θαυμάστωσον, καὶ τῆς κατεχούσης με καὶ κατατρεχούσης ἐσχάτης ἀσθενείας εὐσπλαγχνίας ῥανίδι τῆς σής, Θεοκυήτορ, ἀπάλλαξον ἐν τάχει.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νοσούντων ὀξυτάτη ἀπαλλαγῇ, ἀσθενούντων ἑτοίμη παράκλησις, ἀναψυχὴ τῶν κακοπαθούντων ἐν συμφοραῖς εἰς τὴν ἐμὴν ἀσθένειαν, καὶ τὴν κακοπάθειαν τὴν πολλὴν ἐπίβλεψον εὐσπλάγχνως, καὶ πρόσχες φιλανθρώπως, ἶνα ὑμνῶ σε τὴν κυρίαν μου.
Νοσήμασι ποικίλοις καὶ χαλεποῖς ὁμιλήσαντα κίνδυνοι ᾄδου με εὔροσαν νῦν θλίψεις καὶ ἀνάγκαι πολυειδεῖς, καὶ με περιεκύκλωσαν ἤδη, καὶ προέφθασαν προφανῶς πικραὶ ὠδῖνες ᾄδου, παγίδες τοῦ θανάτου, ἀφ’ ὢν με ῥῦσαι ἡ προστάτις μου.
Ὀδύνης δριμυτάτης ἐπιμονή, ἀλγηδόνων πικρῶν ἐνδελέχεια, διακαῶν λάβρων τε συνέχεια πυρετῶν, ῥίγους ψυχρότης ἄμετρος, πόνων ἡ ἐπίτασις τῶν σφοδρῶν, πρὸς ὤρας με θανάτῳ βιάζουσι προπέμψαι, μῆτερ Ὁσία μου, βοήθει μοι.
Θεοτοκίον.
Ὡς μήτηρ τοῦ τῶν ὅλων δημιουργοῦ συντριβέντα με ὅλον, ἀνάπλασον, εἰς χοῦν παθών, καὶ καταρραγέντα με πρὸς τὴν γῆν, ὡς ἀγαθή, ανόρθωσον· πάντα γὰρ ἰσχύεις ὡς δυνατὸν δεσπότην ἐν ἰσχύϊ γεννήσασα, παρθένε, καὶ ὅσα θέλεις, πάντα δύνασαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ἡ καλλονῇ, χαίροις σωφροσύνης καὶ ἀνδρείας στήλη λαμπρᾷ, χαίροις Θεοδώρα, μοναζουσῶν τὸ κλέος, διὸ ῥείθροις σῶν μύρων πάντας ἁγίασον.
Χαίροις Θεοπίστη πανεύκλεής, χαίροις παρθενίας θεῖον ἄγαλμα καὶ λαμπρόν, χαίροις ἡ ἀκρότης τῶν ἀσκουσῶν τοῦ πλήθους, τοὺς σε τιμῶντας ῥῦσαι πάντας πρεσβείαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Τελείως τὸν δρόμον σου ἐν ἀκλινεῖ λογισμῷ, ἐτέλεσας πάνσεμνε ὑποταγεῖσα καλῶς, Χριστῷ τῷ νυμφίῳ σου· ὅθεν εἴληφας χάριν Θεοδώρα Ὁσία δαίμονας φυγαδεύειν καὶ νοσοῦντας ιάσθαι· διὸ καὶ τοῖς τιμῶσι σε βρύεις ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πρὸς σε, καὶ ἐπιζητοῦντας ἐν πίστει τὸ σὸν μύρον ἁγνή, δέχθητι πανθαύμαστε ὑπὸ τὴν σκέπην σου, ἐν τῷ μύρο τῆς χάριτος ἰάματα βρύεις, τοῖς ἐπικαλουμένοις σε, οἰκτροῖς ἱκέταις σου, Μῆτερ Ὁσία Θεοδώρα ὅθεν σοι προστρέχομεν, σπεῦσον, πάσης ἀσθενείας ἤμας ῥύσασθαι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.