Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Καθολικής Ρόδου
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ κάτωθι Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ οἱ πιστοὶ νῦν προσδράμωμεν, καὶ ἀγαλλώμενοι Αὐτῆς ἀσπασώμεθα, Εἰκόνα τὴν ὑπέρτιμον, βοῶντες ἐκ ψυχῆς· Δέσποινα ἐπίβλεψον, ἐφ᾿ ἡμᾶς ἀοράτως, τοὺς ὁμολογοῦντάς σε, εὐσεβῶς Θεοτόκον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, Καθολικὴ τῇ θερμῇ ἀντιλήψει σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς ἐν τῷ δ΄ Τροπαρίῳ ἑκάστης ᾨδής·
Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παρθένε Μαρία Καθολική, τοὺς ἐν τῷ Ναῷ σου, καταφεύγοντας εὐλαβῶς, ὡς Μήτηρ ἀμόλυντος τοῦ Κτίστου, τῆς θεαυγοῦς σου ἀξίωσον χάριτος.
Ἑτοίμη ὡς πέλουσα βοηθός, τῶν προσερχομένων, τῇ Εἰκόνι σου τῇ σεπτῇ, παθῶν ψυχοφθόρων τρικυμίας, Καθολικὴ παντευλόγητε λύτρωσαι.
Πανάχραντε Μῆτερ Καθολική, τοὺς κατεστιγμένους, ἡμᾶς πλήθει ἁμαρτιῶν, ἴασαι φαρμάκῳ σωτηρίῳ, τῆς πρὸς Θεὸν εὐπροσδέκτου πρεσβείας σου.
Κινδύνων ἐκλύτρωσαι χαλεπῶν, τῶν ἀσπαζομένων, τὴν Εἰκόνα σου εὐσεβῶς, ἐν ᾗ ἀνεκφοίτητος παρθένε, Καθολικὴ διαμένει ἡ χάρις σου.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἡ Εἰκών σου πηγάζει, Καθολικὴ Δέσποινα, ῥεῖθρα δαψιλῶς ἰαμάτων, τοῖς προσπελάζουσιν· ὅθεν αἰτοῦμέν σε, ἀσθενειῶν τῶν κατ᾿ ἄμφω, καὶ ἡμᾶς ἀπάλλαξον, τοὺς εὐφημοῦντάς σε.
Τοὺς ἐν βίου ἀνάγκαις, Καθολικὴ στένοντας, τὴν ἀναψυχὴν φιλευσπλάγχνως, σὺ ἐπιβράβευσον, ἐκ τῆς Εἰκόνος σου, τῶν μητρικῶν οἰκτιρμῶν σου, φῶς αὐτοῖς τὸ ἄϋλον, ἐξανατέλλουσα.
Μητρικαῖς σου πρεσβείαις, πρὸς τὸν Χριστὸν Ἄχραντε, σκέπε καὶ διάσῳζε πάντας, ἡμᾶς ἐκ θλίψεων· τῇ γὰρ Εἰκόνι σου, Καθολικὴ Θεομῆτορ, εὐσεβῶς προσπίπτομεν, ὑμνολογοῦντές σε.
Ὑπερεύχου Παρθένε, Καθολικὴ πάντοτε, τῶν καταφευγόντων τῇ θείᾳ, πιστῶς Εἰκόνι σου, καὶ προσκυνούντων σου, τὸν ἀνερμήνευτον τόκον, δι᾿ οὗ κόσμος σέσωσται, τῆς παραβάσεως.
Διάσωσον, Καθολικὴ Θεομῆτορ εὐλογημένη, τοὺς τῇ Εἰκόνι σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παρθένε ἁγνή, Καθολικὴ Μητρόθεε, Εἰκόνι τῇ σῇ, προσπίπτομεν οἱ ἄθλιοι, εὐλαβῶς βοῶντές σοι· Παναγία Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὑμνοῦντας τὸ πλῆθος τῶν θαυμάτων σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐμενῆ ἡμῖν ἔργασαι, τὸν ἐκ σοῦ ἀφράστως ἐνανθρωπήσαντα, μητρικαῖς σου παρακλήσεσι, ὦ Καθολικὴ θεοχαρίτωτε.
Φοβερᾶς προστασίας σου, φώτισον τῇ αἴγλῃ τοὺς ἀτενίζοντας, τὴν μορφήν σου τὴν ὑπέρλαμπρον, ὦ Καθολικὴ ἐν τῇ Εἰκόνι σου.
Ἰδοὺ Μῆτερ προσπίπτομεν, πίστει τῇ Εἰκόνι σου καὶ κραυγάζομεν· τὸν Υἱόν σου ἡμῖν ἔργασαι, ὦ Καθολικὴ ἁγνὴ εὐίλατον.
Ῥώμην δίδου ἑκάστοτε, κατὰ τοῦ ἀλάστορος τοῖς φωνοῦσί σου, εὐσεβῶς κλῆσιν τὴν πάντιμον, ὦ Καθολικὴ Θεομακάριστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς, τὰς ψυχὰς τῶν ἐκβοώντων σοι· χαῖρε Μῆτερ τοῦ Θεοῦ Καθολική, τῶν Ῥοδίων τὸ ἀκλόνητον προτείχισμα.
Ἴδε ἐφ᾿ ἡμᾶς, τοὺς ἐν ζάλῃ κινδυνεύοντας, μεριμνῶν βιοτικῶν Καθολική, καὶ διάσωσον ἡμᾶς ἐξ ἀπογνώσεως.
Τεῖχος ἀῤῥαγές, γενηθήτω ἡ πρεσβεία σου, τοῖς ὑμνοῦσί σε πιστῶς Καθολική, ὡς ἀνθρώπων ἀπροσμάχητον βοήθειαν.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, τῶν τιμώντων εὐλαβῶς Καθολική, τῆς μορφῆς σου τὸ ἐξαίσιον ἐκτύπωμα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν, ἐκ ψυχῆς προσάγομεν, τῇ Μητρί σε τοῦ Ὑψίστου Παρθένε· ἀντιλαβοῦ οὖν ἡμῶν τῶν αἰτούντων, Καθολική σε ἐν βίῳ ἀντίληψιν, καὶ λύτρωσαι ὡς Ἀγαθή, τοῦ ἐχθροῦ τῆς κακίας τοὺς δούλους σου.
Ἐπάκουσον, τῆς θερμῆς δεήσεως, τῶν ἀθλίων οἰκετῶν σου Μαρία, καὶ ἐκ κακῶν τὴν ζωὴν ἡμῶν ῥῦσαι, Καθολικὴ τῇ πολλῇ εὐσπλαγχνίᾳ σου, ἐκ τῆς Εἰκόνος σου ἡμῖν, τοῦ ἐλέους σου ῥεῖθρα ἐκβλύζουσα.
Εἰρήνευσον, τὰς ψυχὰς τῶν δούλων σου, κατευνάζουσα παθῶν τρικυμίας, ἐπισκοπῆς μητρικῆς σου γαλήνη, Καθολικὴ Θεοτόκε ἀπείρανδρε· σὺ γὰρ Χριστὸν τὸν ἀρχηγόν, τῆς εἰρήνης ἀφράστως ἐκύησας.
Λυτρώσασθαι, ἐκτενῶς ἱκέτευε, τὸν ἐκ σοῦ ὑπερφυῶς σαρκωθέντα, τοὺς προσιόντας ψυχῆς ταπεινώσει, Καθολικὴ τῇ ἁγίᾳ Εἰκόνι σου, τῆς συνηθείας τῶν κακῶν, καὶ δουλείας Παρθένε τοῦ χείρονος.
Διάσωσον, Καθολικὴ Θεομῆτορ εὐλογημένη, τοὺς τῇ Εἰκόνι σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς ἀπονέμοντας ὅλης ἐκ πίστεως, Καθολικὴ Θεοτόκε πανύμνητε, τιμὴν τῇ πανσέπτῳ Εἰκόνι σου, τῇ μητρικῇ εὐσπλαγχνίᾳ σου λύτρωσαι, ἐχθροῦ ἀρχεκάκου τῆς μήνιδος.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μῆτερ ἀειπάρθενε, Καθολικὴ Θεοτόκε, τῇ σεπτῇ Εἰκόνι σου, οἱ πιστοὶ προστρέχομεν, μετὰ πίστεως, καὶ ὑποκλίνοντες, ψυχῶν καὶ σωμάτων, οἱ ἀνάξιοι τὰ γόνατα, σὲ μακαρίζομεν, τὴν εὐλογημένην θεόπαιδα, καὶ αἴροντες ἱκέτιδας, χεῖρας ἐκ βαθέων κραυγάζομεν· ὄμματι εὐσπλάγχνῳ, ἐπίβλεψον Παρθένε ἐφ᾿ ἡμᾶς, καὶ ταῖς ψυχαῖς ἡμῶν δώρησον, τὴν εἰρήνην Ἄχραντε.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μητρικῶν οἰκτιρμῶν σου, δωρεὰς τὰς ἀύλους, δίδου Παρθένε ἡμῖν, τοῖς ἐπικαλουμένοις, τὸ θεῖον ὄνομά σου, καὶ Ναῷ ἐν ἁγίῳ σου, ἀθροιζομένοις πιστῶς, Καθολικὴ Κυρία.
Θαυμαστῶς ὡραιώθη, τῶν θαυμάτων τῇ αἴγλῃ, ἡ εὐαγής σου Εἰκών, ἐξ ἧς τῆς μητρικῆς σου, Καθολικὴ ἀγάπης, τὴν ἡμέραν ἀνάτειλον, τοῖς ἐπὶ σὲ ἀσφαλῶς, Παρθένε πεποιθόσιν.
Μυστικῇ εὐωδίᾳ, τῇ ἀεὶ προϊούσῃ, ἐκ τῆς Εἰκόνος τῆς σῆς, ποικίλων ἁμαρτάδων, Καθολικὴ παρθένε, τὸ δυσῶδες ἐκδίωξον, ἐκ τῶν ψυχῶν τῶν θερμῶς, σὲ ἐπικαλουμένων.
Λογισμῶν ἐφαμάρτων, τῇ σφοδρᾷ τρικυμίᾳ, χειμαζομένους ἡμᾶς, διάσωσον ἐν τάχει, καὶ πρὸς δικαιοσύνης, τὸν λιμένα κατεύθυνον, Καθολικὴ μητρικῶν, εὐχῶν σου πηδαλίῳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ κυβερνήσει, τῆς μητρικῆς σου εὐνοίας, καθοδήγει πρὸς τὴν κτῆσιν τῶν ἀρίστων, τοὺς Καθολική σε, θερμῶς παρακαλοῦντας.
Ῥῶσιν παράσχου, Καθολικὴ καὶ ὑγίειαν, τοῖς Ναῷ σου τῷ πανσέπτῳ προσιοῦσι, καὶ ἀνευφημοῦσι, τὸν ἄσπορόν σου τόκον.
Ὡς ἀντιλήπτωρ, Καθολικὴ Θεομῆτορ, τῶν καλούντων σου τὴν κλῆσιν μετὰ δέους, αὐτοῖς σαῖς πρεσβείαις, τὰ αἴσια χορήγει.
Ὄμβρισον πᾶσι, Καθολικὴ Θεοτόκε, τὴν οὐράνιον πηγὴν τῶν ἀγαθῶν σου, τοῖς καταφιλοῦσι, τὴν θείαν σου Εἰκόνα.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Συνήχθημεν προθύμως, πρὸ τῆς σῆς Εἰκόνος, Καθολική καὶ θερμῶς ἱκετεύομεν· φρούρει ἡμᾶς ἐν τοῦ βίου, ταῖς περιστάσεσι.
Τὸ θεῖον ἔλεός σου, μηδόλως ἀποστήσῃς, Καθολικὴ ἀφ᾿ ἡμῶν τῶν ὑμνούντων σε, ἀλλὰ βοήθει καὶ σῷζε, πάντας ὡς Εὔσπλαγχνος.
Χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον Παρθένε, Καθολικὴ τὰς καρδίας τῶν δούλων σου, τῶν ἀνυμνούντων τὸ πλῆθος, τῶν θαυμασίων σου.
Ὑπέραγνε Μαρία, κεχαριτωμένη, Καθολικὴ Θεοτόκε τὴν ποίμνην σου, ἐκ συμφορῶν ὀλεθρίων, σῷζε πρεσβείαις σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Θεοτόκε Καθολικὴ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή· χαίροις τοῦ λαοῦ σου, ἁγία προστασία, καὶ καύχημα τῆς Ῥόδου, περιφανέστατον.
Δεῦτε καὶ προσπέσωμεν οἱ πιστοί, Εἰκόνι τῇ θείᾳ, τῆς Κυρίας Καθολικῆς· ἀπαύστως γὰρ βλύζει, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ πάθη θεραπεύει, ψυχῆς καὶ σώματος.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, μακαρίζομέν σε, Καθολικὴ παρθένε, τὴν μητρικὴν στοργήν σου, ἀπεκδεχόμενοι.
Ἔχοντες Εἰκόνα σου τὴν σεπτήν, ὀχύρωμα θεῖον, καὶ προπύργιον ἀσφαλές, πάντες ὁμοφώνως, τῇ θαυμαστῇ σου δόξῃ, Καθολικὴ Παρθένε, τὸν ὕμνον ᾄδομεν.
Ἵλεως Κυρία Καθολική, γενοῦ τοῖς τιμῶσι, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἔνθα καθορᾶται, ὑπέρκαλλος ἡ δόξα, τῆς ἱλαρᾶς μορφῆς σου, Θεογεννήτρια.
Ῥῦσαι Παναγία Καθολική, θλίψεων παντοίων, καὶ κινδύνων παντοδαπῶν, τοὺς προσερχομένους, Ναῷ σου ἐν ἁγίῳ, καὶ ἐπικαλουμένους, τὴν προστασίαν σου.
Χείλη καθαγίασον καὶ ψυχάς, τῶν ἀσπαζομένων, τὴν Εἰκόνα σου εὐλαβῶς, τὴν θαυμαστωθεῖσαν, Καθολικὴ Παρθένε, σημείοις ἐξαισίοις, καὶ ξένοις θαύμασι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἀσπασώμεθα πιστῶς, χείλεσιν ὁμοῦ καὶ καρδίαις, τῆς Παναχράντου Μητρός τὴν Εἰκόνα ἅπαντες τὴν θαυματόβρυτον, καὶ αὐτῇ ἀνακράξωμεν, ἐν ὁμοφροσύνῃ· Δέσποινα ἐπάκουσον, κραυγῆς τῶν δούλων σου, τῶν ἐν τῷ Ναῷ σου ἑστώτων καὶ ἐξαιτουμένων τὴν χάριν, ὦ Καθολικὴ τῆς προστασίας σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Κυρίλλῳ Ῥόδου τῷ οἰκτρῷ Ἐπισκόπῳ,
χορήγει χάριν Καθολικὴ Παρθένε.