Παρακλητικός Κανών εις την Οσία Ξένη την Ρωμαία
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται 24 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς ξενωθεῖσα τῶν ἐν κόσμῳ πραγμάτων, πολλῶν χαρίτων ἐκ Θεοῦ ἠξιώθης, Ὁσία Ξένη βίου καθαρότητι, ὅθεν ἀεὶ πρέσβευε, τῷ νυμφίῳ σου Μῆτερ, πάσης περιστάσεως, καὶ ἀνάγκης λυτροῦσθαι, τοὺς τῷ σεπτῷ σπεύδοντας ναῶ, καὶ τὴν θερμὴν σου, ζητοῦντας ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούντων κινδύνων; Τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δίδου Ξένη ἡμῖν θείαν χάριν Γερασίμου
Εἴς ἔκαστον τροπάριον λέγομεν·
Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τὰ δύο τελευταία
Δόξα. Και Νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ἀΰλου οὖσα φωτός, λαμπρότητι βίου, ἐξ ἀχλύος ἁμαρτιῶν, ταῖς σαῖς φωτοφόροις ἱκεσίαις, Ὁσία Ξένη ἡμᾶς ἐλευθέρωσον.
Ἰλύος ῥυσθεῖσα τῆς τῶν παθῶν, ἐκ ταύτης Ὁσία, ἀποκάθαρον τὰς ψυχάς, ἡμῶν τῇ θερμὴ σου ἱκεσία, καὶ πᾶσιν αἴτει πταισμάτων συγχώρησιν.
Δυνάμωσον Μῆτερ τὸ ἀσθενές, ἡμῶν τῆς καρδίας, κατὰ πάσης ἐπιβουλῆς, ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων, Ὁσία Ξένη ταῖς σαῖς ἀντιλήψεσι.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, παγίδων τοῦ σκότους λύτρωσαι μέ, καὶ τὴν ζοφώδη ψυχὴν μου καταύγασον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερτέρα τοῦ κόσμου, τῇ σὴ ζωὴ πέφηνας, ὅθεν ὑπερτέρους ἁπάσης, ἡμᾶς κακώσεως, Ξένη ἀναδεῖξον, καὶ θλιβερῶν συμπτωμάτων, τοὺς πιστῶς προστρέχοντας, ταῖς ἱκεσίαις σου.
Ξενοτρόπως ἀγῶνα, τὸν ἱερὸν ἤνυσας, Ξένη θεοφόρε Ὁσία, ἁγίῳ ἔρωτι, ὅθεν ἐκ πάσης φθορᾶς, καὶ συμφορᾶς καὶ ἀνάγκης, ξένωσον δεόμεθα, τοὺς προσιόντας σοί.
Ἐκ παθῶν ἀκαθάρτων, καὶ χαλεπῶν θλίψεων, καὶ ἐπηρειῶν πολυτρόπων, τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλαξον, τοὺς τῷ ἁγίῳ ναῶ σου, Ξένη παμμακάριστε πίστει προστρέχοντας.
Θεοτοκίον.
Νέον τέτοκας βρέφος, ὑπερφυῶς Ἄχραντε, τὸν Δημιουργὸν τῶν αἰώνων, καὶ πάντων Κύριον, ὅθεν νεούργησον, παλαιωθέντα τὸν νοῦν μου, πλείσταις παραβάσεσιν, ἶνα γεραίρω σέ.
Διάσωσον Ὁσία Ξένη πρεσβείαις σου πρὸς τὸν Κτίστην, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενία Πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ.
Παθῶν χαλεπῶν, καὶ συνοχῆς καὶ θλίψεως, καὶ νόσων δεινῶν, ἀτρώτους ἡμᾶς φύλαττε, Ὁσία Ξένη πάνσεμνε, τῇ θερμὴ σου πρεσβεία πρὸς Κύριον, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, τοῖς πίστει προστρέχουσι τῇ σκέπη σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ πρεσβεία σου γένοιτο, θείας εὐφροσύνης καὶ παρακλήσεως, θεοφόρε Ξένη πρόξενος, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.
Ἢν θεόθεν ἀπείληφας, τῇ σὴ πολιτεία χάριν σωτήριον, ἡμῖν ἅπλωσον θεόσοφε, ὡς ἂν τῶν δεινῶν περιγινώμεθα.
Μανικῶν ἐπιθέσεων, Ξένη ἡμᾶς λύτρωσαι τοῦ ἀλάστορος, καὶ ὑγείαν δίδου ἅπασι, τὴν κατὰ ψυχὴν καὶ σῶμα πάνσεμνε.
Θεοτοκίον.
Ἰατρὸν πάντων τέξασα, καὶ Σωτῆρα Κόρη Χριστὸν τὸν Κύριον, ἀσθενοῦντα πολλοῖς πάθεσι, ἴασαι μὲ Δέσποινα καὶ σῶσον μέ.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον σεμνή, τῶν παθῶν ἡμῶν σκιρτήματα, καὶ πρὸς τρῖβον μετανοίας ἀληθοῦς, καθοδήγησον ἡμᾶς ταῖς ἱκεσίαις σου.
Θαύμασι πολλοῖς, θεοφόρε διαλάμπουσα, τὴν συνέχουσαν ὀδύνην χαλεπήν, τὴν ζωὴν ἡμῶν θεράπευσον δεόμεθα.
Ἔχουσα πολλήν, παρρησίαν πρὸς τὸν Κύριον, Μῆτερ Ξένη καθικέτευε ἀεί, τοῦ διδόναι τῶν πταισμάτων ἡμῖν ἄφεσιν.
Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πρὸς ζωῆς θείας ἐντάλματα, Θεοτόκε ἀπαλλάττουσα ἡμᾶς, τῶν δεσμῶν τῆς ἁμαρτίας ὡς φιλάγαθος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγγέλων, τὴν πολιτείαν μετῆλθες, μετὰ σώματος θεόληπτε Ξένη, ὅθεν ἡμᾶς τῆς δαιμόνων μανίας, καὶ τῶν ἐν βίῳ κινδύνων καὶ θλίψεων, ῥῦσαι τῇ σὴ ἐπισκοπή, καὶ χαρᾶς θεικῆς ἡμᾶς πλήρωσον.
Νοσοῦσι, τὴν θεραπείαν παρέχεις, καὶ τοῖς πάσχουσι τὴν ἴασιν Μῆτερ, καὶ θλιβομένοις παράκλησιν θείαν, ὡς δοξασθεῖσα δυνάμει τοῦ Πνεύματος, ὅθεν βοῶμεν σοὶ θερμῶς, τὰς αἰτήσεις ἡμῶν πλήρου πάντοτε.
Χειμάζει μέ, ἁμαρτίας ἡ ζάλη, καὶ καθέλκει εἰς βυθὸν ἀπωλείας, ἀλλὰ τῷ σῶ καταφεύγω λιμένι, Ξένη Ὁσία καὶ πίστει κραυγάζῳ σοί, ὁδήγησον μὲ ἀσφαλῶς, σωτηρίας πρὸς ὅρμον καὶ σῶσον μέ.
Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητὴν τῶν ἁπάντων, τετοκυῖα εἰς ἀνάπλασιν κόσμου, Εὐλογημένη παρθένε Μαρία, συντετριμμένον τὸν νοῦν μου ἀνάπλασον, ἐξ ἁμαρτίας χαλεπῆς, πρὸς ζωῆς ἐναρέτου κατόρθωσον.
Διάσωσον, Ὁσία Ξένη πρεσβείας σου πρὸς τὸν Κτίστην, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς προστασία ἡμῶν καὶ ἀντίληψις, Ὁσία Ξένη ἀπαύστως περίσῳζε, ἐκ πάσης ἀνάγκης καὶ θλίψεως, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου ἔνδοξε, τοὺς πίστει καὶ πόθῳ τιμῶντας σέ.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματα μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κέφ. κε΄ 1-13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην, ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἳ πέντε μωραί, αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. Αἳ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν. Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἳ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἳ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἳ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἳ φρόνιμοι, λέγουσαι, Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν, πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἳ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἳ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ἡ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας, πρεσβαίαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ξένη παμμακάριστε, νύμφη Χριστοῦ θεοφόρε, τοῦ Ἁγίου Πνεύματος, σκεῦος πολυτίμητον τῇ ἀσκήσει σου, ἐκτενῶς πρέσβευε, ἀπὸ πάσης βλάβης, καὶ παθῶν καὶ περιστάσεων καὶ νόσων ῥύεσθαι, τοὺς εἰλικρινῶς σὲ γεραίροντας, καὶ βίον δίδου ἄλυτον, καὶ εἰρήνην Μῆτερ οὐράνιον, τοῖς ἐν εὐλαβείᾳ, προστρέχουσι τῷ θείω σου ναῶ, καὶ τῆς θερμῆς προστασίας σου, τὴν χάριν κηρύττουσι.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…..
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις θείως χαρίτων, ὧν ἐκτήσω ἀξίως παρὰ Κυρίου σου, κατάσβεσον τὴν φλόγα, παθῶν τῶν συνθλιβόντων, τὰς ψυχὰς καὶ τὰ σώματα, Ξένη Ὁσία σεμνή, τῶν σὲ παρακαλούντων.
Ἰαμάτων τὴν χάριν, ἐπομβρία τῇ θεία βλύζει ἑκάστοτε, Εἰκὼν σου ἡ ἁγία, καὶ ἡ σεπτὴ σορὸς σου, τοῖς πιστῶς καταφεύγουσι, τῷ ἱερῷ σου ναῷ, Ξένη Ὁσία Μῆτερ.
Νοσημάτων παντοίων, καὶ δεινῶν συμπτωμάτων ἡμᾶς ἀπάλλαξον, καὶ ῥῶσιν καὶ ὑγείαν, καὶ θείαν εὐφροσύνην, καὶ πταισμάτων τὴν ἄφεσιν, αἴτει ἡμῖν ἐκ Θεοῦ, Ξένη Ὁσία Μῆτερ.
Θεοτοκίον.
Γνώμην ἔμφρονα δίδου, καὶ ψυχῆς καρτερίαν βίου ταῖς θλίψεσι, καὶ πᾶσαν τοῦ Βελίαρ τὴν καθ’ ἡμῶν μανίαν, Θεοτόκε ἀπότρεπε, ὡς προστασία ἡμῶν, καὶ τεῖχος ἀσφαλείας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπικειμένης, ἡμᾶς ἐκλύτρωσαι βλάβης, καὶ πᾶν σκάνδαλον ἀπότρεπε Ὁσία, ἐκ τῶν προσιόντων, τῇ θεία σου πρεσβεία.
Ῥῦσαι Ὁσία, τῇ σωστικὴ σου πρεσβεία, τῆς τοῦ ὄφεως κακίστης ἐπηρείας, τοὺς ἐκδεχομένους, τὴν σὴν ἐπιστασίαν.
Ἄνωθεν ἰδέ, τοὺς εὐλαβῶς παρεστῶτας, τῇ εἰκόνι σου Ὁσία τῇ ἁγία, καὶ τὰς ἱκεσίους, φωνὰς αὐτῶν προσδέχου.
Θεοτοκίον.
Σῶσον μὲ Κόρη, τῆς τοῦ ἐχθροῦ ἐξαπάτης, καὶ παράσχου μοὶ μετάνοιαν γνησίαν, ἶνα ἐπιτύχω, τῆς ἄνω βασιλείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκέτευε ἀπαύστως, Ξένη μακαρία, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν, καὶ τῶν ἐν βίῳ κινδύνων τὴν ἀπολύτρωσιν.
Μαστίγων ὀλεθρίων, καὶ πάσης ἀνάγῃς, καὶ παντὸς φθόνου ἀνώτερον τήρησον, ἡμῶν τὸν βίον Ὁσία τῇ ἀντιλήψει σου.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, τῆς ζοφερᾶς ἁμαρτίας ἀπάλλαξον, Ὁσία Ξένη τοὺς πόθῳ σὲ μεγαλύνοντας.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, Θεοχαρίτωτε Δέσποινα λάμπρυνον, τὴν σκοτισθεῖσαν ψυχὴν μου τοῖς πλημμελήμασι.
Ἄξιον ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρουσα ἀγάπη τῇ θεϊκῇ, Ξένη μακαρία, ἠκολούθησας τῷ Χριστῷ, καὶ τῶν ἐν τῷ κόσμῳ, ἁπάντων ξενωθεῖσα, Κυρίῳ ᾠκειώθης, τῷ σὲ δοξάσαντι.
Ἔλιπες μνηστῆρα τὸν γεηρόν, καὶ ἀσχέτῳ πόθῳ, νύμφη ὤφθης θεοειδής, Ξένη μακαρία, Χριστοῦ τοῦ Ζωοδότου, ἀνύσασα ἐν κόσμῳ, ζωὴν ἰσάγγελον.
Λάθρα ἀπεμάκρυνας σεαυτήν, γονέων καὶ πλούτου, δί’ ἀγάπην τὴν τοῦ Χριστοῦ, καὶ ἐν ξένη χώρα, ὡς ξένη γεγονυΐα ξενοπρεπῶν χαρίτων, Ξένη ἠξίωσαι.
Δί’ ἀστέρων ἄνωθεν ὁ Χριστός, ὑπέφηνε πᾶσι, τὴν ἁγίαν σου βιοτήν, Ξένη θεοφόρε, ὢ πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν προσιόντων, τῇ προστασία σου.
Νόσων ἐκλυτροῦνται καὶ πειρασμῶν, οἱ πίστει τελεία, προσιόντες τῷ σῶ ναῶ, ἐξ ὧν ἡμᾶς ῥύου, ὢ Ξένη πανόλβια, καὶ πλήρου τὰς αἰτήσεις, τῶν εὐφημούντων σέ.
Πάσης ἀθυμίας καὶ συνοχῆς, ἀπάλλαξον Μῆτερ, καὶ ἐκ νόσων πολυειδῶν, τοὺς ὑμνολογοῦντας, τοὺς θείους σου ἀγῶνας, ὢ Ξένη θεοφόρε, πιστῶν ἀντίληψις.
Πᾶσαι τῶν ἀγγέλων αἳ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὰ ἀπολυτίκια. Ἦχος α΄. Τὸν Συνάναρχον λόγον.
Τὴν Ἀμνάδα Κυρίου τῇ καλλιπάρθενον, τὴν Ὁσίαν νῦν Ξένην ἀνεφυμοῦντες πιστοί, καὶ ἀγγέλοις ὁμοδίαιτον ὑμνήσωμεν, τὴν τοῦ κόσμου τὰ τερπνὰ καὶ τὴν δὲ πρόσκαιρον ζωὴν ὡς ὄναρ λογισαμένην, ὑπὲρ ἡμῶν δὲ Κυρίῳ, ἀδιαλλείπτως πρεσβεύουσαν.
Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν ξένην βιοτὴν σου μεγαλύνων ὁ Κύριος, Ὁσία Μῆτερ Ξένη θαυμαστῶς σε ἐδόξασε, καὶ μέτοχον πλουσίων δωρεῶν, ὡς νύμφην σε ἀνέδειξεν αὐτοῦ· διὰ τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς κράζουσι σοι πάνσεμνε· δόξα τῷ δεδωκότι σοι, ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Ξένην ἤνυσας, ζωὴν ἐν κόσμῳ, ξένην ἔσχηκας. προσηγορίαν, ὑπεμφαίνουσαν τῇ κλήσει τὸν τρόπον σου· σὺ γὰρ νυμφίον λιποῦσα τὸν πρόσκαιρον, τῷ ἀθανάτῳ ὁσίως νενύμφευσαι. Ξένη ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ξένη τῶν Ὁσίων ἡ καλλονή, νύμφη τοῦ Χριστοῦ θεοφόρε, αὐτὸν ἱκέτευε, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, ἀσινεῖς διασῴζεσθαι, τοὺς ἐν εὐλαβείᾳ, σπεύδοντας ἑκάστοτε, τῇ προστασίᾳ σου, λύουσα παθῶν τὰς ὀδύνας, καὶ χαρὰν παρέχουσα πᾶσι, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Ξένη Μῆτερ προσδεξαι τάς ἱκεσίας
ἄς σοί ὁ Γεράσιμος ἤδη προσάγει.