Δύο Παρακλητικοί Κανόνες εις την Παναγία Κυπαρισιώτισσα
Παράκλητικός Κανών εις την Υπεραγίαν θεοτόκον Κυπαρισσιώτισσης Μεγάρων
Ποίημα Γερασίμου Μοναχου Μικραγιαννανίτου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ ἱερᾶ σου καὶ ἁγία Εἰκόνι, Θεοκυῆτορ εὐλαβῶς προσιόντες, τὴν πρὸς ἡμᾶς κηρύττομέν σου πρόνοιαν, ὤ Κυπαρισσιώτισσα, Παναγία Παρθένε, καὶ πιστῶς βοῶμέν σοι· ἀπὸ πάσης ἀνάγκης, ῥύου ἀπαύστως ταύτην τὴν Μονήν, Ἱεροθέου τοῦ θείου δεήσεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Βαρβαρικῆς ἐπιδρομῆς ἐπελθούσης, ἐκ τοῦ ὀλέθρου τὴν ἁγίαν Μονήν σου, ὡς ἀληθῶς διέσωσας Πανάχραντε· ὅθεν χαριστήριον, σοὶ προσάδομεν αἶνον, καὶ ἐκβοῶμεν Κόρη εὐλαβῶς· ἐκ τῶν μελλόντων, δεινῶν ἡμᾶς φύλαττε.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς
Τῇ Κυπαρισσιωτίσσῃ αἶνος. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῇ θείᾳ Εἰκόνι Σου εὐλαβῶς, προσπίπτοντες Κόρη, ἐκβοῶμεν ἀπὸ ψυχῆς· Κυπαρισσιώτισσα Παρθένε, δέχου ἡμῶν τὰς δεήσεις ἑκάστοτε.
Ἡ χάρις σου φθάσασα θαυμαστῶς, διέσωσε πάλαι, ἐξ ὀλέθρου τὴν σὴν Μονήν, Κυπαρισσιώτισσα Παρθένε· διὸ κηρρύτομεν πᾶσι τὸ θαῦμά σου.
Κυπάρισσος ὤφθη καταφυγή, τοῖς ἀπειλουμένοις, ἐκ βεβαίας καταστροφῆς, Κυπαρισσιώτισσα Παρθένε· ἔνθεν προσφόρως τὴν κλῆσιν ἐκέκτησο.
Ὑψίστου καθέδρα περιφανής, Κεχαριτωμένη, τὴν Εἰκόνα σου τὴν σεπτήν, λαβόντες οἱ Μονασταῖ ἀνῆλθον, ἐν Κυπαρίσσῳ τῇ νεύσει σου Ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Πειρασμῶν ἀδοκήτων, καὶ συμφορῶν λύτρωσαι, Κυπαρισσιώτισσα Κόρη, ταύτην τὴν μάνδραν σου, ταῖς παρακλήσεσιν, Ἱεροθέου τοῦ θείου, οὗ τὴν Κάραν ἔχομεν, ὡς δῶρον ἅγιον.
Ἀποῤῥήτως τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον, δέχου τὰς δεήσεις Παρθένε, ἡμῶν ἑκάστοτε, καὶ τῆς προνοίας σου, δίδου ἡμῖν τὰς ἐκφάνσεις, Κυπαρισσιώτισσα, ἐκδυσωποῦμέν σε.
Ῥωστικῇ σου πρεσβείᾳ, καὶ σωστικῇ χάριτι, σῶζε τὴν Μονήν σου Παρθένε, ἐκ πάσης θλίψεως, τοῦ σοῦ θεράποντος, Ἱεροθέου πρεσβείαις, τοῦ τὴν σὴν Μετάστασιν, λαμπρῶς ὑμνήσαντος.
Ἱλασμὸν ἡμῖν δίδου, καὶ φωτισμὸν ἄνωθεν, Κυπαρισσιώτισσα Κόρη, ὡς ἡμῶν ἔφορος, καὶ πόῤῥω δίωκε, τὸν πονηρὸν Θεοτόκε, ἀφ’ ἡμῶν τὰ σκάνδαλα, ἀεὶ τεκταίνοντα.
Διάσωσον, ταύτην τὴν ποίμνην σου πάσης ἐπιβουλίας, δυσωποῦμεν Κυπαρισσιώτισσα Δέσποινα, ὡς ἀληθὴς προστασία ἡμῶν καὶ σκέπη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν σὴν εὐλαβῶς, λαβόντες οἱ μονάζοντες, Εἰκόνα Ἁγνή, ἀνῆλθον μετὰ πίστεως, ἐν κυπαρίσσῳ Δέσποινα, καὶ ἐχθροῦ τῆς μανίας ἐῤῥύσθημεν· ἐντεῦθεν Κυπαρισσιώτισσα, προσφόρως ὠνόμασαι Πανάχραντε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συμφορῶν καὶ κακώσεων, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Κυπαρισσιώτισσα Παντάνασσα.
Συντριβῆς ὡς διέσωσας, τῆς τῶν πειρατῶν τὴν Μάνδραν σου Ἄχραντε, οὕτω σκέπε αὐτὴν πάντοτε, ἐξ ἐπιβουλῶν καὶ περιστάσεων.
Ἱερὸν περιτείχισμα, ἔχοντες τὴν Κάραν σου Ἱερόθεε, θείαν χάριν κομιζόμεθα, καὶ πάσης στενώσεως ῥυόμεθα.
Ὡς τὸ πῦρ ἀνεχαίτισας, κατὰ τῆς Μονῆς σου τῇ θείᾳ χάριτι, Ἱερόθεε τῆς Κάρας σου, οὕτως ἡμᾶς σῶζε πάσης θλίψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖνον εὐμενές, οὖς Παρθένε ταῖς δεήσεσι, τῶν τιμώντων τὴν Εἰκόνα σου πιστῶς, καὶ ἐκ ταύτης δεχομένων θείαν δύναμιν.
Ἵλεων ἡμῖν, τὸν Υἱόν σου Κόρη ἔργασαι, ὡς ἄν λάβωμεν τὴν λύσιν τῶν παθῶν, καὶ τῆς ἄνω βασιλείας ἐπιτύχωμεν.
Σύντριψον ταχύ, τοῦ Βελίαρ τὰ βουλεύματα, ὡς ἀνέτρεψας τοὺς πάλαι πειρατάς, καὶ παράσχου ἡμῖν Κόρη τὴν εἰρήνην σου.
Σοῦ τὴν θαυμαστήν, Ἱερόθεος ὁ πάνσοφος, ἐμεγάλυνε μετάστασιν Ἁγνή, οὗ πρεσβείαις ἡμῖν δίδου θείαν ἔλλαμψιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡ χάρις, τῆς ἱερᾶς σου Εἰκόνος, πειρατῶν τῶν καθ’ ἡμῶν ἐπελθόντων, πᾶσαν βουλὴν ἐματαίωσε Κόρη· διὸ καὶ νῦν ἡμῖν δίδου δεόμεθα, τῆς προστασίας σου Ἁγνή, τὴν ἰσχὺν ἐν κινδύνοις καὶ θλίψεσιν.
Ἀνῆλθον, ἐν κυπαρίσσῳ κρατοῦντες, ταῖς χερσὶ τὴν ἱεράν σου Εἰκόνα, οἱ Μονασταὶ καὶ ἐῤῥύσθησαν πάλαι, τῶν πειρασμῶν τῆς δεινῆς βιαιότητος· ᾗ νῦν προσπίπτοντες Ἁγνή, κομιζόμεθα χάριν καὶ ἔλεος.
Ἰάσεις, τοῦ σοῦ θεράποντος βλύζει, Θεοτόκε ἡ πανσέβαστος Κάρα, Ἰεροθέου ὅς ὕμνησε πάλαι, Γεσθημανῇ τὴν ἁγίαν σου Κοίμησιν· οὗ ταῖς λιταῖς δίδου ἡμῖν, τὴν σωτήριον χάριν σου Δέσποινα.
Ναμάτων, ζωοποιῶν οὗσα κρήνη, ὡς τεκοῦσα τὸν Θεὸν τῶν ἁπάντων, βλῦσον ἡμῖν γλυκασμὸν σωτηρίας, πᾶσαν παθῶν τὴν πικρίαν ξηραίνοντα, Θεογεννῆτορ Μαριάμ, καὶ πταισμάτων ἡμῶν αἴτει τὴν ἄφεσιν.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῇ σῇ ἁγίᾳ Είκόνι προσπίπτοντες, ἁγιασμὸν καὶ εἰρήνην καὶ δύναμιν, λαμβάνομεν Κόρη ἑκάστοτε, καὶ τὴν πολλήν σου ὑμνοῦμεν προμήθειαν, δι’ ἧς δίδως πᾶσι τὰ κρείττονα.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον. ἐκ τοῦ κατᾶ Λουκὰν (Κεφ. α΄. 39-49, 56).
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ελεήμον, ελέησόν με ο Θεός…
Προσόμοιον.
Ἦχος β’. Όλην αποθέμενοι.
Κυπαρισσιώτισσα δεδοξασμένη Παρθένε, σκέπη καὶ βοήθεια, καὶ θερμὴ ἀντίληψις τῶν ὑμνοῦντών σε, πειρασμῶν λύτρωσαι, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων περιστάσεων, ταύτην τὴν Μάνδραν σου, πίστει προσκειμένην τῇ δόξῃ σου· θερμῶς καθικετεύει γάρ, ὁ θεοειδὴς Ἱερόθεος· καὶ σὺν τούτῳ Κόρη, μὴ παύσῃ προστατεύουσα ἡμῶν, τῶν ἀφορώντων θερμότατα, πρὸς σὲ μετὰ πίστεως.
Σῶσον ὸ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀμβροφόρον νεφέλην, γλυκασμὸν σωτηρίας, ἡμῖν ὀμβρίζουσα, ὁρᾶται Θεοτόκε, ἡ πάντιμος Εἰκών σου, ᾗ προσπίπτοντες ψάλλομεν· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Σὺν σεπτοῖς Ἀποστόλοις, ὁ σοφὸς Ἱερόθεος Κόρη ᾔνεσε, τὴν θείαν Κοίμησίν σου· οὗ ταῖς πρεσβείαις σκέπε, τὴν Μονήν σου κραυγάζουσαν· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Γέρας κέκτηται θεῖον, ἡ ἁγία Μονή σου Θεοχαρίτωτε, τὴν θείαν σου Εἰκόνα, καὶ τὴν ἁγίαν Κάραν, Ἱεροθέου τοῦ μάκαρος· διὸ καὶ πίστει ὑμνεῖ, Χριστὸν τὸν πάντων Κτίστην.
Ἐκ πυρὸς τοῦ παμφάγου, Ἱερόθεε Πάτερ ὡς πάλαι ἔσωσας, Μονήν σου τὴν ἁγίαν, οὕτως αὐτὴν διατήρει ἀπήμαντον, ἐκ συστροφῶν τῶν δεινῶν, ἐχθροῦ τοῦ ἀοράτου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥώμην καρποῦται, ἡ τῆς Μονῆς Ἀδελφότης, ἐκ τῆς θείας σου Εἰκόνος Θεοτόκε· ὅθεν καὶ κηρύττει, τὴν σὴν ἐπιστασίαν.
Ἅγιον βίον, ἐν ὁμονοίᾳ ἀνύειν, καταξίωσον ἡμᾶς ἐν εὐλαβείᾳ, Ἄχραντε Παρθένε, ἐν τῇ παρούσῃ Μάνδρᾳ.
Σὲ προστασίαν, Θεοκυῆτορ πλουτοῦντες, καὶ τὸν ἔνδοξον καὶ θεῖον Ἱεράρχην, ἔφορον ὑμνοῦμεν, Χριστὸν τὸν ζωοδότην.
Ἴθυνον Κόρη, ἐπὶ νομὰς σωτηρίας, τοὺς τὴν θείαν σου Εἰκόνα προσκυνοῦντας, ἵνα τῆς ἀλήκτου, τύχωμεν εὐφροσύνης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονὴν ἡμῶν τὴν θείαν, Κεχαριτωμένη, καὶ Ἱεράρχα σοφὲ Ἱερόθεε, ἐκ δυσχερείας ἁπάσης λυτροῦσθε πάντοτε.
Ὁλόφωτε λυχνία, τῆς ἀύλου δόξης, ἐκ σκοτασμοῦ ἁμαρτίας ἀπάλλαττε, τοὺς ἀνυμνοῦντας Παρθένε τὰ μεγαλεῖά σου.
Ὑφέρποντα δολίως, καθ’ ἡμῶν Παρθένε, τὸν σκοτεινόμορφον δράκοντα σύντριψον, ἐν ἐγρηγόρσει τηροῦσα ἡμᾶς δεόμεθα.
Ὑπέρτερον τὸν νοῦν μου, τήρει Θεοτόκε, τῆς γεηρᾶς προσπαθείας καὶ λάμψόν μοι, τῆς ἀληθοῦς μετανοίας φῶς τὸ σωτήριον.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔχει τὴν Εἰκόνα σου τὴν σεπτήν, ἡ Μονή σου Κόρη, ὡς διάδημα νοητόν, ἥν καὶ προσκυνοῦσα, χαῖρέ σοι ἀνακράζει, ᾧ Κυπαρισσιώτισσα, Ἀειπάρθενε.
Ἐν τῇ Κυπαρίσσῳ οἱ μονασταί, ἀνῆλθον Παρθένε μετ’ Εἰκόνος σου τῆς σεπτῆς, καὶ τῇ χάριτί σου, χειρώσεως ῥυσθέντες, ᾧ Κυπαρισσιώτισσα, ὕμνον ᾗδόν σοι.
Κυπαρισσιώτισσα ἠ σεπτή, Εἰκών σου Παρθένε, ἐπικέκληται προσφυῶς, καὶ καθαγιάζει, τὴν ἱεράν Μονήν σου, τῇ ἐξ αὐτῆς πλουσίᾳ Δέσποινα χάριτι.
Σὺν Ἱεροθέῳ τῷ ἱερῷ, Κόρη Ἱεράρχῃ, ἀνυμνοῦμέν σε εὐλαβῶς, ὡς θερμοὺς προστάτας, καὶ θείους κηδεμόνας, ταύτης τῆς θείας ποίμνης, ἀγαλλιώμενοι.
Εἰκόνι προσπίπτοντες εὐλαβῶς, τῇ σεπτῇ σου Κόρη, καὶ τῇ Κάρᾳ τῇ ἱερᾷ, τοῦ Ἱεροθέου, τοῦ θείου Ἱεράρχου, ἐν τῇ ψυχῇ δεχόμεθα, χάριν ἄφθονον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅρμος καὶ ἀχείμαστος λιμήν, Κυπαρισσιώτισσα Κόρη, ἡ σὴ ἁγία Εἰκών, ὤφθη ἐπινεύσει σου, ταύτῃ τῇ ποίμνῃ σου, ᾗ πιστῶς προσερχόμενοι, πάσης τρικυμίας, πόνων καὶ κακώσεων, ἀπολυτρούμεθα· θᾶττον γὰρ παρέχεις Παρθένε, τὴν σὴν θαυμαστὴν προστασίαν, ἡμῖν τοῖς ἱκέταις σου ἑκάστοτε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον.
Κυπαρισσιώτισσα δίδου Παρθένε,
Γερασίμῳ δύναμιν εἰς σωτηρίαν.
Χαιρετισμοί εις την Παναγία Κυπαρισσιώτισσης Μεγάρων
Παρακλητικός Κανών εις την Παναγία την Κυπαρισιώτισσα
Ποίημα Καϑηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροϑεϊτίσσης.
Τὴν ἔφορον καὶ φρουρὸν τῆς Ἱερᾶς Μονῆς τοῦ Κυπαρίσσου. Ἧς ἣ πάνσεπτος καὶ σεβασμία εἰκὼν ἐτοιχογραφήϑη τὸν 15ον αἰῶνα, εἰς τὴν ὁμώνυμον Ἱερὰν Μονὴν Κοιμήσεως Θεοτόκου Κυπαρισσιωτίσσης καὶ Ἁγίου Ἱεροϑέου Μεγάρων, ἔνϑα ἐναπόκειτοι ὡς ϑησαύρισμα πολύτιμον καὶ κληρονομία ἀναφαίρετος.
Ἡ δὲ ἑόρτιος ταύτης σύναξις τελεῖται τὴν 27ην Ὀκτωβρίου (ἡμέραν καϑ᾽ ἣν ἐν ἔτει 1930) ἐπανιδρύϑη ἡ ἐπὶ ἑκατὸν ἔτη διαλυϑεῖσα ἱστορικὴ καὶ παλαίφατος αὕτη Μονή.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωί τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ Τροπάρια.
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ τῶν Ἀγγέλων Βασιλὶς καὶ Κυρία, Κυπαρισσιώτισα Παρϑένε Μαρία, ἐξ οὐρανοῦ ἐπίβλεψον, ἡμῖν συμπαϑῶς. Ἄκουσον δεόμεθα, τῆς φωνῆς τῶν σῶν δούλων, σπεῦσον καὶ βοήϑησον, τοῖς πικρῶς ϑλιβομένοις· καὶ κραταιᾷ, χειρί σου ἀγαϑή, ἐκ τῶν κινδύνων, ἡμᾶς διαφύλαττε.
Δόξα. Ὅμοιον.
Κυπαρισσιώτισσα σεμνὴ Παναγία, τῇ ἱερᾷ σου καὶ ἁγία εἰκόνι, γονυκλινῶς προσπίπτομεν, καὶ γὰρ ἀγαϑή. Αὕτη διεσώσατο, μητρικῇ σου προνοίᾳ, πάλαι τοὺς Μονάζοντας, ληστρικῆς ἐξ ἐφόδου· καὶ νῦν παρέχει αὖϑις ὡς λιμήν, ταῖς Μοναζούσαις, γαλήνην σωτήριον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Καὶ ἀρχόμεϑα τοῦ Κανόνος. Οὗ ἣ ἀκροστιχίς·
Κυπαρισσιώτισσα. σκέπε ἡμᾶς. Ἰσιδώρας
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κραταίωσον Δέσποινα Μαριάμ, χειρὶ κραταιᾷ σοὺ, τοὺς ἱκέτας σοὺ ἐν δεινοῖς, καὶ δίδου παρήγορον ἐλπίδα, ΚυπαρισσιώτισσαΜῆτερ ἐν ϑλίψεσιν.
Ὑψόϑεν παράσχου τὰς δωρεάς, τὴς σῆς εὐσπλαγχνίας, καὶ μητρῷας σου ἀρωγῆς, πηγὴ γὰρ χρηστότητος ὑπάρχεις, Κυπαρισσιώτισσα Κόρη φιλόστοργε.
Πικρίας τοῦ βίου τὰς χαλεπάς, μετάβαλε αὖϑις, εἰς εὐφρόσυνον χαρμονήν, τὴν λύπην γὰρ ἔλυσας τὴς Εὔας, Κυπαρισσιώτισσα, Ἄχραντε Δέσποινα.
Ἀσώτος τὸν βίον μου ἐπὶ γῆς, τελέσας βοῶ σοι, τῆς καρδίας ἐν συντριβῇ, μετάνοιαν δίδου μοι γνησίαν, Κυπαρισσιώτισσα. Κόρη πανάσπιλε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥαϑυμία καὶ λήϑη, καὶ σκοτεινὴ ἄγνοια, ὅλως με συνέχει καὶ ῥίπτει, εἰς τὸν κατώτατον, τῆς ἀμελείας βυϑόν, ἀλλὰ χειρί σου εἰς ὕψος, τοῦ Θεοῦ με ἔγειρον, Κυπαρισσιώτισσα.
Ἰατρὸν τῶν σωμάτων, καὶ τῶν ψυχῶν τέξασα, Κεχαριτωμένη Παρϑένε, Κυπαρισσιώτισσα, τὸν πληγωϑέντα κἀμέ, τῆς ἁμαρτίας τῷ ἄλγει, ὑγιῆ με ποίησον, ὅπως δοξάζω σε.
Σελασφόρον τὸ κάλλος, τῆς ϑαυμαστῆς δόξης σου, ὦ Κυπαρισισώτισσα Κόρη, Θεοχαρίτωτε, τὴν τῆς ψυχῆς μου στολήν, ὁ δυστυχὴς ἀχρειώσας, ἐκζητῶ τὸ ἔλεος, τῆς εὐσπλαγχνίας σου.
Σὺ γενοῦ ὁδηγός μου, καὶ συμπαϑὴς φύλαξ μου, ῥύστης καὶ τροφὸς καὶ φρουρός μου, καὶ ἀντιλήπτωρ μου, ὅτι ὡς Μήτηρ Θεοῦ, Κυπαρισσιώτισσα ἔχεις, ἰσχυρὰν τὴν δύναμιν, τῆς προστασίας σου.
Ἐπάκουσον, Κυπαρισσιώτισσα, Δέσποινα τῆς κραυγῆς μου, ἐκβοῶντος μετὰ κλαυθμοῦ πρὸς σὲ καὶ δεόμενος, τὸ ἔλεος δὸς μοι τῆς σῆς προνοίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πλουσία πηγή, τῆς ϑείας ἀγαϑότητος, καὶ κρήνη ζωῆς, ὑπάρχουσα ἣ ἄφϑονος, οἱ φλογμῷ τῶν ϑλίφεων, συνεχόμενοι κράζομεν λέγοντες, παραμυϑίας δώρησαι ἡμῖν, τὰ ῥεῖθρα Ἁγνὴ Κυπαρισσιώτισσα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἱκεσίαις σοῦ Δέσποινα, Ἃχραντε Παρϑένε Κυπαρισσιώτισσα, ἐν ταῖς λύπαις ἡμῖν πρόστηθι, καὶ φρουρὸς γενοῦ ἡμῖν ἀκοίμητος.
Ὡς τὸ πάλαι διέσωσας, Μοναστὰς ἐκ βλάβης Κυπαρισσιώτισσα, τὴν Μονήν σου οὕτω φύλαττε, ἐκ ποντοίας ϑλίψεως ἑκάστοτε.
Τὴν εἰκόνα σου σέβομεν, ἐξ αὐτῆς γὰρ ἔλεος κομιζόμεϑα, ἐκβοῶντες δὸς τὴν χάριν σου, καὶ ἡμῖν Ἁγνὴ Κυπαρισσιώτισσα.
Ἱλαρότητι λάμπουσα, καὶ φωτὸς τῷ κάλλει περιαστράπτουσα, Μαριὰμ Κυπαρισσιώτισσα, τοῦ φωτὸς μετόχους ἡμᾶς ποίησον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σάλῳ πειρασμῶν, χαλεπῶς κλυδωνιζόμεϑα, καὶ πρὸς Σὲ Κυπαρισσιώτισσα Ἁγνή, ἐλθόντες πίστει, τὴν εἰρήνην σοὺ αἰτούμεϑα.
Σἥμερον ἡμῖν, ἡ Αγνὴ Κυπαρισσιώτισσα, ἐν τιμὴ παρισταμένη τῆς ζωῆς, ἡμῖν προχέει, τὸν κρατῆρα τὸν ἀκένωτον.
Ἂλλος ὡς ληστής, ἔργα ἄτοπα ἐποίησα, τῷ Υἱῷ σοὺ μνήσθητί μου σὺν αὐτῷ, ἀξίωσόν με, ἐκβοᾶν Κυπαρισσιώτισσα.
Σοἱ μετὰ Θεόν, τὴν ἐλπίδα μου ἀνέϑηκα, καὶ βοῶ Κυπαρισσιώτισσα Ἁγνή, παράστηϑί μοι, ἐν τῇ ὥρᾳ τῆς ἐξόδου μου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Κραταίωμα, Μοναστῶν ὑπάρχουσα, τῶν πιστῶν ἣ ἀσφαλὴς προστασία, τῶν ἐν δεινοῖς, ἀπροσμάχητον τεῖχος, Κυπαρισσιώτισσα Μῆτερ φιλόστοργε, βοήϑησον καὶ νῦν ἡμῖν, τοῖς δεινῶς κλονουμένοις ταῖς ϑλίφεσιν.
Ἐκέκραξα, ἐκ βαϑέων λέγων σοι, Μαριὰμ Κυπαρισσιώτισσα Κόρη, δέχου κἀμοῦ ὡς τῆς χήρας ἐκείνης, τὸν ταπεινὸν ὀβολὸν τῶν δακρύων μου, καὶ δὸς μοι λύσιν τῶν χρεῶν, ὅτι σοὺ ἣ χρηστότης ἀνείκαστος.
Πλατύνονται, τῶν πιστῶν τὰ στόματα, σὲ ὑμνεῖν Κυπαρισσιώτισσα Μῆτερ, χαῖρε Ἁγνή οὐρανῶν Πλατυτέρα, καὶ τῶν Ἀγγέλων Κυρία καὶ Δέσποινα, Ἀνάγαγε ἡμᾶς ἐκ γῆς, εἰς οὐράνια ὕψη τῆς χάριτος.
Εἰρήνευσον, τὴν ζωήν μου δέομαι, τὴν δεινῶς χειμαζομένην ταῖς λύπαις, σὺ γὰρ λιμήν, σωτηρίας ὑπάρχεις, Κυπαρισσιώτισσα Νύμφη Ἀνύμφευτε, Εἰρήνης γὰρ τὸν ἀρχηγόν, Ζωοδότην Χριστὸν ἀπεκύησας.
Ἐπάκουσον, Κυπαρισσιώτισσα, Δέσποινα τῆς κραυγῆς μου, ἐκβοῶντος μετὰ κλαυθμοῦ πρὸς σὲ καὶ δεόμενος, τὸ ἔλεος δὸς μοι τῆς σῆς προνοίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἰτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄ Προστασία τῶν Χριστιανῶν.
Ὀφειλέτης ὡς πανευτελὴς καὶ ῥακένδυτος, καταφεύγω τῇ πλουτοποιῷ σου χρηστότητι, καὶ βοῶ σοι ἱκετικῶς δεόμενος πρὸς σε, κἀμοῦ πρόσδεξαι ἐκδυσωπῶ, συντετριμμένην μου φωνήν, καὶ ψυχῆς μου τὰ δάκρυα. Ἔλεος γὰρ παρέχεις, τῆς ἄκρας σου εὐσπλᾶγχνίας, τοῖς καταφεύγουσι πρὸς σέ, Μαριὰμ Κυπαρισσιώτισσα.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησϑήσομαι τοῦ ὀνόματός σοὺ ἐν πάσῃ γε-
νεᾷ, καὶ γενεᾷ. (δίς)
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σοὺ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σοὺ λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αυτής˙ καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί είπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ ˙ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί ˙ ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.
Δόξα.
Κυπαρισσιωτίσσης πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Τῆς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. ᾿Ἐλεῆμον ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆϑος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄ Ὅλην ἀποϑέμενοι.
Τάξεις ἐπουράνιαι, ἀγγελικῶν στρατευμάτων, ἐπὶ σοὶ ἀγάλλονται, καὶ χαρᾶς σοι
ἄδουσι Εὐαγγέλια, διὰ σοῦ ἤνοικται, τῆς Ἐδὲμ ἡ ϑύρα, καὶ ἣ λύπη διαλέλυται, Ἀδὰμ ὁ πρότερον, καταδικασϑεὶς ἠλευϑέρωται, καὶ ἔλαβε τὸ χάρισμα, τῆς υἱοϑεσίας τῆς κρείττονος. Χαῖρε σοὶ βοῶμεν, αἰτούμενοι τὸ ἔλεος τὸ σόν, Κυπαρισσιώτισσα Δέσποινα, σεμνὴ χαριτώνυμε.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε,
ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε,
σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον ὁ Θεός, τὸν λαόν Σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἠχρειώϑην ὁ τάλας, ταῖς πολλαῖς ἁμαρτίαις Κυπαρισσιώτισσα, ψυχῆς μου ἀμαυρώσας, τὸν ἔνδοϑεν χιτῶνα, καὶ τὰ ῥάκη περίκειμαι, τῆς ἀμελείας βοῶν, πρὸς Σὲ ἐλέησόν με.
Μακρυνϑεὶς τῆς οἰκίας, τῆς πατρῴας μου Μῆτερ Κυπαρισσιώτισσα, ὡς ἄσωτος τὸν πλοῦτον, ἐσκόρπισα καὶ ἦλϑον, εἰς πτωχείας ἀπόγνωσιν, ἐπιστροφῆς μοι ὁδόν, ὑπάνοιξον εὐθεῖαν.
Ἀλλοτρίου τὰ βέλη, τὰ δεινὰ εὕροσάν με Κυπαρισσιώτισσα, ἀλλὰ τῇ ἀμετρήτῳ, δυνάμει σοὺ προστρέχων, διασώζομαι ἄτρωτος, σοῦ ἡ ἰσχὺς κραταιά, καὶ μέγα σου τὸ σϑένος.
Σκολιός μου ὁ βίος, καὶ τὰ ἔργα μου φαῦλα Κυπαρισσιώτισσα, ἐπίκρανα ἀφρόνως, Θεοῦ τοῦ φιλανθρώπου, τὴν πολλὴν ἀγαϑότητα σὺ μοι παράσχου βοῶ, διόρϑωσιν τελείαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰἀτρευσόν μου, Κυπαρισσιώτισσα Κόρη, τῆς σαρκὸς τὰ ἐπώδυνα ἄλγη, καὶ τὰς τῆς ψυχῆς μου, ἐξάλειψον ὀδύνας.
Σταϑῆναι μέλλων, Κυπαρισσιώτισσα Μῆτερ, φοβερᾶς εἰς ἡμέρας τὸ Βῆμα, σοῦ ἐπικαλοῦμαι, τὴν ϑείαν συμμαχίαν.
Ἱλάσϑητί μοι, Κυπαρισσιώτισσα κράζω, καὶ ὡς ἄλλος τελώνης στενάζω, ἄνες μοι καὶ
ἄφες, κἀμοῦ τὰς ἁμαρτίας.
Δεσμά βαρέα, Κυπαρισσιώτισσα φέρω, τῆς ποδῶν μοὺ δουλείας καὶ κράζω, τῆς παραφροσύνης, ἐλεύϑερόν με δεῖξον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ἔλαφος διψῶσα, τρέχω εἰς τὸ ὕδωρ, τῆς ἀενάου πηγῆς σου καὶ κράζω πρὸς Σέ, Κυπαρισσιώτισσα δός μοι, χάριν ζωήῤῥυτον.
Ῥαϑύμως μου τὸν βίον, ὅλον ἐκτελέσας, Κυπαρισσιώτισσα, Κόρη, οὐκ ἔχω καρπόν, μὴ τῆς συκῆς μοι ἐπέλθῃ, τὸ ἐπιτίμιον.
Ἀκάνϑας καὶ τριβόλους, ἔσπειρα ἀφρόνως, καὶ τὴν τοῦ ϑέρους πτοοῦμαι ὑστάτην στιγμήν, βοήϑησόν μοι βοῶ σοι, Κυπαρισσιώτισσα.
Συνέσεως παρέβην, ὅρους καὶ ἐκλήσϑη, ἡ τοῦ νυμφῶνος μοι ϑύρα παρϑένος μωρά, εἰμὶ ἀλλ᾽ ὅμως ϑαρρῶ σοι, Κυπαρισσιώτισσα.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
Καὶ τὰ ἑπόμενα μεγαλυνάρια. Ὧν ἡ ἀκροστιχίς·
Χαῖρε Κυρία τῶν Ἀγγέλων
Χεῖρας σοι ἐκτείνω καὶ ἐκζητῶ, ὡς ἡ Χαναναία, τὰ ψυχία ἱκετικῶς, τῆς ὑπερβαλλούσὴς καὶ ϑείας σου ἀγάπης, τὸ ἔλεός σου δὸς μοι Κυπαρισσιώτισσα.
Ἂνοιξον ἀγκάλας σοὺ μητρικάς, ἀπὸ τῆς οἰκίας ἀποστάντα τῆς πατρικῆς, ἄσωτος
ὑπάρχω καὶ πάλιν ἐπιστρέφων, βοῶ τὸ ἥμαρτόν σοι Κυπαρισσιώτισσα.
Ἲσχυσεν ὁ δόλιος ἐπ᾽ ἐμέ, καὶ ἐγύμνωμέ με τῆς ἰσχύος τῆς ϑεϊκῆς, δύναμιν ἐξ ὕψους ἐπένδυσόν με ὅπως, αὐτὸν κατανυκήσω Κυπαοισσιώτισσα.
Ῥάκη περιβέβλημαι καὶ πληγάς, Λάζαρος ὡς ἄλλος, ἐπὶ ϑύραις σου ἐστηκώς, σοῦ ἐκ τῆς Τραπέζης πλουσίας ἐν ἐλέει, ψυχία ἀναμένω Κυπαρισσιώτισσα.
Ἒμπροσϑεν τοῦ βήματος τοῦ φρικτοῦ, μέλλω παραστῆναι καὶ τὴν ὥραν τὴν φοβεράν, κρίσεως Ἐκείνης πτοοῦμαι ὅϑεν κράζω, γενοῦ μοι παραστάτης Κυπαρισσιώτισσα.
Κράτησον χειρί σοὺ τῇ δεξιᾷ, χεῖρα παρειμένην τοῦ ἱκέτου σου τοῦ οἰκτροῦ, στήριξόν με ὅπως βαδίζω ἀπροσκόπτως, ὁδὸν εἰς τὴν εὐθεῖαν Κυπαρισσιώτισσα.
Υψωσον τὸ κέρας Χριστιανῶν, ἔγειρον ἐν μάχαις νίκης τρόπαια τοῖς πιστοῖς, ϑραῦσὸν κατὰ κράτος ἐχϑρῶν τῶν ἀντιμάχων, ὀφρὺν ἐπαιρομένην Κυπαρισσιώτισσα.
Ῥάϑυμος ὑπάρχω καὶ ἀμελής, ἔλαιον οὐκ ἔχω, ἐν λαμπάδι μου τῆς ψυχῆς, ὥσπερ οὖν παρϑένος μωρὰ μὴ μείνω ἔξω, νυμφῶνος οὐρανίου Κυπαρισσιώτισσα.
Ἲλαϑι τοῦ δούλου σου δυσωπῶ, δὸς μοι δὲ πρεπούσης, διορϑώσεως τὸν καιρόν, ἵνα μετανοίας τοῖς τρόποις ἱλεώσω, Θεὸν Δικαιοκρίτὴν Κυπαρισσιώτισσα.
Ἄγγέλοι χαρήσονται ἐπ᾽ ἐμέ, ὅταν τοῦ δολίου, ἀπαρνήσομαι τὰς ἀρχάς, τοῦτο ἐκτλέσαι προϑύμως ταῖς εὐχαῖς σου, ἀξίωσόν με Μῆτερ Κυπαρισισώτισσα.
Τείχισον Μονήν σου τὴν ἱεράν, φρούρησον καὶ σκέπε, τὴν χορείαν Μοναζουσῶν, δὸς ἑνὶ ἑκάστῳ πιστῶς σὲ προσκυνοῦντι, τὴν σὴν ποαραμυθίαν Κυπαρισσιώτισσα.
Ὡ Κυπαρισσιώτισσα Μαριάμ, Δέσποινα τοῦ κόσμου, καὶ Βασίλισσα τοῦ παντός, ἐν τῇ Βασιλείᾳ τῆς δόξης τοῦ Υἱοῦ σου, μετόχους ἡμὰς δεῖξον ταῖς ἱκεσίαις σου.
Νῦν Κυπαρισσιώτισσα ἣ σεμνή, πάρεστι ἐν μέσῳ τοῦ πληρώματος τῶν πιστῶν, ταύτης τὴν πρεσβείαν αἰτήσωμεν βοῶντες, Θεὸν μὴ διαλίπῃς καϑυκετεύουσα.
Ἂγνισον τὸν βίον μου δυσωπῶ, δὸς μοι σωφροσύνην καὶ καρδίας τὴν συντριβήν, δάκρυα ὡσαύτως γνησίας μετανοίας, Θεῷ ὡς ἂν ἀρέσω Κυπαρισσιώτισσα.
Γάμου εἰς νυμφῶνα τὸν ἐκλεκτόν, τοῦ ἐπουρανίου, δὸς γενέσϑαι με κοινωνόν, ἵνα εἰς αἰῶνας δοξάζω τοῦ Υἱοῦ σου, τὴν ἄκραν εὐσπλαγχνίαν Κυπαρισσιώτισσα.
Γνώμην ὀλισϑήσας ἐν τοῖς κακοῖς, ἦλθον εἰς τὰ βάϑη, ἀπογνώσεως τῆς πικρᾶς, σὲ ἐπικαλοῦμαι ἐν ὥρᾳ τῆς ἀνάγκης, βοήϑησόν μοι κράζων Κυπαρισιώτισσα.
Ἒπαρον τὰς χεῖρας σου πρὸς Θεόν, ταύταις γὰρ ὡς βρέφος, τοῦτον ἔφερες μητρικῶς, ἵλεων γενέσϑαι Αὐτὸν ἐκδυσωποῦσα, ὑπὲρ τῶν ἱκετῶν σου Κυπαρισσιώτισσα.
Λύτρωσαι λαόν σου τὸν ἀλγεινῶς, στένοντα καὶ βάρει, συνεχόμενον τῶν δεινῶν, δεῖξον τῆς ἰσχύος τῆς σῆς τὰ μεγαλεῖα, εἰς σὲ καὶ γὰρ ϑαῤῥοῦμεν Κυπαρισσιώτισσα.
Ὡς Κυπαρισσιώτισσα Μαριάμ, ἔσωσας τὸ πάλαι τοὺς Μονάζοντας ἐξ ἐχϑρῶν, θραῦσον ὁρωμένων ἐχϑρῶν καὶ ἀοράτων. ὁρμὰς καὶ νῦν φρουροῦσα τοὺς πεποιϑότας σοι.
Νὑξ Κυπαρισσιώτισσα συνωϑεῖ, αὖϑις με εἰς χάος, καὶ εἰς βάραϑρα σκοτεινά, Ἥλιον τεκοῦσα καὶ φῶς Δικαιοσύνης, φωτὸς μοι τὰς εἰσόδους εὔϑυνον δέομαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κυπαρίσσου τὸ κλέος, Μοναστῶν τὸ κραταίωμα, σὺ ὑπάρχεις Παρϑένε, Θεοτόκε Πανύμνητε, λυτρώσασα τὸ πάλαι ϑαυμαστῶς, πατέρων τὸν χορὸν ἐκ πειρατῶν, καὶ ἡμᾶς τοὺς σὲ τιμῶντας εἰλικρινῶς, ἀπὸ κινδύνων λύτρωσαι. Χαίροις Κυπαρισσιώτισσα. σεμνή, χαίροις πιστῶν τὸ στήριγμα, χαίροις πρὸς τὸν Υἱόν σου καὶ Θεόν, πρέσβυς ἀκοίμητος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Σκέπη καὶ ἀνίκητος ἰσχύς, τεῖχος ἀσφαλὲς ἐν κινδύνοις, χειμαζομένων λιμήν, ἄσειστον ἑδραίωμα, τῶν ἐν ταῖς θλίψεσι, Μοναζόντῶν ἣ ἔφορος, Ἀγγέλων Κυρία, Δέσποινα τῆς κτίσεως, Κυπαρισσιώτισσα. Δέχου τὰς ἡμῶν ἱκεσίας, ῥῦσαι ἀπὸ πάσης ἀνάγκης, τοὺς πιστῶς ἀεὶ σε μακαρίζοντας.
Σἐβω τὴν ἁγίαν σου μορφήν, ὦ Κυπαρισσιώτισσα Κόρη, καὶ προσκυνῶ εὐλαβῶς, αὖϑις τὴν εἰκόνα σου, τὴν ϑαυματόβρυτον, μεγαλύνω τὴν δόξαν σου, τὸ χρέος προσφέρω, τῆς ὀφειλομένης σοι, εὐγνωμοσύνης μου. Σὺ γὰρ κηδεμὼν καὶ προστάτης, ἔφορος ὑπάρχεις καὶ φύλαξ, ἐκ κινδύνων σώζουσα τοὺς δούλους σου.
Δἐξαι τὴν ἱκέσιον ῳδῆν, κλῖνον τὰ μητρῷα σου ὦτα, εἰς τὰς δεήσεις ἡμῶν, ἄκουσον
τῶν δούλων σου, παρακαλούντων σε, τῇ ἰσχύϊ σου κράτυνον, ἡμᾶς ἐν τῇ πίστει, χάριν ἀντὶ χάριτος, πιστοῖς παρέχουσαι. Δίδου τὰ ἐλέη σοὺ πᾶσι, καὶ τῶν ἀγαϑῶν σου τὸν πλοῦτον, εὔσπλαγχνε σεμνὴ Κυπαρισσιώτισσα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ• φύλαξόν με, ὑπὸ τὴν σκέπην σου. Ὁ Ἱερεύς•
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχα Ἀκροτελεύτια.
Τῇ πίστει με στερέωσον χειρὶ τῇ μητρικῇ σου,
Κυπαρισσιώτισσα σεμνὴ Κυρία τῶν Ἀγγέλων,
ἐν ἱκεσίαις δέεται ἣ πένης Ἰσιδώρα,
ἣ προεστῶσα τοῦ χοροῦ Μοναζουσῶν Παρϑένων
τῶν ἀσκουμένων ἐν Μονῇ τῇ σῇ τοῦ Κυπαρίσσου,
Ἱεροϑέου τε ὁμοῦ τοῦ πρώτου Ἐπισκόπου
τῶν Ἀϑηνῶν, τοῦ μέλψαντος τὴν ϑείαν Κοίμησίν σου,
μεϑ᾽ οὗ ἀπαύστως πρέσβευε Θεῷ τῷ φιλανθρώπῳ,
ἡμῖν παρέχειν ἔλεος καὶ λύσιν τῶν πταισμάτων,
μετάνοιαν ἐν πράξεσιν καλῶς ἐσφραγισμένην,
καὶ βίου τὴν διόρϑωσιν ἐν ταπεινῇ καρδίᾳ,
καὶ συνειδότι καϑαρῷ, ὅπως ταὶς οὐρανίαις
σκηναῖς κατασκηνώσωμεν Τριάδα τὴν ἁγίαν,
Πατέρα ἅμα τῷ Υἱῷ καὶ Πνεύματι ἁγίῳ,
νὺν τῶν Ἀγγέλων τοῖς χοροῖς καὶ πᾶσι τοῖς Ἁγίοις,
ὐμνοῦμεν καὶ δοξάζωμεν εἰς πάντας τοὺς αἰῶνας.
ΑΜΗΝ.
Χαιρετισμοί εις την Παναγία Κυπαρισσιώτισσης Μεγάρων