Δύο Παρακλητικοί Κανόνες εις την Παναγία την Γιάτρισσα
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Γιάτρισσα
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τἀ τροπάριαν·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σωματικαῖς καὶ ψυχικαῖς ἀσθενείαις, καταπονούμενοι καὶ σφόδρα ἀλγοῦντες, πρὸς σὲ πιστῶς προσπίπτομεν ὡς τέκνα τῇ Μητρί· ὡς ἀποκυήσασα Ἰατρὸν καὶ Σωτῆρα, ἴασαι τῶν δούλων σου, ἀσθενείας καὶ ἄλγη, ἵνα δοξάζωμεν, ὦ Γιάτρισσα, ἀεί, τὴν μητρικήν σου, πρεσβείαν πρὸς Κύριον.
Δόξα
Ὅμοιον.
Τῆς παναγίας σου μορφῆς τὴν Εἰκόνα, ἐν ἀσθενείαις κατακείμενοι πόθῳ, ὡς ζῶσαν ἀσπαζόμεθα, ὦ Γιάτρισσα σεμνή· καὶ θερμῶς αἰτούμεθα, ὅπως χεῖρας ἐκτείνῃς, πρὸς Υἱὸν Φιλάνθρωπον, ἵνα δῷ τὴν ὑγιείαν, τοῖς δεομένοις καὶ ἱκετικῶς, βοώντων· Μῆτερ, ταχέως ἐπίσκεψαι.
Καὶ νῦν
Ὅμοιον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Ἴασαι, ὦ Γιάτρισσα, νόσους ἡμῶν ἁπάσας. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.
Ἰάτρευσον, Γιάτρισσα ἀγαθή, ψυχῶν ἡμῶν νόσους, καὶ σωμάτων ἄλγη δεινά, εὐχαῖς πρὸς Δεσπότην καὶ Υἱόν σου, τὸν ἀληθῆ Ἰατρὸν καὶ Φιλάνθρωπον.
Ἀγάπης σου ἄνοιξον τοὺς κρουνούς, καὶ τῆς συμπαθείας, δεῖξον πλοῦτον ἡμῖν πολύν, νοσοῦσι καὶ κράζουσιν ἐκ βάθους· ταχέως πρόφθασον, Δέσποινα Γιάτρισσα.
Σεπτήν σου εἰκόνα κατακρατῶν, ὡς ζώσῃ κραυγάζω ἐπὶ κλίνης βαρυαλγῶν· εἰπὲ τῷ Υἱῷ σου ἕνα λόγον, καὶ παρευθὺς τοῦ νοσήματος λύομαι.
Ἀφρόνως μὴ πράττων τὰς ἐντολάς, τοῦ Νόμου Κυρίου, περιέπεσα χαλεπῶς, εἰς νόσους, ὦ Γιάτρισσα, ποικίλας, ἐξ ὧν με λύτρωσαι θείαις πρεσβείαις σου .
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατρεῖον ὑπάρχει, νόσων ψυχῶν σώματος, θεία ᾿Εκκλησίᾳ ἐν ᾗπερ, πάντες ἰώμεθα, ἐὰν θελήσωμεν καὶ ταπεινῇ τῇ καρδίᾳ, σὲ ἐπικαλώμεθα ἐν πίστει, Γιάτρισσα.
Ὡς φιλότεκνος Μήτηρ, τῷ Ἰησοῦ πρέσβευε, θείας σου ἐκτείνουσα χεῖρας, ἐν αἷς ἐπίδειξον, ἡμῶν τὰ δάκρυα καὶ νόσων πόνους ποικίλους, ἅπερ σοι προβάλλομεν, κλαίοντες, Γιάτρισσα.
Γῆς ἀπόγονοι ὄντες, ὡς χοϊκοὶ πάσχομεν, καὶ ἐν πειρασμοῖς ἀσθενείας, ἀλγοῦμεν, Γιάτρισσα, διὸ βοῶμέν σοι, δίδου τὸ πῦρ πρεσβειῶν σου, καὶ ψυχὰς ἐνίσχυσον, θλῖψιν διώκουσα.
Ἴδε, Γιάτρισσα θεία, τὴν ἰσχυρὰν κάκωσιν, πάθους τοῦ καρκίνου ὁπόση, θλίβει τοὺς δούλους σου, καὶ τῇ ἀγάπῃ σου, δεῖξον εὐθὺς εὐδρομοῦντα, ἔχεις γὰρ τὴν δύναμιν, τοῦτον ἰάσασθαι.
Διάσωσον, ἀπὸ κινδύνων παντοίων, Γιάτρισσα θεία, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, καὶ αἰτουμένους ἐκ ψυχῆς, ἰατρείαν τῶν νοσημάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν νόσοις δειναῖς, καὶ θλίψεσι καμπτόμενοι, πρὸς σὲ τεκνικῶς ὦ Γιάτρισσα, προστρέχομεν, καὶ σεπτὴν εἰκόνα σου, ἀσπαζόμενοι ἱκετεύομεν· δεήθητι τοῦ ᾿Ιησοῦ, ταχέως χαρίσασθαι τὴν ἴασιν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμαρτάνοντας, Γιάτρισσα, εἴτε ἑκουσίως ἢ ἀκουσίως τε, μετανοίᾳ πάλιν ὄρθωσον, καὶ οὐλὰς ψυχῶν ἡμῶν ἰάτρευσον.
Ταῖς πυκναῖς ἀσθενείαις μου, ἴδε ἐξησθένησα, θεία Γιάτρισσα, διὸ τάχιστα ἐνίσχυσον, τῆς ἐμῆς ψυχῆς δεινὴν κατάπτωσιν.
Ῥῦσαι, Δέσποινα Γιάτρισσα, τοὺς ἐξαιτουμένους τὴν ἱκεσίαν σου, ἐκ τοῦ ἄγχους ὅπερ ἔτεκεν, τὸ τοῦ βίου τούτου πολυμέριμνον.
῞Ιλεών μοι ἀπόδειξον, τὸν Υἱόν σου, Γιάτρισσα, ῝Ον ἐλύπησα, καὶ νοός μου τῇ κουφότητι, ἐν πολλῶν δεινῶν παγίσιν ἔπεσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶμα καὶ ψυχήν, ἁμαρτίαις κατεβάρυνα, καὶ εἰρήνην οὐχ εὑρίσκω παντελῶς, διὸ σπεῦσον, σὺ ἐλάφρυνόν με, Γιάτρισσα.
Στίγματα δεινά, ἐπιφέρων ὁ ταλαίπωρος, ἐξ ὧν ἔπραξα καὶ πάσχων ἐξαιτῶ· κάθαρόν μου, συνειδὸς ἐκ τούτων, Γιάτρισσα.
Ἂθλησίς ἐστίν, ἡ ἀσθένεια καὶ δύναμιν, ἀπαιτεῖ διὰ πολλῆς ὑπομονῆς, ἣν εὐχαῖς σου, δώρησαί μοι, Μῆτερ Γιάτρισσα.
Νοῦν μοι οἱ δεινοί, λογισμοὶ καταβαρύνουσι, καὶ ἐλέγχει με ψυχῆς τὸ συνειδός, ἐξ ὧν τάχει, ἐξελοῦ με, θεία Γιάτρισσα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Οἱ πόνοι μου, τὴν ψυχὴν κατέβαλον, καὶ ἐξέλιπεν ἰσχὺς σώματός μου, διὸ ῾Αγνή, φάρμακόν μοι χορήγει, τὰς μητρικάς σου εὐχὰς καὶ τὴν δέησιν, δι᾿ ὧν τῆς κλίνη παρευθύς, ὑγιὴς ἐγερθήσομαι, Γιάτρισσα.
Στερέωσον, τὴν ψυχήν μου, Γιάτρισσα, ἐκ πολλῆς ἀπελπισίας πεσοῦσαν, οὐ γάρ ἐστίν, ἐξ ἀνθρώπων ἐλπίς μοι, καὶ θεραπεία τῆς νόσου ἐλήλαται, διὸ ἐν πόθῳ καὶ κλαυθμῷ, τὴν σεπτήν σου εἰκόνα ἀσπάζομαι.
Οὐράνιος, γλυκασμὸς ἡ χάρις σου, καὶ χειρός ἡ μητρική σου θωπεία, διὸ πιστῶς, συνεχόμενος πόνοις, τοὺς ὀφθαλμούς μου πρὸς σὲ αἴρω, Γιάτρισσα, ὡς τέκνον σου ἁμαρτωλόν, ἀναμένων τὴν θείαν παράκλησιν.
Ὑγείωσον, νεολαίαν, Γιάτρισσα, ἐμπλακεῖσαν οὐσιῶν ἐξαρτήσει, καὶ γονικάς, μὴ παρίδῃς δεήσεις, συμπεφυρμένας δακρύων τοῖς πλήθεσιν, ἐὰν γὰρ θέλῃς παρευθύς, ἀφανίζεις τὴν λύπην προβλήματος.
Διάσωσον, ἀπὸ κινδύνων παντοίων, Γιάτρισσα θεία, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, καὶ αἰτουμένους ἐκ ψυχῆς, ἰατρείαν τῶν νοσημάτων.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ὀδυνώμενοι βίου ταῖς θλίψεσι, καὶ τῷ ἄλγει τῶν νόσων βαρούμενοι, τῆς καρδίας, τοὺς ὀφθαλμοὺς ἐκτείνομεν πρὸς σέ, καὶ νοῦν ἔχοντες δεινῶς, ἐπὶ τῆς κλίνης τῶν παθῶν, κατακείμενον κράζομεν· ἴασαι τοὺς σοὺς δούλους, ἐξ ἀσθενείας πάσης, καὶ τὴν εἰρήνην ταῖς ψυχαῖς, δὸς πανάμωμε Γιάτρισσα.
Προκείμενον·
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος· Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου του πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἀγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου! Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; ᾿Ιδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. ῞Οτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. ῞Οτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ῎Ονομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.
Δόξα.
Γιάτρισσας πρεσβείαις, Δέσποτα Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Παναγία Γιάτρισσα, ἡ οἰκουμένην σῷ τόκῳ, παραδόξως σώσασα, καὶ ἡμᾶς ἐν θλίψεσι νῦν ὑπάρχοντας, σῶσον ἱκεσίαις σου, καὶ ὑγιείαν δίδου, ἀσθενοῦσι καὶ ἀνάῤῥωσον, νόσους διώκουσα, καὶ ψυχαῖς γαλήνην παρέχουσα· εἰ μὴ γὰρ σὺ Πανάχραντε, χεῖράς σου ὑψώσῃς πρὸς Κύριον, ἕτερος τίς σώσει; διὸ τὴν μητρικήν σου ἀῤῥωγήν, παράσχου ὅπως εἰκόνα σου, πίστει ἀσπαζώμεθα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Σπείρας πάθη ποικίλα, νῦν θερίζω τῶν νόσων τοὺς πόνους, Γιάτρισσα, διό σε ἱκετεύω, τὰ ἄλγη κουφισόν μοι, καὶ ἰατρείαν παράσχου μοι, ἵνα ἀπαύστως τιμῶ, τὴν πάνσεπτον μορφήν σου.
Ἡ ψυχὴ ὑποφέρει, ἐκ τοῦ ἄγχους καὶ θλίβεται, Μῆτερ Γιάτρισσα, ὅθεν τὴν σὴν εἰρήνην, δός μοι τῷ ταλαιπώρῳ, καὶ γαλήνην ἰσόβιον, ὅπως προσκυνῶ εὐλαβῶς, εἰκόνα σου ἁγίαν.
Μετὰ πόθου καρδίας, ὡς παράλυτος ἔρχομαι πρὸς σέ, Γιάτρισσα, καὶ γὰρ ἐκ βάρους νόσου, οὐ δύναμαι σταθῆναι, καὶ ἐκ κλίνης ἐγείρεσθαι, ὅθεν τὴν σὴν δωρεάν, ὡς φάρμακόν μοι δίδου.
Ὢσπερ νὺξ βαθυτάτη, καὶ σκοτώδης μοι φαίνεται βίος, Γιάτρισσα, ἐκ τῆς ἀπελπισίας, ἥτις διακατέχει, τὴν ἀθλίαν μου ὕπαρξιν, διὸ τὸ φῶς τῆς Χριστοῦ, ἐλπίδος χάρισαί μοι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νοὸς κινήσεις, τὰς παρὰ φύσιν διόρθου, Μῆτερ Γιάτρισσα, θερμαῖς σου ἱκεσίαις, ἵνα καὶ αἱ πράξεις, ὦσι μου κατὰ φύσιν.
Ἀπάλλαξόν με, τοῦ ἀσθενοῦς λογισμοῦ μου, καὶ σκανδάλων, ὦ Γιάτρισσα, ἐκλύτρου, ὅπως ἐν καρδίας, ἁπλότητι βιώσω.
Πῦρ τὸ ἐλέγχον, τῆς συνειδήσεως σβέσον, καὶ ἀξίωσον, Γιάτρισσα, πλουτῆσαι, τὴν Χριστοῦ εἰρήνην, ἐκ πράξεων ἀρίστων.
Ἀγκάλαις θείαις, σῶν πρεσβειῶν βάστασόν με, καὶ βεβαίαν τὴν σωτηρίαν δός μοι, Γιάτρισσα, ἀλγοῦντι, καὶ βαρουμένῳ νόσοις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων ἀσθενείας, καὶ ψυχῶν τὰς νόσους, ἐκ τῶν ὑμνούντων σε δίωκε, Γιάτρισσα, ὑγιείαν πᾶσι δὲ δίδου, τὴν πολυπόθητον.
Ἀπελπισίας νέφη, πόῤῥω τῆς ψυχῆς μου, σαῖς ἱκεσίας διάλυσον Γιάτρισσα, καὶ τῇ χαρᾷ τοῦ Δεσπότου, πάντοτε εὔφρανον.
Σταυρὸν ψυχωφελίμως, τὸν τῆς ἀσθενείας, ἐν εὐχαρίστῳ ψυχῇ αἴρειν, Γιάτρισσα, καὶ τὸν Δεσπότην δοξάζειν, ἡμᾶς ἀξίωσον.
Ἀγάπῃ μητρικῇ σου, ἴασαι τὰς νόσους, ψυχῆς καὶ σώματος, πάναγνε Γιάτρισσα, καὶ Παραδείσου πολίτας, δεῖξον τὰ τέκνα σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὑπὸ τῶν πτερύγων σου θαλπωρήν, Γιάτρισσα, σοὶ δοῦλοι, καταφεύγομεν ὡς στρουθοί, καὶ ἐπιζητοῦμεν, ἀσθενειῶν τὴν λύσιν, καὶ ἄλγους βαρυτάτου, ταχεῖαν λύτρωσιν.
Τῆς ψυχῆς νοσήματα χαλεπά, ἴασαι εὐχαῖς σου, καὶ εἰρήνην τὴν ποθητήν, δίδου ἀσθενοῦσιν, ὦ Γιάτρισσα παρθένε, ὅπως σεπτὴν μορφήν σου, κατασπαζώμεθα.
Τοὺς ἐξηρτημένους πολυειδῶς, οὐσιῶν καὶ χάριν, σοῦ ζητούντων ἀπὸ ψυχῆς, Γιάτρισσα, ἀγάπῃ, στήριξον καὶ τοῦ σκότους, τούτους σῇ μεσιτείᾳ, ταχέως μάκρυνον.
Κλίνῃ κατακείμενοι νοσερῶς, αἴρομεν καρδίας, πρὸς σέ, Γιάτρισσα, ὀφθαλμούς, τοῦ δεινοῦ καρκίνου, τὴν ἴασιν αἰτοῦντες, καὶ πάσης ἄλλης νόσου, τὴν ἀπολύτρωσιν.
Θείαν σου εἰκόνα πανευλαβῶς, Γιάτρισσα, τιμῶντες, ἀσπαζόμεθα νοερῶς, τὸν γλυκὺν Υἱόν σου, ὃν αἴτει ἀενάως, ἡμῖν τοῦ Παραδείσου, χάριν δωρήσασθαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πάντες, μετὰ τῆς Θεοτοκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄.Ὅτε ἐκ τοῦ ξύλου σε.
Γιάτρισσα, εἰκόνα σου σεπτήν, τοὺς ἀσπαζομένους ἐκ πόθου, νόσων ἀπάλλαττε, καὶ ὑγείαν χάρισαι, τοῖς αἰτουμένοις πιστῶς, τὸν δὲ βίον εὐλόγησον, σεπταῖς σου πρεσβείαις, πρὸς Φιλανθρωπότατον, Χριστὸν ῝Ον ἔτεκες, ἵνα εὐγνωμόνως τιμῶμεν, σὲ τὴν οὐρανῶν Πλατυτέραν, καὶ Χριστιανῶν τὸ καταφύγιον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Χριστὸν Ἰησοῦν ψυχῶν τε καὶ σωμάτων,
Ἰατρόν, ὦ Γιάτρισσα, ἐκδυσώπει.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γιάτρισσα Λουτρακίου
Ποίημα Γεωργίου Γαλανόπουλου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, ἐν Λουτρακίῳ ἀσπασμοῦ τιμὴν δῶμεν, ὅτι θαυμάτων χάριτας παρέχει ταχύ· πᾶσαν νόσον φυγαδεύει γάρ, πυρετοὺς ἀλγηδόνας τε, μολυσμοὺς καὶ τραύματα, ἐκ ψυχῶν καὶ σωμάτων, καὶ θεραπείαν δίδωσιν ἀεί, τοῖς χαῖρε ταύτῃ, βοῶσιν ἐκ πίστεως.
Δόξα.
Ἀπολυτίκιον τῆς Εἰκόνος. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Εἰκόνι προσπέσωμεν θαυματουργῷ εὐλαβῶς, ἁγνῆς Θεομήτορος, ἐν Λουτρακίῳ πιστοί, τὰ κρείττω αἰτούμενοι· νέμει γὰρ τοῖς νοσοῦσι, θεραπείαν καὶ ῥῶσιν, ὅτι Γιάτρισσα αὕτη, φερωνύμως καλεῖται, ὑπὲρ ἡμῶν δ’ ἱλάσκει Υἱον, χάριν δωρήσασθαι.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βροτῶν Γιάτρισσα, δέξαι ᾠδήν. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βραδεῖς δοῦναι αἶνον Θεῷ ἐσμέν, διὸ ἐλθὲ τάχει, εἰς ἡμῶν ἀρωγὴν Ἁγνή, τῶν πόθῳ ὑμνούντων σὲ καὶ δίδου, τὴν θεραπείαν ἐκ νόσων, ὡς Γιάτρισσα.
Ῥαδίως περαίνονται τὰ ἐν σοί, ὡς οὖσα Παρθένε, τοῦ Θεοῦ Μήτηρ ἀληθῶς, οὐ γὰρ ἀδύνατον ὑπάρχει, τῇ νικησάσῃ καὶ ὅρους τῆς φύσεως.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Κόρη, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν, ἀλλ’ εἰς χαρὰν ταύτης ἄλγος μετάτρεψον.
Τὸ θεῖόν σου πρόσωπον Μαριάμ, οἱ πλούσιοι ὄντως, λιτανεύσουσι τοῦ λαοῦ, ὡς ἔφη ἐν βίβλῳ Προφητάναξ, τὰ περὶ σοῦ· ὅθεν πρόσδεξαι ᾄσματα.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
ᾨδὴν δέξαι Γιάτρισσα, τῶν προσδραμόντων ἀσπάσασθαι, πανευλαβῶς, σὴν σεπτὴν Εἰκόνα, καὶ δὸς πᾶσι τὴν χάριν σου.
Νοσημάτων ἴασαι, τοὺς ψαλμικῶς ἀνυμνοῦντάς σε, ἐν τῷ ναῷ, καθ’ ἑκάστην ὥραν, Θεοτόκε πανύμνητε.
Γλύκανον σῇ χάριτι, κατ’ ἄμφω τὰ αἰσθητήρια, Κόρη σεμνή, καὶ τὰ κρείττω νέμει, μητρικαῖς σου ἐντεύξεσιν.
Ἰσχυρὰν προστάτιδα, σὲ Θεοτόκε ἐπέγνωμεν, ἐκ πειρασμῶν, σοὺς ἀχρείους δούλους, ἀπαλλάττουσα πάντοτε.
Ἐκλύτρωσαι, ἀνάγκης βλάβης καὶ νόσων, ἁγνὴ Θεόπαις, τοὺς ἀνυμνοῦντας ᾀσματικῶς τὸ σὸν θεῖον ἐκτύπωμα, ὡς ταχινὴ ἰατὴρ πιστῶν δούλων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὦ Μῆτερ Θεοῦ ἀντίληψις βοήθεια, καὶ καταφυγὴ ἡμῶν πάντων ἐπάκουσον, τῶν πιστῶς βοώντών σοι· Θεοτόκε Δέσποινα ἴασαι, τοὺς σῇ Εἰκόνι δίδοντας τιμήν, ἐν Λουτρακίῳ, πόθῳ προστρέχοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀνυμνοῦμέν σε Γιάτρισσα, οἱ ἐν ἀσθενείαις δοκιμαζόμενοι, καὶ ἐν δίνῃ βίου ἔχοντες, ἐξελοῦ κινδύνων Κόρη λέγοντες.
Τοὺς νοσοῦντας θεράπευσον, ἐξ ἀσθενειῶν καὶ δεινῶν κακώσεων, Θεοτόκε ἀπειρόγαμε, τῇ ἐναργεστάτῃ ἀντιλήψεί σου.
Ῥῦσαι πάντας ἐκ θλίψεως, καὶ σαρκὸς κινήσεις παῦσον Πανάμωμε, τὰς ἀτάκτους ἱκετεύομεν, σὲ τὸ ἀπαθείας ἐνδιαίτημα.
Ἱλαρῶς οὖν ἐπίβλεψον, ἐφ’ ἡμᾶς Παρθένε τοὺς μεγαλύνοντας, τὰ παράδοξά σου θαύματα, ἃ ἐκβλύζεις σῇ δοθείσῃ χάριτι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στῆθι μεθ’ ἡμῶν, κηδεμών τε καὶ ἀντίληψις, ἰατρὸς νοσούντων πέλουσα Ἁγνή, τῇ ὀξυτάτῃ καὶ θείᾳ βοηθείᾳ σου.
Σκόρπισον ἐχθρῶν, τὰ πυρφόρα βέλη Ἄχραντε, ἀπὸ τῶν πόθῳ ὕμνοις διδόντων σοι, ἐπωφελοῦσα, ψυχὰς ταῖς θερμαῖς πρεσβείαις Σου.
Ἄκουε Σεμνή, τῆς καρδίας τὰ σκιρτήματα, τῶν τιμώντων σου ἀεὶ θείαν μορφήν, καὶ τὸν Σωτῆρα εὐχαῖς σου παράσχου ἵλεων.
Δὸς τοῖς ταπεινοῖς, τοῦ βελίαρ φεύγειν ἔνεδρα, καὶ χαρὰν ἣν εἴληφας Μονογενοῦς, ἰδοῦσα Μῆτερ, τὴν ἐκ τάφου Τούτου Ἔγερσιν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐπάκουσον εὐμενῶς, ἡμῶν Κόρη τῶν ὑμνούντων σε, καὶ φωλέας τῶν παθῶν, πυρὶ σβέσον Δέσποινα, ταχὺ θεραπεύουσα, ἀσθενείας πάσας, ὡς ἀκέστωρ ἡ ἀνάργυρος.
Ξενήκουστα τὰ ἐν σοί, σημεῖα πέλει Μητρόθεε, ἃ ἐκ μορφῆς σου σεπτῆς, πιστοῖς βλύζει πάντοτε· διὸ ἀνυμνοῦμέν σου, τὴν κηδεμονίαν, ἐν ᾠδαῖς καὶ μελῳδήμασιν.
Ἀνίατα ἀλγεινά, Ἁγνὴ ἰᾶσαι νοσήματα, καὶ διασώζεις πιστούς, ἐκ πάσης κακώσεως, ὡς ἀρίστη Γιάτρισσα, τῶν σοὶ προστρεχόντων, καὶ παρθένων τεῖχος ἄῤῥηκτον.
Ἱκέτευε τὸν Χριστόν, ὃν ὑπὲρ φύσιν ἐκύησας, τεκοῦσα σωματικῶς, Θεόν τε καὶ ἄνθρωπον, ἀπείρανδρε Ἄνασσα, τῶν πιστῶν προστάτις, καὶ μεσίτης ὥρᾳ Κρίσεως.
Ἐκλύτρωσαι, ἀνάγκης βλάβης καὶ νόσων, ἁγνὴ Θεόπαις, τοὺς ἀνυμνοῦντας ᾀσματικῶς τὸ σὸν θεῖον ἐκτύπωμα, ὡς ταχινὴ ἰατὴρ πιστῶν δούλων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς ἰατρὸν καὶ συναντίληψιν σὲ ἔχομεν, οἱ ἐν πάθεσι τοῖς χαλεποῖς κυλινδούμενοι, καὶ ἀσθενείαις κατ’ ἄμφω κράζοντες μετ’ εὐχῶν· Μῆτερ τοῦ Θεοῦ πρόσχες ἡμῖν, καὶ ἐλευθέρωσον λαόν, ἐκ δεινῶν περιστάσεων, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ μανίας, τὸ γένος τῶν Χριστιανῶν, ἀεὶ πρεσβεύων πρὸς τὸν Τόκον σου.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀποῤῥίψης με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα ὑπερένδοξε· Γιάτρισσα σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ Εἰκόνι σου ἀσπάσασθαι, ἴασιν ἄμφω δὸς τάχιστα, καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὰς θείας ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ Θεόνυμφε, χαίροις σοι φθεγγόμενος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὠκύπους σῇ Εἰκόνι χαριτόβρυτε Γιάτρισσα, ἀεὶ σπεύδω πιστῶς, μετὰ Δαυΐδ συμψάλλων· τὸ πρόσωπόν σου Κόρη λιτανεύσουσι πλούσιοι· ἀλλὰ καὶ νῦν ὧδ’ ἡμεῖς, προσφέρομέν σοι ὕμνους.
Δεινῶν νόσων ἰᾶσαι ἀπειληφυῖα χάριν κατὰ παθῶν ἐξ Υἱοῦ, τοὺς σοὶ Μῆτερ ἰόντας, καὶ πόθῳ ἐκβοώντας· πειρασμῶν ἐλευθέρωσον, ὀδυνηρῶν συμφορῶν, ἀνάγκης τε καὶ βλάβης.
Ἡ Λουτρακίου πόλις καὶ χώρα Κορινθίων ὕμνοις τιμᾷ σου Ἁγνή, Γενέθλιον τὸ θεῖον, βοᾷ σὺν σοὶ δ’ ἀπαύστως, ὁ λαὸς ἀγαλλόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νεκρώσας ἰσχὺν ᾅδου ὁ τεχθεὶς ἐκ σοῦ Μῆτερ ἐν τῷ Σπηλαίῳ Χριστός, ἐδέξατο τὰ δῶρα, τῶν Μάγων Νόων ὕμνον, καὶ Ποιμένων προσκύνησιν, τὰς δ’ ἁμαρτίας ἡμῶν, αἰτεῖ τοῦ συγχωρῆσαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται μέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡμᾶς Σῶτερ, τῆς Μητρός σου ἱκεσίαις.
Ἐλέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ τὰς ἀσθενείας, ἁπάσας ἰωμένην.
Ὤφθης πολλάκις, σκέπουσα Κόρη οἰκέτας, ἐκ πυρφόρων τόξων τῶν δαιμόνων· ὅθεν ἡμᾶς σκέπε, ἐκ πάσης ἐπηρείας.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν Ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, Θεοτόκε βίον, πᾶσιν ἡμῖν Ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων ἁμαρτιῶν ἀπάλλάξῃ, ἡμᾶς καὶ παθῶν, τοὺς ψαλμικῶς τὴν σὴν γένναν, πανηγυρίζοντας.
Ὁδοὺς δεῖξον εὐθείας, μετανοίας Κόρη, τοῖς τὸν Υἱόν σου λυποῦσι δουλείᾳ παθῶν, καὶ ἔσο πρόμαχος πάντων τῶν εὐφημούντων σε.
Ὑψίστου χρυσοῦς θρόνος, πέλεις σὺ ἐν πόλῳ· διὸ δυσώπει σὸν Τόκον σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Λουτρακίου δόξα λαμπρά, σκέπη Κορινθίων, Θεοτόκε καταφυγή, Γιάτρισσα ἐν νόσοις, τῶν χαλεπῶς νοσούντων, ἀντίληψις πενήτων, καὶ κόσμου Σώτειρα.
Ἄστρον τηλαυγοῦς σὺ ἀνατολῆς, νοητοῦ Ἡλίου, πᾶσιν ἔλλαμψας τοῖς πιστοῖς· ὅθεν ταῖς ἀκτῖσιν, Ἁγνὴ τῆς χάριτός σου, δεῖξον φωτὸς τὴν τρίβον, τοῖς σὲ γεραίρουσιν.
Ἴασαι νοσοῦντας, θρέψον πτωχούς, ῥῦσαι αἰχμαλώτους, καὶ γενοῦ χεῖρ ὀρφανῶν, ἄχραντε Παρθένε, ἡ ὀλετὴρ δαιμόνων, τῶν Ὀρθοδόξων σκέπη, πιστῶν βοήθεια.
Ῥῶσιν δὸς τοῖς πάσχουσιν ἀλγεινῶς, νέκρωσον τὰ πάθη, καὶ κατ’ ἄμφω τοὺς μολυσμούς, μητρικαῖς πρεσβείαις, Υἱὸν ἐκδυσωποῦσα, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.
Εὔχου ἐγκλημάτων δοῦναι ὀφλήν, καὶ ἡμῶν πταισμάτων, ὁ δοξάσας σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας ὡς Μήτηρ, ἀεὶ διακονοῦσα, χρείας τοῦ Τόκου σου.
Γλύκανον βαλσάμῳ τῷ σῷ ψυχάς, τῶν πιστῶς ὑμνούντων, μεγαλεῖᾳ σου Ἀγαθή, ἔπαρον τὰς θλίψεις, σὺν νόσους καὶ ἀνάγκαις, ἀφ’ ἡμῶν Θεομῆτορ, τῇ ἐπεμβάσει σου.
Ἱλασμὸν πταισμάτων εὖξαι Χριστός, δοῦναι ἡμῖν πᾶσιν, ὁ τεχθεὶς ἐκ σοῦ Μαριάμ, σαῖς θερμαῖς πρεσβείαις, καὶ ἔλεος τὸ μέγα, πρὸς σωτηρίας ὅρμον, τὴν ναῦν ἰθύνουσα.
Ἆρόν σου τὰ ὄμματα εὐμενῶς, ἐφ’ ἡμᾶς Παρθένε, τοὺς κυκλοῦντας τὴν σὴν μορφήν, καὶ ἐξαιτουμένους, δαψιλεστάτην χάριν, ὑγείαν τὴν κατ’ ἄμφω, ῥῶσιν καὶ δύναμιν.
Τὴν ἀρὰν τῆς Εὔας καὶ τοῦ Ἀδάμ, ἔλυσας καὶ ᾖρας, τῇ Γεννήσει σου Μαριάμ, ἐκ Θεοπατόρων, Ἰωακεὶμ καὶ Ἄννης· διὸ ψαλμοῖς ὑμνοῦμεν, τὴν σὴν ἐμφάνειαν.
Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, πάντας τοὺς τιμῶντας, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐν τῇ Λουτρακίῳ, εὐφήμῳ λουτροπόλει, ὦ Γιάτρισσα Παρθένε, κόσμου διάσωσμα.
Ἴασαι τὰ τραύματα τῆς ψυχῆς, τοῦ νοὸς τὴν ζάλην, καὶ τοῦ σώματος ἐκτροπάς, τῶν Ἁγνὴ ἐκ πόθου, σὲ ἐπικαλουμένων, ὡς θείαν ἰατῆρα, Χριστοῦ τῇ χάριτι.
Σκέπε Κορινθίας εὔκληρον γῆν, πόλιν Λουτρακίου, ᾗ οἰκεῖ ἐν ναῷ σεπτῷ, Κόρη ἡ Εἰκών σου, Γιάτρισσα καλουμένη, καὶ ὥρᾳ θείας δίκης, πάντων μνημόνευσον.
Σῶτερ σὺ εἶ Κτίστης Δημιουργός, Σύμπαντος καὶ γένους, θείῳ λόγῳ σου καὶ χερσίν, ὁ ἐνανθρωπήσας, σῶσαι ληστὰς καὶ πόρνας· διὸ εὐχαῖς Μητρός σου, σῶσον τοὺς δούλους σου.
Ἄμεσος Παρθένε εἶ ἰατήρ, λύμης ἀσθενείας, σαρκικῆς τε καὶ ψυχικῆς· ὅθεν δὸς ὑγείαν, ἰσχὺν ῥῶσιν καὶ χάριν, τοῖς σοῖς προσερχομένοις, τύπον ἀσπάσασθαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε, Μαριὰμ Μῆτερ Θεοῦ, τῶν παρθένων ἄῤῥηκτον τεῖχος, πιστῶν ἀεὶ στηριγμός, αἰχμαλώτων λύτρωσις, χειμαζομένων λιμήν, ἀσθενούντων ἡ ἴασις, ἐκ βλάβης καὶ νόσων, πυρετοῦ φλογώσεως, τῶν σοὶ βοώντων τρανῶς· φρούρει, ἐξ ἐχθρῶν κακοδόξων, πᾶσαν τὴν Ἑλλάδα καὶ τήρει, ἄτρωτον λαὸν τὸν χριστεπώνυμον.