Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Άξιον Εστί

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 11 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀπ’ οὐρανοῦ ξένῃ μορφῇ ὡς ἐπέστη, ὁ Γαβριὴλ τῶν ἀσωμάτων ὁ ἄρχων, τῇ σῇ Εἰκόνι ἔστη καὶ ἐβόησεν· Ἄξιον ἐστὶν Ἁγνή, ἀνυμνεῖν καὶ δοξάζειν, ὡς ἀειμακάριστον, τοῦ Θεοῦ σε Μητέρα. Ἀλλ’ ὦ Παρθένε Δέσποινα ἡμᾶς, τῇ κραταιᾷ σου, πρεσβείᾳ περίεπε.

Δόξα. Καὶ νῦν.
Ὅμοιον.

Καθάπερ γέρας καὶ διάδημα θεῖον, ὁ περιώνυμος ναὸς τοῦ Πρωτάτου, τὴν σὴν Εἰκόνα κεκτημένος γάννυται, ἅπας δὲ ὁ κλῆρός σου ταύτῃ πίστει προστρέχει, Ἄξιόν ἐστι βοῶν, ἀνυμνεῖν καὶ δοξάζειν, σὲ τοῦ Θεοῦ Μητέρα τὴν Ἁγνήν, τὴν ρυομένην ἡμᾶς πάσης θλίψεως.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Ἄξιον ἐστὶν ὑμνεῖν σε Κόρη. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀφ’ ὕψους ἐπέστη ὁ Γαβριήλ, Μοναχοῦ ἐν εἴδει, καὶ ἐβόα πανευλαβῶς· Ἄξιόν ἐστι σὲ μακαρίζειν, ὡς τοῦ Σωτῆρος Μητέρα πανάφθορον.

Ξενίσας τῷ ὕμνῳ σου τῷ καινῷ, νυκτὶ ὡς ἐπέστη, τὸν μονάζοντα ὁ φανείς, οὕτω πρέπον ἔλεγε δοξάζειν, καὶ ἀνυμνεῖν τὴν Ἁγνὴν Θεομήτορα.

Ἰσχὺν καὶ παράκλησιν ἀληθῆ, λαμβάνομεν Κόρη, ἐξ Εἰκόνος σου τῆς σεπτῆς, Ἄξιόν ἐστι τῆς καλουμένης, καὶ χορηγούσης, ἡμῖν χάριν ἄφθονον.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Ἁγνὴ Θεοτόκε, τὸν σὸν κλῆρον τὸν εὐαγῆ, Ἄθω τὸ περίοπτόν σου Ὄρος, πάσης ἀνάγκης καὶ βλάβης ἀπάλλαττε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νᾶμα ἄϋλον βλύζει, ἡ σῇ Εἰκὼν Ἄχραντε, Ἄξιον ἐστὶν ἀοράτως, ἐπισκιάσει σου, θείας χρηστότητος, καὶ γλυκασμὸν σωτηρίας, τοῖς πιστῶς προσπίπτουσι, ταύτῃ ἑκάστοτε.

Ἐν νυκτὶ ὡς ἐπέστη, ὕμνον τὸν σὸν ἔψαλλε, ξένῃ ἐν μορφῇ Θεοτόκε, πρὸ τῆς Εἰκόνος σου, ὁ θεῖος Ἄγγελος, ὃν νῦν μιμούμενοι πίστει, ᾄδομεν δοξάζοντες, τὰ μεγαλεῖά σου.

Σωτηρίαν ἐξαίτει, καὶ τῶν παθῶν λύτρωσιν, τοῖς ἐν τῷ ἁγίῳ σου κλῆρῳ, πιστῶς μονάζουσιν, ὡς ἐπηγγείλω Ἁγνή, καὶ εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἰκόνα σου, Θεογεννήτρια.

Τὴν σεπτὴν σου Εἰκόνα, καὶ θαυμαστὴν Ἄχραντε, Ἄξιόν ἐστιν ἤν καλοῦμεν, ὥσπερ ἁγίασμα, περικυκλοῦντες πιστῶς, καὶ ἁσπαζόμενοι πόθῳ, ἐξ αὐτῆς λαμβάνομεν, χάριν καὶ ἔλεος.

Διάσωσον, Θεοκυῆτορ τὸν κλῆρόν σου πάσης βλάβης, τὸν ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντα, ᾗ πάλαι ᾖσεν Ἀρχάγγελος τὸν σὸν ὕμνον.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.

Προστάτιν θερμήν, ὁ Ἄθως σε πεπλούτηκε, καὶ πίστει Ἁγνή, τὴν ἱερὰν Εἰκόνα σου, τὴν καλουμένην Δέσποινα Ἄξιόν ἐστιν περιπτύσσεται, καὶ ἐκβοᾷ ἐκ βαθέων ψυχῆς· μὴ παύσῃ Παρθένε περιέπών με.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱερὸν φυλακτήριον, καὶ σεπτὸν ἀγλάϊσμα τὴν Εἰκόνα σου, ὁ ναὸς Πρωτάτου κέκτηται, Ἄξιόν ἐστι τὴν ὑπερθαύμαστον.

Νοσημάτων ἀπάλλαξον, καὶ παντοίων πόνων καὶ περιστάσεων, τοὺς προσπίπτοντας Πανάμωμε, Ἄξιόν ἐστι σῷ Ἐκτυπώματι.

Ὑπερύμνητε Δέσποινα, ἡμῶν τὰς δεήσεις προσδέχου πάντοτε, ὡς ἐδέξω πάλαι Ἄχραντε, τὸν τοῦ Ἀρχαγγέλου ὕμνον Ἅγιον.

Μοναστὴς ὁ θεόληπτος, ἐν πλακὶ ὡς εἶδε τὸν ἐγχαράξαντα, τῷ δακτύλῳ τὸ μελώδημα, ἔκπληκτος ἀνύμνει σε Πανύμνητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτα τῶν παθῶν, τῷ φωτὶ τῆς σῆς λαμπρότητος, ἀποδίωκε Παρθένε ἀφ’ ἡμῶν, τῶν ἐν πίστει προσπιπτόντων τῇ Εἰκόνι σου.

Ἔχει ὁ ναός, τοῦ Πρωτάτου Παναμώμητε, ὡς θησαύρισμα ὦ Ἄξιόν ἐστι, τὴν Εἰκόνα σου τὴν θείαν σεμνυνόμενος.

Ἴδε συμπαθῶς, τοὺς ἑστῶτας μετὰ πίστεως, τῇ Εἰκόνι σου ὦ Ἄξιόν ἐστι, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.

Νόσων χαλεπῶν, καὶ ποικίλων περιστάσεων, καὶ ἐχθρῶν τῶν ἀοράτων τῆς φθορᾶς, ἀνωτέρους ἡμᾶς φύλαττε Πανύμνητε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτῆρος, καὶ τοῦ Θεοῦ ὡς Μητέρα, ἀνυμνών σε ὁ φανεὶς ἀνεβόα, ἄξιον ὄντως ἐστὶ τοῦ δοξάζειν, καὶ μακαρίζειν τὴν μόνην Πανύμνητον, ὧν μοναχὸς ὁ εὐλαβής, ἐπακούσας ἐξίστατο Δέσποινα.

Ἐν πίστει, ἐν τῷ ναῷ τοῦ Πρωτάτου, προσιόντες τὴν σεπτήν σου Εἰκόνα, πανευλαβῶς προσκυνοῦντες βοῶμεν· Ἄξιον ὄντως ἐστὶ μακαρίζειν σε, οἷα Μητέρα τοῦ Θεοῦ, καὶ τοῦ Ἄθω προστάτιν καὶ ἔφορον.

Κατεῖδεν, ὁ μοναστὴς ξένον θαῦμα, τῷ δακτύλῳ χαραχθεῖσαν τὴν πλάκα· νῦν δὲ ἡμεῖς τῇ σεπτῇ σου Είκόνι, παρεστηκότες βοῶμεν ἐν θαύματι· Θεογεννῆτορ Μαριάμ, σὺ ἡμῶν προστασία καὶ ἔφορος.

Ὁ ὕμνος, ὃν Γαβριὴλ πάλαι ᾖσε, τῇ ἁγία σου Εἰκόνι Παρθένε, διαβεβόηται πάσῃ τῇ κτίσει, καὶ Ἐκκλησία Χριστοῦ ἡ Ὀρθόδοξος, σὺν Ἄθωνι τῷ εὐαγεῖ, ἀνυμνεῖ τὰ πολλὰ μεγαλεῖά σου.

Διάσωσον, Θεοκυῆτορ τὸν κλῆρόν σου πάσης βλάβης, τὸν ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντα, ᾗ πάλαι ᾖσεν Ἀρχάγγελος τὸν σὸν ὕμνον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τὴν φωνὴν τοῦ Ἀρχαγγέλου πιστῶς κράζοντες, Κεχαριτωμένη Μῆτερ Ἀειπάρθενε, Ἄξιον ἐστὶν ὡς ἀληθῶς βοῶμέν σοι, μακαρίζειν σε καὶ ἀνυμνεῖν τὴν παμμακάριστον ἀεί, καὶ Μητέρα τοῦ Κτίσαντος· Σὺ γὰρ Θεογεννῆτορ, Ἄθωνος προστασία, καὶ μεσιτεία πρὸς Θεόν, ἡμῶν πάντων ἀκαταίσχυντος.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Άκουσον, θύγατερ, καί ίδε, καί κλΐνον τό ούς σου, καί έπιλάθου του λαοϋ σου, καί του οίκου του πατρός σου, καί έπιθυμήσει ό Βασιλεύς τού κάλλους σου.

Ευαγγέλιον
Έκ του κατά Λουκάν
(Κεφ. α’ 24 – 38).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς• καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπε• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Όλην αποθέμενοι.
Νύκτωρ ὁ Ἀρχάγγελος, τῷ Μοναχῷ ὡς ἐπέστη, ᾖσε τὰ προοίμια, τοῦ ἁγίου ὕμνου σου Ἀειπάρθενε· νῦν ἡμεῖς Δέσποινα, πίστει παρεστῶτες, τῇ Εἰκόνι σου προσᾴδομεν, ὕμνους βοῶντές σοι· Ἄξιον ἐστὶ μακαρίζειν σε, τὴν μόνην παμμακάριστον, καὶ Θεοῦ Μητέρα τὴν ἄχραντον· ἀλλὰ Θεοτόκε, βοήθεια ἡμῶν καὶ προσφυγή, μὴ διαλίπῃς παρέχουσα, ἡμῖν τὰ ἐλέη σου.

Σῶσον ὁ Θεὸς τὸν λαό σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥήμασι τοῦ Ἀγγέλου, πειθαρχοῦντες Παρθένε πιστῶς προσπίπτομεν, τῇ θείᾳ σου Εἰκόνι, ἐν ᾗ πρῶτον ἐψάλη, ὁ σὸς ὕμνος καὶ κράζομεν· Ἄξιον ὄντως ἐστίν, ὑμνεῖν σε εἰς αἰῶνας.

Ἡ πληθὺς Μοναζόντων, ὁμοφώνος βοῶμέν σοι Παναμώμητε, τὸ Ἄξιόν ἐστί σοι, δοξάζειν καθ’ ἑκάστην, τῇ σωζούσῃ ἑκάστοτε, τὸν κλῆρόν σου τὸν σεπτόν, ἐκ πάσης ἐπηρείας.

Γνωστὸν γέγονε πᾶσι, τὸ ἐν ᾄδειν Παρθένε ἔργον ἐξαίρετον· διὸ τῆς σῆς προνοίας, κηρύττομεν τὴν χάριν, ὁμοφώνως κραυγάζοντες· χαῖρε Παρθένε Ἁγνή, τοῦ Ἄθω προστασία.

Ἐν ναῷ τοῦ Πρωτάτου, τὴν σεπτήν σου Εἰκόνα μετεκομίσαντο, ἐν πάσῃ εὐλαβείᾳ· ᾗ πίστει παρεστῶτες, Θεοτόκε βοῶμέν σοι· Χαῖρε Παρθένε Ἁγνή, τοῦ Ἄθω προστασία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥημάτων θείων, ἐνωτισθεὶς τοῦ Ἀγγέλου, Παναμώμητε ὁ εὐλαβὴς μονάζων, ᾖσε γηθοσύνως, τὸν θαυμαστόν σου ὕμνον.

Ἅπας προστρέχων, τῇ θαυμαστῇ σου Εἰκόνι, ἥτις Ἄξιόν ἐστι λέγεται Κόρη, πληροῦται εὐφροσύνης, λαμβάνων τὰς αἰτήσεις.

Σὲ θεῖον ὅρμον, ἐν τῇ θαλάσσῃ τοῦ βίου, ἐπιστάμενοι προστρέχομέν σοι πίστει, καὶ παντοίας ζάλης, λυτρούμεθα Παρθένε.

Ἴδε Παρθένε, ἡμᾶς ἐν ὄμματι θείῳ, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ ἐκδεχομένους, ἐκ ταύτης τὴν σὴν χάριν.

ᾨδή θ’. Κυρίως Θεοτόκον.
Μητράνανδρε Παρθένε, ὡς μανναδόχον στάμνον, τὴν σὴν ἁγίαν Εἰκόνα κατέχοντες, τῆς σῆς προνοίας τὸ μάννα ἀεὶ καρπούμεθα.

Οἱ πίστει σου τῇ θείᾳ, σπεύδοντες Εἰκόνι, ἐν ᾗ ὁ Ἄγγελος ᾖσε τὸν ὕμνον σου, πάσης ἀνάγκης Παρθένε θᾶττον ρυόμεθα.

Ὑμνεῖ ἅπας ὁ Ἄθως, καθ’ ἑκάστην ὥραν, τὰ μεγαλεῖα τὰ σὰ Παναμώμητε, σὺν τῷ Ἀγγέλῳ τὸ Ἄξιόν ἐστι ψάλλων σοι.

Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, Ὄρος τοῦ Ἄθω τὸν ἅγιον κλῆρόν σου, σκέπε καὶ σῶζε ἀπαύστως ἐκ πάσης θλίψεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν ἀναβλύζει διηνεκῆ, ἡ θεία Εἰκών σου, ἐν ᾗ πρῶτον ὁ Γαβριήλ, ᾖσέ σου τὸν ὕμνον, ἐν παραδόξῳ τρόπῳ, ἤν προσκυνοῦντες Κόρη σὲ μεγαλύνομεν.

Χαίρει ὁ Πρωτάτου θεῖος ναός, ἔχων ἐν ἀδύτοις, τὴν Εἰκόνα σου τὴν σεπτήν, τὴν ὠνομασμένην, Ἄξιόν ἐστι Κόρη, ᾗ πίστει προσιόντες σὲ μεγαλύνομεν.

Ὤφθη ξένῃ θέᾳ ὁ Γαβριήλ, καὶ τὸν ἀποροῦντα, καθωδήγησε μοναστήν, ᾄδειν καὶ ὑμνεῖν σε, ὡς τοῦ Θεοῦ Μητέρα, καὶ ἐν πλαξὶ τὸν ὕμνον ξένως ἐτύπωσε.

Πάσῃ εὐλαβείᾳ τε καὶ σπουδῇ, ᾖραν ἐκ τοῦ ᾄδειν, τὴν Εἰκόνα σου τὴν σεπτήν, καὶ ταύτην Παρθένε, ναῷ τῷ τοῦ Πρωτάτου, ἐνίδρυσαν ἐν θρόνῳ, ὥσπερ βασίλισσαν.

Πᾶσιν ὃ ἐνήργησας θαυμαστῶς, ἐν ᾄδειν Παρθένε, ἐν τῷ Ὄρει σου τῷ σεπτῷ, ἐμφανὲς κατέστη, καὶ πᾶσα Ἐκκλησία, τὸ Ἄξιον ἐστί σοι, ψάλλει ἑκάστοτε.

Τεῖχος καὶ ὀχύρωμα ἀσφαλές, ἔσο Θεοτόκε, τῷ σῷ κλήρῳ τῷ εὐαγεῖ, πίστει καὶ ἀγάπη, ἀπαύστως ἀφορῶντι, πρὸς τὰς θαυματοβρύτους, θείας Εἰκόνας σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, ψάλλοντες πολλῇ εὐλαβείᾳ, τῇ Θεομήτορι, ἅπαντες προσπέσωμεν, καὶ προσκυνήσωμεν, τὴν αὐτῆς χαριτόβρυτον, καὶ θείαν Εἰκόνα, πάντας ἁγιάζουσαν Ἁγίῳ Πνεύματι· Δέσποινα αὐτῇ ἐκβοῶντες, πλήρου τὰς δεήσεις ἁπάντων, τῶν ἀτενιζόντων τῇ πρεσβείᾳ σου.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἄξιόν ἐστιν ἀνυμνεῖν σε Παρθένε
Γεράσιμος βοᾷ θερμῶς σοι προσπίπτων.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Άξιον Εστί

Ποίημα Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν, 2001

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης Σοὺς δούλους κενούς, Σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.

Δόξα.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Παρθένε Θεοτόκε τοῦ κόσμου προστασία, καὶ χριστιανῶν ὀρθοδόξων, μεσίτρια καὶ σκέπη, προσδέχου τὴν δέησιν ἡμῶν, καὶ ταύτην προσάγαγε Χριστῷ, τῷ Υἱῷ σου καὶ Σωτῆρι ἡμῶν Θεῷ. ᾯ Ἄξιόν ἐστι ψάλλειν· δόξα τῷ ἐν Εἰκόνι τῇ σεπτῇ, ὡς βρέφος ἐν δεξιᾷ τῆς Μητρός, προσκυνουμένῳ καὶ εὐλογοῦντι ἡμᾶς.

Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε Θεοτόκον.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀξίως ὑμνῆσαι οὐκ εὐπορῶ, Δέσποινα τοῦ κόσμου, Παναγία Μήτηρ Θεοῦ, ἀλλ’ ἐπάκουσόν μου καὶ προσδέχου, τὴν ταπεινὴν καὶ θερμήν μου παράκλησιν.

Ξένον τὸ μυστήριον τὸ ἐν σοί, Μῆτερ καὶ Παρθένε, ἡ τεκοῦσα τὸν Λυτρωτήν, ἀλλ’ οἰκτήρισόν με καὶ παράσχου, ὡς ἀληθῶς πολυεύσπλαγχνος ἔλεος.

Ἵλεων γενέσθαι μοι τὸν Χριστόν, δέομαι Παρθένε, καὶ προστρέχω ταῖς σαῖς εὐχαῖς, σὲ τὴν Θεοτόκον μακαρίζων, πᾶσαν δ’ ἐλπίδα εἰς σὲ ἀνατίθημι.

Ὁ πάντων Δεσπότης καὶ Πλαστουργός, θείᾳ εὐδοκίᾳ, ὁ σκηνώσας ἐν σῇ γαστρί, ἄξιόν ἐστίν σοι δι’ Ἀγγέλου, ὡς ἀληθῶς μακαρίζειν ἐκέλευσεν.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ναὸς ἔμψυχος οὖσα τοῦ Ἀχωρήτου Μητρόθεε, διὰ τὴν ἡμῶν σωτηρίαν, ἐνανθρωπήσαντος, Αὐτὸν ἱκέτευε νῦν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῶν εἰσάκουσον τῶν παρακλήσεων.

Ἐπὶ γῆς ἐν ἀνθρώποις τὴν εὐδοκίαν Θεοῦ Πατρός, Ἄγγελοι ὑμνοῦσι ὡς εἶδον, Χριστοῦ τὴν Γέννησιν, σὲ τὴν τεκοῦσαν δέ, παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε, νῦν τὴν ζωὴν ἡμῶν.

Σωτηρίαν εἰργάσω ἐν μέσῳ γῆς Κύριε, ὅθεν σε ὑμνοῦμεν οἱ δοῦλοί, σοῦ καὶ δοξάζομεν, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν δωρεῶν σου τυχόντες, τὴν ἀειμακάριστον σχόντες μεσίτριαν.

Τὴν ἡμῶν σωτηρίαν οἰκονομῶν ὁ Πατήρ, τὸν Υἱὸν Αὐτοῦ εἰς τὸν κόσμον, διὰ σοῦ ἔπεμψε, σάρκα λαβεῖν ἐκ γαστρός, τῆς ἀκηράτου σου Μῆτερ, ἵνα σώσῃ ἅπαντας τοὺς ὑμνολόγους σου.

Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαις ταῖς σαῖς προσφεύγοντες Πανάχραντε, ἐλέους πηγὴν γινώσκομεν ἐν θλίψεσι, καὶ θερμῶς αἰτούμεθα, τῷ Υἱῷ καὶ Θεῷ σου μεσίτευσον, ἐκ τῶν κινδύνων ῥύσασθαι ἡμᾶς, ὁ μόνος ὑπάρχων πολυέλεος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱκετεύομεν Δέσποινα, ἐκ τοῦ οὐρανοῦ ἐφ’ ἡμᾶς ἐπίβλεψον, καὶ ἐλέους σου ἀξίωσον, τοὺς σοὶ πεποιθότας ἐκ πίστεως.

Νέαν κτίσιν εἰσήνεγκε, κόσμῳ ὁ Υἱός σου παρθένε Ἄχραντε, ἀναγέννησιν ἐκ Πνεύματος, τοῦ Ἁγίου δοὺς ἡμῖν σωτήριον.

Ὧ πανύμνητε πρόσδεξαι, ὕμνον σοι ὃν ψάλλομεν ἄξιόν ἐστι, Θεοτόκε μακαρίζει σε, τὴν τιμιωτέρα τῶν Χερουβείμ.

Σκέπην σὴν ἐφαπλώσασα, ἐπὶ τὰ σὰ τέκνα Μῆτερ Θεόνυμφε, ἐκ παντοίων νῦν διάσωσον, δεινῶν περιστάσεων τοὺς δούλους σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγα ἀληθῶς, τὸ μυστήριον τοῦ Τόκου σου, συνέλαβες ἀφράστως ἐν σῇ γαστρί, τὸν Ζωοδότην Χριστὸν Παναγία Δέσποινα.

Ἄξιόν ἐστιν, ἡ τεκοῦσα τὸν Θεάνθρωπον, τῷ θρόνῳ τῆς Τριάδος ἐν οὐρανῷ, παρισταμένη ἰσχύειν ὡς Θεομήτορα.

Κάλλους σου ἁγνή, ὁ Βασιλεὺς τοῦ παντὸς ἐπεθύμησε, Θύγατερ θεοδόξαστε Μαριάμ, κλῖνον τὸ οὖς σου ἡμῶν ἐπακούουσα.

Ἄγγελος Θεοῦ, ὤφθη σοι εὐαγγελισάμενος, αὐτὸς δὲ πάλιν ἔφη τῷ ὑμνωδῷ, σὲ μακαρίζειν ὡς ἄξιον ἀληθῶς ἐστιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥύομενος, ἐκ φθορᾶς καὶ πτώσεως, ὁ Υἱός σου Θεοτόκε Παρθένε, τοὺς σοὺς ἱκέτας διδοὺς σωτηρίαν, εὐγνωμοσύνης πληροῖ τὰς ψυχὰς ἡμῶν, πρὸς σὲ μεσίτρια θερμή, καὶ ἡμῶν κραταιὸν καταφύγιον.

Ἱλάσθητι, Πανοικτίρμων Κύριε, τοῖς δεινῶς ἡμαρτηκόσι σοι δούλοις, ἐπικαμπτόμενος θείαις πρεσβείαις, τῆς Παναγίας Ἀχράντου ᾖς ἄξιόν ἐστιν, ἐν παῤῥησίᾳ μητρικῇ, αἰτουμένης εὑρεῖν σε εὐήκοον.

Ζωὴν ἡμῶν, ἐν κινδύνοις ἔκθετον, τῇ σῇ σκέπῃ ἀσφαλῇ θεωροῦμεν, Ὑπεραγία Θεοτόκε βοήθει, καὶ ἀῤῥωστίας φυγάδευσον τάχιον, ὅτι ἐν σοὶ μετὰ Θεόν, τὰς ἐλπίδας ἡμῶν ἀνεθέμεθα

Ἐνώτισαι, Παναγία Δέσποινα, προσευχὴν ἡμῶν τῶν σοὶ προσφευγόντων, καὶ τῶν πενήτων σου μὴ ἐπιλάθη, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα, ἀναξιότητα ἡμῶν, ἐν πολλοῖς συνειδότες οἱ δοῦλοί σου.

Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασίαν σε ἀπὸ τῶν κινδύνων κεκτήμεθα, παῤῥησίαν δὲ πρὸς τὸν Ὑπεράγαθον ἔχομεν, Παναγία Μῆτερ Θεοῦ ἐλέησον ἡμᾶς, μεσιτεύουσα τῷ Λυτρωτῇ, τὰς ἁμαρτίας παριδεῖν, τῶν πιστῶς κραυγαζόντων σοι· πρόφθασον ἐν ἀνάγκαις, καὶ σπεῦσον ἐν ἀσθενείαις, ἀπὸ δεινῶν καὶ συμφορῶν, ῥυσθῆναι τοὺς τιμῶντάς σε.

Προκείμενον
Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.
Στίχος.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κέφ. ι΄ 11-13, 20).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἄξιός ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ, εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμη εἰσέλθητε, ἐξετάσατε τὶς ἐν αὐτῇ, ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε· εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν μὲν ᾗ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν, ἐὰν δὲ μὴ ᾗ ἡ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν.

Δόξα.
Πάτερ, Λόγε, Πνεύμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς της Θεοτόκου, πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β’. Όλην αποθέμενοι.

Παναγία Δέσποινα, παρακαλοῦμέν σε σῶσον, ἡμᾶς καὶ κατεύνασον, τῶν παθῶν τὸν τάραχον τῇ σῇ χάριτι, δωρεὰν δὸς ἡμῖν, ἐκ πηγῆς ζωήῤῥυτα, τοῦ ἐλέους σου τὰ νάματα, τοῦ Ἰησοῦ Χριστοῦ, θείᾳ εὐδοκίᾳ Θεόνυμφε, ὅπως διὰ βίου, δοξάζομεν τὸ Ὄνομα Αὐτοῦ, καὶ σὲ πιστῶς μακαρίζομεν, τὴν ἀειμακάριστον

Σῶσον ὁ Θεὸς τὸν λαόν σου

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱερέων δεήσεις καὶ τῶν πιστῶν ἱκεσίας πρόσδεξαι Δέσποινα, Εἰκόνα σου τὴν θείαν, ἐν τῷ σεπτῷ ναῷ σου, ἀσπαζόμενοι ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ναὸς ἔμψυχος οὖσα τοῦ ἐκ σοῦ σαρκωθέντος θείῳ βουλήματι, παρθένε Θεοτόκε, Λόγου Θεοῦ γεννῆτορ, ἐκδυσώπει ᾧ ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὸν ναὸν περιέπει τοῦ λαοῦ Ἐκκλησία Μῆτερ Θεοῦ ἡμῶν, ἐν τούτῳ τῷ τεμένει, τῶν θείων κηρυγμάτων ἔνθα ὕμνον ἐξάδομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῷ θείῳ ναῷ σου ὑμνωδίαν προσδέχου ὡς ἄξιόν ἐστιν, ἀεὶ σὲ μακαρίζει, ἅμα τῇ παρακλήσει, πρὸς Χριστὸν ᾧ προσάδομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεογεννῆτορ, καὶ ἀειπάρθενε Κόρη, κεχαρίτωσαι ὑπὸ τοῦ Ὑψίστου, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογημένη, ἐν γυναιξὶ Θεοτόκε, ἥν ὑμνοῦμεν στρατιαὶ τῶν Ἀγγέλων, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ ἐν Τριάδι, Θεὸς ὁ κτίσας τὸν κόσμον, προορῶν σε Παναγία παρθένε, Μητέρα Θεοτόκον, γεραίρει εἰς αἰῶνας.

Τιμιωτέρα, τῶν Χερουβεὶμ ἀνυψώθης, Σεραφεὶμ ἐνδοξοτέρα Παρθένε, ὅθεν σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ Ἄγγελος τὸ Χαῖρε, ἐβόα Θεοτόκε, ἡμεῖς δὲ σὲ μεγαλύνομεν παμμακάριστε, ἐπικαλούμενοι πάντες τὴν σὴν βοήθειαν.

Κλέος τῶν Ὀρθοδόξων, ὡράϊσμα καὶ δόξα, τῆς Ἐκκλησίας τὸ καύχημα καὶ εἰκόνισμα, σὲ δυσωποῦμεν Παρθένε καὶ μεγαλύνομεν.

Οἰκτίρμονα Υἱόν σου, αἰνοῦμεν εὐλογοῦμεν, καὶ σὺν Πατρὶ προσκυνοῦμεν καὶ Θείῳ Πνεύματι, σὲ Θεομῆτορ τιμῶντες καὶ μεγαλύνοντες.

Ναμάτων σου τὰ ῥεῖθρα, ἔκχυσον Θεοτόκε, καὶ ἰατρείαν παράσχου ψυχῆς καὶ σώματος, ἵνα συμφώνως ἐν πίστει σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄξιόν ἐστίν σοι ὡς ἀληθῶς, Ἄχραντε παρθένε, Θεοτόκε ἐλπὶς ἡμῶν, τὸν μακαρισμόν σου ἐν ὕμνοις ἀναμέλπειν, καὶ δέησιν προσάγειν ἐν ὥραις θλίψεων.

Ἄξιον καὶ πάλιν Μήτηρ Θεοῦ, τὴν εὐχαριστίαν ἀναγράψαι σοι υἱϊκῶς, οἱ ἐν ἀσθενείαις, ἀνάγκαις καὶ κινδύνοις, τὴν λύτρωσιν εὑρόντες τῇ μεσιτείᾳ Σου.

Παράκλησιν δέξαι ὡς ἀγαθή, Μήτηρ τοῦ Σωτῆρος καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὅπως ἐπιβλέψῃς, διδοῦσα προστασίαν, ὡς ἄξιόν ἐστίν σοι φιλανθρωπεύεσθαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, ἡ ἐλπὶς χριστιανῶν, τῶν ὑπὸ τὴν σὴν προστασίαν,
τελούντων Μῆτερ Χριστοῦ, καὶ τὴν μεσιτείαν σου, ἐκδεχομένων θερμῶς, δὸς ἡμῖν θεῖον ἔλεος, καὶ μὴ ἀποῤῥίψης, ἀπὸ τοῦ προσώπου σου, τοὺς σοὶ προσπίπτοντας, Ἄξιόν ἐστι Παναγία, τὸ σὲ ἀληθῶς μεγαλύνει, τὴν πολλὰ πρὸς Κύριον ἰσχύουσαν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.