Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Μονή Πελαγίας Βοιωτίας

Ποίημα Γεωργίου Γαλανοπούλου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῇ Γενεθλίου Θεοτόκι Εἰκόνι, περιχαρῶς κατασπασώμεθα πάντες, ἐν Πελαγίας Μάνδρᾳ Της, βοῶντες πιστῶς, πρόφθασον ὦ Παντευλόγητε, ἐξελοῦ πειρασμῶν ταχύ, καὶ σατὰν ἀφάνισον δολοπλόκους ἐνέδρας, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς μητρικαῖς Σου πρεσβείαις πρὸς Εὔσπλαγχνον.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Χάριν σήν, δός μοι Θεοτόκε ἁγνή, Γεωργίῳ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτων Σῶν ῥείθρων ὦ Μαριάμ, πελάγισον πᾶσι, Πελαγίας Μονῆς φρουρέ, καὶ κάθαρον πάθεσι καρδίας, τῶν Σὲ ὑμνούντων καὶ νοῦν φωταγώγησον.

Ἀσμένως εἰσίεμεν Σῇ Μονῇ, αἰτούμενοι Κόρη, μητρικαῖς πρὸς Υἱὸν λιταῖς, ῥυσθῆναι γεένης αἰωνίου, καὶ Παραδείσου τρυφῆς ἀξιώσασθαι.

Ῥανίδαν ἐλέους κἂν Σὸς Υἱός, μοὶ δώσῃ Παρθένε, συγχωρῶν μου τὰς χαλεπάς, ἃς πέπραχα βίῳ ἁμαρτίας· ἱκανὴ αὕτη ἐστὶν τοῦ σωθῆναί με.

Ἵν’ ἄσω Θεόπαιδος τῆς ἁγνῆς, πληθὺν θαυμασίων, φωτισμὸν δός μοι Λυτρωτά· προσέρχομαι Μάνδρᾳ γὰρ Μητρός Σου, τὴν ἰατρείαν παθῶν ἐξαιρούμενος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων παντοίων, ὦ Μαριὰμ λύτρωσαι, τοὺς τῇ Σῇ Μονῇ προσδραμόντας καὶ τῇ Εἰκόνι Σου, περιχαρῶς καὶ πιστῶς, ἀσπαζομένους Παρθένε, καὶ ὑγείαν δώρησαι, ἄμφω τοῖς πάσχουσι.

Σωφροσύνην παρθένοις καὶ νηστευταῖς δύναμιν, τοῖς τε ταπεινοῖς τὴν Σὴν χάριν, δίδου ἑκάστοτε, ὦ Θεομῆτορ ἁγνή, ἐν Πελαγίας τῇ Μάνδρᾳ, καὶ βελίαρ ἔνεδρα, τάχυ ἀφάνισον.

Ἡ Εἰκών Σου Παρθένε ὡς Σιλὼμ δέδεικται, θείων κολυμβῆθρα χαρίτων, ῥεῖθρα ἰάσεων, ἐν τῇ σεπτῇ Σου Μονῇ, ἐπὶ τοῦ Ὄρους τοῦ Πτώου, τοῖς ἐξαιτουμένοις Σου, πᾶσι βραβεύουσα.

Νικητὰς παθημάτων καὶ πειρασμῶν δράκοντος, Ἄχραντε ἱκέτας Σου δεῖξον, τοὺς καταφεύγοντας, ὥσπερ νοσσία σμικρά, ὑπὸ τὴν σκέπην Σου Μῆτερ, καὶ κρουνοὺς χαρίτων Σου, πᾶσι πελάγισον.

Διάσωσον, ὦ Πελαγία Παρθένε ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Εἰκόνι Σου πίστει προστρέχοντας, καὶ μετά πόθου αὐτὴν ἀσπαζομένους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Εἰκόναν σεπτὴν Θεόπαιδος φιλέορτοι, Μονῇ ἱερᾷ, προστρέχοντες ὑμνήσωμεν, καὶ πιστῶς βοήσωμεν· Θεοτόκε πρόφθασον, σκέπουσα ἡμᾶς ἐκ περιστάσεων δεινῶν, καὶ πάρεσο πρέσβυς, ὥρᾳ Κρίσεως.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δὸς τὴν ἴασιν ἅπασι, καὶ φθοροποιῶν ἀλγηδόνων λύτρωσαι, τοὺς ὑμνοῦντάς Σε Θεόνυμφε, καὶ ἀσπαζομένους τὴν Εἰκόναν Σου.

Ὅπως ὕμνους προσάξωμεν, Μῆτερ τοῦ Σωτῆρος, Ὃν ἐξιλέωσαι, τῆς γεένης πάντας ῥύσασθαι, τῇ σεπτῇ Μονῇ Σου νῦν εἰσίεμεν.

Σὺ ὦ Κόρη ἀνάδειξον, νικητὴν παθῶν δεινῶς πολεμούντων με, τῇ ταχείᾳ ἀντιλήψει Σου, σατὰν δ’ ἐπηρείας ἐλευθέρωσον.

Μολυσμάτων θεράπευσον, ψυχικῶν Παρθένε ἡμαρτηκότα με, ὅ,τι Σὸν Υἱὸν ἐλύπησα, Ὃν δυσώπει σῶσαί με Πανάμωμε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Οἱ τὴν ἱεράν, Σὴν μορφὴν ῥαίνοντες ἄνθεσι, καὶ τοῖς μελιῤῥύτοις ᾠδαῖς Σε Ἁγνή, ἀεὶ ὑμνοῦντες, πιστῶς Σὴν χάριν λαμβάνομεν.

Ἵνα ἐκ παθῶν, καὶ δεινῶν ἡμᾶς Θεόνυμφε, σώσῃς νῦν προσδέχου τὴν παράκλησιν, τῶν ἐν Μονῇ Σου, προστρεχόντων παρ’ Ἀκραίφνειον.

Θραῦσον τὰς ὁρμάς, τῶν ἐχθρῶν ὦ Ὑπερένδοξε, τῶν ἐπαπειλούντων πιστοὺς Ἀκραιφνεῖς, καὶ τοῦ βελίαρ, Παρθένε ὀφρὺν κατάβαλε.

Ἔγνωμεν Σεμνή, Σὲ ὡς σκέπην τὴν ὁλόφωτον, τὴν ἐπισκιάζουσαν τοὺς εὐσεβεῖς, ὥσπερ νεφέλης, θείας δόξης Πελαγιώτισσα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὀδῦναι νῦν, τὴν ψυχήν μου κυκλοῦσιν, ἐκ παθῶν τῶν ψυχοφθόρων Παρθένε, ἀλλὰ πρὸς Σὲ καταφεύγω ἐλπίζων, τῇ ἀρωγῇ Σου ῥυσθῆναι ὁ ἄθλιος, καὶ Σῇ Εἰκόνι εὐλαβῶς, κατασπάζομαι Μῆτερ ἀπείρανδρε.

Τὰ στίφη, τοῦ παγκακίστου ἐλαύνει, τῆς Εἰκόνος Σου ἡ θέα καὶ μόνον, ὁ ἀσπασμός ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίαις χαρίζεται, καὶ ταῖς αἰσθήσεσι χαρά, νῦν δωρεῖ τοῖς πιστοῖς Κόρη ἄφθορε.

Ὁλκάδα, τὴν ἱεράν Σου Παρθένε, ἐκ παντοίας σκέπε βλάβης ἀτρώτως, τὴν προσκυνοῦσαν Σὸν ἄφραστον Τόκον, ἐκ τῶν κινδύνων καὶ νόσων ἀπάλλαξον, καὶ τοὺς δραμόντας Σῇ Μονῇ, παλαιφάτῳ καλῶς διαφύλαξον.

Κεκτήμεθα, Σὲ προστάτιν ἔφορον, Πελαγιώτισσα Θεόπαις καὶ τεῖχος, τῆς ἱερᾶς, ἡμῶν Μάνδρας τὴν σκέπην, καὶ Βοιωτίας ἁπάσης προπύργιον, τῶν Ὀρθοδόξων δὲ πιστῶν, σωτηρίαν καὶ πρέσβυν θερμότατον.

Διάσωσον, ὦ Πελαγία Παρθένε ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Εἰκόνι Σου πίστει προστρέχοντας, καὶ μετά πόθου αὐτὴν ἀσπαζομένους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία Ἀκραιφνείου εἶ Ἀειπάρθενε, Ὀρθοδόξων πέλεις ἡ φρουρὸς καὶ ὑπέρμαχος, πάντας σκέπεις τοὺς εὐφημοῦντάς Σε περιχαρῶς, Εἰκόναν ἀσπαζομένους νῦν, τὴν θαυματόβρυτον Ἁγνή, καὶ πιστῶς ἐκβοώντων Σοι· χαῖρε θερμὴ πρεσβεία, καὶ ἀνθρώπων σωτηρία· χαῖρε ἡ πρέσβυς πρὸς Θεόν, Πελαγία τῶν τιμώντων Σε.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Πελαγίας, Οἰκτῖρμον μεσιτείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πόθῳ νῦν προσέλθωμεν, τῆς Πελαγίας τῇ Μάνδρᾳ, καὶ Εἰκόνα πάνσεπτον, πιστῶς ἀσπασώμεθα χαριτόβρυτον· βρύει γὰρ θαύματα, νόσους διώκουσα, ἀφανίζουσα τοὺς δαίμονας, τρέφει πεινῶντάς τε, διψῶντας δροσίζει τοῖς ὕδασι, νάματα πελαγίζουσα, τῆς θεογνωσίας ἡ Θεοτόκος, τοῖς ψαλμοῖς ὑμνοῦντας, θερμῶς τε ἐκζητοῦντας ἐξ Αὐτῆς, τῆς σωτηρίας αἰτήματα, καὶ πταισμάτων ἄφεσιν.

Σῶσον ὸ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐλογημένη πάνυ, πρὸς Ὃν ἔτεκες Μῆτερ, γενοῦ πρεσβεία θερμή, ῥυσθῆναι Θεοτόκε, τοὺς Σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀειπάρθενε Κόρη, Μάνδρας ἔφορε, ὥσπερ νεφέλη ἀγκάλαις Σαῖς, περίσωζε τὸν κόσμον, ἐκ πάσης τρικυμίας, καὶ βελῶν τοῦ ἀλάστορος· ὅ,τι ὑπάρχεις πιστῶν, ἀντίληψις ταχεία.

Γενεθλίων τιμᾷ Σου, σεπτῶς Δέσποινα πόθῳ, τῆς Πελαγίας Μονή, καὶ χαρμοσύνως μέλπει, τῇ θείᾳ Σου Εἰκόνι, μελῳδίαις καὶ ᾄσμασι, πανηγυρίζουσα νῦν, τὴν εὔσημον ἡμέραν.

Ναὲ ἡγιασμένε, Βάτε ἄφλεκτε σκέπε, τοὺς ἀνυμνοῦντας ᾠδαῖς, Σὴν θαυμαστὴν Εἰκόναν, καὶ Σὲ ὁμολογοῦντας, Θεοτόκον διάσωσον· σὺ γὰρ ἀσπόρως σαρκί, Θεὸν ἔτεκες Λόγον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἤρεμον βίον, δίδου πιστοῖς ὦ Θεόπαις, χαλεπῶν νοσημάτων καὶ ὄγκων, ῥῦσαι καὶ παράσχου, κατ’ ἄμφω τὴν ὑγείαν.

Γέγραπται ὄντως, μακαριοῦσί με πᾶσαι, γενεαὶ τῶν ἀνθρώπων ἐν βίβλοις· ὅθεν τοῦ πελάγους, Παρθένε Σὲ ὑμνοῦμεν.

Ἐγκωμιάζει, Ἁγνὴ Μονὴ Πελαγίας, σὺν Ἀγγέλων χοροῖς ἀνυμνούντων, καὶ παρακαλεῖ Σε, δεινῶν ἐκλυτρωθῆναι.

Ὦ Ζωοδότα, ταῖς ἱκεσίαις προσδέχου, Σῆς Μητρὸς σεισμοῦ πυρὸς ἀνάγκης, ῥῦσαι τήνδε Μάνδραν, καὶ σῶσον ἡμᾶς πάντας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥυσθῆναι νοσημάτων, θλίψεων κινδύνων, καὶ τῆς ὀργῆς τοῦ Θεοῦ, δυσωποῦμεν πιστῶς, Σὲ Θεοτόκε Παρθένε, δάκρυσιν ἅπαντες.

Γεώργησον καρδίαν, καὶ Σὴν χάριν δίδου, τῷ μελῳδήμασι Κόρη ὑφάναντι Σοί, πρὸς ἀτελεύτητον ὕμνον, τῆς θείας δόξης Σου.

Ἱκέται εἰς πρεσβείαν, Σὴν τρέχομεν Κόρη, ἐν Πελαγίας Μονῇ κατασπάσασθαι νῦν, τὴν ἱεράν Σου Εἰκόνα, ὑμνολογοῦντές Σε.

Ὦ καύχημα παρθένων, τῶν μητέρων δόξα, καὶ Ἱερέων σεμνὸν ἐγκαλλώπισμα, πιστῶν ἐλπὶς χαρὰ σκέπη, εἶ Πελαγιώτισσα.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, κλίνοντες τὸ γόνυ, τὴν Εἰκόναν τὴν ἱεράν, Πελαγιωτίσσης, τὴν βρύουσαν ἰάσεις, ἐκ νόσων ἀνιάτων, καὶ χάριν ἔνθεον.

Ἴασαι νοσοῦντας Μῆτερ ταχύ, σῶσον ἐκ κινδύνων, τοὺς προστρέχοντας εὐλαβῶς, τῇ ἱερωτάτῃ, Εἰκόνι Σου Παρθένε, αὐτὴν ἀσπαζομένους, θερμῶς ἐκ πίστεως.

Δίδου δωρεῶν Σου πλοῦτον ἡμῖν, εἰρήνην Παρθένε, καὶ ἀπάλλαξον χαλεπῶν, ψυχῆς μολυσμάτων, παθῶν καὶ ἀλγηδόνων, παρέχουσα ὑγείαν, ἄμφω ἀδάπανον.

Ὦ πῶς εὐφημήσωμεν Μαριάμ; Σὲ νῦν ἀποροῦμεν, ἀλλὰ δέχου ἀγγελικόν, ἀσπασμὸν ἐκ πόθου, βοῶντές Σοι τὸ χαῖρε· χαῖρε ὦ Πελαγιώτισσα, πάντων Σώτειρα.

Ὦ τῶν δωρεῶν Σου Μῆτερ Θεοῦ, ὦ τῆς Σῆς προνοίας, ἣν δεικνύεις πᾶσι πιστοῖς· ὅ,τι ὡς ἡ ὄρνις, σκέπουσα τὰ νοσσία, Μονήν Σου ἀγκάλαις σκέπεις, καὶ κόσμον ἅπαντα.

Δέχου τὰς δεήσεις ἡμῶν Σεμνή, Θεόπαις Κυρία, καὶ προσάγαγε Σῷ Υἱῷ, τοῦ παρασταθῆναι, ἡμᾶς ἀκατακρίτους, ἐν ὥρᾳ τῇ μελλούσῃ, γεένης ῥύσασθαι.

ᾟκεν ἐκ πελάγους ἄδηλον πῶς, τόδε τὸ χωρίον, ἡ Εἰκών Σου ἡ ἱερά, ὦ Θεόπαις Κόρη, κληθεῖσα Πελαγία, τοῖς πᾶσι πελαγίζουσα, θείας χάριτας.

Νεῦσον πρὸς τὸν ὕμνον τοῦ Σοῦ Υἱοῦ, ἡμᾶς Θεοτόκε, μεγαλύνειν Σὲ ἐν ᾠδαῖς, ἣν μακαριοῦσι, γενεαὶ τῶν ἀνθρώπων, καὶ δὸς πᾶσι τὴν χάριν, σεπτῆς Εἰκόνος Σου.

Τοὺς καταφιλοῦντας Σὴν θαυμαστήν, Εἰκόναν Κυρία, Πελαγία περιχαρῶς, τήρει ἄνευ βλάβης, καὶ δίδου θείαν χάριν, ταχὺ πληροῦσα πόθους, τῶν ἀνυμνούντων Σε.

Ἥλιος ἀνέτειλε νοητός, ἐκ Σοῦ Θεοτόκε, ὁ τῆς δόξης Παμβασιλεύς, καὶ δικαιοσύνης, Χριστὸς ὁ Παντεπόπτης· Αὐτὸν οὖν προσκυνοῦμεν, Σὲ μεγαλύνοντες.

Θαύματα πηγάζει ἡ Σὴ Εἰκών, ῥεῖθρα πελαγίζει, ἰαμάτων πᾶσι πιστοῖς, τοῖς πόθῳ τῇ θείᾳ, Μονῇ Σου προσδραμοῦσιν, ὦ Πελαγία Κόρη, Πτώου τὸ καύχημα.

Ἐκ τῆς γῆς ἀνέτειλε θαυμαστῶς, ἡ σεπτὴ Εἰκών Σου, Ἀειπάρθενε ἀκραιφνῶς, καὶ χαρὰν πλουσίαν, δωρεῖται καὶ εἰρήνην, τοῖς κατασπαζομένοις, αὐτὴν ἐν δάκρυσιν.

Ὅρμισον πρὸς ὅρμον τὸν γαληνόν, ναῦν τῆς Ἐκκλησίας, τὰ πελάγη τῶν πειρασμῶν, σκάνδαλα καὶ θλίψεις, βυθίζουσα θαλάσσαις, καὶ σκόρπισον εἰς βάθη, σατὰν Πανάμωμε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου, ὦ Θεόπαις Μαριάμ, ὕμνον σὺν ψαλμοῖς καὶ ᾠδαῖς τε, πρὸς Σὲ νῦν περιχαρῶς, ῥόδα τε καὶ δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς Σὴν εἰκόνα, κατασπαζομένων Σου, βοῶντές Σοι ἐκ ψυχῆς· Μῆτερ, σκέπε πάντας καὶ φρούρει, ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζουσα ἡμᾶς ἐκ πάσης θλίψεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.

 

Πηγή