Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον υπέρ των μη Εχόντων Τέκνα
Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἐν νηδύϊ τοῦ Δεσπότου τῶν πάντων, ὑπερφυῶς κυοφορήσασαν Κόρην, καὶ τῷ ἰδίῳ γάλακτι ἐκθρέψασαν, τὴν ἀειμακάρστον Θεοτόκον Μαρίαν, δεῦτε, ἐν πολλῇ ταπεινώσει, ὑπὲρ ἀτέκνων δούλων τοῦ Θεοῦ, τῆς εὐτεκνίας, ζητούντων τὸ χάρισμα.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δὸς Μαριάμ συζύγοις τέκνων χάριν. Ἰωήλ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ὑπάρχουσα τῆς χαράς, Πανύμνητε Κόρη, τοῖς ἀτέκνοις ταῖς σαῖς λιταῖς, παράσχου χαρὰν παιδοποιίας, ὡς ἂν ὑμνῶσιν ἀεὶ τὰ ἐλέη σου.
Ὁ πάντων κτισμάτων Δημιουργός, Υἱός σου Παρθένε, καὶ Δεσπότης σου ἀληθῶς, τῶν σῶν ἱκετῶν τὴν ἀπαιδίαν, ταῖς σαῖς λιταῖς θεραπεύει ὡς τάχιστα.
Σωμάτων τὴν ξήρανσιν Μαριάμ, ζευγῶν ἀτεκνούντων, ταῖς ῥανίσι τῶν σῶν λιτῶν, εἰς ἄρουραν ὄντως εὐκαρποῦσαν, μὴ διαλίπῃς ποιοῦσα Πανάχραντε.
Μαρία Κυρία τῶν οὐρανῶν, γλυκύτατον πρᾶγμα, καί τὸ ὄνομα τῶν βροτῶν, παράσχου βροτοῖς τοῖς ἀτεκνοῦσι, τεκνογονίας γλυκὺ παραμύθιον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπαιδίας τὸν στόνον, καὶ τὰ πολλὰ δάκρυα, τὴν στεναχώριαν τοῦ βίου, καὶ τὴν ἀπόγνωσιν, τῶν μὴ ἐχόντων καρπόν, Παρθενομῆτορ κοιλίας, λῦσον ταῖς πρεσβείαις σου, πρὸς τὸν Φιλάνθρωπον.
Ῥυπαρίας τοῦ βίου, καὶ τῆς ψυχῆς πταίσματα, φόνους τῶν ἐκτρώσεων μῆτερ, καὶ ὀλισθήματα, τῶν ἡδονῶν τῆς σαρκός, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, τῶν ἀτέκνων σκέδασον, ἱκετηρίαις σου.
Ἰατρείαν Παρθένε, οἱ γηγενεῖς ἅπαντες, πίστει ἐκζητοῦσι λιταῖς σου, ψυχῆς καὶ σώματος, σὺ γὰρ ἐτέξας Χριστόν, μέγαν ἀρχίατρον ὄντως, τὸν ἡμῶν ίάσαντα, πάντα τὰ τραύματα.
Ἀκηδίαν καρδίας, ταῖς σαῖς εὐχαῖς ἔπαρον, ἐκ τῶν μὴ ἐχόντων παιδία, Μῆτερ ἀνύμφευτε, καὶ δὸς αὐτοῖς τὴν χαράν, ἥν ὁ Υἱός σου παρέχει, πᾶσι τοῖς λατρεύουσιν, αὐτοῦ τὸ ὄνομα.
Διάσωσον, Παρθενομῆτορ Πανάμωμε Θεοτόκε, τοὺς πεσόντας ἐν πειρασμοῖς τῶν παίδων στερήσεως, καὶ χάρισαι, ταχινώς αὐτοῖς τέκνα.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὸ ἄλγος ψυχῆς, τῶν δούλων σου Θεόνυμφε, πρεσβείαις ταῖς σαῖς, ὡς ἄμισθος ἰάτειρα, καὶ τῶν ἀνθρώπων σώτειρα, μὴ κατόκνει Ἁγνή θεραπεύουσα, σὺ γὰρ βροτῶν ἀτέκνων βοηθός, ὑπάρχεις ἀείποτε καὶ στήριγμα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μεμνημένοι Πανάχραντε, οἱ ἐξ ἀπαιδίας κατατρυχόμενοι, τῶν πλουσίων χαρισμάτων σου, σε ἀπὸ καρδίας ἱκετεύουσι.
Σωστικαῖς ἱκεσίαις σου, τοὺς πρὸς σε τὰς χεῖρας ἀειμακάριστε, ὡς ἱκέτας ἀνατείνοντας, σῷζε ἀπὸ πάσης περιστάσεως.
Ὑπὸ πάντων Μητρόθεε, ἀνυμνολογοῦνται τὰ σὰ δωρήματα, ὡς γεννήσασα τὸν Κύριον, ὅθεν τοὺς ἀτέκνους ἐπιστήριξον.
Ζωηφόροις πρεσβείαις σου, τοὺς ἀπηλπισμένους ἀτέκνους ζώωσον, ὅπως τύχωσι Πανάμωμε, τῆς παιδοποιίας μέγα χάρισμα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον τὸν νοῦν, τῶν ἀτέκνων ἡ ἐκθρέψασα, τῷ σῷ γάλακτι τὸν Κτίστην τοῦ παντός, ἀφαιροῦσα ἀπογνώσεως νοήματα.
Γνόντες ἀληθῶς, τὴν σὴν χάριν καὶ βοήθειαν, οἱ ἐν θλίψεσιν ὑπάρχοντες πολλαῖς, ἀτεκνίας θαρσυνόμεθα Πανάμωμε.
Ὅπως τὴν χαράν, εὐτεκνίας ἀναφαίρετον, ἀποκτήνωσιν οἱ ἄπαιδες ἁγνή, μὴ ἐλλείπῃς τὸν Υἱόν σου ἱκετεύουσα.
Ἴλεως γενοῦ, τοῖς σοῖς δούλοις ἱκετεύουσι, Ἀειπάρθενε ἐκ βάθους τῆς ψυχῆς, τέκνα μῆτερ ἀποκτήσαι ταῖς πρεσβείαις σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Στερήσεως, χαλεπῆς Πανάχραντε, ἐν τῷ οἴκῳ παρουσίας τῶν παίδων, ἐκ τῶν ἀτέκνων γονέων λιταῖς σου, πρός τὸν Φιλάνθρωπον τάχει ἀπάλλαξον, σὺ γὰρ προστάτις καὶ τροφός, Ἐκκλησίας κατ’ οἶκον γεγένησαι.
Τὸ ἄχθος, τῶν ἀτεκνούντων Πάναγνε, καὶ καρδίας ἀθυμίαν ὡσαύτως, καὶ συντριβὴν εὐτονίας Παρθένε, τῆς ψυχικῆς ταῖς ἁγίαις πρεσβείαις σου, πρὸς τὸν Υἱόν σου καὶ Θεόν, ἐξ αὐτῶν ἀπομάκρυνον τάχιστα.
Ἐμπόνως, καὶ ταπεινῶς ἑστήκαμεν, πρὸ τῆς θείας σου εἰκόνος Παρθένε, καὶ ἱκετεύομεν λέγοντες οὕτω, Μῆτερ Κυρίου καὶ Κόρη Ἀνύμφευτε, παιδοποιίας τὸν καρπόν, τοῖς μὴ σχοῦσι τεκνία χορήγησον.
Κρατύνονται, ἐπὶ σοὶ οἱ ἄτεκνοι, τὴν ὀξεῖαν σου πλουτοῦντες πρεσβείαν, καὶ ἐνθαῤῥύνονται Μῆτερ σπουδαίως, μὴ ὑστερῆται ἐλπίζειν πρὸς Κύριον, λαβεῖν τῶν τέκνων τὴν χαράν, ἐν τῷ βίῳ αὑτῶν Μητροπάρθενε.
Διάσωσον, Παρθενομῆτορ Πανάμωμε Θεοτόκε, τοὺς πεσόντας ἐν πειρασμοῖς τῶν παίδων στερήσεως, καὶ χάρισαι, ταχινῶς αὐτοῖς τέκνα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Παιδοποιίας τὸ χάρισμα δώρησαι, τοῖς ἀτεκνοῦσι Πανάμωμε δούλοις σου, καὶ εὐτονίαν ὑγιείαν καὶ δύναμιν, μὴ διαλίπῃς αὐτοῖς προσπορίζουσα, ἵνα σου τὴν χάριν κηρύττωμεν.
Καὶ εὐθύς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὕς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 24 – 38).
Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. ᾿Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ρῆμα. Εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ρῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.
Δόξα Πατρί.
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄.Όλην ἀποθέμενοι.
Μῆτερ Ἀειπάρθενε, παρθενευόντων ὁ κόσμος, τῶν συζύγων κλεῖσμα, καὶ πασῶν μητέρων τὸ σεμνολόγημα, τὸ πικρὸν ἄλγημα, τῶν ὀλιγοτέκνων, καὶ ἀτέκνων τὸ ὑστέρημα, λῦσον πρεσβείαις σου, καὶ εἰς πλάτος πάντας ὁδήγησον, τοὺς σε καθικετεύοντας, καὶ ἐπιζητοῦντας τὴν χάριν σου, τῆς παιδοποιίας, παρέχουσα ὡς πρόξενος χαράς, τὴν ψυχικὴν ἀγαλλίασιν, αὐτοῖς ὡς φιλάνθρωπος.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νοσημάτων παντοίων, κωλυόντων Παρθένε, τὴν εὐτεκνίαν πιστῶν, τὴν θλῖψιν καὶ τὸν στόνον, κατάργησον λιταῖς σου, ὅπως εὕρωσιν ἐλεός, τοῦ Φιλανθρώπου Υἱοῦ, Κυρίου καὶ Θεοῦ σου.
Ὡς ἡ Σάρρα τὸ πάλαι, καὶ ἡ Ἄννα ὁμοίως, καὶ Ελισάβετ ποτέ, ἐχάρησαν τεκοῦσαι, υἱὸν ἐν γηρατείοις, οὕτω Πάναγνε Δέσποινα, τῶν φιλοθέων πιστῶν, τὴν ἀτεκνίαν παῦσον.
Νῦν ἱστάμεθα πόθῳ, πρὸ τῆς θείας εἰκόνος, τῆς σῆς ἁγίας μορφῆς, καὶ μέλπομεν τὸν ὕμνον, τῆς σῆς ἱκετηρίας, καὶ αἰτοῦμεν τὰ πρόσφορα, ὑπὲρ ἀτέκνων ἁγνή, τῶν πολυστεναζόντων.
Χαῖρε Μῆτερ τοῦ Κτίστου, καὶ παρθένων ἡ δόξα, καὶ τῶν μητέρων ζωή, ἀτέκνων προστασία, καὶ τῶν ὀλιγοτέκνων, ἡ ἐλπὶς καὶ τὸ θάρσημα, Χαῖρε Παρθένε Ἁγνή, ἡμῶν παραμυθίᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀδιαλείπτως, ὑπὲρ ἀτέκνων δυσώπει, τὸν Δεσπότην καὶ Υἱόν σου Θεοτόκε, σὺ γὰρ ἔχεις ὄντως, μεγίστην παῤῥησίαν.
Ῥοὴν δακρύων, τῶν ἀτεκνούντων συζύγων, ταῖς πρεσβείαις σου ἐξάλειψον Παρθένε, χορηγοῦσα τούτοις, χαράν τῆς εὐτεκνίας.
Ἰσχύει ὄντως, ἡ σῇ ὀξείᾳ πρεσβεῖα, τὴν πικρίαν τῶν ἀτέκνων ἀνατρέψαι, καὶ φαιδρὸν ποιῆσαι, αὑτῶν τὸν βίον Μῆτερ.
Νεῦσον ἀσμένως, Ύπεραγία παρθένε, πρὸς ἱκέτας σου ἀτέκνους καὶ χορηγεῖ, τούτοις ταῖς λιταῖς σου, ψυχῶν τὴν εὐτοκίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀῤῥωστίας, τῶν ἐν ἀτεκνία, εὑρισκομένων βροτῶν Ἀειπάρθενε, ταῖς ἐνεργείαις σου δίδου, ἀφθόνως πάντοτε.
Ὡς ὁ Υἱός σου Μῆτερ, δὸς πολλοῖς ἐλπίδα, τῆς εὐτεκνίας Θεόνυμφε Ἄχραντε, καὶ ἀθυμίας ἐκ τούτων, τὸ νέφος σκέδασον.
Ἡ πάντων εὐεργέτις, φάνηθι οἰκτίρμων, τοῖς στερουμένοις παιδιῶν Πανάμωμε, σὺ γάρ τὸν Πλάστην τοῦ κόσμου, ἀσπόρως τέτοκας.
Λυθέντες ταῖς λιταῖς σου, ἐκ τῆς ἀτεκνίας, καὶ ἀποκτήσαντες Μῆτερ καλλίτεκνα, πρὸς σε τὴν Πάναγνον Κόρην, μέλπουσιν ἄσματα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πάντας τοὺς ἀτέκνους ταῖς σαῖς λιταῖς, Δέσποινα Παρθένε, ἡ τεκοῦσα ὑπερφυῶς, Χριστόν τὸν Δεσπότην, προστάτευε ἀπαύστως, καὶ δίδου τέκνων χάριν, αὐτοῖς Πανάχραντε.
Μνήσθητι λιταῖς σου πρὸς σὸν Υἱόν, τῶν ἐχόντων πένθος, ἐν καρδία διηνεκές, ἐκ τῆς ἀπαιδίας, καὶ τῆς χαρᾶς τὸ δῶρον, παράσχου Θεομῆτορ, βροτῶν τὸ στήριγμα.
Ἔπαρον τὰ σκάνδαλα τῆς σαρκός, πρὸς παιδοποιίαν, τῶν θελόντων διακαῶς, ἀποκτησαι τέκνα, καί τῶν δεσμῶν λυθῆναι, τοῦ ἄγχους ἀτεκνίας, Θεοχαρίτωτε.
Πρέσβευε Ἀνύμφευτε πρὸς Χριστόν, ὑπέρ τῶν τιμώντων, τὸν σὸν τόκον πανευλαβῶς, καὶ δὸς ταῖς μητράσι, καρπογονεῖν τεκνία, ἐν ὑγιείᾳ Μῆτερ, ψυχῆς καὶ σώματος.
Κλόνον Παναγία τὸν τῆς ψυχῆς, καὶ σώματος ἄλγη, τῶν ἀπαίδων ταῖς σαῖς εὐχαῖς, θεράπευσον τάχει, σκεδάζουσα τὰ νέφη, καὶ θλῖψιν Θεοτόκε, τῆς μὴ συλλήψεως.
Τοὺς δύο συζύγους καὶ τοὺς γονεῖς, αὐτῶν καὶ τοὺς ἄλλους, τοὺς ἐξ αἵματος συγγενεῖς, γνωστοὺς τε καὶ φίλους, δεόμεθα εὐχαῖς σου, πλησθῆναι εὐτεκνίας, χαρᾶς Πανύμνητε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἶτα ἡ αἴτησις καὶ ἡ εὐχὴ ὑπὲρ τῶν ἀτέκνων.
Ἡ αἴτησις
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεος σου, δεόμεθα σου ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνα) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπέρ τῆς ἄνωθεν ἐνισχύσεως τῶν δούλων σου τούτων (τάδε καὶ δεῖνα) καὶ ὑπέρ τοῦ δοθῆναι αὐτοῖς τὴν τοῦ Θεοῦ βοήθειαν καὶ χάριν, καρπὸν κοιλίας καὶ τέκνα ἀγαθὰ πρὸς χαρὰν καὶ εὐλογίαν αὐτῶν καὶ πρὸς τιμὴν καὶ δόξαν τοῦ ὀνόματος τοῦ Τρισαγίου Θεοῦ.
Ἡ ἐκφώνησις
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υίώ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἡ εὐχὴ
Κύριε ὁ Θεὸς ἡμῶν, Πάτερ Λόγε καὶ Πνεῦμα, οἴδαμεν ὅτι τὰ σύμπαντα δοῦλα σά. Σὺ Δέσποτα ὁ ποιήσας ἐκ τοῦ μὴ ὄντος πάντα τὰ δημιουργήματα, ἔμψυχα τε καὶ ἄψυχα, ὁρατὰ τε καὶ ἀόρατα, ὁ διδοὺς τοῖς ἐκζητοῦσιν ὑπὸ σοῦ τέκνα εἰς διαδοχὴν γένους, ὁ διὰ τοῦ Βασιλέως Έζεκίου εἰρηκὼς τῷ λαῷ σου: «τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς» (Παραλειπομένων Β΄ 30,9), «ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην» (ψαλμ. 112,9), σὺ ὁ καθιστῶν τὸν ἄνθρωπον «εὐφραινόμενον ἐπὶ τέκνοις» (Σ. Σειρ. 25,7), σὺ Κύριε μεγαλόδωρε, ὁ παρέχων τοῖς συζύγοις «τὴν ἐπὶ τέκνοις χάριν» (ἀκολουθία τοῦ γάμου), ὁ κελεύσας τὸν Ἀπόστολον σου γράψαι ὅτι ἡ γυνὴ ὀφείλει «τεκνογονεῖν» (Α΄ Τιμ. 5,14) καὶ ὅτι «σωθήσεται διὰ τῆς τεκνογονίας» (δ.π. 2,15), ὁ εὐλογήσας τὴν μήτραν Σάρρας, Ἄννης τῆς μητρός τοῦ προφήτου Σαμουήλ, Ἐλισάβετ τῆς γυναικός τοῦ Ζαχαρίου, Ἄννης τῆς τεκούσης τὴν Θεοτόκον, σὺ ὁ Πατὴρ ὁ εὐδοκήσας ἡμᾶς σωθῆναι, σὺ ὁ Υἱὸς ὁ κατελθὼν ἐκ τοῦ οὐρανοῦ καὶ σκηνώσας ἐν τῇ νηδύϊ τῆς Ὑπεραγίας Θεοτόκου τῆς μητρός Σου, σὺ τὸ Πανάγιον Πνεῦμα τὸ ἐλθὸν καὶ πραγματοποίησαν τὴν ἔνσαρκον τοῦ Χριστοῦ οἰκονομίαν, ὁ Θεὸς ἡμῶν, πρόσδεξαι ἐν ταύτῃ τῇ ὤρα τὴν δέησιν ἡμῶν τῶν ἁμαρτωλῶν. Δὸς πᾶσι τοῖς άτέκνοις τὴν χαράν τῆς τεκνογονίας, σόβησον ἐξ αὐτῶν τὰ δάκρυα τῆς ἀπαιδίας, ἀπάλειψον ἐκ τῶν καρδιῶν αὐτῶν τὸ ἄγχος τῆς όδυνηράς ὑπονοίας ὅτι εἰσίν ἄχρηστοι καὶ ἀποδοκιμαστέοι ἐν τῷ κόσμῳ τούτῳ ἡ καὶ τὴν ὑπόληψιν τῆς παντελοῦς στειρώσεως αὐτῶν, πάρεχε αὐτοῖς τὴν ἀκαταίσχυντον ἐλπίδα σου, τὴν γλυκυτάτην παραμυθίαν σου, τὸ πλούσιον ἔλεος σου. Κατάστησον αὐτοὺς εἰρηνικούς, ἀνεπιφθόνους, κοινωνικούς, ἀγαθούς. Εἱ μέν τὸ θέλημα τὸ σὸν ἔστι τοῦ παρασχεῖν αὐτοῖς τέκνα, δὸς αὐτοῖς καρπὸν κοιλίας κατά τὸν ὡρισμένον ὑπό σοῦ καιρόν. Εἱ δὲ καὶ τὸ σὸν θέλημά ἔστι τὸ βιώσαι ἄνευ τέκνων, χάρισαι, Κύριε φιλάνθρωπε, αὐτοῖς ἀσφαλῆ πίστιν, γενναίαν ὑπομονήν, ἀκμαῖον ψυχικὸν φρόνημα. Αὔξησον αὐτοῖς τὴν ἐν ἀλλήλοις ἀγάπην καὶ στρέψον τὸν νοῦν αὐτῶν ἐν ἑτέροις ἔργοις ἀγαθοῖς καὶ φιλοθέοις, ἵνα καρποφορήσωσι πλουσίως ἐν τῇ Ἐκκλησία Σου. Ὅτι σὺ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα καὶ σὺ εἰ ὁ χαριζόμενος ἡμῖν τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υίώ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπόλυσις, μεθ’ ἣν τὸ παρὸν Προσόμοιον.
Ἦχος β΄. Ότε ἐκ τοῦ ξύλου σε νεκρόν.
Κόρη Μητροπάρθενε ἁγνή, ἡ ἐν ταῖς ἀγκάλαις τὸν Κτίστην, κόσμου βαστάσασα, σκέπε τῇ σῇ χάριτι, τοὺς ἀτεκνοῦντας βροτούς, καὶ παράσχου πρεσβείαις σου, αὐτοῖς εὐτεκνίαν, σώματος τὸ εὔτονον, ψυχῆς εἰρήνευσιν, τῶν ἀσθενημάτων τὴν λύσιν, ἐσωτερικὴν θυμηδίαν, καὶ χαρὰν χειλέων Θεονύμφευτε.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.