Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Μυρτιώτισσα

Ποίημα Αποστόλου Παπαχρήστου

†Εορτάζεται την πρώτη Κυριακή του Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ εἰκόνι προσπέσωμεν, ἐν κατανύξει ἐκτενῶς καὶ βοήσωμεν· οἱ ἐν ποικίλαις θλίψεσιν ὑπάρχοντες, Δέσποινα, βοήθησον, Μυρτιώτισσα πάντας, σπεῦσον ἐξελοῦ ἡμᾶς, τῶν τοῦ βίου σκανδάλων, καὶ ἐκ δαιμόνων πάσης ἀπειλῆς, σὺ γὰρ ὑπάρχεις ἐλπὶς τῆς ζωῆς ἡμῶν.

Δόξα.
Σήμερον τῆς εὐδοκίας.

Σήμερον τῆς Θεοτόκου ἡ μνήμη ἐπέφανε, δεῦτε οὖν προθύμως Ταύτην πάντες ἀνυμνήσωμεν, ἐν ᾠδαῖς οἱ πιστοὶ τὴν πάνσεπτον Μυρτιώτισσαν, καὶ τὴν Αὐτῆς εἰκόνα κατασπασώμεθα, βοῶντες Αὐτῇ μεγαλοφώνως καὶ λέγοντες· χαῖρε Κεχαριτωμένη, τοῦ κόσμου ἡ ἀνάκλησις.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Μυρτιώτισσα σῷζε ἀεὶ πάντας· Ἀποστόλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρία Θεόνυμφε ἡ Χριστὸν, ἀσπόρως τεκοῦσα, τὸν τὰ πάντα τῇ ἑαυτοῦ, δυνάμει ποιήσαντα δυσώπει, Αὐτὸν ζωῆς θείας μέτοχον δεῖξαί με.

Ὑπάρχουσα ἄβυσσος ἀγαθὴ, Παρθένε ἐλέους, τὸν εἰς βάθος ἁμαρτιῶν, πεσόντα με σῶσον προσκυνοῦντα, καὶ ἀνυμνοῦντά σε, ὦ Μυρτιώτισσα.

Ῥωννύμενος σθένει σου, ὦ Ἁγνὴ, κακίαις δαιμόνων καὶ παθῶν μου ἐκ ζοφερᾶς, λυτροῦμαι Παρθένε τρικυμίας· διὸ καὶ χαίρων τὸ χαῖρε κραυγάζω σοι.

Τὸν Ὄντα κυήσασα ἀληθῶς, διπλοῦν ταῖς οὐσίαις καὶ ταῖς φύσεσιν, Ἁγαθὴ, Χριστὸν, ὃν δυσώπει τὴν Μονήν σου, κινδύνων δεῖξαι ἐκ πάντων ἀλώβητον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατρεῖον, Παρθένε, τὸν σὸν ναὸν ἔδειξας, ἄμισθον ψυχῶν καὶ σωμάτων, ἔνθα προσπίπτοντες, πιστοὶ λαμβάνομεν τὴν θεραπείαν βοῶντες· χαῖρε τῶν νοσούντων, χαρὰ καὶ ἀντίληψις.

Ὦ Πανύμνητε Μῆτερ, Χριστιανῶν καύχημα, καὶ τῶν Ἀσωμάτων Βασίλισσα, θρόνε πύρινε, τοῦ Παντοκράτορος, σῶν οἰκτιρμῶν καὶ θαυμάτων, δεῖξον αἴγλην, Πάναγνε, τοῖς σοὶ προσπίπτουσι.

Τῇ κακίᾳ δαιμόνων, τρωθεὶς, Ἁγνὴ, δοῦλός σου, καὶ ἐκ συμφορῶν τῶν ἐν βίῳ, ἅμα καὶ θλίψεων, πεσὼν τῇ σκέπῃ τῇ σῇ, αὖθις τὴν ἴασιν, Κόρη, τῆς ψυχῆς λαμβάνει, ὑμνῶν σε γηθόμενος.

Ἵνα τί, ὦ ψυχή μου, τοῖς ζοφεροῖς πάθεσι, καὶ τῇ ἁμαρτίᾳ ἐμμένεις; Τὸ τέλος ἤγγικε· δράμε οὖν πρόσπεσον, τῇ Θεοτόκῳ βοῶσα· σῶσόν με πρεσβείαις σου, ὦ Μυρτιώτισσα.

Διάσωσον, ὦ Μυρτιώτισσα, πάντας ἐκ τῶν κινδύνων· σὲ γὰρ μόνην μετὰ Θεὸν προστάτιν κεκτήμεθα, Πανύμνητε σκέπη καὶ σωτηρία.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ, πιστῶν τὸ καταφύγιον, πεινώντων τροφὴ, ἐχθρῶν φυγαδευτήριον, σὺ ὑπάρχεις Ἄχραντε, καὶ Μονῆς σου φύλαξ ἀκοίμητος, ἡ καυχωμένη πάντοτε ἐν σοὶ, κηρύττει βροτοῖς τὰ σὰ θαυμάσια.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σωτηρίας εἶ πρόξενος, πᾶσι τὸν Σωτήρα Χριστὸν ἡ τέξασα· ὅθεν σῶσόν με προστρέχοντα, τῇ σεπτῇ σου σκέπη Μυρτιώτισσα.

Σὲ προστάτιν κατέχοντες, οἱ Χριστιανοὶ δεινῶς τιμωρούμενοι, ἐκ τῆς Ἄγαρ τῶν υἱῶν, Ἁγνὴ, συμφορῶν ἐδείκνυντο ἀμέτοχοι.

Ἀπὸ πάσης κακώσεως, θλίψεων καὶ νόσων καὶ περιστάσεων ἐκλυτρούμεθα, Πανύμνητε, οἱ σὲ προστασίαν προβαλλόμενοι.

Σὺ θάνατου με λύτρωσαι, Κόρη, τὸν νοσοῦντα ταῖς ἱκεσίαις σου· τὸν Χριστὸν γὰρ πᾶσι τέτοκας, τὸν θανάτῳ λύσαντα τὸν θάνατον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦ φωτὸς αὐγὴ, φώτισόν μου τὴν διάνοιαν, ταῖς ἀστραπαῖς τῆς σῆς λαμπρότητος, ἡ φῶς τοῦ κόσμου, Χριστὸν τὸν Θεὸν, κυήσασα.

Ζάλην τῶν παθῶν, συνεχόμενόν με λύτρωσαι, Ἁγνὴ ἐκ τούτων ἡ κυήσασα, τὸν διὰ πάθους Αὐτοῦ, ἀπάθειάν μοι βλύσαντα.

Ἔχουσα Σεμνὴ, Αἰτωλία τὴν εἰκόνα σου, φρουρὸν καὶ τεῖχος ἀπροσμάχητον, ἐχθρῶν τὰ πλήθη ἀπελαύνει Μυρτιώτισσα.

Ἄκουσον Ἁγνὴ, τῆς ἐμῆς φωνῆς καὶ ῥῦσαί με, ἐκ δαιμόνων τῶν κυκλούντων με καὶ γὰρ ζητοῦσιν, ὥσπερ κύνες ἀφανίσαι με.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Εἰρήνευσον, τὴν ψυχήν μου, Παρθένε, καὶ ὑγίειαν δὸς σῷ δούλῳ ἐν τάχει· σὺ ἰατρὸς ἀσθενῶν εἶ καὶ ῥύστης, τῶν αἰχμαλώτων διώκτης δαιμόνων τε· ὡς Μήτηρ γὰρ τοῦ Ποιητοῦ, καὶ ποιεῖς ὅσα θέλεις καὶ δύνασαι.

Ἰάσεων, τὴν πηγὴν ἡ τεκοῦσα, τὸν μὴ σχόντα καὶ μηκέτι τοὺς πόνους, ὑπενεγκεῖν καὶ τὰς νόσους δυνάμενον, ἰάτρευσόν με· σὺ γὰρ εἶ, ἀσθενούντων ἐλπὶς, Μυρτιώτισσα.

Προστάτις σὺ, ἐν καιρῷ τῆς δουλείας, πᾶσι γέγονας, ὦ Μῆτερ τοῦ κόσμου, τὴν σὴν Μονὴν καὶ ναόν τοῖς παιδίοις, γραμμάτων οἶκον καὶ ἄσυλον ἔδειξας, κηρύττοντας τὰ σὰ σεπτὰ, μεγαλεῖα Παρθένε, τοῖς πέρασι.

Ἀνύμφευτε, Θεοτόκε Ἀγγέλων, ἡ ἀσύγκριτος τῇ δόξῃ καὶ κάλλει, τὸν τὴν ζωὴν τῶν Ἀγγέλων ἐν κόσμῳ, βιῶσαι θέλοντα δοῦλόν σου, φθόνῳ τε, καὶ πάσης μηχανῆς τοῦ ἐχθροῦ, προσφυγόντα σοι, σώζεις ὑμνοῦντά σε.

Διάσωσον, εὐλογημένη Μυρτιώτισσα Θεομῆτορ, ἀπὸ παντοίας ἐν βίῳ κακώσεως, τοὺς προσιόντας εἰκόνι σου τῇ τιμίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, Αἰτωλίας σκέπη καὶ ἰσχὺς ἀπροσμάχητε, μὴ παρίδῃς ἀπεγνωσμένων τέκνων σου φωνὰς, ἀλλὰ σπεῦσον καὶ νῦν ὡς ποτὲ, ἐκ τῶν τυράννων σὸν λαὸν, τῶν ἀθέων διέσωσας, πάσης δουλείας, Κόρη, ῥῦσαι ἡμᾶς βοῶντας· σὺ εἶ τὸ στήριγμα ἀεὶ, Θεοτόκε τῶν τιμῶντών σε.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς, Δέσποινα, τοῦ σοῦ ἱκέτου δεήσεις, ὅτι ὑπερῆράν μου κεφαλὴν, Παρθένε, αἱ ἀνομίαι μου. Μολυσμὸς γέγονα, τοῦ ἀέρος οἴμοι, θλῖψις γῆς, θαλάσσης μίασμα, ἀνθρώπων ὄνειδος, παίγνιον δαιμόνων ὁ ἄθλιος, Ἀγγέλων θρῆνος, Ἄχραντε, ξένος τοῦ Θεοῦ καὶ ἀλλότριος. Οἴμοι, τί ποιήσω, τὸ τέλος νῦν ἐπέστη καὶ Κριτὴς, Κόρη, εἰς κρίσιν καθέζεται· σῶσόν με πρεσβείαις σου.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νέους, ὦ Θεοτόκε, τοὺς ἀνθρώπους τῷ σῷ τοκετῷ ἐποίησας, φθαρέντας παραβάσει, Ἀδὰμ τοῦ Πρωτοπλάστου, καὶ κραυγάζειν ἠξίωσας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τὸν Δεσπότην τῶν ὅλων, ἐκδυσώπει, Παρθένε, σὺν θεηγόρῳ Κοσμᾷ, Μονῆς σου τὸν ἱκέτην, Μαρτύρων καὶ Ὁσίων, Αἰτωλίας τε καύχημα, ῥῦσαι ἡμᾶς τοῦ βοᾶν· Χριστὲ, εὐλογητὸς εἶ.

Ἀπὸ πάσης ἀνάγκης, ἐμφυλίου πολέμου, λιμοῦ, λοιμοῦ καὶ σεισμοῦ, αἱρέσεων παθῶν τε, ἡμᾶς καὶ πάσης βλάβης, Μυρτιώτισσα, λύτρωσαι, Χριστῷ ἐν πίστει βοᾶν· ἀεὶ εὐλογητὸς εἶ.

Σοὶ κραυγάζω, Παρθένε, ἔκτεινόν μοι σὴν σκέπην καὶ σῷον τήρει ἀεὶ, ἐν ὄρει τε καὶ πόλει, ἀγρῷ ἢ ἐν θαλάσσῃ ἢ ἀέρι ὑπάρχοντα, βοᾶν Χριστῷ τῷ Θεῷ· ἀεὶ εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ πνευμάτων, τῶν πονηρῶν ὀχλουμένους, φεῖσαι Δέσποινα σῶσον τοὺς σοὺς δούλους, ἵνα σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Παρθενομῆτορ, τὸν Λυτρωτὴν ἡ τεκοῦσα, τοὺς δουλείᾳ καὶ αἰχμαλωσίᾳ, καὶ ἐν φυλακαῖς ῥῦσαι, ὅπως σε ὑμνῶμεν.

Ὅτε ὡς νέφος, ἐν τῷδε τόπῳ ἀκρίδες, φθεῖραι ἔδραμον τοὺς ἀγρούς, Παρθένε, ἐδίωξας αὐτὰς, τοῦ λαοῦ σε προσκυνοῦντος.

Σὲ ἱκετεύω, τοὺς πονηροὺς λογισμούς μου, τοὺς ἀεὶ τὴν ψυχήν μου τυραννοῦντας, δίωξον Παρθένε, ἀεὶ εὐλογημένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν σὲ παρακαλοῦντα, καὶ πόθῳ ἐκζητοῦντα, τὴν σὴν ἀντίληψιν, μὴ ὑπερίδῃς Ἁγνὴ, μηδὲ κενὸν ἀποστρέψῃς, σὸν δοῦλον Ἄχραντε.

Οἱ νόσοις ἀνιάτοις, ὀχλούμενοι σωμάτων, καὶ τῶν ψυχῶν, Μυρτιωτίσσῃ νῦν δράμετε, καὶ γὰρ παρέχει ἰάσεις πᾶσι τοῖς χρήζουσι.

Λαὸς τῆς Αἰτωλίας, πρύτανιν σὲ κτᾶται, καὶ τὰ περίχωρα τεῖχος ἀκράδαντον, ἡ δὲ Μονή σου σὲ κόσμον, ὦ Μυρτιώτισσα.

Οἱ Ἄγγελοι τὸ χαῖρε, βοῶσι σοι Παρθένε· ἡμεῖς δὲ γόνυ σοι κλίνομεν κράζοντες· μὴ ὑπερίδῃς λαόν σου, νῦν ἀπολλύμενον.

Ὑπέραγνε Μαρία, Τριάδος Ὑπερθέου, δοχεῖον θεῖον Αὐτὴν καθικέτευε, σὺν τοῖς Ἁγίοις τε σῴζεσθαι ἅπαντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὴν εἰκόνα τὴν ἱερὰν, τῆς Μυρτιωτίσσης, ἀσπασώμεθα εὐλαβῶς· βρύει γὰρ ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, πιστῶν προστάτις πέλει, ἐλαύνει δαίμονας.

Χαῖρε πλατυτέρα τῶν οὐρανῶν, καὶ μονῆς Μυρτέας, ἡ προστάτις καὶ βοηθὸς· σκέπη Αἰτωλίας, φρουρὲ Ἀκαρνανίας, ἡμῶν ἡ προστασία, χαῖρε Μητρόθεε.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ, νοσεῖ μου, καὶ ταράττεται ἡ ψυχὴ, πρὸς σὲ καταφεύγω, ἐλπὶς ἀπελπισμένων, μὴ μὲ παρίδῃς Μῆτερ, φεῖσαι τοῦ δούλου σου.

Παῦσον οἰκουμένης τὴν ταραχὴν, κόπασον πολέμους, συνοχὴν, στάσεις τε ἐθνῶν, παῦσον Ἐκκλησίας, τὰ σκάνδαλα καὶ θλίψεις, καὶ δώρησαι εἰρήνην, πᾶσι Παντάνασσα.

Νέον πᾶσι τέτοκας τὸν Χριστὸν, Πάναγνε, παιδίον· ὅθεν φρούρει διηνεκῶς, ῥῦσαι σοφισμάτων, ποικίλων καὶ ἐκ μύθων, παθῶν καὶ πάσης πλάνης, τὴν νεολαίαν σου.

Σὺν τῷ Εὐγενίῳ τῷ Αἰτωλῷ, τῷ τὴν σὴν Εἰκόνα, προσκυνήσαντι Μαριὰμ, ἐν τῇ ἱερᾷ σου μονῇ τὴν τῆς Μυρτέας, τὸν σὸν Υἱὸν δυσώπει, σῶσαι τοὺς δούλους σου.

Σκέπε, φρούρει, φύλαττε σὴν Μονὴν, ἐξ ἐχθρῶν Παρθένε, καὶ τῶν θλίψεων ἀβλαβῆ, τοῖς τε ἀσκουμένοις, ἐν ταύτῃ δὸς εἰρήνην, εὐχαῖς σου σωτηρίαν, καὶ μέγα ἔλεος.

Χαῖρε νύμφη ἄμωμε τοῦ Πατρὸς, τοῦ Υἱοῦ ἡ Μήτηρ, χαῖρε Πάναγνε ἀληθῶς, Πνεύματος Ἁγίου, σεπτὸν δοχεῖον, χαῖρε, Ἄγγέλων καὶ ἀνθρώπων, χαῖρε τὸ καύχημα.

(Εἰς καιρὸν ἀνομβρίας).
Ὥς ποτε ἐῤῥύσω τὸν σὸν λαὸν, δι’ ἀμπλακημάτων παροργίσαντα σὸν Υἱὸν, ἐκ τῆς ἀνομβρίας, οὕτω καὶ νῦν Παρθένε, ἡμῖν τὸν ὄμβρον πᾶσι, δὸς καὶ συγχώρησιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεοτόκε Παρθένε ἡμῶν ἡ λύτρωσις, ἡ Θεὸν τῶν ἁπάντων σαρκὶ κυήσασα, ἡ Βασίλισσα ἁπάσης Κόρη κτίσεως, ἀπελπισμένων ἡ ἐλπὶς κατ’ ἄμφω ἴασιν ἡμῖν, ὦ Μυρτιώτισσα δίδου· οἶδα γὰρ Μῆτερ ἁγία, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις Ἀγαθὴ, τῶν τῇ σῇ εἰκόνι ἐν πίστει καταφευγόντων ἀεὶ· σὺ γὰρ ἡ ἐλπὶς ἡμῶν, ὦ Μυρτιώτισσα· ψυχικὰς ἀλγηδόνας τε, σωμάτων κακώσεις, νόσους θεραπεύεις νῦν, τὰς ἀνιάτους ἡμῶν· λύεις, τῆς μαγείας κακίαν, πνεύματα διώκεις τῆς πλάνης, ἐκ τῶν ἱκετῶν σου, Παναμώμητε.

Πάντων ἀσθενούντων ἡ ἐλπὶς, καὶ ἁμαρτωλῶν σωτηρία, καὶ θλιβομένων χαρὰ, σκέπη ὀρφανῶν Ἁγνὴ, καὶ προστασία χηρῶν, ὁδοιπόρων ἀσφάλεια, καὶ φῶς πλανωμένων, πάντων προστασία τε, τῶν πεποιθότων εἰς σὲ, Μῆτερ τοῦ Θεοῦ σὺ εἶ· ὅθεν, μὴ ἐλλείπῃς εὔχεσθαι δοῦναι, Κύριον τοῖς πᾶσι τὴν συγχώρησιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.