Παρακλητικός κανών εις την Υπεραγίαν Θεοτόκον Δαμάστας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τῆς Θεοτόκου τῇ πανσέπτῳ Εἰκόνι, ἥτις καλεῖται παρὰ πάντων Δαμάστα, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς, κόρη Παντευλόγητε, Παναγία παρθένε, πλήρου τὰ αἰτήματα τῶν πιστῶς προσιόντων, τῇ ἱερᾷ σου πάντοτε Μονῇ καὶ προσκυνούντων, τὴν θείαν Εἰκόνα σου.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Τὴν θαυματόβρυτον Εἰκόνα σου Κόρη, ὡς θησαυρὸν πολυτελῆ κεκτημένη, ἡ τῆς Δαμάστας μάνδρα ἐπαγγέλλεται, ἥν ἀπαύστως φύλαττε, ἀπὸ πάσης ἀνάγκης, καὶ παντοίων θλίψεων, ἀπειλῶν καὶ σκανδάλων, καὶ εἰρηναίαν δώρησαι ζωήν, ταῖς ἐν αὐτῇ Μοναζούσαις Πανύμνητε.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Δίδου ἡμῖν βοήθειαν Κόρη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμεις θαυμάτων ἡ σῇ Εἰκὼν, τῇ σῇ χορηγίᾳ, ἐνεργοῦσα διὰ παντός, παρέχει ἠμῖν Θεογεννῆτορ, ψυχῶν ὁμοῦ καὶ σωμάτων τὴν ἴασιν.
Ἱσχὺν ἡμῖν δίδου κατὰ παθῶν, καὶ κατὰ ποικίλων, Θεοτόκε ἐπιφορῶν, τοῖς πίστει καὶ πόθῷ προσιοῦσι, τῇ ἱερᾷ σου Εἰκόνι ἑκάστοτε.
Δαμάστα ἐκλήθη ἡ σὴ Εἰκών, δαμάζουσα πάθη, Θεοτόκε τὰ χαλεπὰ, καὶ πᾶσι παρέχουσα ὑγείαν, καὶ σωτηρίαν καὶ χάριν καὶ ἕλεος.
Οἱ πόνοις τρυχόμενοι χαλεποῖς, προσέλθετε πίστει, τῆς Δαμάστας ἐν τῇ Μονῇ, ἡ γὰρ Θεοτόκος πᾶσι νέμει, ἀπαλλαγὴν τῶν δεινῶν περιστάσεων.
ᾨδὴ γ΄. Οὐρανίοις ἁψῖδος.
Ὕδωρ ἄϋλον θεῖον, σῶν οἰκτιρμῶν Ἄχραντε, βλῦσον ὡς θεόβρυτος κρήνη, θείας χρηστότητος, τοῖς καταφεύγουσι, τῇ θαυμαστῇ σου Εἰκόνι, καὶ τὰ σὰ θαυμάσια, ἀνακηρύττουσι.
Ἡ ἁγία Εἰκών σου, ὡς παμφαής ἥλιος, ἐκ τῆς σῆς Μονῆς ἀπαστράπτει ἐν τῇ Φθιώτιδι, ἀκτῖνας χάριτος, καὶ ἀπελαύνει Παρθένε, σκότος τὸ βαθύτατον, πάσης κακώσεως.
Μανναδόχος ὡς στάμνος, ἡ σῇ Εἰκὼν Δέσποινα, μάννα τὸ οὐράνιον νέμει, χαρὰν καὶ ἴασιν, τοῖς ἐν ταῖς θλίψεσιν, ἀλγυνομένοις ἀθλίως ὅθεν χαριστήριον, αἷνόν σοι ἄδομεν.
Ἱσχυρότατον τεῖχος, καὶ ἀῤῥαγές στήριγμα, ἔχει ἡ Μονὴ τῆς Δαμάστας τὴν προστασίαν σου ὅθεν ἑκάστοτε, τῇ σῇ Εἰκόνι προσπίπτει, καὶ κηρύττει Ἄχραντε, τὰ σὰ θαυμάσια.
Διάσωσον, Θεογεννῆτορ Δαμάστα ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ Εἰκόνι πρόσπιπτοντας, καὶ τὴν ἁγἰαν σου κλῆσιν θερμῶς φωνοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα τὴν σήν, ὡς ἰατρεῖον ἄμισθον, πλουτοῦντες Ἁγνή, θᾶττον ἀπαλλαττόμεθα, πάσης φθορᾶς καὶ θλίψεως, καὶ πταισμάτων τὴν λύσιν λαμβάνομεν, προσπίπτοντες ταύτῃ εὐλαβῶς καὶ σὲ κατὰ χρέος μεγαλύνοντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, τοὺς ἐν πίστει καταφεύγοντας, τῇ σεπτῇ Μονῇ σου Ἀειπάρθενε.
Βοηθός ἔσο πάντοτε, οἷα τοῦ Σωτῆρος Μήτηρ φιλάγαθος, τοῖς προστρέχουσι Πανάμωμε, πρὸς τὴν ὀξυτάτην προστασίαν σου.
Ὀδυνώμενον σφόδρα με, ταὶς ἐπιβουλαῖς Ἁγνὴ τοῦ ἀλάστορος, σπεῦσον σῶσον καῖ θεράπευσον, τὴν σὴν ἐκδεχόμενον βοήθειαν.
Ἡλιόμορφε Δέσποινα, τὴν χαριτωθεῖσαν θείαν Εἰκόνα σου, μυροθήκην ἄλλην ἔδειξας, τῆς σῆς πρὸς ἡμᾶς πολλῆς χρηστότητος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, τὰ πυρφόρα βέλη Ἄχραντε, καὶ ἀπήμαντον τὴς τούτου προσβολῆς, τὴν παροῦσαν ποίμνην φύλαττε δεόμεθα.
Ἔῤῥει ἐκ τοῦ σοῦ, τῇ Εἰκόνι σου πληρώματος, θεία χάρις Θεοτόκε μυστικῶς, καὶ εὐφραίνει τὰς ψυχὰς ἡμῶν ἑκάστοτε.
Ἱδε συμπαθῶς, τοὺς ἑστῶτας τῇ Εἰκόνι σου, καὶ αἰτοῦντας τὴν θερμήν σου ἀρωγήν, καὶ παράσχου τούτοις Κόρη τὰ αἰτήματα.
Ἄνωθεν Ἁγνή, περισκέπασον τὴν Μάνδραν σου, τὴν ὡς μέγα θησαυρὸν καὶ ἱερόν, κεκτημένην τὴν ὑπέρτιμον Εἰκόνα σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοσοῦσι, τὴν θεραπείαν παρέχει, καὶ τοῖς πάσχουσιν ἀνάῤῥωσιν Κόρη, τῆς θαυμαστῆς σου Εἰκόνος ἡ χάρις, διὸ συῤῥέουσι πλεῖστοι ἑκάστοτε, Δαμάστας τῇ σεπτῇ Μονῇ, ἵνα λάβωσι θᾶττον τὴν ἴασιν.
Κυμάτων, τῶν χαλεπῶν τῶν τοῦ βίου, ἐκλυτρούμεθα προστρέχοντες πίστει, ὡς λιμένα ἀχείμαστον Κόρη, τῇ θαυμαστῇ ἐν Δαμάστα Εἰκόνι σου, καὶ χαριστήριον ᾠδήν, οἱ σωζόμενοι πάντες σοι ᾅδομεν.
Οἷκος, ὁ ἱερός Θεοτόκε, ἐν ὧ εὕρηται ἡ θεία Εἰκών σου, ὥσπερ λειμὼν νοητός κατευφραίνει, τῇ προσιούσῃ ἐκ ταύτης χρηστότητι, τὰς διανοίας τῶν πιστῶν, πανταχοῦ κηρυττόντων τὴν χάριν σου.
Ῥημάτων, ἱκετηρίων συνθήκας, ἐκ ψυχῶν τῶν κατωδύνων προσδέχου, τῶν προσιόντων τῇ θείᾳ Μονῇ σου, καὶ προσκυνούντων πιστῶς τὴν Εἰκόνα σου, καὶ πάντων πλήρου τὰς φωνάς, ὡς οἰκτίρμων παρθένε Παντάνασσα.
Διάσωσον, Θεογεννῆτορ Δαμάστα ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ Εἰκόνι πρόσπιπτοντας, καὶ τὴν ἁγἰαν σου κλῆσιν θερμῶς φωνοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Ἐκ Δαμασκοῦ ὤσπερ δῶρον πολύτιμον, ἡ σὴ Εἰκὼν ἡμῖν πάλαι ἐλήλυθε, καὶ πάσης χαρᾶς ὤφθη πρόξενος, τοῖς ἐν Φθιώτιδι ταύτης ἡ ἔλευσις διὸ σε Παρθένε δοξάζομεν.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῇ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν…
Εὐαγγέλιον
Ἐκ τοῦ κατά Λουκᾶν.
(Κέφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγἐνετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ, τὸν ἀσπασμον τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γὰρ ὠς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελελημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ Σωτῆρί μου ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γᾶρ ἀπὸ τοῦ νῦν, μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὄλην ἀποθέμενοι…
Μέγα καταφύγιον, πάσῇ τῇ Φθίᾳ ἐδείχθη, καὶ πηγὴ ἀκένωτος, τῆς σῆς ἀγαθότητος Παντευλόγητε, ἡ σεπτὴ Δέσποινα, καὶ θεία Εἰκών σου διὰ τοῦτο μετὰ πίστεως, πάντες προστρέχομεν, τῇ Μονῇ Δαμάστας ἑκάστοτε, καὶ ἐξ αὐτῆς λαμβάνομεν, τὰ τῆς σῆς εὐνοίας δωρήματα, καὶ πανευχαρίστως, κηρύττομεν τὴν χάριν σου Ἁγνή, καὶ τὰ πολλά σου θαυμάσια, δι’ ὧν σώζεις ἅπαντας.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ ἁγία σου ὄψις, ὁρωμένη Παρθένε ἐν τῇ Εἰκόνι σου, χαρᾶς καὶ εὑφροσύνης, πληροῖ τὰς διανοίας, ἡμῶν Δέσποινα πάντοτε, ὅτι τοὺς οἰκτιρμούς, τοὺς πρὸς ἡμᾶς ἐκφαίνει.
Γεγηθότες ἐνθέως, ἀπὸ πάσης συῤῥέουσι τῆς Φθιώτιδος, Μονῇ σου τῇ ἁγίᾳ, οἱ εὐσεβεῖς Παρθένε, καὶ τῷ σῷ Ἐκτυπώματι, προσπίπτοντες εὐλαβῶς, καρποῦνται πᾶσαν χάριν.
Ἐκ παντοίων κινδύνων, καὶ πικρῶν νοσημάτων καὶ πάσης θλίψεως, ἀτρώτους διατήρει, καὶ αβλαβεῖς Παρθένε, τοὺς πρὸς σὲ ἀτενίζοντας, καὶ ἐκ χειρῶν σου σεπτῶν, βοήθειαν ζητοῦντας.
Ῥώμην δίδου Παρθένε, τοῦ πατεῖν πάντα δόλον τοῦ πολεμήτορος, τοῖς πόθῳ προσιοῦσι, τῇ θείᾳ σου Εἰκόνι, καὶ θερμῶς ἀνακράζουσι, χαῖρε Δαμάστας φρουρός, καὶ πάσης Φθίας δόξα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀποσοβοῦσα, τὰς τοῦ βελίαρ ἐφόδους, ἀπαράτρωτον τῆς τούτου ἐπηρείας φύλαττε Παρθένε, τὴν ἰεράν σου ποίμνην.
Σκέπασον Κόρη, τῇ κραταιᾷ σου δυνάμει, τοὺς προστρέχοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ ὑπερυψοῦντας, τὸν ἅφραστον σου τόκον.
Ἱλύος ρῦσαι, τῶν ἐμπαθῶν νοημάτων, τὴν καρδίαν μου ὑμνοῦντος Θεοτόκε, τῆς ἐν τῇ Δαμάστᾳ, Εἰκόνος σου τὴν χάριν.
Μετ’ εὐλαβείας, πιστοί Φθιῶται Παρθένε, καταφεύγουσι τῇ θείᾳ σου Εἰκόνι, ὧν τὰς παρακλήσεις, μετ’ εὐμενείας δέχου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁλόφωτον λυχνίαν, ἔδειξας Παρθένε, τὴν ἐν Δαμάστᾳ ἁγίαν Εἰκόνα σου, μαρμαρυγάς ἰαμάτων πᾶσιν ἐκλάμπουσαν.
Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, ἀπὸ παθῶν με κοπρίας ἀνυψωσον, τὸν άνυμνοῦντα Εἰκόνος σου τὰ θαυμάσια.
Ὑμνεῖ ἀδιαλείπτως, ἡ Μονὴ Δαμάστας, τὰ τῆς Εἰκόνος σου Δέσποινα θαύματα, ἐκδεχομένη ἀπαύστως τὴν προστασίαν σου.
Ὑδάτων ἀπωλείας, ῥῦσαί με Παρθένε, τὸν εὐλαβῶς προσιόντα ἐκάστοτε, τῇ ἱερᾷ σου Εἰκὀνι καὶ σὲ δοξάζοντα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρει τῆς Δαμάστας θεία Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, θαύματα τελοῦσαν, καὶ βρύουσαν ἰάσεις, Παρθένε Θεοτόκε, ψυχής και σώματος.
Ἧκε παραδόξως πάλαι ἡμῖν, ἡ σεπτή Εἰκών σου, ἐπινεύσει σου θαυμαστῇ, καὶ παρέχει πᾶσι, τῆς σῆς κηδεμονίας, τὰς θείας χορηγίας, Παρθένε Ἄχραντε.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, καὶ σκανδάλων Κόρη, τὴν σεπτήν σου ταύτην Μονήν, την ἀνακειμένην, τῇ σῇ ἐπιστασίᾳ, καὶ πίστει καυχωμένην, ἐν τῇ Εἰκόνι σου.
Ἱδε τοὺς προστρέχοντας εὐλαβῶς, ταύτῃ τῇ Μονῇ σου, καὶ ἑστῶτας πίστει θερμῇ, τῇ χαριτοβρύτῳ, Εἰκόνι σου Παρθένε, καὶ πλήρου τὰς αἰτήσεις, πάντων δεόμεθα.
Πᾶσα ἡ Φθιῶτις μετὰ σπουδῆς, σπεύδει Θεομῆτορ, τῆς Δαμάστας ἐν τῇ Μονῇ, καὶ τὴν σὴν Εἰκόνα, πιστῶς ἀσπαζομένη, πληροῦται οὐρανίου, ἀγαλλιάσεως.
Ῥύου νοσημάτων παντοδαπῶν, καὶ ποικίλων Κόρη, συμπτωμάτων ὀδυνηρῶν, τοὺς πιστῶς τιμῶντας, τὴν θείαν σου Εἰκόνα, πταισμάτων αἰτουμένη, ἡμῖν συγχώρησιν.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἠμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ χαριτοβρύτῳ Εἰκόνι, τῇ σῇ Πανύμνητε, ἤν ὡς μέγα καύχημα, καὶ θεῖον στήριγμα, θησαυρίζει καὶ γάνυται ἡ Μονή Δαμάστας, σκέπε καὶ διάσωζε, ἐκ πάσης θλίψεως, πόνων ῥυομένη παντοίων, καὶ πταισμάτων λύσιν αἰτοῦσα, τοῖς εἰλικρινῶς σε μεγαλύνουσι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Παρθένε Πανάμωμε ἡ τῆς Δαμάστας
Γερασίμου πρόσδεξαι τὴν ἱκεσίαν.