Παρακλητικός Κανών εις την Παναγία την Κοσμοσώτειρα Φερρών Έβρου
Ποίημα Καϑηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροϑεϊτίσσης
Ἥς ἡ Ἱερὰ καὶ Σεβασμία Μονὴ ἡ ἱδρυϑεῖσα ὑπὸ τοῦ Σεβαστοκράτορος Ἰσαακίου Κομνηνοῦ, ἐν Βήρᾳ τῆς Θράκης ὠκοδόμηται, ἔνϑα καὶ ἣ σύγχρονος Ἱερὰ Εἰκὼν τῆς Θεοτόκου τεϑησαύρισται.
Ἠ δὲ ἑόρτιος ταύτης σύναξις τελεῖται τὴν 15ην Αὐγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ Τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωϑείς ἐν τῷ Σταυρῷ.
Ἡ ἀσφαλής τῶν γηγενῶν σωτηρία, ἡ κραταιά τῶν ἐν δεινοῖς προστασία, ἡ ταχύνῃ ἀντίληψις καὶ σκέπη, ἡμῶν Δέσποινα Πανάχραντε, Θεοτόκε Μαρία, σκέπε καὶ διάσῳζε, Κοσμοσώτειρα Κόρη τοὺς προσφωνοῦντας ὅλης ἐκ ψυχῆς, ἀνενδοιάστως, τὸ ϑεῖόν σου Ὄνομα.
Δόξα.
Ὅμοιον.
Ἡ ἱερὰ καὶ σεβασμία Μονή σου, ὦ Παναγία Κοσμοσώτειρα Κόρη, ὡς ἱερὸν προπύργιον, φρουρεῖ ἐν παντί τὴν Ἀλεξανδρούπολιν, καί τὴν ἔνδοξον Θρᾴκην, πᾶσαν τὴν Ἑλλάδα τε, καὶ τὴν σύμπασαν κτίσιν καὶ εὐμενῇ παρέχεν ἱλασμόν, τοῖς προσκυνοῦσι, τὴν ϑείαν εἰκόνα σου.
Καὶ νῦν.
Ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεϑα τοῦ Κανόνος οὗ ἡ ἀκροστιχίς·
«Παναγίαν Κοσμοσώτειρα ᾄδω. Ἰσιδώρας».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παρϑένε πανύμνητε Μαριάμ, πιστῶν προστασίᾳ καὶ βεβαίᾳ καταφυγή, παντὸς τε τοῦ κόσμου σωτηρίᾳ σὲ δυσωπῶ Κοσμοσώτειρα σῶσον με.
Ἀνύμφευτε Νύμφη τοῦ Λυτρωτοῦ, ἀπείρανδρε Μῆτερ τοῦ τῶν ὅλων Δημιουργοῦ, Ἁγνὴ Κοσμοσώτειρα παρϑένε ἐκ τῆς δουλείας παϑῶν ἡμᾶς λύτρωσαι.
Νηστείαις καὶ δάκρυσι προσπεσών, πρὸς σὲ Παναγία Κοσμοσώτειρα ἐκβοῶ, χειρὶ μητρικῇ σου ἔγειρόν με καὶ ἱλασμόν τῶν πταισμάτων παράσχου μοι.
Ἀγάλλου καὶ σκίρτα περιφανῶς, ἡ Θράκη ὡς τεῖχος κεκτημένῃ καὶ ὀχυρόν, Μονὴν Κοσμοσωτείρας παρϑένου Ἀλεξανδρούπολις ἅμα εὐφράνϑητι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γηϑοσύνως βοῷμεν, χαῖρε σεμνὴ Δέσποινα, Χαῖρε Κοσμοσώτειρα κόρη, Θεοχαρίτωτε, χαῖρε ἐλπίς τῶν πιστῶν, ἡ ἀψευδὴς καὶ βεβαία, ὁ λιμὴν ὁ εὔδιος, καὶ ἀκλυδώνιστος.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ λυτρωτὴν τέξασα, σῴζεις ἐκ δεινῶν συμπτωμάτων, καὶ περιστάσεων, τοὺς προσιόντας πρὸς Σε, ἀμεταϑέτῳ τῇ πίστει, καὶ εἰς σὲ ἐλπίζοντας, ὦ Κοσμοσώτειρα.
Ἀσκητῶν αἱ χορεῖαι, τῶν Μοναστῶν τάγματα, δῆμον ἱερέων καὶ πλήϑη, τὰ χρυστεπώνυμα μετ’ εὐλαβείας πολλῆς, τὴν σὴν εἰκόνα τιμῶσι, καὶ Μονήν σου σέβουσιν, ὦ Κοσμοσώτειρα.
Νεουργεῖς τοὺς φϑαρέντας, ἐκ τῶν παϑῶν Πάναγνε, καὶ ἐξανιστάς τοὺς πεσόντα, ὦ Κοσμοσώτειρα, παραμυϑεῖς εὐμενῶς, τοὺς καμπτομένους ταῖς λύπαις, τοῖς πτωχοῖς παρίστασαι, ἐν οἰκειότητι.
Παράστηθι, ἡμῖν τοῖς πόϑῳ σὴν ϑείαν σου προστασίαν, ἐκζητοῦσιν ἐν συμφοραῖς Ἅγνή Κοσμοσώτειρα, καὶ φύλαττε σώους ἐκ πάσης βλάβης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καί τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Τῇ σκέπῃ τῇ σῇ, Παρϑένε Κοσμοσώτειρα, ἐν πίστει πολλῇ καὶ πόϑῳ καταφεύγομεν, καὶ ϑερμῶς δεόμεϑα σοῖς ἱκέταις πρόστηθι, εὐσυμπαϑήτως στέργουσα ἡμᾶς, ὡς Μήτηρ ἐλέους ἡ φιλόστοργος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κύκλωσάτο με Δέσποινα, σοῦ ἡ εὐσπλαγχνίᾳ ἡ ἀνεξάντλητος καὶ γενέσϑω μοι ἡ χάρις σου, ἀρωγὸς ἐν πᾶσι Κοσμοσώτειρα.
Ὁ λαὸς Κοσμοσώτειρα, ὁ ἐν ἀπογνώσεν δεινῶς κρατούμενος ἀδιστάκτως καταφεύγειν σου, εἰς τὴν σὴν ἐλπίζων ἀγαϑότητα.
Σελασφόρος ὡς ἥλιος, λάμπει σου τὸ πρόσωπον Κοσμοσώτειρα καὶ ἡ ϑεία ὡραιότης σου, ἐξυστᾶ ἀγγέλων τὰ στρατεύματα.
Μὴ μνησϑῆς τῶν πταισμάτων μου, Κόρη Κοσμοσώτειρα εὐσυμπάϑητε ἀλλ᾽ ἐλέει σου ἐπίβλεψον, ἐπ᾽ ἐμὲ καὶ δὸς μοι τὴν συγχώρησιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλην μου πρὸς σε, Παναγία Κοσμοσώτειρα, τὴν καρδίαν καί τὴν ἔφεσιν κινῶ, καί σοῦ μου πᾶσαν, τὴν ἐλπίδα ἀνατίϑημι.
Σήμερον κοινήν, οὐρανὸς καί τὰ ἐπίγεια, συγκροτοῦσι πανηγύρεως χαράν, τῇ εὐφροσύνῳ, ἑορτῇ σου Κοσμοσώτειρα.
Ὅ τῶν ὑπὲρ νοῦν, δωρεῶν σου Κοσμοσώτειρα, ὅτι σῴζεις ἐκ κινδύνων χαλεπῶν, καὶ περιϑάλπεις, τοὺς ἐν θλίψεσιν ἑκάστοτε.
Τάξεις οὐρανοῦ, καταπλήττονται τῇ δόξῃ σου, Θεοτόκε Κοσμοσώτειρα σεμνή, καί τῶν ἀνϑρώπων, γενεαὶ σὲ μακαρίζουσιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίσκεψαι, ἐν ἐλέει Δέσποινα, Κοσμοσώτειρα τοὺς πίστει σὲ τιμῶντας τὴν ἱεράν, καὶ σεπτήν σου εἰκόνα, καὶ μετὰ δέους ψυχῆς ἀτενίζοντας, τὴν ϑείαν σου Ἁγνὴ μορφὴν, ἐξαιρέτως ἣν σέβουσιν Ἄγγελοι.
Ἰάτρευσον, τὰ δεινά μου τραύματα, Παναγία Κοσμοσώτειρα κόρη, καὶ τὰς οὐλάς, τῶν δυσφεύκτων παϑῶν μου, τῇ συμπαϑεῖ, σου χειρὶ περιποίησαι, καί δὸς μόι ῥῶσιν κατ᾽ ἀμφοῖν, τῇ χρηστῇ ἐπισκέψει σου Δέσποινα.
Ῥαγδαίως μοι, πειρασμῶν οἱ ἄνεμοι, καὶ ποθῶν αἱ δυναταὶ τρικυμίαι, παντοδαπαί,
συμφοραὶ καὶ ἀνάγκαι, δοκιμασίαν καὶ ϑλίψεις ἐπῆλϑον μοι οὐδόλως ὅμως δειλιῶ, σὲ γὰρ ἔχω ἰσχὺν Κοσμοσώτειρα.
Ἀγκάλαις σου, μητρικαῖς ἐβάστασας, Κοσμοσώτειρα Μαρία παρϑένε τὸν Ποιητήν, καὶ Δεσπότην τῶν ὅλων, τὸν ἐκ φϑορᾶς τοὺς βροτοὺς λυτρωσάμενον, Αὐτὸν δυσώπει ἐκτενῶς, διασῴζειν λαὸν καί τὴν ποίμνην σου.
Παράστηθι ἡμῖν τοῖς πόϑῳ τὴν ϑείαν σου προστασίαν, ἐκζητοῦσιν ἐν συμφοραῖς Ἁγνὴ Κοσμοσώτειρα, καὶ φύλαττε σώους ἐκ πάσης βλάβης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱκεσίαις ταῖς ἱλαστικαῖς Κοσμοσώτειρα, εὐσπλαγχνίᾳ τῇ μητροπρεπεῖ, τε πανάγαϑε, ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ἐπίσκεψαι ἡμᾶς δειναῖς, ϑλίψεσι καὶ συμφοραῖς, ἐπαναστάσεσι λαϑῶν, χαλεπῶς ϑαλαττεύοντας ἔκτεινον δυσωποῦμεν, τὰς χεῖρας τὰς μητρικάς σου, ἀντιπαρέχουσα ἡμῖν, Θεοτόκε τὰ συμφέροντα.
Καὶ εὐθύς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πᾶσι γενεᾷ καὶ γενεᾷ. (δὶς)
Στίχος. Ἄκουσον, ϑύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιϑυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πᾶσι γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα
Τῆς Ἁγνῆς Παρϑένου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δέχου ἱκετεύομεν, Παρϑενομῆτορ Μαρία, τὰς φωνάς τῶν δούλων σου, ἐκτενῶς βοώντων σοι Κοσμοσώτειρα τῶν πιστῶν στήριγμα, κραταιὸν καὶ μέγα, ὡς ὑπάρχουσα Θεόνυμφε, ἡμᾶς ἐκλύτρωσαι, ἐξ ἐπηρειῶν τοῦ ἀλάστορος, παρέχουσα τὴν σκέπην σου, τὴν πανασφαλῇ καὶ ἀκράδαντον, ἵνα διὰ ταύτης, φρουρούμενοι οἱ δοῦλοι σου ἀεί, εὐχαριστήριον αἶνον σοι, ἐκ πόϑου προσφέρομεν.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεουργεῖς τῶν ἀνθρώπων, τὴν φϑαρεῖσαν εἰκόνα τῷ ϑείῳ τόκῳ σου, καὶ σῴζεις ἐκ κινδύνων, καὶ πάσης δυσχερείας, Μαριάμ Κοσμοσώτειρα, τοὺς ἀδιστάκτως τάς σάς, εὐχὰς ἐξαιτουμένους.
Ἀγαλλέσθω ἡ Θράκη, καὶ σκιρτάτω συνάμα Ἀλεξανδρούπολις, κατέχουσαν ὡς σϑένος καὶ τεῖχος ἀσφαλείας, τῆς Ἁγνῆς Κοσμοσωτείρας τὴν σεβασμίαν Μονήν, τὴν λάμψασαν ἐν δόξῃ.
Δυνατὸν ἐν ἰσχύειν, κραταιόν ἐν δυνάμει, ὦ Κοσμοσώτειρα, Θεόν τὸν πρὸ αἰώνων, ἐβάστασας χερσί σου, μητρικαῖς καὶ διέσωσας, ἐκ τῆς χειρός τοῦ ἐχϑροῦ, τὸ γένος τῶν ἀνϑρώπων.
Ὡραιότητος πάσης, Κοσμοσώτειρα κόρη Θεομακάριστε, τὸ κάλλος τῆς μορφῆς σου, ὑπέρτερον ὑπάρχει, καὶ γλυκὺ καὶ ἐράσμιον, καὶ γὰρ Ἀγγέλων χορούς, ἐξέστησας ἐν θάμβει.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοῦ σὲ πᾶσαι, αἱ γενεαί τῶν ἀνϑρώπων, Κοσμοσώτειρα κόρη παρϑένε, ᾄδουσιν ἀξίως, τὴν σὴν μεγαλωσύνην.
Σκίρτα καὶ χαῖρε, ὦ Κοσμοσώτειρα κόρη, διά σοῦ γὰρ ἡ λύπη τῆς Εὐάς, πέπαυται καὶ χάρις, ἐδόϑη τοῖς ἀνθρώποις.
Ἵλεων ποιεῖν, καὶ εὐμενῆ σοῖς ἱκέταις, τὸν Θεὸν Κοσμοσώτειρα κόρη, ἔχεις γὰρ ὡς Μήτηρ, μεγάλην παῤῥησίαν.
Δίψα τῆς Εὐάς, ἡ στυγερᾷ κατεπόϑη, διά σοῦ Κοσμοσώτειρα κόρη, καὶ εὐεργεσίας, ἀνέβλυσαν τὰ ρεῖϑρα.
ᾨδὴ ϑ΄. Κυρίως Θεοτόκον.
Ὧ ϑαῦμα τῶν ϑαυμάτων, ξένον τὲ καὶ μέγα, πῶς παρϑενία καὶ τόκος, ἐν σοῦ ἁρμοστῶς, ὦ Κοσμοσώτειρα κόρη, μένουσιν ἄφϑορα.
Ῥανάτωσαν νεφέλαι, ἄνωϑεν τὴν δρόσον, καὶ σταλαξάτωσαν ὄρη, γλυκὺν γλυκασμόν, τῇ εὐφροσύνῳ σου μνήμῃ, ὦ Κοσμοσώτειρα.
Ἀγγέλων αἱ χορεῖαι, καί τῶν Ἀρχαγγέλων, ταξιαρχίαι ἐν ὕμνοις, τιμῶσιν ὁμοῦ, τὴν Κοσμοσώτειρα Κόρην, τὴν ὑπερύμνητον.
Σε ἔχομεν ἐλπίδα, τεῖχος ἐν κινδύνοις, ἐν ταῖς ἀνάγκαις τοῦ βίου μεγίστην ἰσχύν, καὶ ἐν παντὶ σωτηρίαν, ὦ Κοσμοσώτειρα.
Καὶ εὐϑύς, τὸ
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καί τὰ ἑπόμενα Μεγαλυνάρια,
Ὧν ἡ ἀχροστιχίς· «Χαῖρε Δέσποινα»
Χαῖρε Κοσμοσώτειρα Μαριάμ, γέφυρα τοῦ κόσμου ἡ βεβαία καὶ ἀσφαλὴς κλῖμαξ ἡ ἑνοῦσα τὴν γῆν τοῖς οὐρανίοις λιμήν τῆς σωτηρίας ὁ ἀκλυδώνιστος.
Ἄμισθον σὲ ἔχομεν ἰατρόν, λύουσαν τὰς νόσους, τῶν σωμάτων καί τῶν ψυχῶν, καί τὴν εὐρωστίαν παρέχουσα τοῖς πᾶσιν· ἀφϑόνως καϑ’ ἑκάστην, ὦ Κοσμοσώτειρα.
Ἴδωμεν καρδίας τοῖς ὀφϑαλμοῖς, τὴν εὐλογημένην Κοσμοσώτειρα Μαριάμ, ταύτης τὲ ὡς δοῦλον φωνῇ συντετριμμένῃ τὴν ϑείαν συμμαχίαν ἐξαιτησώμεθα.
Ῥόδον τῆς ἁγνείας σεμνοπρεπές, ἄνϑος παρϑενίας εὐωδέστατον καὶ τερπνόν, κρίνον τῆς μητρῴας καὶ ϑείας εὐκοσμίας· σὺ εἶ ἐν ἁρμονίῳ, ὦ Κοσμοσώτειρα.
Ἔλεος χρηστότητος συμπαϑοῦς δίδου φιλοστόργως, Κοσμοσώτειρα Μαριάμ, καί τὸν μέγαν πλοῦτον τῆς σῆς ἀγαϑωσύνης· Θεοῦ τοῦ φιλανϑρώπου Μήτηρ ὡς εὔσπλαγχνος.
Δίκαιοι σκιρτῶσι πνευματικῶς, χαίρουσι Προφῆται καὶ εὐφραίνονται Βασιλεῖς, πόϑῳ οἱ πιστοὶ τε ἀγάλλονται συμφώνως, τῇ ϑείᾳ ἑορτῇ σου, ὦ Κοσμοσώτειρα.
Ἔπαρον τὰς χεῖρας σου πρὸς Θεόν, Τοῦτον δυσωποῦσα, Κοσμοσώτειρα, μητρικῶς, ἄφεσιν τοῦ δοῦναι ἡμῖν παραπτωμάτων· καὶ χάριν σωτηρίας ἐξιλαστήριον.
Σκέπε Κοσμοσώτειρα ἀγαϑή, κλῆρον καὶ λαόν σου ἐξ ἐνέδρας δαιμονικῆς, φύλαττε ἀτρώτους ἐκ βλάβης καὶ κινδύνων· τοὺς πίστει σου ὑμνοῦντας τὸ μέγα ὄνομα.
Πύργον Κοσμοσώτειρα ὑψηλόν, τεῖχος ἀσφαλείας καὶ ἀπόρϑητον ὀχυρόν, ἔχομεν τὴν σκέπην τὴν σὴν καὶ συμμαχίαν· διὸ οὐ δειλιῶμεν ἐν περιστάσεσιν.
Ὄλῃ μου καρδίᾳ σὲ προσφωνῶ, ὅλῃ μου προϑέσει καὶ ἐξ ὅλης μου τῆς ψυχῆς, σὲ ἐπικαλοῦμαι ἐν πάσῃ μου ἀνάγκῃ, βοῶν ἐλέησον με, ὦ Κοσμοσώτειρα.
Ἴδωμεν τὴν χάριν τὴν πολλαπλῆν, ἣν ἡμῖν δωρεῖται ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ἀφϑονοπαρόχως χειρὶ συμπαϑεστάτῃ, ἡ Μήτηρ τοῦ Κυρίου ἡ Κοσμοσώτειρα.
Νάρδος ὡς τιμίᾳ καὶ πειστική, μύρον ἀποστάζεις Κοσμοσώτειρα ἐκλεκτόν, τῆς ἐπουρανίου καὶ ϑείας χαρμοσύνης, καὶ λύπης ἐκδιώκεις πᾶσαν κατήφειαν.
Ἄκουε καὶ πρόσχες μου τῇ φωνῇ, τῆς δεήσεως μου Κοσμοσώτειρα εὐμενῶς, δίδου μοι τὴν χάριν τῆς σῆς ἐπιστασίας· καί σκέπε μὲ φύλαξ κόσμου ἀκοίμητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου.
Ἡ Μονή σου παρϑένε, Μαριάμ Κοσμοσώτειρα, ἣν σεβαστοκράτωρ ὁ μέγας, Κομνηνὸς Ἰσαάκιος ἀνήγειρεν ἐν Βήρῳ τῶν Φερῶν, τὴν Θρᾴκην νῦν φρουρεῖ πανασφαλῶς, ἡ εἰκών σου δὲ ὡσαύτως πλουτοποιεῖ, λαμπρῶς Ἀλεξανδρούπολιν. Χαίροις ἀπηλπισμένων ἡ ἐλπίς, χαίροις πιστῶν ἡ σκέπη τε, χαίροις πολεμουμένων ἡ ἰσχύς, τοῦ κόσμου σωτηρίᾳ τε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις Θεοτόκε ἀγαϑή, τεῖχος καὶ λιμὴν σωτηρίας, ἡ τῶν περάτων ἐλπίς, σϑένος καὶ κραταίωμα, τῶν προστρεχόντων σοι, ἡ τοῦ ϑρήνου κατάπαυσις, χαρᾶς ἡ αἰτία, Εὐὰς ἡ ἀνόρϑωσις, καὶ ἐπανάκλησις. Χαίροις τῶν καλῶν ἡ αἰτία, πρόξενος ζωῆς αἰωνίου· χαίροις Παναγία Κοσμοσώτειρα.
Θρᾴκης ὁ χρυστεπώνυμος λαός, ἔχει ὡς ἀπόρϑητον τεῖχος, τὴν ἱεράν σου Μονήν, κόρη Κοσμοσώτειρα, ἣν ᾠκοδόμησεν· Κομνηνὸς Ἰσαάκιος, ὁ ἔνδοξος ἄρχων, σέβας εὐλαβείας σου, ἀνατιϑέμενος. Ἔνϑα κἂν ἡμεῖς προσιόντες, σοῦ τὴν σεβασμίαν εἰκόνα· εὐλαβῶς Παρϑένε ἀσπαζόμεϑα.
Δεῦτε Μοναζόντων οἱ χοροί, δεῦτε ἱερέων αἱ τάξεις, καί τῶν πιστῶν ἡ πληϑύς, δεῦτε μεγαλύνωμεν, σὴν Κοσμοσώτειρα· πρὸς Αὐτὴν ἀνακράζοντες, ψυχῆς ἐκ βαϑέων, σῶσον τῷ ἐλέει σου, Θεοχαρίτωτε. Πάντας τοὺς εἰς σὲ πεποιϑότας, τεῦχος ἀσφαλὲς γὰρ ὑπάρχεις· σωτηρίᾳ κόσμου τὲ καὶ λύτρωσις.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχα Ἀκροτελεύτια·
Ἐπάκουσον μου δέομαι καὶ τὰς ᾠδάς μου δέξαι,
ὦ Κοσμοσώτειρα Ἁγνὴ Παρϑένε Παναγία,
ἡ πένης τε καὶ ἐνδεὴς βοᾶ σοὶ Ἶσιδώρα,
πόϑῳ σοι προσκομίζουσα τὸν ὀβολόν τῶν ὕμνων,
οὕς τῇ αἰτήσει ἔγραφον τοῦ δούλου Γεωργίου,
πιστῶς εὐλαβουμένου σου τὸ Ὄνομα τὸ ϑεῖον,
ὅπως αὐτοὺς ὡς ἔνδειξιν χρέους εὐγνωμοσύνης
μετὰ πολλοῦ τοῦ σεβασμοῦ προσφέρει τῷ Ἀνϑίμῳ,
τῆς Ἀλεξανδρουπόλεως σεπτῷ Μητροπολίτῃ,
αἰτούμενος τὴν παρ᾽ Αὐτοῦ τιμίαν εὐλογίαν,
ἣν ἔχοντες ὡς ὁδηγὸν καὶ στήριγμα ἐν βίῳ,
Θεῷ εὐαρεστήσωμεν ἐν ἀρεταῖς ἀξίως,
Πατέρα ἅμα καὶ Υἱὸν σὺν Πνεύματι Ἁγίῳ,
Τριάδα τὴν ἀχώριστον καὶ μίαν τῇ οὐσίᾳ,
ἡ πρέπει ἡ προσκύνησις εἰς αἰῶνας τῶν αἰώνων.