Δύο Παρακλητικοί Κανόνες εις την Παναγία Μαχαιριώτισσα
Παρακλητικός Κανών εις την Θαυματουργόν εικόνα της Υπεραγίας Θεοτόκου Μαχαιριώτισσαν
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
†Εορτάζεται στις 18 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μαχαιριώτισσα ἁγνὴ Θεοτόκε, τὴν ἱεράν σου προσκυνοῦντες εἰκόνα, θερμῶς καθικετεύομεν Μονήν σου τὴν σεπτήν, καὶ τὴν Κύπρον ἅπασαν, σαῖς ἀμάχοις πρεσβείαις, σκέπουσα εὐλόγησον καὶ συντήρει ἐκ πάσης, ἐπιβουλῆς ἐχθρῶν τῶν δυσμενῶν, καὶ Βασιλείας, ἡμᾶς καταξίωσον.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὸν Κανόνα, οὗ ἡ ἀκροστιχίς·
Μάχαιρά μοι φάνηθι κατ᾿ ἐχθρῶν Θεοτόκε. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραὼ
Μάχαιραν θείαν τὰς εὐχὰς πλουτοῦντές σου, ὦ Μαχαιριώτισσα, πάναγνον μορφήν σου, πόθῳ ἀσπαζόμεθα, πάντα δὲ τὰ αἰτήματα, μονασταὶ καὶ μιγάδες, ἀπὸ ψυχῆς σοὶ προβάλλοντες, λύσιν τὴν ἀρίστην λαμβάνομεν.
Ἀγαλλιῶνται οἱ στρουθοὶ εὑράμενοι, τὰς νοσσιὰς ἑαυτῶν, ἀλλ᾿ ἡμεῖς σὰ τέκνα, πλέον εὐφραινόμεθα, εὑρόντες ἱερώτατον, καὶ κλυτόν σου σεμνεῖον, ἐν ᾧ εἰκὼν τεθησαύρισται, ἡ σὴ Μαχαιριώτισσα Πάναγνε.
Χαρίτων θείων τὰς ἀκτίνας πέμπουσα, ὦ Μαχαιριώτισσα, ἐπὶ τὴν Μονήν σου, καὶ τὴν Κύπρον ἅπασαν, σκέπε τῷ μαφορίῳ σου, καὶ εὐχὰς ἡμῶν δέχου, τὰς προσβολὰς ἀποκρούουσα, τῶν ἀντικειμένων φιλότεκνε.
Ἀνεκφοιτήτως κατοικεῖ Πανάμωμε, χάρις τοῦ Πνεύματος, ἐπὶ σὴν εἰκόνα, καὶ δωρεῖται ἅπασι, τοῖς μετὰ πόθου πέλουσιν, ἐνεργείας ἀκτίστους, καὶ οὐρανὸν ἀπεργάζεται, εὐεργετουμένων διάνοιαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰστορήθη μορφή σου, ὦ Μαχαιριώτισσα Δέσποινα, ὑπὸ ἰατροῦ καὶ ζωγράφου, Λουκᾶ ὡς ἔγνωμεν, ἥν περ κατέχοντες, πνευματικὸν ἰατρεῖον, ἴασιν λαμβάνομεν, ψυχῶν σωμάτων τε.
Ῥόδον τέξασα Κόρη, τὸ νοητὸν μύροις σου, κατευωδιάζεις καρδίας, ἀσπαζομένων σου, μορφὴν τὴν πάντιμον, καὶ δυσωδίαν διώκεις, τὴν τῶν παραπτώσεων, θερμαῖς δεήσεσι.
Ἀγεώργητον χώραν, ἄνευ σπορᾶς Κύριον, Μῆτερ ἐκβλαστήσασαν πάντες, ἀνακηρύττοντες, σὲ ἱκετεύομεν, σπορέα πάσης κακίας, σῇ μαχαίρᾳ ἄνελε, ὦ Μαχαιριώτισσα.
Μὴ φθαρεὶς θεῖος τύπος, σῆς μητρικῆς ὄψεως, τῶν εἰκονομάχων μανίᾳ, ἐνταῦθα σέσῳσται, ὃν ἀσπαζόμενοι, ψυχῶν ἡμῶν τὰς εἰκόνας, Δέσποινα δεόμεθα, σῶσον τοῦ δαίμονος.
Διάσωσον, Μαχαιριώτισσα Μῆτερ, ἀπὸ πάσης δεινῆς ἐπιβουλῆς ἐχθροῦ, τοὺς πόθῳ σου, προσκυνοῦντας σεπτὴν εἰκόνα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θεὸν ἐκτενῶς, ἱλέωσαι Δέσποινα, Μονήν σου κλεινήν, καὶ Νῆσον Κύπρον ἅπασαν, εὐλογεῖν ἀείποτε, σεβομένας εἰκόνα σου, καὶ δοξαζούσας αὐτόν, σεμνὴ Μαχαιριώτισσα.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Ο ἀσκητής, εἰκονομάχων διέφυγε, τὴν μανίαν, καὶ σεπτῆς εἰκόνος σου, καταφυγήν, ὄρος Μαχαιρᾶ, εὕρατο Παρθένε, ἐν ᾧ καλύβην ἐπήξατο, ὅπερ σὺν τῇ Μονῇ σου, ἀσινὲς σαῖς πρεσβείαις, εὐλογοῦσα φυλάττοις τιμῶσάν σε.
Ἰκετικῶς, τὴν σὴν μορφὴν ἀσπαζόμεθα, εὐχομένην δεξιόθεν Δέσποινα, πρὸς τὸν Χριστόν, ὃν ἐν δεξιοῖς, πρέσβευε συντάξαι, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, μονάζοντας ἐνταῦθα, καὶ πιστοὺς ἐρχομένους, καὶ καλοῦντας θερμῶς μεσιτείαν σου.
Φῶς θαυμαστόν, δυὰς Ὁσίων ἑώρακε, μαρτυροῦν σου τὴν ἐκ χρόνων Δέσποινα, ὡς ἐν κρυπτῷ θείαν σου μορφήν, ἣν ἐξαγαγόντες, θεοπρεπῶς προσεκύνησαν, ἣν πάντοτε τιμῶντας καὶ ἡμᾶς ἀξιώσαις, τοῦ ἀκτίστου φωτὸς ἱκεσίαις σου.
Ἀγγελικῶς, οὐδόλως Μῆτερ ἰσχύομεν, ἐξυμνῆσαι ἐν πηλίνοις στόμασι, τὰ θαυμαστά, ἃ ἐπιτελεῖς, διὰ τῆς εἰκόνος, ὦ Μαχαιριώτισσα τέκνοις σου, διὸ ἡμῶν καθάραις, μολυσμῶν τὰς καρδίας, ὅπως ᾄδωμεν πάντοτε Χαῖρέ σοι.
ᾨδὴ ε΄. Ἳνα τί με ἀπώσω.
Νικησάτω Παρθένε, μητρική σου πρεσβεία πλῆθος τὸ ἄμετρον, τῶν ἡμῶν πταισμάτων, ἐπισπῶσα Κυρίου τὸ ἔλεος, ὅτι καθ᾿ ἑκάστην, πολλὰ αὐτῷ πταίομεν πάντες, καὶ μὴ αἴρειν τολμῶμεν τὰ ὄμματα.
Η ἁγία εἰκών σου, Ἁγιοσορίτισσα ἐπικέκληται, καθιστῶσα πάντας, τοὺς τιμῶντας αὐτὴν μετὰ πίστεως, Πνεύματος Ἁγίου, σοροὺς Παρθένε Θεομῆτορ, εὐωδίαν χαρίτων ἐκπέμποντας.
Θεῖον θαῦμα ὁρᾶται, ἄλλη Σιλωὰμ Μονή σου φαίνεται, ἡ μορφήν σου Μῆτερ, φιλοξένως ἐν κόλποις κατέχουσα, ἔνθεν ἰαμάτων, παντοδαπῶν ἐκχορηγεῖται, ἀενάως ἡ δόσις τοῖς πάσχουσι.
Ἰατρὸν τῶν ψυχῶν τε, καὶ σωμάτων Κυρία ἀφθόρως τέξασα, πάθη ἰατρεύοις, τῶν πιστῶν προσκυνούντων εἰκόνα σου, καὶ τῆς μετανοίας, τὴν χάριν δοίης Θεοτόκε, δι᾿ ἧς πάλιν Χριστῷ συναπτόμεθα.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Κατάβαλε, πρεσβειῶν μαχαίρᾳ σου, τοὺς ἡμᾶς καταβαλόντας Παρθένε, καὶ ὑγιεῖς, ἐκ βελῶν ἁμαρτίας, τῇ μητρικῇ σου ἀγάπῃ ἀπόδειξον, σὺ μόνη πέλεις προσφυγή, τῶν τεκνίων σου ὦ Μαχαιριώτισσα.
Ἀμόλυντε, τὴν ψυχὴν μολύνοντες, καθ᾿ ἑκάστην διανοίᾳ καὶ ἔργοις, ὡς συμπαθής, τοὺς κρουνοὺς σῆς ἀγάπης, καθαρτικῶς ἱκετεύομεν ἄνοιξον, καὶ πλύνασα ἡμᾶς καλῶς, ἐπαμφίασον χάριτος ἔνδυμα.
Τετρώμεθα, καὶ ἀλγοῦμεν Δέσποινα, μὴ ἰσχύοντες καὶ αὖθις σταθῆναι, ὅθεν φωνήν, τὴν οἰκτρὰν ἐπακούσαις, καὶ σαῖς χερσὶν ἐκ παθῶν ἐξανάστησον, ἡμεῖς δὲ θείαν σου μορφήν, προσκυνοῦντες Ἁγνὴ οὐ παυσόμεθα.
Ἐπάκουσον, ἀσθενούντων Πάναγνε, αἰτουμένων τὴν θερμήν σου πρεσβείαν, καὶ τὰς αὐτῶν, ἀσθενείας κουφίσαις, ὑπομονὴν δωρουμένη καὶ ἄνεσιν, συμφέρουσάν τε ταῖς ψυχαῖς, ἰατρείαν ὦ Μαχαιριώτισσα.
Διάσωσον, Μαχαιριώτισσα Μῆτερ, ἀπὸ πάσης δεινῆς ἐπιβουλῆς ἐχθροῦ, τοὺς πόθῳ σου, προσκυνοῦντας σεπτὴν εἰκόνα.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῆς Μονῆς σου ὡς οὖσα διάσωσμα, καὶ τῆς Κύπρου ἁπάσης προσφύγιον, δέχου τοίνυν ἐξαιτουμένων Μῆτερ τὰς φωνάς, καὶ δὸς λύσιν ἀγαθήν, πρὸς τὸ συμφέρον τῶν ψυχῶν, ὅπως πόθῳ σοι ψάλλωμεν· χαῖρε ἁγνὴ Παρθένε, πάντας ἡ εὐλογοῦσα, ἀσπαζομένους σου μορφήν, Δέσποινα Μαχαιριώτισσα.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δὶς)
Στίχος. Ἄκουσον θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῆς Μαχαιριωτίσσης, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὂρος ἀλατόμητον, ἐξ οὗ Χριστὸς ἀπετμήθη, σιδηρίου ἄνευθεν, σὺ ὑπάρχεις Δέσποινα παναμώμητε· ὄρος οὖν οἰκήσασα, Μαχαιρᾶ μορφῇ σου, νῆσον Κύπρον σκέποις ἅπασαν, τὸν Πολυέλεον, Κύριον ἀεὶ ἱκετεύουσα, τῶν αἰτουμένων πίστει σε, τούτῳ τὰς δεήσεις προσάγουσα, ὅπως πᾶσι Μῆτερ, παράσχῃ τὴν αἰώνιον ζωήν, καὶ Βασιλείαν τὴν ἄφθορον, ἐν ἡμέρᾳ Κρίσεως.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος καὶ κενὸς ἐκπορεύεται, Μαχαιριώτισσα Κόρη· ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Μαχαιριώτισσα Μῆτερ· σῷζε Νῆσον καὶ Μονήν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Κύριε, ἐλέησον (ιβ΄).
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ΄. Παῖδες ἑβραίων ἐν καμίνῳ.
Χαῖρε Μονῆς ἡμῶν προστάτις, Μῆτερ πάναγνε Κυρία Θεοτόκε· μὴ ἐλλίπῃς ποτέ, συντρέχουσα σοῖς τέκνοις, εἰκόνα προσκυνοῦσί σου, Μαχαιρᾶ ἄμαχον σκέπην.
Θύματα ποίησον ἀγάπης, Παναμώμητε Υἱοῦ σου παμφιλτάτου, οἰκιστὰς Μαχαιρᾶ, Μονῆς τῆς περιπύστου, σὸν ἱερὸν ἐκτύπωμα, καθ᾿ ἑκάστην προσκυνοῦντας.
Ῥήματα πέλουσι δακρύων, εὐτελέστερα, πολλῆς εὐγνωμοσύνης, ἣν πρὸς σὲ Ἀγαθή, προσάγομεν ἐκ πόθου, ἀντὶ πολλῶν χαρίτων σου, ταπεινοὶ Μαχαιριῶται.
Ὦ Μαχαιρᾶ τὸ κλέος Κόρη, Θεονύμφευτε μαχαίρας δύο δίδου, μονασταῖς σῆς Μονῆς, πρᾶξιν καὶ θεωρίαν, ὅπως κληρονομήσωμεν, ὄρος θείας Βασιλείας.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Νοῦν καὶ πάσας αἰσθήσεις Παναγία, ἀποκάθαρον παντοίων μολυσμάτων, καὶ εὐωδίαν ἔνθες τὴν τοῦ Πνεύματος, ὅπως εὐαρέστως, Χριστῷ πολιτευθῶμεν.
Θρόνους ποίει ἁγνοὺς σοῦ θείου Τόκου, καὶ οἰκήματα φωτὸς ἀκτίστου Μῆτερ, ἡμῶν καρδίας ἵνα ἐμπιμπλάμενοι, χαρμονῆς εἰκόνα, τὴν σὴν καταφιλῶμεν.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν.
Ἒχει Κύπρος εἰκόνα σου τὴν θείαν, καταφύγιον ἐν πᾶσι τοῖς κινδύνοις, διὸ ἐμπόθως ταύτην κατασπάζεται, καὶ εὐγνωμονοῦσα, δοξάζει τὸν Υἱόν σου.
Ὀ ἐν ὄρει τοῦ Μαχαιρᾶ Δεσπότης, ὑποδείξας σε βατοκοπῆσαι πάθη, τὰ συγγενῆ Παρθένε καὶ ἐπίκτητα, τὰ ἐν τοῖς σπηλαίοις, ψυχῶν ἡμῶν φυέντα.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανός.
Τιθήνησον τὴν ποίμνην σου Ἀγαθή, σαῖς ἀγκάλαις κρατοῦσα ἀείποτε, γάλα εὐχῶν, θείων σου παρέχουσα ὡς τροφήν, καὶ ἐν Χριστῷ ἐπαύξησον, ὅπως ἀρεταῖς εὐαγγελικαῖς, δοξάσῃ διὰ βίου, τὸν σὲ ὑπεραῤῥήτως, καὶ ὑπὲρ λόγον μεγαλύναντα.
Ὀ πλοῦτος τῆς Μονῆς σου σὺ εἶ Ἁγνή, ἡ εἰκόνι σεπτῇ εὐδοκήσασα, ἐγκατοικεῖν, ταύτῃ ὥσπερ βάρις βασιλική, τὰς προσβολὰς διώκουσα, πάντων ἀοράτων καὶ ὁρατῶν, ἐχθρῶν ταύτην θελόντων, ὀλέσαι Παναγία, περικλυτὴ Μαχαιριώτισσα.
Κυπρίζουσαν τὴν Κύπρον ἐξ ἀρετῶν, ἁγιότητος δεῖξον Πανάμωμε, πλῆθος πολύ, ἔχουσαν Ἁγίων ἐν οὐρανῷ, μεθ᾿ ὧν ἐκδυσωπήσατε, τὸν φιλανθρωπότατον Ἰησοῦν, ὅπως διαφυλάττῃ, εἰς τοὺς αἰῶνας ταύτην, ἐν Ὀρθοδόξῳ πίστει θάλλουσαν.
Εὐφραίνου ἐκλογὰς ἡ τοῦ Μαχαιρᾶ, τὴν Πανάμωμον σχοῦσα προστάτιν σου, καὶ πρὸς Θεόν, πρέσβιν ἀκαταίσχυντον ἐν δεινοῖς, νυμφαγωγόν τε ἄριστον, πρὸς Νυμφίον ἄμωμον τῶν ψυχῶν, διὸ μὴ διαλίπῃς, τὸ Χαῖρε Ἀρχαγγέλου, πρὸ τῆς εἰκόνος ταύτης ψάλλουσα.
Ἀπαύστως προσκυνοῦντες Μῆτερ Θεοῦ, οὐ παυσόμεθα θείαν εἰκόνα σου, θεοπρεπῶς, εἰ καὶ κολληθῶσιν χείλη ἡμῶν, καὶ γὰρ οὐδὲν ἐπάξιον, σοὶ τῇ γλυκυτάτῃ ἀναψυχῇ, δυνάμεθα προσφέρειν, οἱ συνεληλυθότες, ἐν Μαχαιρᾷ μονῇ σου Πάναγνε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἡ μονὴ ἡ περιφανής, Μαχαιρᾶ πλουτοῦσα, θησαυρὸν τὸν πνευματικόν, ἁγνῆς Θεοτόκου, θαυματουργὸν εἰκόνα, τὴν ἐπικεκλημένην Μαχαιριώτισσαν.
Φύλαττε Παρθένε τὴν σὴν Μονήν, καὶ τὴν νῆσον Κύπρον, ἐξ ἀνάγκης παντοδαπῆς, θείαις μεσιτείαις, πρὸς τὸν καλὸν Δεσπότην, ἵνα σεπτὴν μορφήν σου, τιμῶμεν πάντοτε.
Ὄρος πῖον ὄρος πνευματικόν, ἀνάδειξον Κόρη, τὴν μονήν σου ἐν Μαχαιρᾶ, ὄρος οὗ Κυρίου, τὸ φῶς αὐγάζοι πᾶσι, τοῖς πόθῳ προσκυνοῦσι, θείαν εἰκόνα σου.
Ὣρᾳ τῇ ἐσχάτῃ ἐν δεξιοῖς, ἱκέτευσον Μῆτερ, τὸν Υἱόν σου τὸν συμπαθῆ, σὺν δικαίοις τάξαι, πάντας Μαχαιριώτας, οὓς ἀπ᾿ αἰῶνος ὧδε, ὡς ὄρνις ἤθροισας.
Ἐν περιόδῳ προεορτίων ἢ μεθεόρτων, τὸ προεόρτιον μεγαλυνάριον ἢ τὸ τῆς ἑορτῆς. Τὰ μεγαλυνάρια τῶν Ἁγίων τῆς ἡμέρας. Τὸ μεγαλυνάριον τοῦ Ἁγίου τοῦ ναοῦ.
Ἒνδον τῶν ἀδύτων ἐν τῷ ναῷ, ἡ τῷ Θεῷ Λόγῳ ἐκλεχθεῖσα πρὸ γενεῶν, ἀφιερωθεῖσα, τὴν οἴκησιν ποιεῖται, ἡ πάναγνος Παρθένος, ἣν μεγαλύνομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ ἀπολυτίλιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μαχαιράδος ἡ μάνδρα, θεῖον Κόρη διάδημα, θησαυρὸν καὶ ἄφθιτον γέρας, τὴν εἰκόνα σου κέκτηται, ἣν χεῖρες ἱστόρησαν Λουκᾶ, καὶ χάρις ἡγίασεν ἡ σή, ὅθεν πάντας συναθροίζει τοὺς εὐσεβεῖς, βοῆσαί σοι τῇ Πανάγνῳ· δόξα τοῖς μεγαλείοις σου ἁγνή, δόξα τῷ θείῳ τόκῳ σου, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, σῇ ποίμνη τὰ κρείττονα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν σου μορφήν, κατασπαζομένους Παρθένε, Μαχαιριώτισσα, μητρικῇ ἀγάπῃ σου, ὡς τέκνα φύλαττε, τοῦ Υἱοῦ σου δὲ ἄναψον, τὸν πόθον καρδίαις, καὶ καταξιώσειας τῆς Βασιλείας ἡμᾶς, ἅμα Γαβριὴλ ἐκβοῶντας, σοὶ τὸν ἀσπασμὸν χαῖρε Κόρη, Κεχαριτωμένη ἀειπάρθενε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Ὦ Μαχαιριώτισσα, σκέπε σὴν μάνδραν,
εἰκόνα σεπτήν σου τιμῶσαν ἐκ πόθου.
Κανών Παρακλητικός εις την θαυματουργό εικόνα της Παναγίας της Μαχαιριώτισσας ψαλλόμενος εν τη κατά Κύπρον Μονή της Μαχαιράδος
Ποίημα Εφραίμ
†Εορτάζεται στις 18 Οκτωβρίου
Καὶ ὁ Κανών οὗ ὁποιητής κεῖται ἐν τῇ ἀκροστιχίδι·
Ἐφραίμ προσάγει, Παρϑένε, σοὶ τὸν ὕμνον.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐμπαϑής ὑπάρχων ὁ δυστυχής, πῶς σὲ ἀνυμνήσαι, νῦν τολμήσαιμι τὴν Ἁγνήν; ἀλλ᾽ ὡς μήτηρ οὖσα τοῦ Θεοῦ μου, ῥερυπωμένον με Δέσποινα κάϑαρον.
Φεῖσαι Πάρϑενε κόρη σεμνῇ, καὶ τὸν Ἰησοῦν μου, τὸν Σωτῆρά μου καὶ Θεόν, ἵλεών μοι ποίησον λιταῖς σου καὶ γάρ, ἰσχύεις Ἁγνὴ ὅσα βούλεσαι.
Ῥῦσαι συνηϑείας με πονηρᾶς, ῥῦσαι ἁμαρτίας, οὖσαι Πάγαγνε ἐξ ἐχϑρῶν, κόσμου τε σαρκὸς καὶ διαβόλου, καὶ λογισμῶν ῥυπαρῶν με καϑάρισον.
Ἄνες μοι Παρϑένε τὴν ὀφειλήν, τῶν ἁμαρτημάτων, τῇ πρεσβείᾳ σου τῇ ϑερμῇ, ἄφες μοι τὸ χρέος Θεοτόκε, τὸ πρὸς Χριστὸν τὸν Υἱόν σου Παντάνασσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰκετεύω σε Κόρη τὰ ψυχικὰ πάϑη μου, καὶ σωματικὰ σῇ πρεσβείᾳ, ϑείᾳ ϑεράπευσον, καὶ γὰρ πανάμωμε, Θεὸν Σωτῆρα τεκοῦσα, δύνασαι Κυρία μου πάντα ὡς εὔσπλαγχνος.
Μάχαιρα Θεοτόκε κατὰ ἐχϑρῶν φάνηϑι, τῶν ἐπεμβαινόντων, ὁρατῶν ἐπ᾽ ἐμοὶ ἀοράτων τε, καὶ μηχανουργίας, ἐν ἐπιβουλὰς καὶ δόλους τούτων; σῇ ἀμάχῳ δυνάμει διάλυσον.
Προστασίαν Παρϑένε διὰ τῆς εἰκόνος σοῦ ἀπειροδύναμε, τῆς ἐν Μαχαιράδι, τῇ μονῇ σου Παντάνασσα δώρησαι, πᾶσι τοῖς αἰτοῦσιν, ἔλεος χάριν ϑεραπείαν, νοσημάτων ψυχῆς καὶ τοῦ σώματος.
Ῥᾴδιον Παναγία ἀπεδείχϑη Δέσποινα τῇ δυναστείᾳ σου, Μονὴν ἀνεγεῖραι, Μαχαιρᾶ ἐν τῷ ὄρει ϑαυμάσιον, ἣν λιταῖς σαῖς τήρει, ἐν ἀρεταῖς εὐϑηνουμένην, καὶ ἐκ βλάβης παντοίας ἐλεύϑερον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οἱ ἐλπίδα σε ἔχοντες, Κόρη ἀπειρόγαμε Μητροπάρϑενε, ἐκλυτροῦνται τῇ σῇ χάριτι, πάσης ἐναντίας περιστάσεως.
Σὺ ὡς μάχαιρα φάνηϑι, φάλαγγας δαιμόνων Κόρη συγκόπτουσα, καὶ ἀνϑρώπους διασῴζουσα, τοὺς ὁμολογοῦντας Θεοτόκον σε.
Ἄνες Πάναγνε πταίσματα, τῶν προσκαλουμένων σε εἰς βοήϑειαν, δεχομένῃ τὴν μετάνοιαν καὶ πληροῦσα τούτων τὰ αἰτήματα.
Γένος ἅπαν ἀνϑρώπινον, εὗρε σωτηρίαν διὰ τοῦ τόκου σοῦ· ὅϑεν πάντες ἀνυμνοῦμέν σε, ὡς Θεοῦ Μητέρα ἀειπάρϑενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον φωτός, ϑείου Κόρη τὴν καρδίαν μου, τὸ φῶς τοῦ κόσμου, ἡ κυήσασα Χριστὸν Δεσπότην, καὶ σωτῆρα ἡμῶν Κύριον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀμέλειαν, καὶ τὴν ἀϑένειαν τοῦ σώματος, τὸν ἰατρὸν νοσούντων τὸν Χριστὸν ἡ τέξασα.
Πάριδε σεμνῇ, Χριστιανῶν σὺ ἅπαν ἔγκλημα, καὶ φόβον ϑεῖον νῦν ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Ἅγιον Θεόν, ὡς Ἁγία σὺ γεννήσασα, καὶ μήτηρ τούτου χρηματίσασα, αἴτησαι τοῦτον οἰκτειρῆσαι, τοὺς αὐτῷ πιστεύοντας,
ᾨδὴ ς΄. Ἰλάσϑητί μοι Σωτήρ.
Ῥυσϑῆναι ἡμᾶς Ἁγνή, τῆς αἰωνίου κολάσεως, δεήϑητι ἐκτενῶς, τοῦ Υἱοῦ σου Πάναγνε· πρὸς σὲ γὰρ προσφεύγομεν, τὴν Θεοῦ Μητέρα, καὶ ἡμῶν πάντων βασίλισσαν.
Θεάνϑρωπον Ἰησοῦν, τῷ κόσμῳ ἀποκυήσασα Θεόνυμφε Μαριάμ, κρατεῖν πάντων δύνασαι· ὅθεν σοὶ προστρέχομεν καὶ σὲ δυσωποῦμεν, λυτρωϑῆναι πάσης ϑλίψεως.
Ἒν ὄρει τοῦ Μαχαιρᾶ, ϑαυμάσια σὺ ἐτέλεσας, Παρϑένε διὰ τῆς σῆς, ἁγίας εἰκόνος σου· πρὸς γὰρ τὸ προτώτυπον ἡ Σύνοδος ἔφη, τῶν εἰκόνων τιμὴ φέρεται.
Νεῦσον Ἅγία σεμνή, καὶ πλήρωσον τὰ αἰτήματα, τῶν μετὰ πόϑου πιστῶς, ἐπικαλουμένων σε· ἔχεις γὰρ τὸ δύνασϑαι πάντα ὅσα ϑέλεις, Θεοῦ μήτηρ χρηματίσασα.
ᾨδὴ ζ΄. Παῖδες ᾿Εβραίων.
Ἔρωτα φύτευσόν μοι ϑεῖον, καὶ ἐκρίζωσον ἔρωτα τῶν ματαίων, Παναγίᾳ σεμνῇ· διὸ σὲ ἱκετεύω, ὁ ῥυπαρὸς τὴν Ἅχραντον, τὴν ἁγνὴν ὁ βορβορώδης.
Σκέπη γενοῦ μοι Θεοτόκε, καὶ ὡς μάχαιρα σύγκοψον τὰς ἁλύσεις, συνηϑείας κακῆς, ἁπάσης ἁμαρτίας πρὸς σὲ γὰρ κατέφυγον, σῶσον ϑείῳ σου ἐλέει.
Ὄρεξον χεῖρα βοηϑείας, καὶ ἐξέγειρον ἐκ λάκκου ἁμαρτίας, ὑποκρίσεως, φεῦ! καὶ τῆς κενοδοξίας, πονηρᾶς ἀπογνώσεως, καὶ τῆς ὑπερηφανίας.
Ἰλαϑι, ἴλαϑι Χριστὲ μου, ἐλεῆμον Θεὲ πλάστα δημιουργὲ μου, ἄφες μοι τὰ δεινά, ἐγκλήματα πρεσβείαις, τῆς σὲ τεκούσης Κύριε, ὡς φιλάνϑρωπος δεσπότης.
ᾨδὴ η΄. Τὸν βασιλέα τῶν οὐρανῶν.
Τὸν βασιλέα ὡς τοῦ παντὸς τετοκυῖα, οἴκτιρόν με ἡ ϑερμή μου προστάτις, καὶ ἐλέησόν με, ὡς τοῦ ἐλέους Μήτηρ.
Ὁ ἐλεήμων οἴκτιρόν με Δεσπότης, τῇ πρεσβείᾳ τῆς ἀχράντου Μητρὸς σου, καὶ συγχώρησόν μοι, τὰ τῶν πταισμάτων πλήϑη.
Νίκην δίδου μοι κατὰ τῶν ἀοράτων, ὁρατῶν τε ἐχϑρῶν Παρϑενομῆτορ, ἵνα μεγαλύνω, Ἁγνή σε εἷς αἰῶνας.
Ὕμνον δέξαι σὺ ῥυπαρῶν ἐκ χειλέων, καὶ καρδίας Ἁγνὴ μεμολυσμένης, καὶ καϑάρισόν με, δωρεὰν Θεοτόκε.
ᾨδὴ ϑ΄. Κυρίως Θεοτόκον.
Μαρία Θεοτόκε, σῶσον σῇ πρεσβείᾳ, τοὺς σὲ μητέρα Θεοῦ καταγγέλλοντας, καὶ ἀνυμνοῦντας ἐκ πόϑου, τὰ μεγαλείᾳ σου.
Ναὸς Θεοῦ κυρίως, Κόρη ἀπεδείχϑης, ὡς τὸν Χριστὸν τετοκυία Θεόνυμφε· διὸ ναῷ σου τοὺς ὄντας, ϑείῳ ἐλέησον.
Ὁ μόνος ἐλεήμων, οἴκτιρον πρεσβείαις, τῆς Θεοτόκου Χριστὲ τοὺς ὑμνοῦντάς σε· δύνασαι γὰρ ὅσα, ϑέλεις ὡς Παντοδύναμος.
Νόος δέξαι τὸν γόνον, τόνδε Θεοτόκε, καὶ ἄνες ἄφες μοι Κόρη τὰ πταίσματα· ἰσχύεις γὰρ ἅπερ ϑέλεις, Θεοῦ γεννήτρια.