Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Συμφιλίουσης Αποκειμένης εν τη Ιερά Μονή Αγ. Βλασίου Άνω Τρικάλων Κορινθίας

Ποίημα Αντωνίου Μάρκου Καθ. Αγιολογίας

†Εορτάζεται 6 Ιουλίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Συμφιλιούσῃ τῆς Θεοτόκου Εἰκόνι, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καί πόνοις ὑπάρχοντες, προσπίπτομεν ἐν πίστει πολλῇ· Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει, τόν ζυγόν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη· Σέ γάρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καί τῇ Σῇ σκέπῃ, ὡς νήπια σπεύδομεν.

Δόξα. Ὅμοιον.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς διαιρέσεως καί τῆς δαιμόνων μανίας· Σοῦ γάρ ὑπάρχει ἡ Εἰκών ἡ θαυμαστή, Συμφιλιοῦσα, σκέπη καί ἀντίληψις.

Καί νῦν. Ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·ΕΙΚΟΝΙ ΣΥΜΦΙΛΙΟΥΣΗΣ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Εἰκόνι Σου τῇ θείᾳ, ἡμῶν Μονῆς προσπίπτομεν, Κόρη, Θεοπόθητε Μαριάμ· καί δι’ αὐτῆς Σοί τάς ἱκεσίας, ὡς εἰς μητέρα προσάγομεν, Δέσποινα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἰδεῖν τοῦ Υἱοῦ Σου τήν φοβεράν ἡμέραν, Παρθένε, καταξίωσον Σαῖς λιταῖς· καί Τοῦτον ὄμματι συμπαθείας, Σαῖς ἱκεσίαις κατάστησον βλέποντα.

Δόξα.
Κυρία Παρθένε τό τῆς ἐμῆς ψυχῆς δεινόν ἄλγος καί τόν πόνον καί τήν φθοράν ἀπέλασον καί τήν ἁμαρτίαν, τήν ταῦτα πάντα ἐμοί προκαλέσασαν.

Καί νῦν.
Ὁδόν μετανοίας καί ἐπιστροφῆς βαδίζοντα, Κόρη, εὕροιμι θάνατος Σαῖς λιταῖς· Σοῦ δέομαι καί πρός τόν Υἱόν Σου, Σύ μέ ὁδήγησον, ὡς Ὁδηγήτρια.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναῷ, Παρθένε, τεμένει τῷ ἐν Τρικάλοις ὑπάρχοντι, ἐν ᾧ ἡ Σή Εἰκών ἡ ἁγία ἀποθησαύρισται, πλήθη προσφεύγουσιν τῶν Ὀρθοδόξων, κακεῖσε τήν δέησιν προσφέρουσι Σοί τῇ Μητρί ἡμῶν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἴδε, Κόρη Ἁγία, τούς τῇ Εἰκόνι Σου σπεύδοντας καί ἀπό διαιρέσεως πάσης ἡμᾶς ἀπάλλαξον, τούς τῇ Σῇ χάριτι γονυκλινῶς αἰτουμένους, πρόφθασον, ἀπάλλαξον ἡμᾶς πρεσβείαις Σου.

Δόξα.
Σῆς μορφῆς τῆς πανσέπτου, τῷ παρ’ ἡμῖν ἐκτυπώματι, σπεύδομεν οἱ ἐν θλίψεσι πάντες καί ἐν διαιρέσῃ ὑπάρχοντες· αὐτῷ γάρ δέδοκας πλουσίαν τήν Σήν χάριν, ἥν ἡμῖν κατάπεμψον, Συμφιλιοῦσα μου.

Καί νῦν.
Ἡμεῖς πάντες, Παρθένε, τῇ μεσιτείᾳ Σου σπεύδομεν, αἰτούμενοι τυχεῖν βοηθείας καί ἀντιλήψεως· ἆρον τό βάρος ἡμῶν ἀπό ψυχῆς, Θεοτόκε, ἵνα ἀνυμνοῦμεν Σε, Συμφιλιώτρια.

Διάσωσον, τούς Σοί προσπίπτοντας, Μητροπάρθενε Κόρη· Εἰκόνι Σου γάρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ Σή χάρις.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν.
Συμφιλιούσης σεπτῇ Εἰκόνι νῦν προσπίπτομεν, οἱ ἐν πόνῳ ψυχῆς καί διαιρέσει ὑπάρχοντες· καί δι’ αὐτῆς αἰτούμεθα τῆς Θεοτόκου τό ἄμετρον ἔλεος καί τήν ταχεῖαν Ταύτης συνδρομήν καί τήν βεβαίαν Αὐτῆς ἀντίληψιν.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Μάνδρας ταύτης προστάτιδα, Ὀρθοδόξων πάντων τήν ἀντιλήπτορα καί τήν κόσμου χαρᾶς πρόξενον, Παναγία Σέ κηρύττομεν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Φόβῳ καί βορβόρῳ νῦν τῷ τῆς ἁμαρτίας, ὡς κύων εὕροιμι καί ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους Σου τυγχάνω ἀνεπίδεκτος.

Δόξα.
Ἴδε μου τήν δέησιν τήν πρός Σέ, Παρθένε· μή ὑπερίδης με, ἀλλά σπεῦσον ὡς φιλόστοργος, Ἄνασσα, καί ἐλέησον τόν κάμνοντα.

Καί νῦν.
Λύσιν διαιρέσεως τῇ Παρθένῳ πάντες τά νῦν προσπίπτοντες οἱ ἐν θλίψεσι, αἰτούμενοι τῇ πρεσβείᾳ Ταύτης ἐπανένωσιν.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἴλεως γενοῦ, Παραδείσου θύρας Κύριε, ταῖς πρεσβείαις τῆς Ἀχράντου Σου Μητρός, ἐπανοίγων ἐφ’ ἡμᾶς τούς δεομένους Σου.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὄρος τοῦ Θεοῦ Σέ, Μαρία, τό παμπόθητον ὁμολογοῦντες, Σοῦ δεόμεθα δεινῶν τῆς διαστάσεως, τούς δούλους Σου ἀπάλλαξον.

Δόξα.
Ὕψος οὐρανῶν ταῖς ψυχαῖς ἡμῶν δεδώρησαι, τῶν βοῶντων Σοι, Παρθένε, ἐκ ψυχῆς· τά Σά ἐλέη ἐπί τοῖς δούλοις Σου ἐπόμβρησον.

Καί νῦν.
Σπεῦσον πρός ἡμᾶς φιλανθρώπως, τοῖς προστρέχουσι ἐν τῇ Μάνδρᾳ τῶν Τρικάλων τῇ σεπτῇ, Συμφιλιοῦσα καί ἐλέησον τούς κάμνοντας.

ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἠμέλησα καί τοῦ βίου πάθεσι τοῖς ἀκαθάρτοις, μεμόλυσμαι, Μῆτερ, τήν ἐν ἐμοί καταστρέψας εἰκόνα· ἀλλά Σοῦ δέομαι, Κόρη, ἀποκάθαρον, ταῖς δάκρυσι καί στεναγμοῖς, ἅ δώρησαί μοι, Συμφιλιοῦσα Ἀκήρατε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σωμάτων καί ψυχῶν τῶν Σῶν δούλων, τά Σά θαυμάσια κηρύττουσι προστάτην· τῶν τριχομένων κακίαις παντοίαις καί ὀχλουμένων Βελίαρ προσκρούσεσι καί πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καί κακώσεων, τραυμάτων τε, Παρθένε· Συμφιλιούσης γάρ τῇ εἰκόνι προσπίπτων, τήν παρά Σοῦ αἰτοῦμαι βοήθειαν· καί Σέ θαυμάτων τήν πηγήν ὁμολογῶ καί κηρύττω, Πανύμνητε.

Δόξα.
Ῥῦσαι με τῶν τοῦ βελίαρ παγίδων καί διαστάσεως τοῦ δράματος, Κόρη, ἀπό προσώπων οἰκείων καί φίλων, τῇ Σῇ προνοίᾳ ἀπάλλαξον, Δέσποινα, καί σκέπασόν με τῇ θερμῇ οὐρανοπέμπτῳ Σου σκέπη, Πανάμωμε.

Καί νῦν.
Ὅρμησον τήν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς Σαῖς θερμαῖς πρός Θεόν ἱκεσίαις καί τῇ πρεσβείᾳ Σου τήρησον ἄτρωτον· καί ἐπί πέτραν ἀῤῥαγῆ τῆς πρός Υἱόν Σου Πίστεως, Ἄχραντε.

Διάσωσον, τούς Σοί προσπίπτοντας, Μητροπάρθενε Κόρη· εἰκόνι Σου γάρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ Σή χάρις.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ Παρθένῳ εὐγνωμόνως νῦν προσπέσωμεν, ἀνακρούοντες κινύραν παναρμόνιον, ἐν ᾠδαῖς ὑμνοῦντες Αὐτῆς τήν χάριν· τήν Εἰκόνα γάρ Αὐτῆς τήν θεοστόλιστον ἐκ τῶν κόλπων τῶν τῆς λήθης ἐξανέτειλε τοῖς κραυγάζουσι, Συμφιλιοῦσα Χαῖρε Σοί.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα.
Τῆς Συμφιλιούσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…
Ὄλβον ἀναφαίρετον, τήν θαυμαστήν Σου Εἰκόνα, Μάνδρα ταύτη ἔχουσα, θείᾳ εὐδοκίᾳ Σου, Κόρη Πάντιμε, πρός αὐτήν ἔνδακρυς, γόνυ κεκλημένῳ, μετά πίστεως προσδέεται, τήν συμφιλίωσιν μετά τοῦ Θεοῦ αἰτουμένῃ Σοι· σώζεις γάρ ἐκ θλίψεων, τούς ἐν πίστει ταύτῃ προστρέχοντας. Ὅθεν πάντας σκέπε ἡμᾶς τούς καταφεύγοντας πρός Σε καί αἰτουμένους, Πανύμνητε, τήν Σήν θείαν ἀντίληψιν.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σκέπε ἡμᾶς κινδύνων Συμφιλιοῦσα Κόρη, μετά Ἁγίων δεομένη πρός Κύριον, Βλασίου Ἱεράρχου καί θείου Γερασίμου καί Μακαρίου Κορίνθου, οἷς ψάλλομεν· χαίροις Πατέρων τριάς, τό κλέος Κορινθίας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Πατρίδος Ἑλληνίδος μνήσθητι, Θεοτόκε, ὡς Κωνσταντίνου τῆς ἕδρας ποτέ· ὑπέρμαχον γάρ ταύτης καί Στρατηγόν ἐν πίστει Σέ ἐπιγράφεται ψάλουσσα· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Δόξα.
Ἴασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία Συμφιλιοῦσα, Τρικάλων ἡ Δέσποινα· Σοί γάρ προσπίπτω, Κόρη, τῇ Σῇ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι· τοῦ Παραδείσου αὐγή Σοί χαίροις Παναγία.

Καί νῦν.
Πῦρ τό τῆς ἁμαρτίας, Παρθένε, τόν Σόν δοῦλον καταναλίσκει, πλήν σπεῦσον ῥυσθῆναι με· κατάσβεσον τήν φλόγαν, εὐχαῖς πρός τόν Υἱόν Σου, τοῦ εὐγνωμόνως κραυγάζοντος· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

ᾨδή η΄. Τόν Βασιλέα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τεῖχος ὑπάρχεις τῶν θλιβομένων, Παρθένε, οὕς σκέπασον τῇ θείᾳ Σου πρεσβείᾳ, πρός τόν Υἱόν Σου, συμφιλιοῦσα τούτους.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὡραιοτάτη ἡ μορφή Σῆς Εἰκόνος, Συμφιλιούσης, εὐσυμπάθητε Κόρη, πρός ἥν τό γόνυ ψυχῆς κλίνομεν πάντες.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἄνασσα Κόρη, Συμφιλιούσης Εἰκόνι προσπεσόντες οἱ πιστοί ἀναβοῶμεν· σπεῦσον, Παρθένε, ἀπάλλαξον ἐν τάχει.

Δόξα.
Ναῷ Σου θείῳ Βλάσιε Ἱεράρχα, χαίρουσα σπεύδει πληθύς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους καί βοηθείας.

Καί νῦν.
Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ Σου τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, Σῇ μεσιτείᾳ, Συμφιλιοῦσα Κόρη.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὡραῖος κάλει πάντων ἀνθρώπων πέλει, Μῆτερ, ὁ Σός Υἱός πρός Ὅν τήν δέησιν ἔκχεε, ἵνα ῥυσθῶμεν διά Σοῦ κολάσεως τῆς γεέννης.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Νικῆσαι τοῦ Βελίαρ τάς μηχανάς, Παρθένε, Σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρός Σόν Υἱόν ταῖς Σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σωζόμεθα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἴασαι τῆς ψυχῆς μου τό ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τόν δοῦλον Σου καί δώρησαί μοι τήν χαράν, ἵνα ὑμνῶ Σε, Παρθένε Θεόστεπτε.

Δόξα.
Ὄμματι εὐσπλαχνίας βλέψον ἡμῖν ἐν τάχει καί χεῖραν τοῖς δούλοις Σου ἔκτεινον· Σέ γάρ μητέρα ἡμῶν κηρύττομεν Δέσποινα.

Καί νῦν.
Σάλον τόν τῆς ψυχῆς μου καί ἄλγος καί ὀδύνην, ταῖς Σαῖς πρεσβείαις κατάστειλον δέομαι· Σοί γάρ προσφεύγω, Παρθένε, ὁ δοῦλος Σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Μεγαλυνάρια, ποίηματα τοῦ ἀνωνύμου ὑμνογράφου τῆς Ἀκολουθίας τῆς Εἰκόνος.
Ὦ Συμφιλιοῦσα Μῆτερ Ἁγνή, φρούρησον τόν κόσμον καί παράσχου τοῖς ταπεινοῖς, ἔλεος, ἀγάπην, ὁμόνοιαν, φιλίαν, ἀνάψυξιν ψυχῶν τε καί ἀγαλλίασιν.

Πρόφθασον πολέμους καί συμφοράς, μάχας ἐναντίων, ἀνελέητους πειρασμούς καί τάς ἐπιθέσεις τῶν φοβερῶν δαιμόνων ἀπέλασον, Παρθένε, τῇ εὐσπλαχνίᾳ Σου.

Τόν μνησικακίας εἰσηγητήν καί τῆς πανουργίας τόν παμπόνηρον σοφιστήν, ὦ Συμφιλιοῦσα, σύντριψον δι’ εὐχῶν Σου, πρός τόν Δεσπότην πάντων ἡμῶν καί Κύριον.

Ὀργῆς, κατακρίσεως καί θυμοῦ ἐμπνευστήν βελίαρ καί θρασύτατον ἐμπρηστήνκατάβαλε αὖθις καί σῶσον Σούς ἱκέτας βελῶν πυρακτωμένων, Μῆτερ Φιλόστοργε.

Οἰήσεως λύμης τῆς μιαρᾶς καί ἐγωϊσμοῦ τε τυῤῥανίας τῆς φοβερᾶς, ὑπηρηφανίας καί μίσους τῆς μανίας ἐξάγαγε ταχέως, Ἁγνή μου Δέσποινα.

Τῆς περιεργείας τόν πειρασμόν καί τῆς φιλαρχίας τόν ἀλόγιστον χειρισμόν, τῆς ἀργολογίας, τοῦ φθόνου καί κακίας τόν ὄλεθρον, Παρθένε, Σύ ἐξαφάνισον.

Ταπεινοφροσύνην, ὑπακοήν, προσευχήν, εἰρήνην καί γαλήνην τήν ποθητήν δώρησαι Κυρία, ὡς εὐσπλαχνος Μητέρα Χριστοῦ τοῦ Ζωοδότου καί καλλιπάρθενος.

Συμφορῶν ποικίλων καί ζημιῶν, φύσεως στοιχείων δρυμυτάτων καταιγισμῶν, σεισμοῦ καί τυφῶνος, χαλάζης, πυρκαϊᾶς τε καί τρικυμίας πάσης ἡμᾶς ἀπάλλαξον.

Μεγαλυνάρια τοῦ ἁγ. Βλασίου.
Χαίροις Ἱεράρχα θαυματουργέ, Βλάσιε θεόφρον Ἀθλοφόρων ἡ καλλονή· χαίροις ἀσθενούντων ὁ μέγας ἀντιλήπτωρ, τῶν σὲ εὐφημούντων προστάτα μέγιστε.

Τὸν ἐν Ἱεράρχαις θαυματουργόν καὶ τὸν ἐν κινδύνοις ἀπροσμάχητον βοηθόν, τοῦ σεμνείου τούτου φρουρὸν καὶ πολιοῦχον, Βλάσιον τὸν Μέγαν ὕμνοις τιμήσωμεν.

Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, Βλάσιον τὸν Μέγαν, εὐφημήσωμεν οἱ πιστοί, τὸν τῆς Ἐκκλησίας ὑπέρλαμπρον φωστῆρα καὶ τῶν ἀνθρώπων πρέσβυν θερμόν πρὸς Κύριον.

Ἐκ παντὸς κινδύνου καὶ πειρασμῶν καὶ νόσων παντοίων ἐλευθέρωσον, Ἀθλητά, τοὺς ἐν τῇ πανσέπτῳ Μονῇ σου προσιόντας, σαῖς πρὸς Θεὸν πρεσβείαις, παμμάκαρ Βλάσιε.

Μὴ παύεις δεόμενος τοῦ Χριστοῦ, Βλάσιε τρισμάκαρ, Ἱεράρχα θαυματουργέ, ὑπὲρ τῶν ἐν πίστει ἀεί σε εὐφημούντων καὶ ἐκτελούντων πόθῳ τὴν θείαν μνήμην σου.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τῆς ἡμέρας. Εἶτα·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῷ σεπτῷ Σου τεμένει ἐν Τρικάλοις προσφεύγομεν, κλίνοντες τό γόνυ, Κυρία, τῆς ψυχῆς καί τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρός Υἱόν Σου καί λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημμελημάτων ἀφέσεως. Δόξα τοῖς μεγαλείοις Σου, Σεμνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα Σοι ὑπερβαλόντως, Συμφιλιοῦσα Πάνσεμνε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ Σῇ πανυπερτίμῳ Εἰκόνι, Συμφιλιοῦσα Σεμνή, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δέ διάλυσον τόν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· Σύ γάρ τῶν Ὀρθοδόξων ὑπάρχεις καί πιστῶν ἁπάντων προστάτις, οἷα θεία Μήτηρ τοῦ Παντάνακτος.

Ἕτερον, ὅμοιον. Ποίημα τοῦ ἀνωνύμου ὑμνογράφου τῆς Ἀκολουθίας τῆς Εἰκόνος.

Χαίροις πρός Θεόν καταλλαγή· χαίροις ἡ τοῦ κόσμου εἰρήνη καί συμφιλίωσις· χαίροις ἡ προχέουσα ἀγάπην ἄφθονον· Συμφιλιοῦσα Πανάμωμε, Μήτηρ γλυκυτάτη, ἔλεος τοῖς χρήζουσι ἡ δαψιλεύουσα· χαίροις παραμύθιον πάντων· χαίροις ἀσθενούντων ἡ ῥῶσις, τῶν πολεμουμένων καταφύγιον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

ΣΤΙΧΟΙ ΙΚΕΤΕΥΤΙΚΟΙ
Τῶν δούλων Σου τούτων, τῶν κατά Θεόν αἰτημάτων ἐπάκουσον, ὡς Μήτηρ φιλάγαθος, Συμφιλιοῦσα Κόρη, καί συμπαθοῦσα τό γένος τῶν ἀνθρώπων, τό ὑπό τοῦ διαβόλου τυρρανούμενον, οὗ ὅμως τό κράτος ὑπό τοῦ Υἱοῦ Σου κατήργειται.
Ἐπόμβρησον ἡμῖν, Κυρία Θεοτόκε, εὐλογίας ὑετόν, Σύ ἡ τοῦ ἐλέους ἄβυσσος, συμπαθείας τό πέλαγος καί εὐσπλαχνίας πηγή ἡ ἀνεξάντλητος.
Ἀνάστησον τούς ἐν ἀσθενείαις κατακειμένους καί ὑπό πόνων ψυχῆς τε καί σώματος τρυχωμένους, Σύ ἡ τοῦ εὐεργετήσαντος ἡμᾶς μόνου Εὐεργέτου πάναγνος Μήτηρ.
Δώρησαι εἰρήνην σταθηράν τῇ Ἐκκλησίᾳ, Σύ ἡ τῶν Ὀρθοδόξων προστάτης ὑπάρχουσα καί τοῦ λαοῦ Σου Στρατηγός ἡ Ὑπέρμαχος.
Ἵνα πάντες εὐγνωμόνως, ὡς Μητρί τε καί Παρθένῳ, Κυρίᾳ τε καί Ἀνάσσῃ, βοῶμεν ἀκαταπαύστως Γαβριήλ τοῦ Πρωτοστάτου τόν χαιρετισμόν· Χαῖρε Νύμφη Ἀνύμφευτε.

Πηγή

Πηγή