Παρακλητικός Κανών εις την Παναγία Ακρωτηριανή Σερίφου Σεριφιώτισσα
Ποίημα Αντωνίου Μάρκου Καθηγητού Αγιολογίας
†Εορτάζεται στις 13 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ πανσέπτῳ Εἰκόνι, τῇ ἐν Σερίφῳ τιμωμένῃ προφρόνως, τὴν καλουμένην παρ’ ἡμῖν Ἀκρωτηριανήν, δεῦτε καὶ προσπέσωμεν οἱ ἐν θλίψεσι ὄντες, ἐκ παθῶν αἰτούμενοι ἀπολύτρωσιν, ὅπως τῆς σωτηρίας τύχωμεν ψυχῆς καὶ Βασιλείας ἐν πόλῳ αἰνέσεως.
Δόξα.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα σου τὴν ἐν Σερίφῳ, Ἁγνή, ἣν χαίροντες ἅπαντες Ἀκρωτηριανήν, καλοῦμεν Θεότιμε, πίστει θερμῇ καὶ πόθῳ προσκυνοῦμεν βοῶντες· χαῖρε ἡ τοῦ Αἰγαίου καὶ Κυκλάδων προστάτις καὶ Ἑλλάδος ἁπάσης φρουρὸς ἀπροσμάχητος.
Καὶ νῦν.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ὡς μητρὶ ἐκβοῶμεν, οἱ τῶν παθῶν περικυκλούμενοι δύνῃ, τῇ θεϊκῇ σου σκέπασον Ἐσθῆτι ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι πολυτρόπων κινδύνων, πάσης περιστάσεως καὶ ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν· σὺ γὰρ ὡς Μήτηρ τοῦ Θεοῦ πάντων ὑπάρχεις πιστῶν ἡ ἀντίληψις.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς ἐν τῷ τελευταίῳ Τροπαρίῳ ἑκάστης ᾠδῆς· ΑΝΤΩΝΙΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νοός μου κατάπεμψον φωτισμόν, ὁμοῦ διανοίας, ὅπως ἄδω σοι τῇ Μητρί, τοῦ μόνου Δεσπότου Παναγία, ἀπὸ καρδίας ᾠδὴν τὴν ἱκέσιον.
Γενοῦ μοι Παρθένε καταφυγή, καὶ ἄῤῥηκτον τεῖχος, ἐν τοῦ βίου τοῖς πειρασμοῖς, τῷ δούλῳ σου τῷ πόθῳ προσιόντι, τῇ ἐν Σερίφῳ ἁγίᾳ Εἰκόνι σου.
Ῥυόμεθα πόνων ὀδυνηρῶν, πιστῶς προσιόντες, τῇ εἰκόνι σου Μαριάμ, Ἀκρωτηριανὴ τῇ ἐν Σερίφῳ, προσάδοντές σοι φωνὴν ἱκετήριον.
Ἁγίων ὑπάρχουσα κορυφή, ἁγίως βαδίσαι, δώρησαί μοι τὴν ἀτραπόν, τοῦ βίου τὴν πάμπικρον Παρθένε, καὶ μετ’ Ἁγίων ἐν πόλῳ με σύνταξον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ ἁγία Εἰκών σου ἁγιασμὸν βλύζουσα, πάντας ἁγιάζει Παρθένε, καὶ τὴν παμόχθηρον, ἐχθροῦ ἐπήρειαν, ἀποσοβεῖ ἐκ τῶν πίστει προσιόντων πάντοτε, ὦ Σεριφιώτισσα.
Τῶν δαιμόνων τὰ τόξα τὰ καθ’ ἡμῶν σύντριψον, καὶ τῶν πειρασμῶν τὰς παγίδας, Μῆτερ ἀφάνισον, καὶ πρὸς εὐθείας ὁδούς, τῶν προσταγμάτων Υἱοῦ σου, βαίνειν ἐνδυνάμωσον ἡμᾶς ἑκάστοτε.
Ῥῶσιν σώματος δίδου καὶ τὴν ψυχὴν πρόθυμον, τοῦ εὐαρεστεῖν τῷ Κυρίῳ, ἁγίαις πράξεσι, τῶν προστρεχόντων πρὸς σέ, καὶ ἀφορώντων ἐκ πόθου, πρὸς τὴν σὴν ἀντίληψιν, ὦ Σεριφιώτισσα.
Νικητὴν Κόρη δεῖξον κατὰ παθῶν τυῤῥανούντων με, καὶ τὸν σὸν Υἱὸν καὶ Δεσπότην, υἱοθετῆσαί με, ποίησον Δέσποινα, ἡ τῆς Σερίφου προστάτις, ἐκ δουλείας ἥκοντα τοῦ κοσμοκράτορος.
Διάσωσον, ἡμῶν ἡ θεία προστάτις, τοὺς πίστει τῇ ἀρωγῇ σου προστρέχοντας, καὶ ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Σερίφου ἡ σεπτὴ οὐρανία προστάτις, ὦ Μῆτερ τοῦ Θεοῦ, τῶν Κυκλάδων ἡ δόξα, Σητείας ἡ ἔφορος καὶ Τοπλοῦ ἴον εὔοσμον, τοὺς προσπίπτοντας τῇ σῇ ἁγίᾳ Εἰκόνι, δέχου ἅπαντας ἐν μετανοίᾳ καὶ σῶσον, πρὸς Κύριον ἄγουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ ἀπὸ κινδύνων καὶ θλίψεων, Ἀκρωτηριανὴ θεόνυμφε, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας.
Μετανοίας ὑπάνοιξον τοῖς πεπλανημένοις Μῆτερ τὴν εἴσοδον, καὶ Υἱῷ σου καθοδήγησον, τοὺς ἐξ ἀγνωσίας ἐπιστρέφοντας.
Μήτηρ ὤφθης πανάφθορος τοῦ Δημιουργοῦ τῶν ὅλων, Θεόνυμφε· ὅθεν μώμου ἁμαρτίας με, καὶ φθοροποιῶν παθῶν ἐκκάθαρον.
Τοῖς δεινοῖς τυῤῥανούμενοι τῇ σῇ Θεοτόκε Σκέπῃ προστρέχομεν, ἵνα λάβωμεν τὴν ἴασιν, καὶ τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, Θεοτόκε ἔσο πάντοτε, τῷ λαῷ τῷ τῆς Σερίφου τῷ πιστῷ, καὶ εὐλόγει τῶν Κυκλάδων τὴν περίοικον.
Θρόνος τοῦ Θεοῦ, ἀνεδείχθης ὑψηλότατος, Τοῦτον φέρουσα Ἁγνὴ ἐν ταῖς χερσίν· ὅθεν ῥῦσαί με χειρῶν τοῦ πολεμήτορος.
Ἄλυπον ζωήν, καὶ εἰρήνην ἀστασίαστον, τοῖς ἱκέταις σου πρυτάνευσον Ἁγνή, καὶ πταισμάτων ἡμῖν δώρησαι τὴν ἄφεσιν.
Ὡράισον Ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν, πονηραῖς τοῦ δυσμενοῦς ἐπιβουλαῖς, καὶ ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Κυμάτων, πειρασμῶν τῶν τοῦ βίου, ἐκλυτρούμεθα ταχέως Παρθένε, ὡς ἐν λιμένι τῇ θείᾳ Μονῇ σου, μετ’ εὐλαβείας προστρέχοντες πάντοτε· ὅθεν γαλήνης σταθερᾶς, τὰς ψυχὰς ἡμῶν πλήρωσον Δέσποινα.
Ἱλέῳ σου, οὐρανόθεν ὄμματι, Ἀκρωτηριανὴ Κυρία Παρθένε, ἐπὶ τὰ τέκνα σου βλέψον καὶ σῶσον, καὶ πειρασμῶν τὸ κλυδώνιον κόπασον, καὶ καθοδήγησον αὐτά, πρὸς λιμένα τοῦ θείου θελήματος.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, τὸν αὐτοὺς δημιουργήσαντα Λόγον, ὑπὲρ αἰτίαν καὶ λόγον τεκοῦσα, Ὑπεραγία Παρθένε πανάμωμε· διὸ ἁγίασον ἡμῶν, τὴν ψυχὴν καὶ καρδίαν καὶ αἴσθησιν.
Νεκρώσασα, διὰ τοῦ Τόκου σου Κόρη, τὸν ἀρχέκακον ἐχθρὸν τοῦ ἀνθρώπου, τὴν καθ’ ἡμῶν ὀλεθρίαν μανίαν, τούτου εἰς τέλος Κυρία, κατάργησον, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένας τοῦ θείου θελήματος.
Διάσωσον ἡμῶν ἡ θεία προστάτις, τοὺς πίστει τῇ ἀρωγῇ σου προστρέχοντας καὶ ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς αἱμάτων σου.
Ὡς θησαυρὸς θεϊκῆς ἀγαθότητος καὶ προστασία ἡμῶν καὶ ὑπέρμαχος, ἐκ πάσης ἀνάγκης καὶ θλίψεως τήρει ἀτρώτους ἡμᾶς, Σεριφιώτισσα· πρὸς σὲ γὰρ ἀεὶ καταφεύγομεν.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Τῆς Σεριφιωτίσσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἴον εὐωδέστατον τοῦ Παραδείσου ὑπάρχον, πάντας καταμύρισον θείᾳ εὐωδίᾳ σου, Σεριφιώτισσα· καὶ ὀδμαῖς Πνεύματος, πάθη τὰ δυσώδη, ἀποδίωξον δεόμεθα, ὑγίειαν καὶ ἴασιν, ψυχαῖς ὁμοῦ καὶ σώμασι δίδουσα, μυροβούλους ποίησον, ἡμᾶς τοὺς δυσωδείᾳ ὑπάρχοντας· ἵνα σοὶ βοῶμεν, τὸ χαῖρε τοῦ Ἀγγέλου ἐκ ψυχῆς, καὶ ἐγκωμίων τοῖς ἄνθεσι σὴν Εἰκόνα στέφωμεν.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις τῶν οἰκτιρμῶν σου, τῶν παθῶν ἡμῶν σβέσον, Μῆτερ τοὺς ἄνθρακας, καὶ ἄναψον τὴν φλόγα, τῆς πρὸς Θεὸν ἀγάπης, ἐν ταῖς ψυχαῖς τῶν βοώντων σοι· χαῖρε Ἀκρωτηριανή, ἡμῶν ἡ προστασία.
Τῶν ἀύλων χαρίτων φωτοφόρον δοχεῖον Μῆτερ ὑπάρχουσα, χαρίτωσον τὰς φρένας, ἡμῶν καὶ τὰς καρδίας, καὶ συνέτισον ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σαρκωθεὶς ἐκ γαστρός σου ὁ τὸ εἶναι τοῖς πᾶσι παρέχων Κύριος, Κυρίαν σε ἁπάντων, καὶ Δέσποινα δεικνύει, Θεοτόκε πανάχραντε, ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ἰατῆρα τεκοῦσα, ἐν τῷ φόβῳ Κυρίου ζωὴν τὴν κρείττονα, ἐν ἤθεσιν ἀμέμπτοις, τῇ σῇ ἐπικουρίᾳ, ἐνδυνάμωσον δέομαι, ἵνα ῥυσθῶμεν δεινῶν, παγίδων τοῦ βελίαρ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῷζε καὶ σκέπε, ἐπιβολῆς τοῦ παγκάκου, νῆσον Σέριφον καὶ τὰς Κυκλάδας Νήσους, καὶ τὴν Ἑλλάδαν πᾶσαν, τὴν σὲ τιμῶσαν, Κόρη.
Ῥῶσιν σωμάτων, καὶ τῶν ψυχῶν τὴν ὑγίειαν, ἐπιβράβευσον ἡ τῆς Σερίφου σκέπη, τοῖς ἐξαιτουμένοις, τὴν σὴν ἐπιστασίαν.
Γενοῦ Παρθένε, καταφυγὴ ἐν ἀνάγκαις, καὶ βοήθεια ἐν θλίψεσι ποικίλαις, τῶν ἀνευφημοῦντων, θαυμάτων τὰς σειράς σου.
Οἶδας σοῦ δούλου, τὸν σκοτασμὸν Θεοτόκε, ὃς οὐδόλως φωτὸς Θεοῦ μετέχει· φώτισον οὖν τοῦτον, φωτί σου τῷ ἀστέκτῳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον, Κυρία, ἡμῶν τὰς διανοίας, τραυματισθείσας ἀπάτῃ τοῦ ὄφεως, ἡ τῆς Σερίφου καλλονή, καὶ πρὸς ἀνάβασιν θείαν ἱκάνωσον.
Ὑψίστου θεῖε θρόνε, Ἀκρωτηριανή μου, ἀπὸ κοπρίας παθῶν με ἀνύψωσον, τὸν χειμαζόμενον δεινῶς, ἵν’ εὐγνωμόνως δοξάζω σε, Ἄχραντε.
Βοῶμεν ἀσιγήτως οἱ ἐν τῇ Σερίφῳ, τὴν πρὸς ἡμᾶς ὁμολογοῦντες χρηστότητα σοῦ τῆς Μητρὸς τῆς ἀγαθῆς καὶ τῇ Εἰκόνι σου, Κόρη, προσπίπτομεν.
Ὑμνοῦμέν σου τὴν δόξαν, Ἀκρωτηριανή μου, καὶ ἐκ βαθέων ψυχῆς ἐκβοῶμέν σοι· σὺ εἶ ἡμῶν ἐλπίς, χαρὰ καὶ θυμηδία ψυχῆς καὶ βοήθεια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις θεοπόθητε Μαριάμ, τοῦ Φωτὸς ἡ Μήτηρ, ἡ γεννήσασα Ἰησοῦν, τὸν τοῖς καθημένοις, ἐν τῇ σκιᾷ θανάτου καὶ σκότει, φῶς ἐκλάμψαντι τὸ οὐράνιον.
Χαίροις ἡ παμπόθητος Μαριάμ, Πατρὸς εὐδοκίᾳ ἡ γεννήσασα τὸν Υἱόν, Πνεύματος Ἁγίου πρὸς σὲ τῇ ἐπελεύσει· χαίροις τῶν Ὀρθοδόξων λιμὴν ὑπάρχουσα.
Χαίροις ἡ ἐλπίς μου ἡ ἐν τῇ γῇ· χαίροις πρὸς τὰ ἄνω εὐσυμπάθητος ὁδηγός· χαίροις Παραδείσου ἀνοίγουσα τὰς πύλας τοῖς ἐπικαλουμένοις σὸν θεῖον ὄνομα.
Τῆς Σερίφου οὗσα θεῖος φρουρὸς καὶ τῶν ἐν ἀνάγκαις ἀπροσμάχητος βοηθός, καθήλωσον πᾶσαν κακόνοιαν βελίαρ, σῇ θείᾳ μεσιτείᾳ πρὸς τὸν Παντάνακτα.
Ὡς ἔσωσας πάλαι ἐκ τῆς φθορᾶς καὶ ἐκ τοῦ θανάτου σεβομένην Εἰκόνα σὴν νεάνιδαν, Κόρη, διάσωσον κινδύνων τοὺς ἐπικαλουμένους τὴν προστασίαν σου.
Προσδέχου τὸν αἶνον, Μήτηρ Θεοῦ, τὸν ἐκ τῶν χειλέων τῶν ἐμῶν τε τῶν ῥυπαρῶν καὶ ἐλέους στάξον ῥανίδα, Θεοτόκε, πηγὴ ἡ τοῦ ἐλέους οὖσα ἀκένωτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις τῆς Σερίφου καλλονή· χαίροις τῶν Κυκλάδων προστάτις· χαίροις τῶν πάντων χαρά· χαίροις θεραπεύτρια ἡμῶν ἀντίληψις· τοὺς προστρέχοντας φύλαττε εἰς θείαν Μονήν σου καὶ ζητούντας ἴασιν ψυχῆς καὶ σώματος· ὕμνον δὲ βοῶσιν ἐκ πόθου, περίσκεπε τῇ θείᾳ σου σκέπῃ καὶ πρὸς τὸν Υἱόν σου χειραγώγησον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Σκέπασον, Κόρη, πτέρυξι τῆς θείας σου ἀγάπης,
τὸν σχόντα ἐκ προθέσεως ἁγνῆς τοῦδε τοῦ ὕμνου
τὴν σύνταξιν, τὸν ψάλλοντα σὴν δόξαν Ἰωάννην,
ἅμα τε τοὺς οἰκογενεῖς αὐτοῦ καὶ ἠγαπημένους.