Παρακλητικός κανών εις την Παναγία Αμπελακιώτισσα Ναυπακτίας
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν χαριτόβρυτον ἁγίαν μορφήν σου, περιπτυσσόμενοι πιστῶς Θεοτόκε, βοῶμέν σοι· ἐπόμβρισον ἡμῖν δαψιλῶς, Ἀμπελακιώτισσα, ὑετὸν οὐρανόθεν, χάριτος τοῦ τόκου σου καὶ ἀπείρου ἐλέους, ἵνα πλησθῶμεν θείων δωρεῶν, οἱ μεσιτείαν τὴν σὴν ἐκδεχόμενοι.
Δόξα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα σου ἐπὶ τῶν κλώνων δρυός, ποτὲ τὴν σκηνώσασαν, Θεογεννῆτορ ἁγνή, Ἀμπελακιώτισσα· δῆμοι εὐσεβοφρόνων, εὐλαβῶς προσκυνοῦντες, χάριν ἀεὶ τρυγῶμεν, καὶ κραυγάζομεν πόθῳ· μὴ παύσῃ οὐρανόθεν ἡμᾶς, σκέπειν ἀείποτε.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀμπελακιώτισσα, ἐπισκιάζε Χαραλάμπη.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀπείρανδρε Κόρη καὶ ἀγλαή, παρθένε Μαρία, προσκυνοῦντες σὴν ἱεράν, εἰκόνα αἰτούμεθα εὐχάς σου, πρὸς τὸν σὸν τόκον Ἀμπελακιώτισσα.
Μὴ παύσῃ πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ τῶν σῶν δούλων, προσκυνούντων πανευλαβῶς, μορφήν σου τὴν βρύουσαν ἰάσεις, Ἀμπελακίων περίδοξον καύχημα.
Πανάμωμε Μῆτερ τοῦ Λυτρωτοῦ, σὴν θείαν εἰκόνα, εὑρεθεῖσαν ἐπὶ δρυός, θαλλούσης ἐν πίστει προσκυνοῦντες, βοῶμεν· σκέπε σοὺς δούλους ἀείποτε.
Ἐπίβλεψον Δέσποινα ἐφ’ ἡμᾶς, τοὺς χειμαζομένους, καὶ προστρέχοντας σῇ Μονῇ, μορφὴν κατασπάσασθαι σὴν θείαν, τὴν ἐπὶ κλώνων δρυὸς ἐνοικήσασαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λάμπρυνόν μου χιτῶνα τὸν τῆς ψυχῆς Δέσποινα, τὸν ἐσπιλωμένον ἀκτῖσι, σῆς ἀγαθότητος, ἵνα ὑμνῶ σε ἀεί, θεοχαρίτωτε Κόρη, Ἀμπελακιώτισσα, κόσμου βοήθεια.
Ἀγλαόμορφε Μῆτερ τοῦ Λυτρωτοῦ ἔκτυπον, σὸν θαυματουργὸν προσκυνοῦντες, ἀναβοῶμέν σοι· ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ πολυπλόκων σκανδάλων, Ἀμπελακιώτισσα, σοὶ τοὺς προστρέχοντας.
Καταφύγιον μέγα Χριστιανῶν ἄχραντε, κεχαριτωμένη Μαρία, βλάβης ἐκλύτρωσαι, τοῦ μισοκάλου ἐχθροῦ, τοὺς καταφεύγοντας πόθῳ, Ἀμπελακιώτισσα, τῇ προστασίᾳ σου.
Ἴθυνόν με πρὸς τρίβους τῆς τοῦ Θεοῦ γνώσεως, τὸν ἐν ἀγνωσίας σκοτείᾳ, οἴμοι καθεύδοντα, Θεοκυῆτορ ἁγνή, ἵνα πληθὺν σῶν θαυμάτων, Ἀμπελακιώτισσα, μέλπω ἑκάστοτε.
Διάσωσον, τοὺς εὐλαβῶς προσκυνοῦντας τὴν σὴν Εἰκόνα, ἀπὸ πάσης ἐπιβουλῆς Ἀμπελακιώτισσα, Παρθένε ἀλάστορος τοῦ βεβήλου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα τὴν σὴν πιστῶς κατασπαζόμενοι, θαυμάτων πηγὴν τὴν πέλουσαν ἀκένωτον, ἐκτενῶς βοῶμέν σοι· χαρμονῆς εἰρήνης καὶ ῥώσεως, τοὺς σοὺς οἰκέτας πλῆσον ἀγαθή, πανύμνητε Ἀμπελακιώτισσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς πηγὴν ἁγιάσματος, ἡ Μονή σου ἔχουσα τὸ σὸν ἔκτυπον, Κόρη Ἀμπελακιώτισσα, ἐκ αὐτῆς ἀρύεται τὰ πρόσφορα.
Τὴν ἁγίαν Εἰκόνα σου, ἐξ Ἀμπελακίων θεοχαρίτωτε, ὁρμωμένην ἀσπαζόμενοι, ἄμφω δαψιλῶς ἰσχὺν λαμβάνομεν.
Ἱκεσίας προσφύγων σου, δέχου καὶ ἐκπλήρου ἡμῶν αἰτήματα, τάχος Ἀμπελακιώτισσα, τῶν προσερχομένων τῷ σεμνείῳ σου.
Σκοτομίνην τῶν θλίψεων, ἀφ’ ἡμῶν ἀπέλασον τῶν τιμώντων σε, Μῆτερ Ἀμπελακιώτισσα, φέγγει τῷ ἀστέκτῳ τῆς σῆς χάριτος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶσον ἐκ φθορᾶς, πάντας Ἀμπελακιώτισσα, τοὺς προστρέχοντας ἀσπάσασθαι μορφήν, τὴν σεμνήν σου ἐν τεμένει τῷ Ἁγίῳ σου.
Ἄνωθεν ἡμῖν, πέμψον Ἀμπελακιώτισσα, ὑγιείας ὑετὸν καὶ τὰς ψυχάς, τὰς ξηρὰς ἡμῶν θερμαῖς λιταῖς σου πίανον.
Ἔχει σὴν μορφήν, Μῆτερ Ἀμπελακιώτισσα, Ναυπακτία Παρνασίς τε καὶ Δωρίς, καταφύγιον καὶ ὅρμον ἀκλυδώνιστον.
Πρέσβευε Χριστῷ, ὑπὲρ πάντων τῶν τιμώντων σε, ἡ φωτὶ ἐπὶ τῶν κλώνων τῆς δρυός, αὐγασθεῖσα καὶ βοσκούς ποτε φωτίσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκέσιον, Ἀμπελακιώτισσα, δέξαι δέησιν τῶν σοὶ προσφευγόντων, καὶ προσκυνούντων σὴν θείαν Εἰκόνα, πανευλαβῶς καὶ αὐτὴν τῷ παντάνακτι, προσάγαγε ὡς ταχινή, τοῦ βροτείου τοῦ γένους μεσίτρια.
Συνέσεως, πλήρου τοὺς οἰκέτας σου, σωφροσύνης καὶ ἀγάπης πρὸς πάντας, τοὺς προσκυνοῦντας σὴν θείαν Εἰκόνα, τὴν ἐν δρυΐ ὑψικόμῳ σκηνώσασαν, ἵνα τιμῶμέν σε ἀεί, Θεομῆτορ Ἀμπελακιώτισσα.
Καταύγασον, Ἀμπελακιώτισσα, τῆς σῆς χάριτος φωτὶ τῷ ἀΰλῳ, τοὺς ἐν δεινοῖς καταφεύγοντας βίου, τῇ κραταιᾷ καὶ στεῤῥᾷ ἀντιλήψει σου, ἡ καταυγάσασα ποτέ, τῆς Κοζίτσης ποιμένας τῷ φέγγει σου.
Ἵλέῳ σου, ἴδε Κόρη ὄμματι, τοὺς ἑστῶτας εὐλαβῶς Θεοτόκε, τῇ σῇ ἁγίᾳ Εἰκόνι καὶ δέξαι, αὐτῶν φωνὰς ὡς θυμίαμα εὔοσμον, θυμιατήριον χρυσοῦν, καὶ ὡραῖον Ἀμπελακιώτισσα.
Διάσωσον, τοὺς εὐλαβῶς προσκυνοῦντας τὴν σὴν Εἰκόνα, ἀπὸ πάσης ἐπιβουλῆς Ἀμπελακιώτισσα, Παρθένε ἀλάστορος τοῦ βεβήλου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς θησαυρὸν τιμαλφῆ καὶ ἀσύλητον, ἡ Ναυπακτία κατέχουσα ἔκτυπον, σὸν θεῖον Ἀμπελακιώτισσα, αὐτῷ πιστῶς καταφεύγει ἐν θλίψεσι· χαρᾶς γὰρ ὑπάρχεις προπύργιον.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος Σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ Λόγε Πνεῦμα Τριὰς ἡ ἐν Μονάδι ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δίδου μοι ἀείποτε, τῷ εὐλαβῶς προσκυνοῦντι, τὴν σεπτὴν Εἰκόνα σου, Ἀμπελακιώτισσα, Μητροπάρθενε, σθένος οὐράνιον, βέλεμνα δράκοντος, κατ’ ἐμοῦ δεινῶς κινούμενα, συντρίψαι ἅπαντα, καὶ ἀκολουθῆσαι σωτήριον, τὴν τρίβον εὐσυμπάθητε, ποδηγὲ μερόπων πρὸς θέωσιν, ἵνα μεγαλύνω, ἀπαύστως τὰ θαυμάσια τὰ σά, καὶ ἐποπτείαν ἐκδέχομαι, σοῦ τὴν ἀδιάλειπτον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπὸ πάσης ἀνάγκης ἀνωτέρους συντήρει τοὺς σοὶ προσφεύγοντας, Ἀμπελακίων Κόρη, σεμνὴ Μεγαλομάτα, ἡ πολλάκις λυτρώσασα, τοὺς σοὺς οἰκέτας κακῶν, καὶ συμφορῶν τοῦ βίου.
Ζέον ἔχοντες πόθον προσκυνῆσαι Εἰκόνα σὴν χαριτόβρυτον, πιστοὶ ὁδοιποροῦσι, πρὸς ἄλση Ναυπακτίας, ὦ Ἀμπελακιώτισσα, καὶ καταθέτουσι σοί, ψυχῆς αὐτῶν τὰ βάρη.
Ἐν τοῖς κλώνοις Παρθένε τῆς δρυὸς ἀνευρέθη ἡ σὴ περίπτυστος, Εἰκὼν παρ’ ἣν ἠγέρθη, τῇ σῇ βουλῇ σεμνεῖον, ὦ Ἀμπελακιώτισσα, εἰς εὐφροσύνην ψυχῶν, δεινῶς χειμαζομένων.
Χαλεπὰς ἀῤῥωστίας καὶ νοσήματα πόῤῥῳ ἡμῶν ἐκδίωξον, σῇ παναλκεῖ δυνάμει, ἁγνὴ Θεοκυῆτορ, ὦ Ἀμπελακιώτισσα, τῶν προσκυνούντων πιστῶς, τὴν σὴν σεπτὴν εἰκόνα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπελακίων, θεοχαρίτωτε Κόρη, ἐναρέτως βιῶσαι σοὺς δούλους, σὲ τοὺς προσκυνοῦντας, ἀξίωσον ἐκ πόθου.
Ῥοῦν ἁμαρτίας, τὸν κατακλύζοντα οἴμοι, τὴν καρδίαν μου ξήρανον τάχος, ῥάβδῳ πρεσβειῶν σου, Παρθένε Θεοτόκε.
Ἀσθενημάτων, θεράπευσόν μου τὰ ἄλγη, ὡς ἰάτειρα κόσμου ταχεῖα, καὶ ψυχῆς ὀδύνας, τὰς ζοφεράς μου Μῆτερ.
Λαμπαδηφόροι, τὴν σὴν ἁγίαν Εἰκόνα, ἀσπαζόμενοι ἀναβοῶμεν· ῥῦσαι Θεοτόκε, ἡμᾶς παντοίας βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγίασον τὰς φρένας, τῶν ἀσπαζομένων, Θεοκυῆτορ Ἀμπελακιώτισσα, τὴν σὴν ἁγίαν Εἰκόνα καὶ χαριτόβρυτον.
Μονογενῆ σου τόκον, καὶ Θεοῦ τὸν Λόγον, θερμῶς δυσώπει Ἀμπελακιώτισσα, ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις μεγαλυνόντων σε.
Πασῶν τιμιωτέρα, Χερουβεὶμ Παρθένε, τοὺς προσκυνοῦντας Ἀμπελακιώτισσα, τὴν σὴν ἁγίαν Εἰκόνα παθῶν ἐκλύτρωσαι.
Ἡ πάντιμος Εἰκών σου, ἰατρεῖον ὤφθη, καὶ δαιμονίων Ἀμπελακιώτισσα, φυγαδευτήριον πᾶσι τοῖς σοὶ προσφεύγουσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἀμπελακιώτισσα θαυμαστή, πάντες προσκυνοῦντες, τὴν Εἰκόνα σου τὴν σεπτήν, εὐλαβῶς βοῶμεν· ἁγνὴ Παρθενομῆτορ, ὑπὲρ ἡμῶν δυσώπει, Τόκον τὸν θεῖόν σου.
Ἐξ Ἀμπελακίων ἡ ἱερά, καὶ σεπτὴ Εἰκών σου, ἡ ῥιφθεῖσα ἐν ποταμῷ, Πηνειῷ εὑρέθη, ἐν Ναυπακτίᾳ ξένως, φωτὶ ἠγλαϊσμένη, Θεογεννήτρια.
Ἐν δρυῒ θαλλούσῃ ὑπερφυῶς, ἡ σεπτὴ Εἰκών σου, κατεσκήνωσε Μαριάμ, καὶ πιστοὺς ποιμένας, κατηύγασεν ἀκτῖσιν, Ἀμπελακίων Κόρη, θείας εὐνοίας σου.
Ἀμπελακιώτισσα μυστικῶς, ἀναβλύζει ῥεῖθρα, ἰαμάτων ἡ σὴ Εἰκών, καὶ πληροῖ αἰτήσεις, αὐτῇ τῶν προσιόντων, καὶ ἀνυμνολογούντων, τὰ μεγαλεῖά σου.
Τοὺς ἀσπαζομένους πανευλαβῶς, τῆς Κοζίτσης κλέος, ἔκτυπόν σου τὸ ἱερόν, καὶ ἐξαιτουμένους, τὴν σὴν ἐπιστασίαν, διάσωζε κινδύνων, πόνων καὶ θλίψεων.
Ἀμπελακιώτισσα θαυμαστή, τοὺς ἐν τῇ Βαΐτσῃ, καὶ τῇ κώμῃ Πενταγιῶν, καταφεύγοντάς σοι, ἐν κλύδωσι τοῦ βίου, διάσωζε καὶ σκέπε, θεομακάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, προσκυνῆσαι σοῦ τὴν Εἰκόνα, Λουκᾶ ἐνθέῳ χειρί, τὴν γραφεῖσαν Δέσποινα, τὴν θαυματόβρυτον, ῥύου πάσης κακώσεως, δεινῶν καὶ ἀνάγκης, οἷα Μήτηρ εὔσπλαγχνος, τοῦ Παντοκράτορος, Ἀμπελακιώτισσα Κόρη, ἡ δρυὸς ποιήσασα κλώνους, θρόνον φωτεινὸν σῆς ἀγαθότητος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.