Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καλούμενην «Ακένωτον Ποτήριον»

 

Ποίημα Καθηγούμενης Ίσιδώρας Μοναχής Άγιεροθείτίσσης

†Εορτάζεται στις 18 Μαίου

ΙΕΡΑ ΕΙΚΩΝ ΤΗΣ ΠΑΝΑΓΙΑΣ Η ΕΠΙΚΑΛΟΥΜΕΝΗ «ΑΚΕΝΩΤΟΝ ΠΟΤΗΡΙΟΝ»

Αὐτῇ ἡ ἱερὰ εἰκών τῆς Παναγίας τοῦ Ἀκενώτου Ποτηρίου, ἔχει ἐκ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, ἐξιδιασμένῃ τὴν χάριν νᾶ βοηθῇ ποικιλοτρόπως τὸν ἀγῶνα διὰ τὴν ἀπαλλαγήν τῶν πασχόντων καὶ καταφευγόντων μετὰ πίστεως εἰς τὴν χάριν Αὐτῆς ἀπὸ τὴν χρῆσιν τῶν ναρκωτικῶν καὶ τῶν παθῶν τῆς μέθης, τοῦ καπνίσματος καὶ τῶν λοιπῶν ἐξαρτήσεων.
Μὲ τρόπῳ θαυμαστῷ ἡ Παναγία μᾶς, ἀποκάλυψε διὰ τοῦ ὁσίου Βαρλαὰμ τὴν χάριν τῆς Ἁγίας εἰκόνος τῆς, στὸν πάσχοντα Στέφανον, ὁ ὁποῖος καὶ ἔτυχε τῆς θεραπείας τοῦ. Ἀπὸ τότε καθημερινὰ γίνονται θαυμασταῖς ἰάσεις τῶν πασχόντων.
«Ἴδε μου τὴν θλῖψιν τὴν ψυχικήν, βλέψον μοι τῷ ὄντι ἐν τῇ χρήσει ναρκωτικῶν, τῷ περιπεσόντι καπνίσματος τῷ πάθει Ἁγνὴ καὶ δὸς μοι νῆψιν καὶ τὴν ἐγρήγορσιν». (Ἀπὸ τὸν Παρακλητικό κανόνα)
Ἢ ἑόρτιος σύναξις πρὸς τιμήν τῆς ἱερᾶς εἰκόνος, τῆς Παναγίας τοῦ «Ἀκενώτου Ποτηρίου» τελεῖται στο Μοναστικό Οίκο μᾶς τὴν 18ην Μαΐου.
Κάθε Τετάρτῃ καὶ Παρασκευῇ ψάλλεται ἐνώπιον τῆς ἁγίας εἰκόνος ἡ ἱερᾶ Παράκλησις Αὐτῆς, καθὼς καὶ ὀποιαδήποτε ἡμέρᾳ καὶ ὥρα ζητηθῇ ἐκ τῶν πασχόντων.

Μοναστικός Οἶκος Υ. Θ. «Χαράς τῶν Θλιβομένων» Παλαιοχώρι Χαλκιδικῆς.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καλούμενην Ακένωτον Ποτήριον

Ποίημα Καθηγούμενης Ίσιδώρας Μοναχής Αγιεροθεϊτίσσης.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῶν οὐρανίων δωρεῶν τὸ ταμεῖον, τῆς ἀγαθότητος ὁ πάντιμος πλοῦτος, τῆς ἀπαθείας πρόξενος, ζωῆς ἡ πηγῇ· Δέσποινα ἡ ἄχραντος, καὶ παρθένος Μαρία, θείοις μελῳδήμασι, καὶ ᾠδαῖς εὐφημείσθω, καὶ γὰρ παρέχει ἔλεος ἡμῖν, τῆς ἀκενώτου, ζωῆς ὡς Ποτήριον.

Δόξα.
Ὅμοιον.
Ὁ ἐμπεσὼν ναρκωτικῶν τῇ παγίδι, καὶ τοῦ καπνίσματος καὶ μέθης τῷ πάθει, κατολισθήσας Στέφανος, ἐν πίστει θερμῇ· ἦλθε τῇ εἰκόνι σου, Παναγία παρθένε, θείαις παραινέσεσι, Βαρλαάμ τοῦ Ὁσίου, καὶ ἰαθεὶς ἐδόξασε τὴν σήν, μεγαλωσύνην, καὶ ἄκραν χρηστότητα.

Καὶ νῦν.
Ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος.
Οὗ ἡ ἀκροστιχὶς·
Τὸ σὸν Ἀκένωτον Ποτήριον Παναγία σέβω. Ἱσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῇ θείᾳ εἰκόνι σου προσπεσών, πανάσπιλε Κόρη μετὰ πίστεως ἐκβοῷ, πηγὴν μοι παράσχου τοῦ ἐλέους· ἐξ ἀκενώτου Ἁγνὴ Ποτηρίου σου.

Οὐδεὶς ὁ ἐλπίσας ἐπὶ τὴν σήν, ἀκένωτον χάριν καταισχύνεται Μαριάμ, ἀλλὰ συμπαθείας σου τὸν πλοῦτον ἐξ ἀκενώτου λαμβάνει ἐλέους σου.

Στεφάνῳ πεσόντι εἰς τὸν βυθόν, τῆς μέθης Παρθένε τῇ χειρὶ σου τῇ κραταιᾷ, ἠνόρθωσας τοῦτον θεραπεύσας ἐκ τῶν παθῶν μου κἀμὲ οὖν ἀνάστησον.

Ὁ κλῆρος κἀν ἅπας σου ὁ λαός, Παρθένε Μαρία,  τὴν εἰκόνα σου προσκυνῶν, τῷ θείῳ ἐλέει σου ἐλπίζειν, σὺ γὰρ Ποτήριον εἶ τὸ ἀκένωτον.

Νειλῷα ὡς ῥεῖθρα ἐπὶ τῆς γῆς, τοῦ σοῦ ἀκενώτου Ποτηρίου αἱ δωρεαί, ἀεὶ ἀποῤῥέουσι Παρθένε κἀν τῆς κακίας τὰ πάθη ξηραίνουσιν.

ᾨδὴ γ΄. Ούρανίας ἁψῖδος.
Ἀδιστάκτῳ καρδία, καὶ λογισμῷ κρείττονι, κἀν ἐν σταθηρᾶ πεποιθήσει, Δέσποινα ἄχραντε, ἐπὶ  τὴν σὴν προσπεσών, ἱερωτάτην εἰκόνα, ἐκ τῆς μέθης ῥῦσαί με, κράζω ἑκάστοτε.

Κυβερνήτης γενοῦ μοι, καὶ ὁδηγὸς Πάναγνε, καὶ ἐν τῷ πελάγει τοῦ βίου, συναντιλήπτωρ μου, ἀπὸ τῆς μέθης παθῶν, ναρκωτικῶν ἐκ παγίδος, καὶ ἐκ τοῦ καπνίσματος, σῶσόν με δέομαι.

Εἰς τὸ πέλαγος βλέπων, σῶν οἰκτιρμῶν Δέσποινα, καὶ ἀποσκοπῶν τῷ πελάγει, τῆς συμπαθείας σου, ὁ τυφλωθεὶς τῇ ψυχῇ, ἐξ ἀκρασίας τῆς μέθης, ἐπ’ ἐμὲ ἐπίβλεψον, κράζω δεόμενος.

Νυσταγμῷ ἀμελείας, εἰς τὸν κρημνὸν πέπτωκα, τῶν ναρκωτικῶν καὶ τῆς μέθης, καὶ τοῦ καπνίσματος, ἀλλ’ ἐπιστρέψας πρὸς σέ, ἀπὸ βαθέων μου κράζω, Παναγία Δέσποινα, σὺ με ἐξέγειρον.

Ὡς ποτήριον πλῆρες, πλουτοποιοῦ χάριτος, ὥσπερ ποταμὸς ἀκενώτου, ἄμα χρηστότητος, ὡς προχοὴ διαυγῇς, τῆς δαψιλοῦς σου εὐνοίας, ἡ εἰκὼν σου δέδεικται, κόρη Μητρόθεε.

Ἀμέτοχον, τῆς ψυχοφθόρου με δεῖξον ναρκομανίας, τῆς κραιπάλης τῆς βλαβερᾶς, τῆς μέθης τε τῆς λήθῃς τε, καπνίσματος πάθους τε ψυχοφθόρου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Βορβόρου παθῶν, καὶ ῥύπου τοῦ καπνίσματος, ἐκ μέθης δεινῆς, καὶ ζάλης τῆς ναρκώσεως, τῇ χειρὶ σου ῥῦσαί με Παναγία ἄχραντε δέομαι, καὶ τῆς ἀφράστου πλῆσον με χαρᾶς, ὡς οὖσα Ἀκένωτον Ποτήριον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν πολλὴν σου χρηστότητα, καὶ τὴν ἀδαπάνητον ἀγαθότητα· ἃς δεικνύεις τοῖς ἱκέταις σου· Παναγία ὕμνοις μεγαλύνομεν.

Ὁ τὸ πρώην ὢν μέθυσος, Στέφανος προσῆλθε σοι μετὰ πίστεως· Παναγία καὶ λελύτρωται, ἐκ δεσμῶν τῆς μέθης τῆς παράφρονος.

Νυσταγμὸν εἰς ψυχόλεθρον, πέπτωκα τῆς μέθης καὶ τοῦ καπνίσματος· καὶ βοῷ σοι Κόρη πάναγνε· νηφαλέαν δίδου μοι διάνοιαν.

Πωρωθεὶς τὴν καρδίαν μου, ἐκ ναρκωτικῶν τε καὶ τῆς χαυνώσεως, ὡς Ποτήριον Ἀκένωτον, Παναγία κράζω σοι· βοήθει μοι.

Ὀλισθήσας εἰς βάραθρα, μέθης τε καὶ νάρκης καὶ τοῦ καπνίσματος· Θεοτόκε ἱκετεύω σε, ἐπανάγαγε με εἰς μετάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχος ἐν έμοί, ἀνορθοῦται τοῦ καπνίσματος, ἡ συνήθεια καὶ μέθης ἡ φθορᾷ, ναρκωτικῶν τε, ὧν με λύτρωσαι Πανάχραντε.

Ἤλιος ἐν γῇ, ὡς ὡραῖος καὶ ὑπέρλαμπρος, τὸ σὸν πρόσωπον ἀστράπτει Μαριάμ, καὶ διαλύει, τῆς ἀπάτης τὴν σκοτόμαιναν.

Ῥῦσαί με Ἁγνή, ἐκ τοῦ πάθους τοῦ καπνίσματος, ἐκ τῆς βλάβης τε πικρῶν ναρκωτικῶν, καὶ ἀπὸ μέθης, ὧν τὸ τέλος ἡ ἀπωλείᾳ.

Ἴδε συμπαθώς, τῇ πτωχείᾳ τῇ έσχάτῃ μου, Παναγία καὶ τὸν πλοῦτον σου μοι δός, ἐξ Ἀκενώτου, Ποτηρίου σου φιλάγαθε.

Ὅμματα ψυχῆς, μετὰ πίστεως ἐπαίρω σοι, Χαναναία ὥσπερ ἄλλη καὶ βοῷ· τοῦ σοῦ ἐλέους, τὰ ψυχία δός μοι Ἄχραντε.

ᾨδὴ στ’. Τὴν δέησιν.
Ναρκώσεως, ἐκ δεινῆς με λύτρωσαι, ἀκρασίας τε καὶ μέθης Παρθένε, ἐκ τῆς φθορᾶς, τοῦ καπνίσματος ἄμα, ἐκ συνηθείας αἰσχρᾶς καὶ ἀτόπου τε· καὶ δεῖξόν με υἱὸν φωτός· καὶ ἡμέρας τοῦ πράττειν τὰ εὔσχημα.

Παράδεισον, ὃν τῆς Εὐὰς ἔκλεισεν, ἡ ἀκράτεια τῇ βρώσει τοῦ ξύλου, ἐν οἰκτιρμοῖς Παναγία παρθένε, τῇ ταπεινώσει σου πάλιν ἠνέωξας· καὶ ἔβλυσας κρουνοὺς ζωῆς· ὡς πληρέστατον οὖσα Ποτήριον.

Ἀγκάλας σου, μητρικὰς Πανάχραντε, αἷς ἐβάστασας Θεὸν ὥσπερ βρέφος, ἐν ἀγαθοῖς συμπαθοῦς σου ἐλέους, καὶ ἐν πολλῇ σου χρηστότητι ἄνοιξον, καὶ μέθης ῥῦσαί με παθῶν· ἀπαθείας μοι τρόπους διδάσκουσα.

Νυκτώδης μου, ζοφερὸς καὶ ἄστατος, καὶ σκοτόμορφος ὑπάρχει ὁ βίος, ναρκομανής, καπνιστὴς γὰρ ὑπάρχω, αἰσχροποιὸς ἀμελῇς τε καὶ ῥάθυμος, τῆς μέθης ἄμα ἐραστῆς· ἄλλα σὺ με Παρθένε διόρθωσον.

Ἀγάλλονται, Παναγία Δέσποινα, ἐπὶ σοὶ αἱ τῶν Ἄγγέλων χορεῖαι καὶ στρατιαί, τῶν δαιμόνων σοβοῦνται, ναρκωμανεῖς καπνισταὶ τε καὶ μέθυσοι· ἀπέχουσι τῶν βλαβερῶν· καὶ γὰρ ῥῶσιν κατ’ ἄμφω λαμβάνουσιν.

Ἀμέτοχον, τῆς ψυχοφθόρου με δεῖξον ναρκωμανίας, τῆς κραιπάλης τῆς βλαβεράς, τῆς μέθης τε, τῆς λήθης τε, καπνίσματος πάθους τε ψυχοφθόρου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,  ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θεραπείαν τὴν ὁλοσχερῆ ἐπανεύρηκεν, ὁ προστρέξας ἱκετευτικῶς τῇ εἰκόνι σου, Παναγία ἐν στεναγμοῖς δεήσεως οίκτράς· εἰπὼν· σῶσόν με ἐκ χαλεπῆς, καὶ ψυχολέθρου ἁρπαγῆς, ἐκ δεσμῶν τῶν τῆς μέθης τε· Στέφανον ὡς ταχέως, ἰάτρευσας Θεοτόκε, κᾀμοὶ παράσχου τὰ καλά, ὡς Ἀκένωτον Ποτήριον.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά. (δὶς)
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὓς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοὺ πατρὸς σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος  πλ. β΄. Ὅλην  ἀποθέμενοι.
Μέθης εἰς παράπτωμα, τὸ χαλεπὸν καὶ κρημνῶδες, ἐμπεσὼν ὁ Στέφανος, εὐλαβῶς προσέδραμε, τῇ εἰκόνι σου τῇ σεπτῇ Ἄχραντε, προσφυῶς κληθείσῃ, τὸ Ἀκένωτον Ποτήριον· αἰτῶν τὴν ἴασιν, ἐκ πολυχρονίου φαυλότητος· καὶ ταύτην ὡς ηὐδόκησας, παρὰ σοῦ ἐν χάριτι ἔλαβεν· ὅθεν ἐκ τῆς μέθης, ἐκ χρήσεως δεινῆς ναρκωτικῶν, καὶ ἐκ φθορᾶς τοῦ καπνίσματος, ἡμᾶς άπεξάρτησον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Oi ἐκ τῆς Ἰουδαίας.
Γεωργήσας τὰ χείρω, ἐκ κραιπάλης καὶ μέθης καὶ τοῦ καπνίσματος, ἐθέρισα ὁ τάλας, ἀκάνθας καὶ τριβόλους, ἐκ χερσώδους καρδίας μου, νῦν δε προστρέχω πρὸς σέ, Ἁγνὴ ἐν μεταγνώσει.

Ἰατρεῖον ἐδείχθη, συμπαθοῦς θεραπείας εἰκὼν ἡ θεία σου, παρθένε Θεοτόκε, ἀνάργυρον τὴν ῥῶσιν, τοῖς νοσοῦσι παρέχουσα· Ζωῆς Ποτήριον γάρ, Ἀκένωτον ὑπάρχεις.

Ἀτενίσαι εἰς ὕψος, οὐρανίων βαθμίδων οὐδόλως δύναμαι, αἰχμάλωτος εἰμὶ γάρ, δεσμοῖς τῆς ἀσωτίας, καὶ καπνοῦ ἐκ τῆς χρήσεως, ναρκωτικῶν τε πικρῶν, ἐξ ὧν με ῥύου Κόρη.

Σὴν ἀκένωτον χάριν, Ποτηρίου τοῦ θείου παρθένε Ἄχραντε, ἐν ὕμνοις ἐκθειάζω, καὶ πόθῳ σοὶ κραυγάζω· ἐκ τῆς μέθης με λυτρῶσαι, ἀπὸ καπνοῦ βλαβεροῦ, ἐκ νάρκης τε αἰσχίστης.

Ἐν νυκτὶ καὶ ἡμέρα, ἐν ἀνάγκαις καὶ λύπαις καὶ περιστάσεσι, Μαρία Θεοτόκε, πρὸς σὲ ἀμεταθέτως, τὴν ἐλπίδα μου τίθημν· σὺ γὰρ Ποτήριον εἶ, Ζωῆς τῆς ἀκενώτου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Βυθῶ πταισμάτων, καὶ τῇ ἰλύι τῆς μέθης, ἐμπεσὼν ἐκ δεινῆς ἀμελείας, σοι τῇ Θεοτόκῳ, βοῷ ἀνόρθωσόν με.

Ὥσπερ φορτίον, βαρυαλγὲς περιφέρω, τοῦ κανπνίσματος καὶ μέθης τὴν νάρκην, σε οὖν Παναγία, πιστῶς ἐπικαλοῦμαι.

Ἰσχὺς μου πᾶσα, καὶ ὕμνησίς μου ὑπάρχεις, Θεοτόκε διὸ σοὶ προστρέχων, πίστει ἱκετεύω, παθῶν ἀπάλλαξόν με.

Στεφάνῳ πάλαι, τῷ πωρωθέντι ἐκ μέθης, Παναγία ἰάσαι εὐσπλάγχνῳς, ὥσπερ οὖν ἐκείνῳ, κἀμοὶ τὴν ῥῶσιν δίδου.

Ἵλεῳ βλέψον, καὶ συμπαθεῖ ὄμματι σου, ἐπ’ ἐμὲ Θεοτόκε παρθένε, τῷ ἐν ἀσελγείαις, παθῶν κατακειμένῳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δακρύων μου καὶ θρήνων, μὴ ἀποποιήσῃς, ὦ Παναγία παρθένε, ῥοὰς τὰς πυκνάς, ἄλλα πταισμάτων μοι δίδου, λύσιν σωτήριον.

Ὡς ἄσωτος εἰς χώραν, ἔφθασα τῆς μέθης, ναρκωμανείας εἰς πάθη, πεσῶν χαλεπά, ὦ Παναγία μου κράζων, σὺ με ἐπίστρεψον.

Ῥυπῶσαν ἐκ τῆς μέθης, ἔχω τὴν καρδίαν, καὶ ὁ χιτὼν μου ὁ ἔσω, ἐχράνθη κακῶς, σὲ τὴν ἀμόλυντον Κόρη, ἔχω προσφύγιον.

Ἀκράτεια καὶ μέθη, κάπνισμα ὡσαύτως, ναρκωτικῶν τε ἡ χρῆσις, ὡς ἄγριος θήρ, περικυκλοῦσί με ὧνπερ, ῥῦσαί με Δέσποινα.

Σαρκός μου αἱ ὀρέξεις, κάπνισμα καὶ μέθη, ναρκωτικῶν τε ἡ χρῆσις, πολέμου τὸ πῦρ, ἐμοῖ ἀεὶ ἐμποιοῦσι, σῶσόν με Πάναγνε.

Καὶ εὐθύς, τό·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχὶς·
«Χαῖρε Ἁγνή».
Χαίροις πανακήρατε Μαριάμ, ἄνθος τῆς ἁγνείας Παρθενίας ἡ ἀπαρχή, χαίροις εὐφροσύνης ἡ θεία ὡραιότης· ζωῆς τῆς ἀκενώτου, πλῆρες ποτήριον.

ᾌμασιν αἰνέσωμεν οἱ πιστοί, τὴν τοῦ Ἀκενώτου Ποτηρίου χρυσὴν πηγήν, πάναγνον Μαρίαν Θεοῦ ἡμῶν Μητέρα· τῆς θείας ἀπαθείας, ῥεῖθρον γλυκύῤῤοον.

Ἴδε μου τὴν θλῖψιν τὴν ψυχικήν, βλέψον μοι τῷ ὄντι ἐν τῇ χρῄσει ναρκωτικῶν, τῷ περιπεσόντι καπνίσματος τῷ πάθει, Ἁγνὴ καὶ δός μοι νῆψιν, καὶ τὴν ἐγρήγορσιν.

Ῥύπον ἐμπαθείας ναρκωτικῶν, μέθης τε τὴν ζάλην καὶ καπνίσματος τὸν ἀτμόν, πλῦνόν μοι Παρθένε πρεσβείαις μητρικαῖς σου καρδίαν καθαρόν μοι, ἐγκαινιάζουσα.

Ὅμματα καρδίας μου νῦν πρὸς σέ, αἴρω Παναγία ἐκζητῶν σου τὸν ἱλασμόν, καὶ τοῦ σοῦ ἐλέους τὰ νάματα τὰ θεία, Ποτήριον ὑπάρχεις, σὺ γὰρ ἀκένωτον.

Ἴλαθι τῷ δούλῳ σου Μαριάμ, λῦσον τὰ δεσμά μου τῆς φαυλότητος τῆς οίκτράς, κάπνισμα καὶ μέθην ναρκωτικῶν τε χρῆσιν· καὶ δὸς μοι μετανοίας, γνήσια δάκρυα.

Σκεῦος ἁμαρτίας εἰμὶ ἐγώ, οἶκος ἀπωλείας καὶ ἐνέχυρον τῆς φθορᾶς, ὄργανον τῆς μέθης, εἰκὼν τῆς ἀπρεπείας· διὸ ἐλέησόν με, κράζω σοι Δέσποινα.

Ἄναγνος καὶ ἄφρων εἰμὶ ἐγώ, μέθης τε ἐργάτης τοῦ καπνίσματος ἐραστής, τῶν ναρκωτικῶν τε αἰχμάλωτος ὁ τάλας· διό σοι τῇ Πανάγνῳ, Κόρη κατέφυγον.

Γύμνωσιν ἡ Εὔα καὶ ὁ Ἀδάμ, εἶδον ὅτε ξύλου ἐδοκίμασαν τὴν τροφήν, αὖθις ἐγὼ μέθης τὸν δόλον δοκιμάσας· Θεοῦ ἀπεγυμνώθην, Δέσποινα σῶσόν με.

Νάματα ἀκένωτα τῆς ζωῆς, βλύζεις Θεοτόκε τοῖς προστρέχουσιν ἐπὶ σέ, κάπνισμα καὶ μέθην ναρκωτικὰ τε λύεις· Ποτήριον χαρίτων, πλῆρες ὑπάρχουσα.

Ἦρα μου ἐν πίστει τοὺς ὀφθαλμούς, σοὶ τῇ Θεοτόκῳ ὁ τῇ μέθη καὶ τῷ καπνῷ, δέσμιος ὑπάρχων ναρκωτικῶν τε χρήστης· βοῶν ἀνόρθωσόν με, πάλιν καὶ σῶσόν με.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς έρημου πολίτης.
Ἀγαθότητος ἔχεις, Παναγία τὸ πλήρωμα, πᾶσι εὐχερῶς δωρουμένη, τὸ σὸν πλούσιον ἔλεος, καπνίσματος καὶ μέθης τὴν φθοράν, καὶ χρῆσιν οὐσιῶν ναρκωτικῶν, καταπαύεις καὶ ἀπάθειαν χορηγεῖς, τοῖς πίστει μελῳδοῦσί σοι· χαίροις ἀπηλπισμένων ἡ ἐλπίς, χαίροις πηγῇ χρηστότητος· χαίροις τῶν ζωηφόρων δωρεῶν, Ποτήριον Ἀκένωτον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Χαίροις θεοτόκε Μαριάμ, πλήρωμα ζωῆς αἰωνίου, τοῦ Παραδείσου τρυφῇ, ἡ τῆς ἀγαθότητος, πηγῇ ἀστείρευτος· τῆς ἀγάπης ἡ ἄβυσσος, ἐλπίδος ὁ πλοῦτος, πίστεως βεβαίωσις, καὶ ἐπισφράγησις· χαίροις δωρεῶν τὸ ταμεῖον, τῆς ἐπαγγελίας ἡ χάρις, τῆς χαρᾶς Ἀκένωτον Ποτήριον.

Λήθης ἐκ δεινῆς ναρκωτικῶν, μέθης ἐξ ἀθλίας ὡσαύτως, ἐκ ψυχοφθόρων παθῶν, καὶ ἐκ τοῦ καπνίσματος, ἡμᾶς ἀπάλλαξον Παναγία τοὺς σέβοντας, εἰκόνα σου θείαν, νάματα βλυστάνουσαν, ἐν ἀγαθότητι· σὺ γὰρ δωρεῶν οὐρανίων, ἄφθαρτον ὑπάρχεις ταμεῖον, καὶ ζωῆς Ποτήριον Ἀκένωτον.

Ῥῶσιν ἐκ τῆς μέθης συμπαθῶς, ἔδωκας Στεφάνῳ Παρθένε, τῷ πωρωθέντι δεινῶς, πίστει ἐκζητήσαντι, τὴν σὴν ἀντίληψιν· καὶ γὰρ ἔχεις τὸ δύνασθαι, σεμνῇ Παναγία, ἴσον τῇ θελήσει σου, ἐνὶ ἑκάστοτε· οὕτω καὶ ἡμᾶς ἐκ τῆς μέθης, ἐκ ναρκωτικῶν τε τοῦ πάθους· καὶ ἐκ τοῦ καπνίσματος ἀπάλλαξον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

ΔΙΣΤΙΧΑ ΑΚΡΟΤΕΛΕΥΤΙΑ.
Τῆς δυναστείας τῶν παθῶν Ἁγνὴ ἀπάλλαξόν με,
βοᾷ σοι παρακλήσεσιν ἡ πένης Ἱσιδώρα
καὶ δίδού μοι σῆς χάριτος τὰ νάματα τὰ θεῖα,
Ποτήριον Ἀκένωτον ὑπάρχεις τῆς ζωῆς γάρ,
διὸ καὶ μεγαλύνομεν τὴν δόξαν σου ἐν ὕμνοις,
καὶ τὸν τεχθέντα ἀπὸ σοῦ Θεὸν δοξολογοῦμεν,
νῦν καὶ ἀεὶ καὶ εἰς σειρὰς αἰώνων ἀπεράντων.
ΑΜΗΝ.