Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Χαριτόβρυτο Εκατονταπυλιανή την εν τη Νήσω Πάρω
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 15 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ εξής·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ παμμεγέθει καὶ παγκάλῳ Ναῷ σου, ἐν νήσῳ Πάρῳ εὐλαβῶς προσιόντες, καὶ πίστει ἀσπαζόμενοι εἰκόνα τὴν σήν, πέλουσαν ἰάσεων, Θεοτόκε ταμεῖον, καὶ θαυμάτων πέλαγος ἐκ μυχίων βοῶμεν· ψυχῆς Ἑκατονταπυλιανή, σῶν δούλων ἴσθι, ἀκέστωρ καὶ πρόμᾶχος.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Ἁγνῆς Ἑκατονταπυλιανῆς ἱκετηρία. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγνὴ Ἑκατονταπυλιανή, ὡράϊσμα Πάρου καὶ διάκοσμε ἱερέ, ἁπάσης Ἑλλάδος σοὺς οἰκέτας, ἁγνοὺς ψυχῇ τε καὶ σώματι φύλαττε.
Γηθόμενοι σπεύδομεν σὴν μορφὴν, σεμνῶς προσκυνῆσαι, Ἑκατονταπυλιανή, τὴν βλύζουσαν ἅπασιν ἀφθόνως, ἄμφω ἰσχύος καὶ ῥώσεως νάματα.
Ναόν σοι ἐδόμησεν εὐπρεπῆ ἡ θεία Ἑλένη, Ἑκατονταπυλιανή, ᾧ νῦν προσπελάζοντες τρυφῶμεν, τῶν δωρημάτων τῆς θείας σοὺ χάριτος.
Ἡ Πάρος καυχᾶται σῇ ἀρωγῇ, καὶ σῇ ἀντιλήψει, Ἑκατονταπυλιανή, Ἑλλὰς ἡ φιλόθεος βοῶσα· χαῖρε ἐχθρῶν Θεοτόκε ὀλέτειρα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίαν ἐξαίτει τοῖς σὲ θερμῶς σπεύδουσι και ναυτιλλομένοις σὴν κλῆσιν πόθῳ προφέρουσι, Παρίων θεῖε φρουρὲ καὶ φύλαξ νήσων Κυκλάδων, Μῆτερ ἀειπάρθενε, Θεογεννήτρια.
Εὐσυμπάθητε Μῆτερ, τὸ σὸν λαμπρὸν ἔκτυπον, ὅπερ νῆσος Πάρος κατέχει, ὄλβον ὡς ἄσυλον νῦν προσκυνοῦντες πιστῶς, χαρᾶς πληρούμεθα θείας, καὶ ὕμνολογοῦντές σε ἁγιαζόμεθα.
Καῦσον ὥσπερ καλάμην σῶν οἰκετῶν, Δέσποινα, φρύγανα καὶ χόρτον τὰ πάθη, Πάρου διάκοσμε, καὶ τὰς αὐχμώσας ψυχάς, Θεοκυῆτορ Παρθένε, δρόσισον τοῖς νάμασι τῆς προστασίας σου.
Ἀειπάρθενε Μῆτερ, τὸ σὸν σεπτὸν ἔκτυπον, ἐν τῇ νήσῳ Πάρῳ ἐκθύμως, κατασπαζόμενοι ἀναβοῶμεν πιστῶς· ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν μακαριζόντων σὲ, Τόκον τὸν θεῖόν σου.
Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων καὶ παγίδων, Ἑκατονταπυλιανή, τοῦ πλάνου σοὺς πρόσφυγας, Παρίων ἀκέστωρ καὶ ἀντιλῆπτωρ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μὴ παύσῃ ἀεὶ θεόθεν ἐποπτεύουσα τοὺς σὲ ἀκλινῶς ὑμνοῦντας, Μητροπάρθενε, καὶ σεπτὴν εἰκόνα σου προσκυνοῦντας, πᾶσι τὴν βλύζουσαν ἡμῖν, Ἑκατονταπυλιανή, ἰάσεων νάματα πολύῤῥυτα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῶν Παρίων καλλώπισμα, σκέπε, περιφρούρει καὶ διαφύλαττε, σὴν μορφὴν τὴν χαριτόβρυτον, τοὺς ἀσπαζομένους, μητροπάρθενε.
Ὁδοδείκτης ἀλάνθαστος τῶν Παρίων πέλεις πρὸς βίον κρείττονα, ἧ πρὸς θέωσιν ἰθύνασα, Θεοκτίστην Μῆτερ, τὴν ἀσκήτριαν.
Νῦν προστάτις καὶ πρόμαχος πέλουσα ναυτίλων Θεογεννήτρια, πρὸς πανεύδιον κυβέρνησον, ὅρμον κλῆσιν θείαν σοὺ προφέροντας.
Τὴν σκοτίαν ἀπέλασον τῶν ἀγνοημάτων τῶν ἀνυμνούντων σε, ὡς Παρίων θείαν ἔφορον, πολιοῦχον φύλακα καὶ πρόμαχον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγνισον τὸν νοῦν, τῶν ἐν Πάρῳ προσκυνούντων σοὺ, τὴν μορφὴν Ἑκατονταπυλιανή, ῥεῖθρα πᾶσι, τὴν ἐκβλύζουσαν ἰάσεων.
Παῦσον τῶν παθῶν, τὰς ὁρμὰς τῶν προσιόντων σοι, εὐλαβῶς Ἑκατονταπυλιανή, προσβολῶν δολίου, δράκοντος ὀλέτειρα.
Ὕγμνοις καὶ ὠδαῖς καταστέφοντές σε πάντοτε, οἱ πιστοί Ἑκατονταπυλιανή, ἀσπαζόμεθα, μορφὴν σὴν χαριτόβρυτον.
Λῦσον τὴν ἀχλὺν, τῶν στενῴσεων καὶ θλίψεων, τῶν θερμῶς Ἑκατονταπυλιανή, ἀρωγὴν, ἐκδεχομένων σοὺ τὴν ἄγρυπνον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκάνωσον, σοὺς οἰκέτας φρύαγμα, τοῦ ἀρχαίου μισοκάλου συντρίψαι, τοὺς προσιόντας Ναῷ σοὺ ἐν Πάρῷ, τῷ παμμεγέθει Ἑλένη ἡ ἄνασσα, Ἑκατονταπυλιανή, χάριτί σοὺ σεπτῇ ὃν ὀδόμησεν.
Ἀξίωσον ἀνελθεῖν τὴν κλίμακα ἀρετῶν τοὺς εὐλαβῶς προσκυνοῦντας, ἐν νήσῳ Πάρῳ μορφήν σου τὴν θείαν, τὴν ἀναβλύζουσαν πᾶσιν ἰάματα, Ἑκατονταπυλιανή, ποταμὸς ὡς θαυμάτων ἀκένωτος.
Νῦν ἅπαντες, οἱ τὴν θείαν χάριν σου, ἐκζητοῦντες καὶ θερμὴν προστασίαν, πιστῶς βοῶμεν· γενοῦ ἀντιλήπτωρ καὶ ἀρωγὸς ταχινὴ τῶν ἐν ᾄσμασιν, Ἑκατονταπυλιανή, ἀνυμνούντων σὴν ἄμετρον εὔνοιαν.
Ἡ πάνσεπτος, σῆς μορφῆς Μητρόθεε, ἀποτύπωσις ὡς θεία νεφέλη, ὀμβρίζει ἄμφω ὑγίειαν πᾶσι, τοῖς προσκυνοῦσιν αὐτὴν μετὰ πίστεως, Ἑκατονταπυλίανή, τῶν Παρίων ἀνύστακτε πρόμαχε.
Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων καὶ παγίδῶν, Ἑκατονταπυλιανή, τοῦ πλάνου σοὺς πρόσφυγας, Παρίων ἀκέστωρ καὶ ἀντιλῆπτωρ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀπλανὴς χριστωνύμων ἰθύντειρα, πρὸς γαλῃνὸν ὅρμον πάντας κυβέρνησον, τοὺς πονουμένους ἐν ίου τοῖς κλύδωσι, καταφυγὴ τῶν Παρίων θεόσδοτε, καὶ τηλαυγὲς ναυτικῶν φάρε, Δέσποινα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σοὺ λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάρου πολιούχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπη καὶ ἀντίληψις καὶ ταχινὴ προστασία, νήσοῦ Πάρου πέλουσα, σκέπε καὶ διάσῳζε τοὺς προστρέχοντας, εὐλαβῶς Δέσποινα, τῷ σεπτῷ Ναῷ σοὺ, προσκυνῆσαι τὴν εἰκόνα σου, τὴν χαριτόβρυτον, Μῆτερ τοῦ Θεοῦ ἀειπάρθενε, ἡ πάντας τοὺς οἰκέτας σου, ῥυομένη πόνων κακώσεων, θλίψεων καὶ ἄχθους, Ἑκατονταπυλιανή, παναλγεινῶν περιστάσεων, νόσων καὶ στενώσεως.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συμπαθείας σου ῥεῖθρα, ἀναβλύζει εἰκών σου, ἡ χαριτόβρυτος, ἀγάπης ὡς χειμάῤῥους, αὐτὴν τοῖς προσκυνοῦσιν, εὐλαβῶς Μητροπάρθενε, ὦ Καταπολιανή, Παρίων ἀντιλῆπτορ.
Ἱεράν σου εἰκόνα, ἐν Ναῷ σοὺ παγκάλῳ, κατασπαζόμενοι, πανευλαβῶς βοῶμεν· χαμαιζηλίας ζόφον, ἀποδίωξον τάχιστα, φῶς Καταπολιανή, ἐν σκότει καθευδόντων.
Καταπράυνον πάθη, τῶν πιστῶν σου προσφύγων, θυμὸν ἐκδίωξον, τῆς ἐμπαθείας νέφη, διάλυσον καὶ ἄλγη, τῶν σῶν δούλων θεράπευσον, νῦν Καταπολιανή, θερμῶς σοὺ δεομένων.
Ἐλεήμονος Λόγου, τοῦ Ὑψίστου Παρθένε, Μῆτερ φιλόστοργε, ταξιδευόντων ἴσθι, πλεόντων ἱπταμένῶν, καὶ πιστῶν φύλαξ ἄγρυπνος, ὦ Καταπολιανή, τοῦ βίου ὁδοιπόρων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐν τῇ Πάρῳ, οἰκοῦντας ῥῦσαι κινδύνων, τὴν εἰκόνα σου ἀσπαζομένους, εὐλαβῶς Παρθένε, Κυρία Θεοτόκε.
Ἡ ἐν ταῖς δίναις, τῶν ναυτικῶν κυβερνῆτις, Θεοτόκε ὁδήγησον πάντας, εὔδιον πρὸς ὅρμον, τοὺς μεγαλύνοντάς σε.
Ῥεόντων πάντων, σοὺς δούλους δεῖξον Παρθένε, ὑπερόπτας τοὺς σὰ ἀνυμνοῦντας, καὶ ἀσπαζομένους, μορφήν σοὺ τὴν Ἁγίαν.
Ἱκάνωσόν, με πατῆσαι πλάνου, ἐνέδρας τὸν προστρέχοντα σῇ προστασίᾳ, Μῆτερ τοῦ Ὑψίστου, ὑπερευλογημένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγλάϊσμα Παρίων, Κεχαριτωμένη, τὸν σὸν εὐΐλατον Τόκον ἱλέωσαι, σὺν Θεοκτίστῃ ὁσία, τοῖς ἀνυμνοῦσί σε.
Χαρίτωσον σοὺς δούλους, τοὺς ἀσπαζομένους, ἐν νήσῳ Πάρῳ τὴν θείαν εἰκόνα σου, τὴν χαριτόβρυτον ὄντως, Μῆτερ ἀνύμφευτε.
Μετὰ τῶν Κολλυβάδων, θεαυγῶν ὁσίων, τῶν σκηνωσάντων ἐν Πάρῳ ἱκέτευε, τὸν σὸν Υἱὸν καὶ Δεσπότῆν, Θεογεννήτρια.
Μὴ παύσῃ δυσωποῦσα, σὸν Υἱὸν Παρθένε, ὑπὲρ Παρίων καὶ πάντων ἐν θλίψεσι, καταφευγόντων σῇ σκέπῃ καὶ θείᾳ χάριτι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς, ἐν τῇ νήσῳ Πάρῳ, Ἑκατονταπυλιανῆς, τὴν σεπτὴν εἰκόνα, τὴν βλύζουσαν ἀφθόνως, ἰάτειρα ὡς θεία πᾶσιν ἰάματα.
Χαίροις Ἑκατονταπυλιανή, Πάρου ἀντιλήπτωρ, καὶ προστάτις καὶ ἀρωγός, χαίροις Θεοτόκε, πασῶν Κυκλάδων νήσων, διάκοσμος καὶ κλέος καὶ ἀγαλλίαμα.
Σκέπη καὶ προστάτις καὶ ἀρωγὸς, πέλεις τῶν Παρίων, Ἑκατονταπυλιανή, καὶ θερμὴ ἀκέστωρ τῶν σοὶ καταφευγόντων, ἐν πάσαις βίου ζάλαις καὶ περιστάσεσι.
Σὺν τῇ Θεοκτίστῃ τῇ θεαυγεῖ, τῇ ἐνασκησάσῃ, Ἑκατονταπυλιανή, ἐν σῷ παμμεγέθει Ναῷ ἐν νήσῳ Πάρῷ, ὑπὲρ ἡμῶν δυσώπει Τόκον τὸν θεῖόν σου.
Σκέπε καὶ προστάτευε ἀκλινῶς, τοὺς ἐμπεριστάτους, Ἑκατονταπυλιανή, τοὺς χειμαζομένους, ἀλγοῦντας κατωδύνως, καὶ ἐν πελάγου μέσῳ τοὺς θαλαττεύοντας.
Ἱθυνον πρὸς ὅρμον Μῆτερ Θεοῦ, γαληνὸν σοὺς δούλους, Ἑκατονταπυλιανή, τοὺς ἐν τῷ πελάγει προφέροντας σὴν κλῆσιν, καὶ πίστει αἰτουμένους σοῦ τὴν ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεοτόκε Παρθένε, τῆς Πάρου σέμνωμα, τοῖς προσιοῦσιν ἐν πίστει, σῷ παμμεγέθει Ναῷ, καὶ παγκάλῳ προσκυνῆσαι τὴν εἰκόνα σου, Ἑκατονταπυλιανή, τὴν βλυστάνουσαν ἀεὶ, ἰάσεων θεῖα ῥεῖθρα, ἄνοιξον πύλας εἰρήνης, ἄμφω ἰσχύος καὶ δυνάμεως.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, σοῦ τῶ πανιέρῷ ἐν Πάρῳ, καὶ περιλάμπρῳ Ναῷ, προσκυνῆσαι ἔκτυπον σῆς θείας χάριτος, καθαγίαζε πάντοτε, εὐλόγει συντήρει, ἀσινεῖς τοῦ δράκοντος καὶ ῥύου θλίψεων, ἵνα ὁλοθύμως ὑμνῶμεν, σοῦ τὴν ἀρωγὴν τὴν ταχεῖαν, καὶ τὴν προστασίαν τὴν ἀέναον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.