Κοινός Παρακλητικός Κανών εις την Παναγία Κορώνης και του Αγίου Σεραφείμ Επίσκοπο Φαναρίου

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ παναγίᾳ σου εἰκόνι Παρθένε, ἐν ᾗ καυχᾶται ἡ Μονὴ τῆς Κορώνης, προσπίπτοντες βοῶμέν σοι Πανύμνητε· πλήρου τὰ αἰτήματα, οἷα Μήτηρ Κυρίου, τῶν τὴν σὴν ἀντίληψιν, ὁλοψύχως ζητούντων, καὶ τὴν παροῦσαν φύλαττε Μονήν, πάσης ἀνάγκης, τῇ σῇ ἀγαθότητι.

Δόξα.
Τοῦ ἁγ. Σεραφείμ. Ὅμοιον.
Τοῦ μαρτυρίου διανύσας τὸν δρόμον, παρὰ Κυρίου θαυμαστῶς ἐδοξάσθης, ἱερομάρτυς Σεραφεὶμ μακάριε· ὅθεν σοῦ δεόμεθα, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν αἰτούντων σου, τὴν θερμὴν προστασίαν, καὶ προσκυνούντων Πάτερ εὐλαβῶς, τὴν ἱερὰν καὶ χαριτόβρυτον Κάραν σου.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βοήθει ἡμῖν Παρθενομῆτορ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βεβαία προστάτις και ἀσφαλής, ὑπάρχουσα Κόρη τῆς παρούσης σεπτῆς Μονῆς, δίδου ἀεὶ ταύτῃ Θεοτόκε, τῇ δαψιλῇ σου ἀντίληψιν πάντοτε.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἥν φλόγες ἠδέσθησαν Παρθένε, ἡμῖν πηγὴν εὐφροσύνης δεδώρησαι.

Ἡλίου τῆς δόξης ταῖς ἀστραπαῖς, λαμπόμενος Πάτερ τῶν παθῶν μου τὸν σκοτασμόν, ταῖς σαῖς φωτοφόροις ἱκεσίαις, ὦ Σεραφεὶμ δυσωπῶ σε διάλυσον.

Θεοτοκίον.
Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, τεκοῦσα ἀφράστως διασώζοντα τὸν Ἀδάμ, σῶσόν με Παρθένε δυσωπῶ σε, τῇ σωστικῇ σου πρεσβείᾳ πρὸς Κύριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἐν τῇ σῇ προστασίᾳ ἡ σὴ Μονὴ γάνυται, Κεχαριτωμένη Παρθένε καὶ χαριστήριον, ὕμνον σοι ᾄδουσα, τῇ σῇ προστρέχει Εἰκόνι, καὶ λαμβάνει πάντοτε χάριν καὶ ἔλεος.

Ἰωμένη Παρθένε τοὺς εὐλαβῶς σπεύδοντας, τῇ σῇ παναγίᾳ Εἰκόνι καρκίνου ἔπαυσας, πάθος δυσίατον, ὅθεν πιστῶς σοι βοῶμεν· νόσων τε καὶ θλίψεων ἡμῖν ἀπάλλαττε.

Ἡ δοθεῖσά σοι χάρις τεῖχος ἡμῖν γένοιτο, κατὰ προσβολῶν ὀλεθρίων Σεραφεὶμ ἔνδοξε, τοῦ πολεμήτορος, ὅτι θερμόν σε προστάτην, ἔχοντες σε Ἅγιε χαρᾶς πληρούμεθα.

Θεοτοκίον.
Μετὰ τόκον Παρθένος ὡς ἀληθῶς ἔμεινας, ὡς ἧς πρὸ τόκου τεκοῦσα τὸν πάντων Κύριον, δίχα φθορᾶς καὶ φυρμοῦ, διὸ κἀμὲ Θεοτόκε, τῆς φθορᾶς ἀπάλλαξον παθῶν θλιβόντων με.

Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης ταῖς σαῖς πρεσβείαις, ἱερομάρτυς Σεραφεὶμ τοὺς προστρέχοντας, τῇ σῇ θερμῇ προστασίᾳ καὶ σὲ τιμῶντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις Χριστὲ Παρθένου τῆς τεκούσης σε, καὶ θείαις λιταῖς Σεραφεὶμ τοῦ Παμμάκαρος, δίδου ἡμῖν ἑκάστοτε, τὰ ἐλέη σου ὡς Ὑπεράγαθος, καὶ τῆς μελλούσης ζωῆς καὶ χαρᾶς, ἀξίωσον πάντας ἡμᾶς Κύριε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχὺν δίδου Πανύμνητε, τοῖς ἐκδεχομένοις τὴν προστασίαν σου, καὶ ὑμνοῦσί σου τὰ θαύματα, δι’ ὧν περιέπεις ἡμᾶς ἑκάστοτε.

Νεκρωθέντα με ζώωσον, πάθεσιν αἰσχύνης Παρθένε Ἄχραντε, τὸν ὑμνοῦντα τῆς Εἰκόνος σου, εὐλαβῶς τὴν χάριν τὴν σωτήριον.

Παθημάτων καὶ θλίψεων, καὶ πολυειδῶν κινδύνων ἀπάλλαττε, Σεραφεὶμ τοὺς καταφεύγοντας, τῇ θερμῇ πρεσβείᾳ σου ἑκάστοτε.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα, τῆς ῥοπῆς με πρὸς τὰ χείρονα, λύτρωσαι καὶ σῶσόν με πρεσβείαις σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις νοητοῖς, τῆς σῆς χάριτος ἀλώβητος, ἐτηρήθη ἡ ἁγία σου Εἰκών, παραδόξως ἐν πυρὶ Θεοχαρίτωτε.

Θαύμασι πολλοῖς, ἐδοξάσθη Παντευλόγητε, ἡ ἁγία σου Εἰκὼν ἧν εὐλαβῶς, προσιόντες κομιζόμεθα πᾶν αἴτημα.

Ἔχειν πρὸς Χριστόν, παῤῥησίαν πολλὴν Ἅγιε, καθικέτευε ἀπαύστως Σεραφείμ, δοῦναι ἄφεσιν ἡμῖν τῶν παραπτώσεων.

Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ φρονήματα, ἡ τεκοῦσα τῶν ἁπάντων τὴν ζωήν, καὶ προσλήψεων δεινῶν με θᾶττον λύτρωσαι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Οἱ πίστει, τῇ σῇ πανσέπτῳ Εἰκόνι, προσιόντες τῇ Μονῇ τῆς Κορώνης, πάσης ἀνάγκης λυτροῦνται Παρθένε, τῇ ἐξ Αὐτῆς προϊούσῃ λαμπρότητι, καὶ χαριστήριον ᾠδήν, εὐχαρίστῳ καρδίᾳ σοι ᾄδουσι.

Μονήν σου, τὴν ἱερὰν τῆς Κορώνης, τὴν τιμῶσάν σου τὴν Γέννησιν Κόρη, καὶ ὡς κειμήλιον θεῖον πλουτοῦσα, τὴν θαυμαστὴν καὶ ἁγίαν Εἰκόνα σου, περίσωζε διὰ παντός, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἠσχύνθη, τῇ καρτερᾷ σου ἀθλήσει, Σεραφεὶμ ὁ πολυμήχανος ὄφις, καὶ ἐδοξάσθη Χριστὸς τοῖς σοῖς ἄθλοις, ὁ σὲ δοξάσας θαυμάτων δυνάμεσιν, ᾧ πρέσβευε διηνεκῶς, ἀπὸ πάσης ῥυσθῆναί με θλίψεως.

Θεοτοκίον.
Τὸν πάντων, Θεὸν καὶ Κτίστην τεκοῦσα, ἀνακτώμενον ἡμᾶς φιλανθρώπως, ἐκ τῆς ἀρχαίας κατάρας Παρθένε, παλαιωθέντα με πάθεσι καίνισον, καὶ ἴθυνόν με πρὸς ζωήν, καθαρὰν καὶ ἁγίαν καὶ ἄμωμον.

Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης ταῖς σαῖς πρεσβείαις, ἱερομάρτυς Σεραφεὶμ τοὺς προστρέχοντας, τῇ σῇ θερμῇ προστασίᾳ καὶ σὲ τιμῶντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν ἱερὰν σου Εἰκόνα Πανύμνητε, καὶ Σεραφεὶμ τοῦ κλεινοῦ σου θεράποντος, τὴν Κάραν τιμῶντες τὴν πάντιμον, ἁγιασμὸν δαψιλῆν κομιζόμεθα, καὶ νόσων καὶ πόνων ῥυόμεθα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶ.
(Κεφ. α΄ 39-49, 56).
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στήλην ὡς θεόγραφον, τῆς πρὸς ἡμᾶς σου εὐνοίας, τὴν σεπτήν Εἰκόνα σου, μόνη Ἀειπάρθενε θησαυρίσαντες, ἐξ αὐτῆς πάντοτε, σωτήριον χάριν, κομιζόμεθα ὑμνοῦντές σε, καὶ τὴν ὑπέρτιμον, Κάραν Σεραφεὶμ τοῦ Παμμάκαρος, πλουτήσαντες Θεόνυμφε, πᾶσαν τοῦ ἐχθροῦ ἀποτρέπομεν, ἐπήρειαν τάχος, καὶ πάσης εὐφροσύνης καὶ χαρᾶς, Θεοκυῆτορ πληρούμεθα, οἱ σὲ μεγαλύνοντες.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ προσπίπτοντες Κόρη τῇ σεπτῇ σου Εἰκόνι πίστει λαμβάνομεν, τὰς θείας χορηγίας, τῆς σῆς ἐπιστασίας, καὶ συμφώνως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥῶσιν πάσι παρέχει καὶ δεσμὰ τῆς στειρώσεως λύει Ἄχραντε, εὐτέκνους τὰς ἀτέκνους, δεικνύουσα γυναῖκας, ἡ Εἰκών σου ἡ πάνσεπτος, ὁμολογοῦσα πιστῶς, τὴν χάριν σου τὴν θείαν.

Γενναιότητι γνώμης τὸν φρικτὸν καθυπέστης ἀγῶνα Ἅγιε, διὸ ὀδυνηρῶν με, στενώσεων καὶ πόνων, Σεραφεὶμ ἀπολύτρωσαι, Ἱερομάρτυς στεῤῥέ, ἵνα σε μακαρίζω.

Θεοτοκίον.
Ἐκ χειρῶν τοῦ δολίου τὴν ἀθλίαν ψυχήν μου λύτρωσαι Ἄχραντε, καὶ τούτου τὴν μανίαν, κατάβαλε εἰς τέλος, καὶ βοῶντά με οἴκτειρον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παρέχει, κατὰ ψυχήν τε καὶ σῶμα, τῆς Εἰκόνος σου ἡ ζωηφόρος χάρις, ὅθεν σε ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Ἅπας προστρέχων, ἐν τῇ Μονῇ τῆς Κορώνης, Κόρη ῥύεται τῇ σῇ ἐπιστασίᾳ, πειρασμῶν παντοίων, κηρύττων σου τὴν χάριν.

Σοῦ τὴν Ἁγίαν, καὶ πανσεβάσμιον Κάραν, Πάτερ ἔχοντες κοινὸν ὡς ἰατρεῖον, Σεραφεὶμ ὑμνοῦμεν, τοὺς ἱερούς σου ἄθλους.

Θεοτοκίον.
Ἱλέωσαί μοι, τῇ μητρικῇ σου πρεσβείᾳ, ὃν ἐκύησας ἀφράστως Θεοτόκε, ἵνα μοι πταισμάτων, τὴν ἄφεσιν παράσχῃ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς ῥόδον, ἡ Μονὴ Κορώνης, τὴν σὴν Εἰκόνα Παρθένε κατέχουσα, τῆς εὐωδίας πληροῦται τῆς σῆς χρηστότητος.

Οὐράνωσον τὸν νοῦν μου, ἔρωτι τῷ θείῳ, ἵνα ῥυσθῶ προσπαθείας τῆς χείρονος, καὶ πρὸς ζωὴν Θεομῆτορ θείαν με ἴθυνον.

Ὑψίστου ὡς θεράπων, Σεραφεὶμ παμμάκαρ, ὑπὲρ τῆς ποίμνης σου ταύτης ἱκέτευε, Ἱερομάρτυς τῆς πόθῳ ἀνευφημούσης σε.

Θεοτοκίον.
Ὑπέρτερόν με δεῖξον, πάσης συναφείας, καὶ ὑλικῆς προσπαθείας Πανύμνητε, καὶ μετανοίας τοῖς ἔργοις τὸν νοῦν μου ῥύθμισον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρε τῆς Κορώνης θεία Μονή, Κεχαριτωμένη παντευλόγητε Μαριάμ, ἔχουσα ἐν κόλποις, τὴν θείαν σου Εἰκόνα, ἁγιασμὸν καὶ χάριν πᾶσιν πηγάζουσαν.

Ἄφλεκτος τετήρηται ἐν τῷ πυρί, τῇ σῇ προμηθείᾳ ἡ Εἰκών σου ἡ θαυμαστή, ἥνπερ προσκυνοῦντες, ἐν πίστει Θεοτόκε, λαμβάνομεν ἰάσεις ψυχῆς καὶ σώματος.

Ὤφθης Φαναρίου θείος ποιμήν, Σεραφεὶμ θεόφρον ἐπιπνοίᾳ τῇ θεϊκῇ, καὶ στεῤῥῶς ἀθλήσας, ὑπὲρ Χριστοῦ τῆς δόξης, πλουσίως ἐδοξάσθης, θαυμάτων χάριτι.

Χάριν ἀναβλύζει διηνεκῶς, ἰάσεων Πάτερ, ἡ σὴ Κάρα ἡ ἱερά, ᾗπερ προσιόντες, λυτρούμεθα κινδύνων, ὦ Σεραφεὶμ τρισμάκαρ, τῇ προστασίᾳ σου.

Σύντριψον Παρθένε τὸν δυσμενῆ, καὶ δίδου εἰρήνην καὶ πταισμάτων ἀπαλλαγήν, ἡμῖν τοῖς ἐν πίστει, καὶ πάσῃ εὐλαβείᾳ, προσπίπτουσι τῇ θείᾳ ᾀεὶ Εἰκόνι σου.

Ῥῦσαι πάσης νόσου φθοροποιοῦ, Σεραφεῖμ παμμάκαρ καὶ τὴν ποίμνην σου ἀβλαβῆ, ταύτην ἀεὶ τήρει, πιστῶς σοι προσκειμένην, καὶ τὰς αἰτήσεις πάντων πλήρου ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ Μονῇ Κορώνης Παρθένε, καὶ ἐκζητοῦντας θερμῶς, τὴν ἁγίαν σκέπην σου, καὶ τὴν βοήθειαν, καὶ τὴν Κάραν τὴν πάνσεπτον, Σεραφεὶμ τοῦ θείου, προσκυνοῦντας Πάναγνε, θαύματα βρύουσαν, ῥύου πειρασμῶν πολυτρόπων, καὶ πειρατηρίων παντοίων, καὶ παθῶν καί θλίψεων δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Κόρη Ἀειπάρθενε, Σεραφεὶμ πάτερ,
Γερασίμου δέξασθε τὴν ἱκεσίαν.

Πηγή