Παρακλητικός Κανών εις την Θαυματουργό και Μυροβλύτισσα Εικόνα της Υπεραγίας Θεοτόκου Ροβέλιστα της Κυρίας των Ραδοβυζδίων Άρτας
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
† Εορτάζεται στις 13 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ το ἐξῆς·
Ἤχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τῆς Ῥοβελίστης τῇ εἰκόνι προσπέσωμεν, οἱ ἐν βυϑῷ ἁμαρτιῶν εὑρισκόμενοι, ὀδυνηρῶς στενάζοντες καὶ πόνοις φρικτοῖς, κράζοντες· Πανύμνητε, Θεοτόκε παρϑένε, κλῖνον οὖς εὐήκοον ταῖς ἡμῶν ἱκεσίαις· σὺ γὰρ ὑπάρχεις πάντων βοηϑὸς καὶ ἀντιλήπτωρ καὶ ῥῦστις ἐκ θλίψεων.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ῥύπου ῥῦσαί με, Ῥοβέλιστα κόρη. Χαραλάμπους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ῥοβέλιστα Μῆτερ πανευκλεές, ἀνήροτε Κόρη, οἰκητήριον παμφαές, τοῦ μόνου παγκάλου Βασιλέως, σῶν ἱκετῶν παρακλήσεις ἐνώτισαι.
Ὑπάρχουσα ϑρόνος φωτοειδής, ἀλάβαστον μύρου, πανευῶδες τε καὶ ἡδύ, σοὺς δούλους μυρίσαν εἰς αἰῶνας, τῆς οὐρανίου ζωῆς καταξίωσον.
Ποντούμενος σάλῳ τῶν ἡδονῶν, βυϑῷ ἁμαρτίας, παραγέγονα ὁ οἰκτρός, ἀλλ᾽ αὖϑις Παρϑένε σῇ εἰκόνι, ἀνατενίζων κραυγάζω σοι· σῶσόν με.
Ὁδήγησον τρίβους μου ἀγαϑή, πρὸς θείας ἐπάλξεις, καὶ ἀγῶνα ὑπερφυᾶ, Ῥοβέλιστα ὅπως καταντήσω, εἰς ἀρετῆς ὕψος Κόρη, ϑειότατον.
Ὑμνῶ καὶ δοξάζω σε Μαριάμ, ὡς ἄφλεικτον βάτον, καὶ κηρίον ἀειφεγγές, κανδήλαν χρυσίου τε καὶ σμάλτου, φῶς τὸ ἀπρόσιτον φαίνουσαν ἅπασι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρὸν τὸν χιτῶνα, τὸν τῆς ψυχῆς κέκτημαι, καὶ τοῦ οὐρανίου νυμφῶνος, πύλας οὐ δύναμαι, Ῥοβέλιστα διελϑεῖν, ἀλλὰ ϑαῤῥῶν σοι κραυγάζω· κάϑαρον καὶ ἄσπιλον δεῖξόν με, Ἄχραντε.
Ὑβριστῶν βορβορώδη, καὶ βδελυρὰν πάριδε, γλῶτταν Θεοτόκε καὶ ταύτην, τάχος μετάτρεψον, ἵνα αἰνῇ ἐσαεί, διακαῶς τὸν σὸν Τόκον, καὶ γεραίρη Πάναγνε, τὰ μεγαλεῖά σου.
Σταλαγμούς Θεοτόκε, τῶν ὀφθαλμῶν πρόσδεξαι, τῶν εἰς σὲ Ῥοβέλιστα κόρη, καταφευγόντων νῦν, καὶ στεναγμοὺς τῆς αὐτῶν, καρδίας μὴ ἀποῤῥίψῃς, ἀλλ᾽ ὡς πάντων Ἄνασσα, τούτους οἰκτίρησον.
Ἀπολέσας τὸ κάλλος, τοῦ οὐρανοῦ πάϑεσι, βδελυροῖς δεδούλωμαι Μῆτερ, καὶ ὁ τρισδύστηνος, ἐκόσμησα λογισμοῖς, οἴμοι, αἰσχίστοις τὸν νοῦν μου, διὸ ἀνακράζω σοι· σπεῦσον καὶ σῶσόν με.
Ἰατρεύεις ψυχῆς μου, τοὺς ζοφεροὺς μώλωπας, ὥνπερ ἐνεπλήσϑην ὁ τάλας, καὶ τὰς τοῦ σώματος, λοιμώδεις νόσους ἁγνή, Ῥοβέλιστα θεοτόκε, ϑεραπεύεις τάχιστα, Θεογεννήτρια.
Διάσωσον, τοὺς σοὺς ἱκέτας, Ῥοβέλιστα θεοτόκε, ἀπὸ πάσης ἐπιβουλῆς, κινδύνων καὶ ϑλίψεων, ὡς πάναγνος μήτηρ τοῦ Ζωοδότου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτιν στεῤῥὰν, καὶ πύργον ἀδιάσειστον, θαυμάτων κρουνὸν τοῖς πάσιν ἀδαπάνητον, οἱ πιστοί σε ἔγνωμεν, Παναγία μῆτερ, Ῥοβέλιστα, καὶ σωτηρίας ὅρμον ἀσφαλῆ, οἱ δίναις τοῦ βίου ἐμπλεκόμενοι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μετανοίας μοι δάκρυα, ὥσπερ ποταμοὺς ἀστειρεύτους δίδου μοι, τῷ προστρέχοντι Ῥοβέλιστα, τῇ πανάγνῳ καὶ σεπτῇ εἰκόνι σου.
Ἐκ γεέννης με λύτρωσαι, καὶ ἐκ τοῦ πυρὸς τοῦ διαιωνίζοντος, ὦ Παρϑένε Μοσχοβίτισσα, ἵνα εἰς αἰῶνα μεγαλύνω σε.
Ῥεῖϑρα βρύεις, Πανάμωμε, ἰαμάτων πᾶσι τοῖς ἀνυμνοῦσί σε, καὶ προστρέχουσι τῇ σκέπῃ σου, τῶν Ῥαδοβυζίων ἐγκαλλώπισμα.
Ὀλλυμένους διάσωσον, σοῦ τοὺς δούλους Μῆτερ σεμνὴ Ῥοβέλιστα, τῇ πανάγνῳ μεσιτείᾳ σου, πρὸς τὸν σὸν Υἱὸν καὶ πάντων Κύριον.
Βιοδότην γεννήσασα, ἐκ τῶν σῶν αἱμάτων Νύμφη ἀνύμφευτε, ἐσαεὶ Αὐτὸν ἱκέτευε, τοῦ ἡμῖν δωρῆσαν βίον ἄμεπτον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔρμαιον παϑῶν, φεῦ κατέστην ἐκ νεότητος, ἀλλὰ νῦν τῇ ἀντιλήψει σου ταχύ, καταφεύγων κράζω· σῶσόν με, Ῥοβέλιστα.
Λύσιν ἐκ δεινῶν, τοῖς αἰτοῦσι σὴν ἀντίληψιν, ὦ Ῥοβέλιστα, παρέχεις δαψιλῶς, καὶ σὴν εὔνοιαν, αὐτοῖς ἐκχέεις ἄφϑονον.
Ἵλεως ἁγνή, ἴσϑι πᾶσι τοῖς ὑμνοῦσί σε, ὡς δοχεῖον τοῦ Δεσπτότου μυστικόν, ἐν τῇ ὥρᾳ, τῆς φρικτῆς Ἐκείνου κρίσεως.
Σῶσον ἐκ φϑορᾶς, τὴν σὴν Μάνδραν Ἀειπάρϑενε, ὅτι φύλαξ πανσϑενὴς μοναζουσῶν, καὶ προπύργιον κατέστπης, ὦ Ῥοβέλιστα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸν ῥύπον μου, τῆς ψυχῆς Πανάμωμε, ἀποκάϑαρον ὑσσώπω ἐλέους, τοῦ μόνου Λόγου Θεοῦ καὶ Υἱοῦ σου, ὃν καϑικέτευε, κόρη Ῥοβέλιστα, τοῦ καταυγάσαι με φωτί, τῆς αὐτοῦ ϑεϊκῆς ἀγαϑότητος.
Ἀμέτρητον, τὴν σὴν χάριν ἔκχυσον, τοῖς προστρέχουσι σῷ θείῳ Τεμένει, καὶ τῇ σεπτῇ καὶ ἁγίᾳ μορφῇ σου, ἐν κατανύξει πολλῇ, καταφεύγουσι, Ῥοβέλιστα ϑαυματουργέ, ἵνα εὕρωσι ῥῦσιν τῶν ϑλίψεων.
Κατάνυξιν, τοῖς σοῖς δούλοις χάρισαι, καὶ διόρϑωσιν τοῦ βίου τελείαν, τοῖς πεπτωκόσι παγίσι ποικίλαις, τοῦ ὀλεϑρίου βελίαρ, δεόμεϑα, Ῥοβέλιστα μῆτερ κλυτή, τῶν Ἀρταίων προπύργιον ἄσειστον.
Ὁδήγησον, τοὺς ἐν πλάνῃ Δέσποινα, φεῦ δεινῶς ὀδυνωμένους εἰς γνῶσιν, καὶ σωτηρίαν δυνάμει τῆς θείας, καὶ μητρικῆς σου πρεσβείας, Ῥοβέλιστα, ἵνα σωϑῶσι καὶ πιστῶς ἐκβοῶσι τὸ Χαῖρέ σοι, Πάναγνε.
Διάσωσον, τοὺς σοὺς ἱκέτας, Ῥοβέλιστα θεοτόκε, ἀπὸ πάσης ἐπιβουλῆς, κινδύνων καὶ ϑλίψεων, ὡς πάναγνος μήτηρ τοῦ Ζωοδότου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασία τῶν μοναζουσῶν ἀκαταίσχυντε, καὶ τῆς σῆς Μονῆς ἀσφαλὲς καταφύγιον, ἧ εἰκών σου θαυμάτων ὥφϑη ξένων ἡ πηγή· διό, ἄσπιλε Κόρη τανῦν, τῶν προσιόντων σοι πιστῶς, ὦ κυρία Ῥοβέλιστα, σβέσον παϑῶν τὴν φλόγα, καὶ σύνεσιν πᾶσι δίδου, ὡς προστατεύουσα ϑερμῶς, τοὺς τιμῶντάς σε, Πανύμνητε.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶ
(Κεφ. α΄ 39-49, 56)
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Ῥοβελίστης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.
Τοῖς ἐνατενίζουσι, τὴν πταναγίαν μορφήν σου, συμπταϑῶς Ῥοβέλιστα, θεοτόκε, Πάναγνε, ϑαυματόβρυτε, δαψιλῶς πόριζε, βίον εἰρηναῖον, καὶ ὑγιείαν πολυπόϑητον, ψυχῆς καὶ σώματος, σκότος δὲ ἐχϑροῦ διασκέδασον, τὸ καϑ᾽ ἡμῶν ἐρχόμενον, καὶ ζητοῦν βυϑίσαι εἰς ὄλεϑρον, πάντας τοὺς ἐν πίστει, προστρέχοντας εἰς σὲ μετὰ σπουδῆς, καὶ τὸν Υἱόν σου καὶ Κύριον, πόθῳ μεγαλύνοντας.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου.
Κύριε ἐλέησον (ιβ΄). Καὶ αἱ λοιπαὶ ᾧδαί.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥώμην σώματος δίδου, καὶ ψυχῆς εὐρωστίαν, μῆτερ Ῥοβέλιστα, κἀμοὶ τῷ προσιόντι, τῷ ϑείῳ σου Τεμένει, ὁλοψύχως δὲ ᾷδοντι· ὁ τῶν πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Ἠμαγμένον χιτῶνα, καὶ αἰσχρόν, Θεοτόκε ἁγνή, ἐστόλισμαι, τοῦ ἐμπαϑοῦς μου βίου· διὸ τανῦν ὁ τάλας, προσιὼν τῇ σῇ χάριτι, ἀνάστησον ἐκ βυϑοῦ, κακίας ἐκβοῶ σοι.
Χαριέστατον βάϑρον, τοῦ Δεσπότου τῶν ὅλων πάντες σε ἔγνωμεν, Ῥοβέλιστα κυρία, διό σε ἀνυμνοῦντες, ἐκ ψυχῆς ἀνακράζομεν· ὁ τῶν πατέρων ἡμῶν, Θεός, εὐλογητὸς εἶ.
Ἀριϑμῆσαι Παρϑένε, σῶν ϑαυμάτων τὸ πλῆϑος τίς δυνηϑήσεται; τῶν ἐπιτελουμένων, ἐν τῇ σεπτῇ Μονῇ σου, παναγία Ῥοβέλιστα, Ῥαδοβυζίων στεῤῥὸν, ἀγλάισμα καὶ κλέος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ρῖψον τὰ πλήϑη, τῶν οἰκτιρμῶν σου Παρϑένε, εἰς καρδίαν μου καὶ πλήρωσον εἰρήνης, ταύτην, ἵνα κράζω· χαῖρε δεδοξασμένῃ.
Ἀξίωσόν με, ἐν καϑαρῷ συνειδότι, καὶ ἐν χείλεσιν ἀμώμοις ἀνυμνεῖν σε, εἰς αἰῶνα κόρη, Ῥοβέλιστα αἰῶνος.
Λύτρωσιν δίδου, ἐκ τῆς αἰσχύνης μου Κόρη, καὶ παράσχου μοι ῥανίδας τῶν δακρύων, ἵνα ἀποπλύνω, ταὰ ἀτοπήματά μου.
Ἀπάλλαξόν με, ἐκ τῶν δεσμῶν τοῦ ϑανάτου, καὶ ζωῆς ἀλήκτου δεῖξόν με πολίτην, ἵνα σὲ δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ ὑπερίδῃς Μῆτερ, τὴν ἐμὴν καρδίαν, τοῦ σοὶ ϑαῤῥοῦντος πιστῶς ἀνακράζοντος, πράξεσι ϑείοις καὶ λόγοις, Κόρη, μὲ πλήρωσον.
Ποἰκίλας ἀσϑενείας, νόσους ἀνιάτους, καὶ συμφορὰς ταῖς λιταῖς σου ἀπέλασον,ἐκ τῶν σῶν δούλων Παρϑένε, τῶν εὐφημούντων σε.
Ὀδύνης πιεζούσης, τὴν ὑπεραϑλίαν, ἐμὴν ψυχὴν σαῖς πρεσβείαις ἐκλύτρωσαι, ϑεοχαρίτωτε Κόρη, κλυτὴ Ῥοβέλιστα.
Ὑπάρχουσα παντοίων, σκεῦος ἰαμάτων, σὲ ἱκετεύομεν μόνη Πανύμνητε, ὑγιείαν πᾶσι τοῖς δούλοις σου, Μῆτερ δώρησαι.
Σὲ σκέπην φωτοφόρον, ῥῦστιν καὶ προστάτιν, ἡ σὴ Μονὴ κεκτημένη Μητρόϑεε, τῇ ἀρωγῇ σου προστρέχει, σεμνὴ Ῥοβέλιστα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάρμα ἀνεδείχϑης μοναζουσῶν, σὺ εἰκὼν ἁγία, τῆς Κυρίας τῶν οὐρανῶν, βοηϑὸς καὶ ῥῦστις, ἐν πειρασμοῖς παντοίοις, Παντάνασσα τοῦ κόσμου, μῆτερ Ῥοβέλιστα.
Χαίροις Ὀρϑοδόξων ὁ γλυκασμός, καὶ Ῥαδοβυζίων, ὁ ἀκοίμπτος ϑησαυρός, τῆς Ἀειπαρϑένου εἰκὼν ἡ καϑ᾽ ἑκάστην, Ῥοβέλιστα κυρία, μύρον ἐκχέουσα.
Τὴν τεταραγμένην ψυχὴν ἡμῶν, Μῆτερ τοῦ Ὑψίστου, Εἰρηνάρχου σοφοῦ Θεοῦ, εἰρήνευσον καὶ σῶσον ἡμᾶς ἐκ τῶν παγίδων, Ῥοβέλιστα κυρία, τοῦ πολεμήτορος.
Ἐκ νεότητός μου ὁ πονηρός, φλέγει με ἀπταύστως, λογισμοῖς τε καὶ ἡδοναῖς, ὅϑεν καταφεύγων, Ῥοβέλιστα σῇ σκέπῇ, τὸν κουφισμὸν λαμβάνω καὶ τὴν ἐκλύτρωσιν.
Τῶν προσερχομένων μετὰ σπουδῆς, τῇ σεπτῇ μορφῇ σου, ὦ Ῥοβέλιστα Μαριάμ, κάϑαρον τὸν ῥῦπον, καὶ εἰς εἰρήνης τρίβους, κατεύϑυνον Παρϑένε, τούτους δεόμεϑα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.
Τὴν πανάχραντον μορφήν σου, Κόρη, ἀτενίζοντες Θεὸν ὑμνοῦμεν, τὸν ἐκ σοῦ ὑπερφυῶς ἐκβλαστήσαντα, καὶ σὲ κρουνὸν ἀναδείξαντα χάριτος, παντοίων δὲ νοσημάτων λυτήριον· ὦ Ῥοβέλιστα, χορήγει ὑγιείαν ἅπασι, τοῖς πίστει προσιοῦσι τῷ Τεμένει σου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε φιλοπάρϑενοι χοροί, σπεύσωμεν μορφὴν προσκυνῆσαι, μυροβλυτίσσης Μητρός, τοῦ Θεοῦ ἐκχέουσαν πιστοῖς ἰάματα, καὶ ταχὺ ϑεραπεύουσαν, δεινὰς ἀλγηδόνας, κράζοντες· Ῥοβέλιστα, ϑαυμάτων χείμαῤῥε, δρόσῳ ἀσιγήτων εὐχῶν σου, πρὸς τὸν σὸν Υἱὸν τὰς αὐχμώσας, νῦν καρδίας δούλων σου ἀνάψυξον.
Πάντας τοὺς ἐν πίστει ἀῤῥαγεῖ, προσιόντας σοῦ τῇ εἰκόνι, Ῥοβέλιστα Μαριάμ, σκέτπε ἐκ κακώσεων, δεινῶν καὶ θλίψεων, τοξευμάτων τοῦ δαίμονος, ὁρμῶν τε ἀτάκτων, καὶ τοῦ πολεμήτορος παντοίας ἐπιδρομῆς, ὅτι τῶν κακῶν τρικυμίαν, ἀπειλοῦσι καταποντίσαι, ἀλλὰ τούτους πρόφϑασον καὶ λύτρωσαι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Εὐχαριστῶ θερμά, τὴν Κυρία Ἰωάννα για τὴν ἀποστολή τῆς Παρακλήσεως.