Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ευαγγελίστρια Σκίαθου

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Εὐαγγελίστρια, σεμνὴ Θεοτόκε, δεῖξον ἡμῖν τὴν ἀτραπὸν σωτηρίας, Σὲ πόθῳ μεγαλύνουσιν ὡς περιστεράν, ἄμωμον, παράδεισον, ἀκατάφλετον βάτον, πύλην θείαν, κάμινον, πόκον, τόμον, λαβίδα, στάμνον καὶ ῥάβδον, Μῆτερ, Ἀαρών, τὴν παραδόξως, Χριστὸν ἐκβλαστήσασαν.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκιάθου κλέος Εὐαγγελίστρια σκέπε με. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σκιάθου διάκοσμε τιμαλφές, καὶ φύλαξ καὶ σκέπη, καὶ ἀντίληψις κραταιά, ἐπάκουσον Σοῦ τῶν δεομένων, Εὐαγγελίστρια, Νύμφη ἀνύμφευτε.

Κλεΐζουσα βίον ἡμῶν σαφῶς, τῇ Σῇ εὐλογίᾳ, προστασίᾳ καὶ προσευχῇ, μὴ παύσῃ τοὺς σπεύδοντας μορφήν Σου, Εὐαγγελίστρια Μῆτερ ἀσπάσασθαι.

Ἱκανῶσον πάντας ἡμᾶς καλῶς, τὸ πέλαγος πλεῦσαι, καθ’ ἡμέραν τῶν μεριμνῶν, τῇ Σῇ ἀῤῥωγῇ, Θεογεννήτορ, Εὐαγγελίστρα, κόσμου κραταίωμα.

Ἀνάψυξον πάντας τοὺς ἐν αὐχμῷ, παθῶν καιομένους, οὐρανίῳ ἁγιασμῷ, Σῷ θείῳ, Σκιάθου αὔρα, Μῆτερ, Εὐαγγελίστρια, πάντας δροσίζουσα.

Θυμίαμα εὔοσμον, Μαριάμ, ἁγνείας, ὡς δῶρον, ἱκεσίας ἡμῶν θερμάς, προσάγαγε πρός τὸν Ζωοδότην, Εὐαγγελίστρια, Τόκον τὸν θεῖον Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν Σοῖς δούλοις, Μῆτερ Θεοῦ, ὄμβριζε, ὑετὸν ἀπείρου ἐλέους, Τόκου τοῦ θείου Σου, τοῖς προσκυνοῦσι πιστῶς, ἐν τῇ Σκιάθῳ Εἰκόνα, Σοῦ τὴν χαριτόβτυτον, Εὐαγγελίστρια.

Ὑμνηπολοῖς Σου πέμψον, Μῆτερ Θεοῦ, ἄφθονον, χάριν Σου τοῖς Σὲ ἀνυμνοῦσιν, Εὐαγγελίστρια, καὶ προσκυνοῦσι τὴν Σήν, ἐν τῇ Σκιάθῳ μορφήν Σου, ἀενάως χάριτας, πᾶσι τὴν βλύζουσαν.

Καταφύγιον ὤφθη, ἡ Σὴ Μονή, Ἄχραντε, πάντων τῶν δεινῶς ποντουμένων, Εὐαγγελίστρια, ἣν Νήφων ὁ θαυμαστός, τῶν Κολλυβάδων Ὁσίων, ἐν Σκιάθῳ ἤγειρεν, Θεογεννήτρια.

Λάμψον φέγγος Υἱοῦ Σου, τοῖς ἐν σκιᾷ δούλοις Σου, Δέσποινα, κειμένοις ταχέως, Εὐαγγελίστρια, ἵνα Αὐτοῦ ἐν φωτί, περιπατῶμεν καὶ ἔργα, τοῦ φωτός, Πανύμνητε, ἐπεργαζόμεθα.

Ἐπιστάξον, Εὐαγγελίστρια Μῆτερ, ἡμῖν ῥανίδας τοῦ ἐλέους τοῦ Σοῦ Υἱοῦ, ἀεὶ τοῖς ὑμνοῦσι Σε, Σκιάθου ὡς σκέπην καὶ παραστάτιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς τοῦ τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φρουρέ τῆς Μονῆς, Σκιάθου φερωνύμου Σου, ἣν Νήφων σεπτός, Σῇ χάριτι ἐδόμησε, καὶ πιστῶν προσφύγιον, ἐπιβράβευσον Εὐαγγελίστρια, ἡμῖν χαρὰν καὶ σθένος καὶ ἰσχύν, τοῖς πόθῳ ψυχῆς Σε μεγαλύνουσι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ τοῦ ὕψους τῆς δόξης Σου, πάντοτε ἁγίαζε τοὺς τιμῶντας Σε, θαυμαστὴ Εὐαγγελίστρια, τῆς Σκιάθου φύλαξ ἀπροσμάχητε.

Οὐ παυόμεθα, Δέσποινα, ἀνυμνεῖν τὸ πλῆθος τῶν θαυμασίων Σου, καὶ μορφήν, Εὐαγγελίστρια, προσκυνεῖν πιστῶς τὴν θαυματόβρυτον.

Στῦλε, Μῆτερ, ἁγνότητος, σωφρονεῖν, ἁγνεύειν καὶ ἐγκρατεύεσθαι, καταξίωσον τοὺς πρόσφυγας, χάριτος τῆς Σῆς, Εὐαγγελίστρια.

Ἐπηρείας τοῦ ὄφεως, ῥῦσαι τοὺς προστρέχοντας τῇ Εἰκόνι Σου, τῇ σεπτῇ, Εὐαγγελίστρια, Σκιαθίων στήριγμα ἀσάλευτον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον τὸν νοῦν, πρὸς ἐπάλξεις ἀγαθότητος, τῶν Σῶν δούλων καὶ κατάπαυσον ἡμῶν, τὰ ὁρμήματα σαρκός, Εὐαγγελίστρια.

Αὔξησον ἡμῶν,  θεῖον ζῆλον καὶ χαμαίζηλα, πάθη νέκρωσον θερμῶν Σου οἰκετῶν, Σκιαθίων ἀρωγέ, Εὐαγγελίστρια.

Γνῶναι Σοῦ Υἱοῦ, τὰ ἐντάλματα ἀξίωσον, τὰ σωτήρια, Μητέρα ὡς Θεοῦ, τοὺς τιμῶντας Σε ἀεί, Εὐαγγελίστρια.

Γῆθεν πρὸς νομάς, ἀφθαρτότητος ὁδήγησον, ὡς ἰθύντειρα τοῦ κόσμου ἀπλανής, ὑμνητάς Σου τοὺς θερμούς, Εὐαγγελίστρια.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπάκουσον, νῦν τῶν δεομένων Σου, καὶ παράσχου τὰ αἰτήματα, Μῆτερ, Εὐαγγελίστρια, σκέπη τοῦ κόσμου, καὶ Σκιαθίων φρουρὲ καὶ ὑπέρμαχε, τῶν προσκυνούντων ἐν χαρᾷ, Σὴν μορφὴν ἐν Σκιάθου τοῖς ἄλσεσι.

Λιμένα με, βίου πρὸς ἀχείμαστον, καὶ πρὸς εὔδιον κατεύθυνον ὅρμον, τὸν καταφεύγοντα εἰς τὴν Μονήν Σου, ἣν ἐν Σκιάθῳ ὁ Νήφων ἐδόμησεν, ὁ Κολλυβᾶς, Μῆτερ Θεοῦ, νήσου Χίου τὸ ἄνθος τὸ εὔοσμον.

Ἰάματα, κρουνηδὸν ἑκάστοτε, βρύει χάρις Σου σεπτὴ ἐν Σκιάθῳ, Εὐαγγελίστρια, τοῖς προσιοῦσιν, αὐτῇ πιστῶς, ὡς πολύρρυτος χείμαρος, πηγάζων ἐκ πηγῆς ζωῆς, ἀκενώτου, Υἱοῦ τοῦ πανσέπτου Σου.

Σωφρόνως με, εὐλαβῶς, Μητρόθεε, καὶ δικαίως τὴν ὁδὸν διανύειν, παρόντος βίου ἀξίωσον πάντας, Εὐαγγελίστρια, τοὺς προσιόντας Σοι, καὶ μέλπειν Νήφωνος σεπτοῦ, πόνους, τοῦ τὴν Σὴν Μάνδραν δομήσαντος.

Ἐπιστάξον, Εὐαγγελίστρια Μῆτερ, ἡμῖν ῥανίδας τοῦ ἐλέους τοῦ Σοῦ Υἱοῦ, ἀεὶ τοῖς ὑμνοῦσι Σε, Σκιάθου ὡς σκέπην καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τοὺς καταφεύγοντας σκέπῃ τῇ θείᾳ Σου, Εὐαγγελίστρια, ῥύου στενώσεων, καὶ καθαγίαζε ἔργα, Μητρόθεε, Σκιάθου φύλαξ καὶ γέρας καὶ καύχημα, Ὁσίου Νήφωνος τὸ ἀγαλλίαμα.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματος Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπον Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. α´ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Εὐαγγελιστρίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παρθενίας σκήνωμα, Εὐαγγελίστρια Κόρη, Γαβριήλ ἀκούσασα, τῆς φωνῆς τὴν κάραν Σου, λόγοις ἔκλινας, τοῖς αὐτοῦ, Πάνσεμνε, καὶ ἐν τῇ γαστρί Σου, τὸν Θεάνθρωπον συνέλαβες, βροτῶν θεώσαντα, γένος, ὑπερύμνητε Δέσποινα, Σκιάθου μέγα σέμνωμα, καί τῶν εὐσεβῶν ἀγαλλίαμα, τῇ ἐναθρωπήσει, Αὐτοῦ τοῦ πᾶσι νέμοντος ἡμῖν, Σὲ ἀκλινῶς μακαρίζουσι, ἄμφων τὴν ὑγίειαν.

Σῶσον ὁ Θεὸς τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς Σκιάθου προστάτις, καὶ φρουρὸς καὶ ἀκέστορ, Εὐαγγελίστρια, ὁ γλυκασμός τῶν Ἀγγέλων, καὶ πάντων τῶν μερόπων, ἡ ἑτοίμη ἀντίληψις, ῥύου ἡμᾶς συμφορῶν, καὶ ἀνιάτων νόσων.

Ῥαντισμῷ συμπαθείας, καὶ ἀγάπης Σου, Μῆτερ, Εὐαγγελίστρια, ἁγίαζε Σοὺς δούλους, τοὺς πίστει ἐν Σκιάθῳ, προσκυνοῦντας Σὸν ἔκτυπον, καὶ ἀνυμνοῦντας θερμῶς, τὴν Σὴν ἐπιστασίαν.

Ἱλασμὸν ἡμῖν αἴτει, Σκιαθίων προστάτις, τοῖς μεγαλύνουσι, πληθὺν Σῶν θαυμασίων, εἰς πάντας τοὺς αἰῶνας, Μῆτερ Εὐαγγελίστρια, τῶν θλιβομένων χαρά, καὶ στηριγμὸς καμνόντων.

Ἀδιάσειστε στῦλε, συμπαθείας πρὸς πέλας, Εὐαγγελίστρια, τοῦ Νήφωνος πρεσβείων καὶ πάντων Κολλυβάδων, ἱκεσίαις εἰρήνευε, τὸν βίον τῶν εὐλαβῶς, Σὲ ἀνυμνολογούντων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῇ παῤῥησία, τῇ μητρικῇ, Θεοτόκε, καταφεύγοντες κράζομεν πόθῳ, Σκιαθίων πάντων, φρουρὸς καὶ φύλαξ πέλεις.

Καλῶς τὴν τρίβον, Εὐαγγελίστρια Μῆτερ, καταξίωσον βίου ἀνύειν, τοὺς ἀσπαζομένους, τὴν πάνσεμνον μορφήν Σου.

Εὐλογημένη, Εὐαγγελίστρια, πλῆσον, ἀρετῶν εὐωδίας Σοὺς δούλους, τοὺς ἐν τῇ Σκιάθῳ, πιστῶς Σε προσκυνοῦντας.

Πορείαν δεῖξον, Εὐαγγελίστρια, πᾶσι, τοῖς τοῦ βίου κεκοπιακόσι, τὴν οὐρανοδρόμον, ἁγνὴ Θεογεννήτορ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐν τοῖς δρυμοῖς Σκιάθου, τοῖς ἀσπαζομένοις, Εὐαγγελίστρια, χάριν τὴν θείαν Σου, τῆς εὐωδίας Σου πλῆσον Σῆς ἀντιλήψεως.

Μὴ παύσῃ οὐρανόθεν, ῥύουσα κινδύνων, Εὐαγγελίστρια, τοὺς καταφεύγοντας, καὶ συμφορῶν κατωδύνων τῇ ἀντιλήψει Σου.

Ἐπόμβριζε Υἱοῦ Σου. ὑετὸν ἐλέους, ὡς ὀμβροτόκος νεφέλη, τοῖς δούλοις Σου, Εὐαγγελίστρια, ὕμνοις Σε μεγαλύνουσι.

Χαρά τῶν Σκιαθίων, καὶ φρουρὲ καὶ σκέπη, Εὐαγγελίστρια, λύπης ἀφάνισον, ἀχλὺν ἐκ πάντων σπευδόντων τῇ ἀντιλήψει Σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καί τὰ παρόντα Μεγαλυνάρια,
Χαῖρε, θείου Νήφωνος χαρμονή· χαῖρε Σκιαθίων, ἀντιλῆπτορ καὶ ἀρωγέ· χαῖρε χριστωνύμων ἑτοίμῃ προστασία, Κυρία Θεοτόκε, Εὐαγγελίστρια.

Πάντας προσκυνοῦντας πανευλαβῶς, Σὴν σεπτὴν Εἰκόνα, ἐν Σκιάθου τερπνοῖς δρυμοῖς, ῥύου κατωδύνων στενώσεων, Παρθένε, καὶ συμφορῶν παντοίων, Εὐαγγελίστρια.

Χαῖρε τῆς Σκιάθου ὁ θησαυρός· χαῖρε Κολλυβάδων, ἐξαιρέτως ὁ γλυκασμός· χαῖρε τῶν προσφύγων τῆς χάριτος Σου σκέπη, καὶ ταχινὴ προστάτις, Εὐαγγελίστρια.

Καί τῶν κάτωθι Ἁγίων, ὧν λείψανα ἐναπόκεινται εἰς τὴν Ἱερὰν Μονήν.
Τοῦ Ὁσίου Νήφωνος τοῦ Κτίτορος.
Πύργος εὐσεβείας νεοπαγής, καὶ φανὸς σοφίας, τῆς ἐνθεοῦ νεολαμπής, ὤφθης Νήφων μάκαρ, ἡσυχαστῶν λαμπρότης, καὶ ἀγωγῆς ἀρίστης, στῦλε νεόφωτε.

Τοῦ ἀγ. Μακαρίου ἀρχιεπ. Κορίνθου, τοῦ Νοταρᾶ.
Χαίροις τῶν μακάρων ἀνδρῶν σφραγίς· χαίροις τῶν δογμάτων, τῶν πατρῴων ἡ κορυφή· χαίροις τῆς Κορίνθου σεπτὲ ἱεροφάντωρ, Μακάριε, Πατέρων νέων ἀπαύγασμα.

Τῆς Ὁσίας Ματρώνης τῆς Χιοπολίτιδος.
Τὴν Χιοπολίτιδα ἐν ᾠδαῖς, μέλψωμεν Ματρῶναν, μελιῤῥύτοις καὶ ἱεροῖς, ὡς Χριστοῦ ἀμνάδων, καλλώπισμα καὶ σκεῦος, παντοδαπῶν θαυμάτων, ὄντως χρυσότευκτον.

Τοῦ ἀγ. Νεομάρτυρος Δημητρίου τοῦ Πελοποννησίου.
Ῥόδον τῆς Θεισόας ἡδυτερπές, ἤνθησας ἀρτίως, ἐν Τριπόλει καὶ ταῖς ὀδμαῖς, σοῦ τοῦ μαρτυρίου, κατηύφρανας χορείας, Χριστόν τῶν δοξαζόντων, Μάρτυς Δημήτριε.

Τῆς Ὁσίας Θεοκτίστης τῆς ἐν Πάρῳ.
Τὴν προσκαρτεροῦσαν ἐν τῷ ναῷ, τῆς Ἀειπαρθένου, ἐν τῇ Πάρῳ πανευλαβῶς, Θεοκτίστην πάνυ, ἐκ Λέσβου ὁρμωμένην, ὡς ἐγκρατείας στῦλον, ἀνευφημήσωμεν.

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Χείμαῤῥος χρυσόῥειθρος καὶ κοιλάς, χρυσοφόρος πέλεις, Ἰωάννη στόμα χρυσοῦν, θησαυροὺς δογμάτων, καὶ λόγων θησαυρίσας, ἡμῖν τοῖς σὲ τιμῶσι, στῦλον ὡς πίστεως.

Τοῦ ἀγ. Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου.
Χαίροις ὁ τῆς Ὕδρας λαμπρὸς βλαστός· χαίροις ὁ τῆς Ῥόδου, πολυτίμητος θησαυρός· χαίροις ὁ φαιδρύνας, τοῖς ὄμβροις σῶν αἱμάτων, τὴν πίστιν, Κωνσταντῖνε, τοῦ Παντοκράτορος.

Τοῦ ἀγ. Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.
Στρατηλάτα μέγιστε τοῦ Χριστοῦ, ὁ τὰς παρατάξεις, τροπωσάμενος τοῦ ἐχθροῦ, τιμαλφὲς δοχεῖον, φωτὸς ἐπουρανίου, Θεόδωρε, ἐκφαίνεις, χάριν θεόσδοτον.

Τοῦ Ὁσίου Νήφωνος Πατριάρχου ΚΠόλεως.
Στῦλος ἀπερίτρεπτος ἀρετῶν, ταπεινοφροσύνης, ἐνδιαίτημα ἱερόν, τῆς Μονῆς Προδρόμου, θησαύρισμα ἐδείχθης, φωστήρ τῆς Ἐκκλησίας, Νήφων τρισόλβιε.

Τῆς ἀγ. Ὁσιομάρτυρος Παρασκευῆς.
Τῶν φρικτῶν βασάνων σου τὰς πληγάς, λέβητος τὴν πεῖραν, τοῦ αὐχένος σου ἐκκοπήν, ἤνεγκας ὡς δῶρον, σῷ ποθεινῷ Νυμφίῳ, Παρασκευὴ θαυμάτων, βρύσις ἀείῤῥοε.

Τοῦ ἀγ. Μεγαλομάρτυρος Παντελεήμονος τοῦ Ἰαματικοῦ.
Ὑπέρ τοῦ Κυρίου σφαγιασθείς, καὶ ἀφθίτου δόξης, ἐν τῷ πόλῳ ἀξιωθείς, χορηγεῖς ἰάσεις, παντοίας τοῖς ἱκέταις, τοῖς σοῖς, Παντελεῆμον, Μάρτυς πανεύφημε.

Τοῦ ἀγ. Μάρτυρος Τρύφωνος.
Ἔρωτι τῷ θείῳ καὶ ἀκλινεῖ, πίστει καὶ ἀνδρείᾳ, ὥσπερ ἥλιος ἐπὶ γῆς, ἔλαμψας καὶ πόνους, ὑπενεγκὼν ἀσμένως, ἐν τῷ σταδίῳ ὤφθης, Τρύφων, ἀήττητος.

Τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου.
Ὀρθοδόξων ἥδυσμα καὶ κανών, μοναζόντων ὤφθης, ὁ Φαρᾶν τε καί τὴν Ζηφών, Λαύραν εὐθυμήσας, σοῖς θεαρέστοις λόγοις, Εὐθύμιε, σοφίας, στῦλε πυρίμορφε.

Τῶν ἀγ. Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ τῶν Ῥωμαίων.
Πᾶσαν θεραπεύοντες τῶν πιστῶν, νόσον ἀναργύρως, ἐδοξάσατε τὸν Χριστόν· ὅθεν ἐν τῇ Ῥώμῃ, Δαμιανὲ γενναῖε, σὺν τῷ Κοσμᾷ, τῶν λίθων, πεῖραν ἐγεύθητε.

Τῶν ἀγ. Παρθενομαρτύρων Μηνοδώρας, Μητροδώρας καὶ Νυμφοδώρας.
Χαίροις Μηνοδώρα πανευσεβές· χαίροις Μητροδώρα, καλλιπάρθενε καὶ σεμνή· χαίροις Νυμφοδώρα, τῆς χάριτος δοχεῖον· τριὰς κλεινῶν Μαρτύρων, ἀξιοθαύμαστε.

Τοῦ ἀγ. Νεομάρτυρος Θεοδώρου τοῦ Βυζαντίου.
Βυζαντίου μέλψωμεν τὸν βλαστόν, τὸν ἐν Μυτιλήνῃ, ἐναθλήσαντα εὐσθενῶς, οὗ τὸ θεῖον σκῆνος, τηρεῖ εἰς τοὺς αἰῶνας, ἀλώβητον ὁ Κτίστης, θεῖον Θεόδωρον.

Τοῦ ἀγ. Νεομάρτυρος Θεοδώρου τοῦ Μυτιληναίου.
Χαίροις Μυτιλήνης τὸ νεαυγές, ἄστρον, τὸ φωτίσαν, τῆς ἀγχόνης σου ἀστραπαῖς, εὐσεβῶν χορείαις, ἐν τοῖς ἐσχάτοις χρόνοις, Νεομαρτύρων γένος, μάκαρ Θεόδωρε.

Τοῦ Ὁσίου Ἰωάννου τοῦ Ἐρημίτου.
Χαίροις ὁ τοῖς βέλεσι θηρευτῶν, ἐν Ἀκρωτηρίῳ, Κρήτης ἄντρῳ καθάπερ θήρ, τοξευθεὶς ἀδίκως, τρισμάκαρ Ἰωάννη, Ἐρημιτῶν, Ὁσίων, ἔμπνουν θησαύρισμα.

Τοῦ ἀγ. Νεομάρτυρος Γεωργίου τοῦ ἐν Νέᾳ Ἐφέσῳ.
Ὅνπερ ἀπηρνήσω ἐν μέθῃ ὤν, Ἰησοῦν, ἐκθύμως, ὡμολόγησας, Ἀθλητά, τῆς Ἐφέσου γόνε, ἐν χρόνοις τοῖς ἐσχάτοις, καὶ εὐθαρσῶς αὐχένος, τμῆσιν ὑπήνεγκας.

Τοῦ ἀγ. Ἱερομάρτυρος Πολυκάρπου ἐπ’. Σμύρνης.
Τὸν τελειωθέντα ἐν τῷ πυρί, Σμύρνης Ἱεράρχην, Ἰωάννου τὸν μαθητήν, τοῦ Ἠγαπημένου, τιμήσωμεν προφρόνως, ψαλμοῖς καὶ ὑμνῳδίαις, θεῖον Πολύκαρπον.

Τοῦ ἀγ. Νεομάρτυρος Πολυδώρου τοῦ Κυπρίου.
Νήσου τῶν Ἁγίων σεπτὸν βλαστόν, Κύπρου ἐναλίας, καί τῆς πίστεως θησαυρόν, τὸν αἰωρηθέντα, ἀγχόνῃ ἐν Ἐφέσῳ, Πολύδωρον, τὸν νέον, Μάρτυρα μέλψωμεν.

Τοῦ ἀγ. Ἱερομάρτυρος Χαραλάμπους.
Στῦλε οὐρανόμηκες ἀρετῆς, εὐψυχίας βάθρον, καὶ φρονήσεως ἀκρεμών, Ἱερομαρτύρων, Χαράλαμπες, φαιδρότης, καὶ θαυμασίων ὄλβε, χαῖρε ἀτίμητε.

Τοῦ ἀγ. Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.
Τὸν  Μεγαλομάρτυρα τοῦ Χριστοῦ, μεληδὸν τμηθέντα, τὸ σαρκίον καὶ κεφαλήν, μέλψωμεν ἐκθύμως, Ἰάκωβον τὸν πάνυ, Περσίδος θεῖον γόνον, τὸν καρτερόψυχον.

Τῆς Εὐαγγελιστρίας.
Λυπηρῶν ἀφάνισον τὴν ἀχλύν, φέγγει πρεσβειῶν Σου, καὶ λιτῶν Σου ταῖς ἀστραπαῖς, πρός τὸν Φωτοδότην, Υἱὸν μονογενῆ Σου, ἀστραπηβόλε Μῆτερ, Εὐαγγελίστρια.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ  Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καί τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τὸ ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὑπερύμνητε Κόρη, Εὑαγγελίστρια, εἰς τὸ σεπτόν Σου σεμνεῖον, τὸ δομηθέν εὐλαβῶς, ἐν Σκιάθου ὑπὸ Νήφωνος τοῖς ἄλσεσι, σπεύδοντες χάριτος τῆς Σῆς, ἐμπιμπλάμεθα, Σεμνή, δυνάμεως καὶ  ἰσχύος, εὐαρεστῆσαι Υἱῷ Σου, ἔργοις καὶ λόγοις, τῷ Παντάνακτι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλῆσον ἀενάου χαρμονῆς, τὰς ψυχάς τῶν Σοὶ προστρεχόντων, τῶν λυπηρῶν τὴν ἀχλύν, τάχος διαλύουσα, Εὐαγγελίστρια, καὶ Σοὺς δούλους εὐθύμησον, τοὺς ἐν ἀθυμίᾳ, στένοντας, Μητρόθεε, χαρὰ πανάῤῥητη, πάντων Σκιαθίων, Παρθένε, Κεχαριτωμένη Μαρία, λύπην τῶν βροτῶν ἡ ἀφανίσασα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἄγγελον φύλαττε, Εὐαγγελίστρια,
σὺν  Σκιάθῳ πάσῃ βοᾷ Χαραλάμπης.