Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Έλωνα

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἐξῇς τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τοὺς προσκυνοῦντας τὴν σεπτήν σου εἰκόνα καὶ τὴν βοήθειάν σου Κόρη ζητοῦντας, πανευλαβῶς ὦ Μῆτερ ἡμῶν Ἔλωνα· πάσης ῥῦσαι συμφοράς, ἀσθενείας, κινδύνου, ἀπειλῶν καὶ θλίψεων καὶ ἐκ πάσης ἀνάγκης, καὶ ἐν εἰρήνη φύλαττε αὐτοὺς ὦ Θεοτόκε Μαρία πανάχραντε.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Ζωὴν ἄνευ λύπης καὶ συμφοράς, ἀμέτοχον πόνων, θλίψεων τε καὶ πειρασμῶν, ἡμᾶς καταξίωσον ἀνύειν, ὦ Ἔλωνα ἡμῶν Μῆτερ πανάχραντε.

Τῆς σὴς βοηθείας τῆς θαυμαστῆς, πηγὴν ἐχαρίσω, τὴν Εἰκόνα σου τὴν σεπτήν, τοῖς αἰτουμένοις τὴν σὴν χάρην, ὦ Ἔλωνα ἡμῶν Μῆτερ πανάχραντε.

Τῆς Πελοποννήσου ἡ βοηθός, βοήθησον Μῆτερ, τοῖς πλουσίαις σου δωρεαῖς τοὺς τὴν σὴν βοήθειαν ζητοῦντας, Ἔλωνα ἡμῶν Μῆτερ πανάχραντε.

Ἡμῖν τοῖς τιμῶσι τὴν θαυμαστήν, εἰκόνα σου θείαν, πᾶσι δίδου τὰς δωρεάς, καὶ σῷζε ἡμᾶς παντὸς κινδύνου, Ἔλωνα ἡμῶν Μῆτερ πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Ἀῤῥωστείας καὶ πόνου καὶ χαλεπῆς θλίψεως, καὶ ἐπηρειῶν ψυχοφθόρων, ἐχθροῦ τοῦ δολίου, ἡμᾶς ἀπάλλαξον, τῇ σῇ θερμῇ προστασία, Μῆτερ ἡμῶν Ἔλωνα, τούς σοι προστρέχοντας.

Ἀσθενοῦσιν τοῖς πᾶσιν ὡς συμπαθῇς χάριζε, τὴν ὑγιείαν Μῆτερ παρθένε, ψυχῆς καὶ σώματος,  πρὸς σε γὰρ σπεύδουσιν, Ἔλωνα ἡμῶν Μῆτερ, τὸ σεπτόν σου ὄνομα ἐπικαλούμενοι.

Τοῖς πιστοῖς σου παρέχεις χάριν ἰάσεων ἐκ τῆς σῆς Ἁγίας Εἰκόνος, ὦ Μῆτερ Ἔλωνα καὶ πᾶσιν χορηγεῖς, τὴν θεῖᾳ σου εὐλογία, τοὺς πυρί τῶν θλίψεων κατακαιόμενους.

Τοῦ ἐχθροῦ τὰς παγίδας νῦν καθ’ ἡμῶν σύντριψον, τῇ σῇ φοβερὰ προστασία, καὶ βοηθείᾳ σου, ὦ Ἔλωνα καὶ εἰς λιμένα γαλήνιο, τὴν ζωὴν ὁδήγησον, ἡμῶν δεόμεθα.

Διάσωσον, ὦ Ἔλωνα ἡμῶν Μῆτερ Θεογεννήτωρ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων τοὺς καταφεύγοντας πίστει τῇ χάριτι σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄.  Εἰσακήκοα Κύριε
Ἀποτίναξον ἀφ’ ἡμῶν, βασκανίαν δεινήν ὦ Πανάχραντε, τοὺς αἰτοῦντας σὴν ἀντίληψιν, καὶ ὑπὸ τὴν σκέπην σου καταφεύγοντας.

Ὀδυνῶν ἐλευθέρωσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα, ὦ Δέσποινα, πάντας ἡμᾶς μῆτερ Ἔλωνα, τοὺς τὰ μεγαλεία σου δοξάσαντας.

Μαγγανείαν ἐκδίωξε, καὶ ὑγιείας δρόσον ἡμῖν χορήγησον, μητρικῇ σου ἀγαθότητι, τοῖς σε μεγαλύνουσιν Πανάχραντε.

Πάσης βλάβης διάσῳζε, βασκανίας πάσης καὶ μαγγγανείας νῦν, Θεοτόκε ἀειπάρθενε, τοὺς ὑπὸ τὴν Σκέπην σου καταφεύγοντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς
Τοῖς προστρέχουσιν, τῷ ναῶ σου Ἀειπάρθενε, πᾶσιν πλήρου τὰς αἰτήσεις συμπαθῶς, σὺ γὰρ πάντας, ἐλεεῖς ὦ μῆτερ Ἔλωνα.

Θεῖον θησαυρόν, τὴν Εἰκόνα σου κατέχοντες, ἐκ τῆς χάριτος τῆς σῆς τὰς δωρεᾶς, ΜῆτερἜλωνα χορηγεῖς ἡμῖν πᾶσι νῦν.

Χάριτι τῇ σῇ, τὰς ψυχὰς ἡμῶν παραμυθείςσ καὶ ἐν πάσαις ταῖς ἀνάγκαις βοηθεῖς, τοὺς ἐν κόσμῳσ θλιβομένους, Μῆτερ Ἔλωνα.

Τὴν βοήθειαν, οὐρανίου παρακλήσεως, τοῖς ἐν πᾶσιν ταῖς τοῦ βίου συμφοραῖς, συμπαθώς ὦ Μῆτερ Ἔλωνα χορήγησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μαγείας, καὶ φοβερὰς βασκανίας, καὶ ποικίλων παγίδων τοῦ δολίου, Ἔλωνα πανάχραντε Κόρη, καὶ μαγγανείας φρικτῆς ἐλευθέρωσον, τοὺς καταφεύγοντας πιστῶς, πρὸς τὴν σὴν ταχυτάτην βοήθειαν.

Ἐν πίστει, τῇ σῇ εἰκόνι ἐλθόντες, καθ’ ἑκάστην ἡμέραν Θεοτόκε, ἀπὸ βαθέων κάρδίας βοῶμεν· ἀσθενειῶν βασκανίας καὶ θλίψεων, ἐλεύθερον καὶ καθαρόν, ἡμῶν τήρει τὸν βίον δεόμεθα.

Τοῖς πάσχουσιν, τὰς ἰάσεις παρέχεις, καὶ νοσοῦσιν ἴασιν τελείαν, καὶ βασκανίας δεινῆς ἐλευθερίαν, καὶ θλιβομένοις ταχεῖαν
ἀντίληψιν,  διὸ τῇ σῇ εἰκόνι νῦν, πᾶς πιστὸς καταφεύγει καὶ σῴζεται.

Μανίας τοῦ, ἐχθροῦ ἀπειλούσης, καὶ πολεμούσης ἀθλίαν ψυχήν μου, καὶ τὸ σῶμα, τῇ χάρητί σου καὶ εὐλογία θεράπευσον Ἄχραντε, ὦ Μῆτερ Ἔλωνα ἡμῶν, καὶ ἐκ πάσης κακίας με λύτρωσε.

Διάσωσον, ὦ Ἔλωνα ἡμῶν μῆτερ Θεογεννήτωρ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων τοὺς καταφεύγοντας πίστει τῇ χάριτι σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασία σου Μῆτερ προστρέχοντες, ἐλευθερούμεθα παντοίων ἀπειλῶν,  διό σου τὴν χάριν κηρύττομεν Ἔλωνα μητέρα καλοῦντές σε, σὺ γὰρ ἡμῶν ἡ ἀντίληψις.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56)
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.
Σκέπην καὶ βοήθειαν καὶ ἰσχυρὰν προστασίαν, καὶ ἀσπίδα κραταιὰν ἐν παντὶ τῷ βίῳ ὦ Μῆτέρ ἔχοντες, νόσων τε καὶ θλίψεων, καὶ ἀσθενημάτων, πειρασμῶν τε τοῦ δράκοντος, καὶ πάσης Δέσποινα, ἄλλης συμφορᾶς τε καὶ μάστιγος, ταχέως ἐκλυτρούμεθα τῇ σῇ βοηθείᾳ Πανάχραντε· ὅθεν μὴν παύσῃς, παρέχειν τὰς ἰάσεις συμπαθῶς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Κόρη, ἀτενίζουσιν.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν σώματος δίδου καὶ ψυχῆς θεραπείαν τε καὶ βοήθειαν, ὦ Ἔλωνα παρθένε, τοῖς πίστει ἀδιστάκτῳ προσιοῦσιν καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὦ πανάχραντε Μῆτερ, ἡ Θεὸν σαρκωθέντα, ἀσπόρως τέξασα, ταῖς θείαις σου πρεσβείαις, δεινῆς μου ἀῤῥωστίας, νῦν θεράπευσον δέομαι, ἵνα ὑμνῶ σε ἀεί, σωθεὶς τῇ χάριτί σου.

Ἐπιθέσεις ποικίλας, τοῦ ἐχθροῦ τοῦ δολίου, νῦν ἀποδίωξον, και βλάβης ψυχοφθόρου καὶ πᾶσαν μαγγανείαν, βασκανίαν ματαίωσον, ὦ προστασία Φοβερά, Μῆτερ Θεοῦ Ὑψίστου.

Ἐλευθέρωσον σῶσον, πάσης ἐχθροῦ παγίδος καὶ ἐπιθέσεως, ἡμᾶς τοὺς προσκυνοῦντας, τὴν θείαν σου εἰκόνα, ὦ Πανάχραντε Ἔλωνα, ἐν πάσῃ ὥρᾳ Ἁγνή, καὶ πάσει περιστάσει.

ᾨδὴ ἡ᾿. Τὸν Βασιλέα
Σῶσον με Κόρη, τῶν ἐπελθόντων κινδύνων καὶ δεινῆς ἀῤῥωστίας με ῥῦσαι, νῦν τῆς ἀπειλούσης, ζωήν μου τὴν ἀθλίαν.

Χάριτι θεία, βοηθείας σου Κόρη, παραμύθησε τὴν θλίψῃ τῆς ψυχῆς μου, ἴνα σε δοξάζω, Ὑπερδεδοξασμένη.

Σὴν προστασίαν, Ἔλωνα ἡμῶν Μῆτερ, ἀποκτήσαντες ἐν τῷ παρόντι βίῳ, σε εὐχαριστοῦμεν, θερμῶς δοξάζοντές σε.

Ἴδε ευσπλάχνως, Ἔλωνα ἡμῶν Μῆτερ, τοὺς προστρέχοντας τῇ θείᾳ σου εἰκόνι, σπεῦσον δώσε πᾶσιν, τὸ μέγα ἔλεός σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναῶ σου τῷ Ἁγίῳ, προστρέξαντες ὅλοι, ὦ Ἔλωνα ἡμῶν Μῆτερ πανάχραντε, τὴν πρὸς ἡμᾶς σου συμπάθειαν μεγαλύνομεν.

Οἱ ἐν ἀσθενείαις, καὶ ποικίλαις νόσοις, καὶ ἀῤῥωστείαις εἰς σε καταφεύγουσιν, ὦ Ἔλωνα ἡμῶν Μῆτερ καὶ θεραπεύονται.

Μητέρα τοῦ Θεοῦ μᾷς, Κυρία τῶν Ἀγγέλων, τῇ χάριτι σου πιστῶς καταφεύγουσιν, πλήθη πιστῶν Ὀρθοδόξων καὶ διασῴζονται.

Ὑμνοῦμέν σου τὴν χάριν, μῆτερ Θεοτόκε, ὦ Ἔλωνα Παναγία μᾷς Δέσποινα, ὅτι μᾷς περισκέπεις καὶ σῴζεις πάντοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὧ Θεοῦ Μητέρα καὶ θαυμαστή, Κεχαριτωμένη, καὶ πιστῶν σου Μήτηρ σεπτή, ἐν πᾶσι βοήθεια τοῖς προσερχομένοις, εἰκόνι σου τῇ θείᾳ ὦ Μῆτερ Ἔλωνα.

Ὡς ἔχουσα χάριν ἐκ τοῦ Θεοῦ, καὶ τὴν παῤῥησίαν πρὸς Υἱόν σου, ὦ Ἀγαθή, τοὺς ἐξαιτουμένους τὴν σὴν ἐπιστασίαν, ἐλέησον ἐν πᾶσιν, ὦ Μῆτερ Ἔλωνα.

Ἔλωνας εἰκόνι τῇ θαυμαστή, πάντες οἱ πιστοί τῆς, καταφεύγωμεν εὐσεβῶς, ἵνα λυτρωθῶμεν κινδύνων τε καὶ νόσων, καὶ θείας πληρωθῶμεν ἀγαλλιάσεως.

Χαῖρε τῶν Ἀγγέλων τέρψις σεμνή, χαῖρε τῶν πιστῶν σου, ἡ ταχείᾳ καταφυγή, χαῖρε τῶν ἀῤῥώστων ἡ ἴασις Παρθένε, ὦ Ἔλωνα Μητέρα ἡμῶν Πανάχραντε.

Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, Ἄχραντον παρθένον Παναγία τὴν Ἔλωνα ὑμνήσωμεν πάντες ὡς Κεχαριτωμένην, καὶ πάντας ἐκ κινδύνων τὴν διασῴζουσαν.

Δέξε μου τοὺς ὕμνους ὦ Ἔλωνα, καὶ τοὺς δακρυῤῥόους, στεναγμούς μου Μῆτερ ἁγνή, ὦ Πανάγια ἡμῶν Μῆτερ ἐκ πάσης ἀῤῥωστίας ἀπελευθέρωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.
Εἰκόνα σου ἁγίαν, Ἔλωνα παμμακάριστε, νῦν πανευλαβώς προσκυνούντες γεραίρομεν Παρθένε, ἐπέστη γὰρ σκέπη πρὸς ἡμᾶς παρέχουσα θαυμάτων τὴν πληθύν. Ἐκ κινδύνων καὶ νόσων ποικίλων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν· Δόξα τῷ σε δοξάσαντι Θεῶ, δόξα τῷ σε μεγαλύναντι, δόξα τῷ παρέχοντι σοι Ἁγνή, χάριν ἰάσεων.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους Εἰκόνα, τὴν σήν ὦ Ἔλωνα, ἥνπερ πάντες ἔχομεν ὡς προστασίαν μᾷς, πειρασμῶν ἐλευθέρωσον, καὶ νόσων παντοίων, καὶ πταισμάτων αἴτησαι ἡμῖν τὴν ἄφεσιν, ἵνα μεγαλύνομεν πάντες, τὰ σὰ μεγαλεία Παρθένε, καὶ τὴν φοβερὰν πρὸς ἡμᾶς προστασίαν σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Ευχαριστώ τον Π. Δαβίδ (Αναλόγιο) για τις παρατηρήσεις, όπως επίσης ευχαριστώ και τον ανώνυμο αδελφό που έστειλε το προσόμοιον όλην ἀποθέμενοι και την ζ΄ωδή, καθώς λείπανε απο την Παράκληση.