Παρακλητικός Κανών εις την Παναγίαν την Δακρυρροούσαν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξής.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τοὺς προσκυνοῦντας τὴν σεπτήν σου εἰκόνα ἐν θεία Σκήτη Ἡλίου τοῦ Προφήτου, Δακρυρροοῦσα, λύτρωσαι δεινῶν συμφορῶν, ἀλγηδόνων, θλίψεων, λοιμικῶν νοσημάτων, ἄχθους καὶ κακώσεων ζοφερῶν τοῦ βελίαρ, ἡ τῶν δακρύων σμήχουσα κρουνοὺς ἡμῶν τῷ μάκτρῳ λιτῶν σου πρὸς Κύριον.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δακρυῤῥοούση στὴ χάριτι καταφεύγω. Χ.Μ.

ᾨδὴ α΄. Ἠχὸς πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δακρύων ἀπόσμηξον ὀχετούς, τῶν σοὶ προσφευγόντων, μανδηλίῳ σῶν προσευχῶν, τῆς Σκήτεως νῦν Δακρυρροοῦσα, τοῦ Ἡλίου τοῦ Προφήτου θησαύρισμα.

Αείῤῤυτος χείμαρρος ἡ είκών, ὑπάρχει Παρθένε, ἡ σεπτῇ σου ἣν εὐλαβῶς, ἡμεῖς προσκυνοῦντες χαρισμάτων, Δακρυῤῥοοῦσα, παντοίων λυτρούμεθα.

Κατεύθυνον δήμους τῶν μοναστῶν, κατασπαζομένων σὴν εἰκόνα πρὸς οὐρανῶν, λειμῶνας τερπνούς, Δακρυῤῥοοῦσα, ἐν οἷς χαρὰ βασιλεύει ἀέναος.

Ῥεόντων ἀνάδειξον Μαριάμ, ἤμας ὑπερτέρους, τοὺς ἐν πίστει εἰλικρινεῖ, προστρέχοντας σοι, Δακρυῤῥοοῦσα, καὶ προσκυνοῦντας εἰκόνα τὴν θείαν σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπεράγαθε Μῆτερ, τῆς ἱερᾶς Σκήτεως, Ἡλίου Προφήτου ἐν Ἄθω ὄλβε ἀσύλητε, τὴν σὴν εἰκόνα πιστῶς, Δακρυῤῥοοῦσα Παρθένε, προσκυνοῦντες θλίψεων ζόφου λυτρούμεθα.

Ῥυπτικαῖς σου πρεσβείαις πρὸς Ὂν σαρκὶ ἔτεκες, Κύριον ἡμῶν καὶ Σωτῆρα, σῶσον τοὺς δούλους σου, Δακρυῤῥοοῦσα, τοὺς νῦν ἀποζητοῦντας σὴν χάριν, ἣν παρέχεις ἄφθονον σοὶ τοῖς προσφεύγουσι.

Ῥωσσικοῦ Ὀρθοδόξου λαοῦ, ἁγνῇ, πέφηνας βοηθὸς ἐν ὤρα πολέμου, καὶ νίκης πρόξενος ὅθεν τῇ σῇ πανσθενεῖ, Δακρυῤῥοοῦσα, δυνάμει πάντες καταφεύγοντες σὲ μεγαλύνομεν.

Ὁδηγὸς πλανωμένων, τῶν ἀσθενῶν ἴασις, πέλεις Θεοτόκε Παρθένε, καὶ καταφύγιον, τῶν ἐν κινδύνοις δεινῶς, Δακρυῤῥοοῦσα, στενόντων ἀσκητῶν τοῦ Ἄθωνος μεγαλυνόντων σε.

Διάσωσον, Δακρυῤῥοοῦσα Παρθένε, τοὺς προσκυνοῦντας τὴν εἰκόνα σου τὴν σεπτὴν καὶ ἅπασι πάρεχε σῇ χάριτι δάκρυα μετανοίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Προστάτις θερμὴ ὑπάρχεις καὶ διάσωσμα τοῖς πόθῳ τῇ σῇ εἰκόνι προσπελάζουσι, οἱ πιστῶς ὑμνοῦντες σε ἐκ ψυχῆς μυχίων κραυγάζουσι· Δακρυῤῥοοῦσα, λύτρωσαι παθῶν ἤμας κατωδύνων καὶ κολάσεως.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Οὐρανόθεν έπόμβριζε μετανοίας δάκρυα σου τοῖς πρόσφυξιν, Ἡλίου Προφήτου Σκήτεως, ὦ Δακρυῤῥοοῦσα, θεῖον σέμνωμα.

Ὑποχθόνιον δράκοντα τὸν ἐπιζητοῦντα κατασπαράξαι με, άπομάκρυνον σῇ χάριτι, ὦ Δακρυῤῥοοῦσα, Μητροπάρθενε.

Σὸν περίπυστον ἔκτυπον τὸ ἔκχεον δάκρυα δι’ ἀσέβειαν, τῶν μερόπων ἀσπαζόμενοι, ὦ Δακρυῤῥοοῦσα, δυναμούμεθα.

Ἡ ἐν Ἄθω ὁμήγυρις μοναστῶν ἰδοῦσα δακρύων ἔκχυσιν, ἐκ μορφῆς τῆς παναγίας σου, αἶνον ἔπεμψέ σοι γόνυ κλίνασα.

ᾨδὴ ε΄. Φώτισον ἤμας.
Σοῦ τὰ θαυμαστά, καὶ παράδοξα γεραίροντες, ἀνυμνοῦμεν τὸν Υἱόν σου καὶ Θεὸν δωρεῶν, Δακρυῤῥοοῦσα, σέ τὸν πλήσαντα.

Τρόπαιον σεπτόν, ἐν ταῖς μάχαις πάντες ἔχοντες, τὴν εἰκόνα σου οἱ δῆμοι μοναστῶν τὸν ἐχθρόν, Δακρυῤῥοοῦσα Μῆτερ, πλήττουσιν.

Ἡ σῇ ἀρωγῇ, καὶ ταχείᾳ ἐπισκίασις, ὥσπερ δῶρον θεϊκὸν ἤμας χαράς, δαψιλοῦς, Δακρυῤῥοοῦσα, πάντας πίμπλησι.

Χαῖρε, Ἡλιοῦ, τοῦ Προφήτου θείας Σκήτεως προστασία, ἐκβοῷμεν μυστικῶς, ἀγλαῇ Δακρυῤῥοοῦσα, Μητροπάρθενε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀνέβλυσεν, ἡ εἰκών σου Δέσποινα, ὡς κρουνός, Δακρυῤῥοοῦσα Παρθένε, ἀφθόνως ῥεῖθρα δακρύων εἰς λύπης τῆς δι’ ἤμας συνεχούσης σε πίστωσιν, ἔργοις γὰρ φεῦ καὶ λογισμοῖς, καθ’ ἑκάστην ἀτόποις σε θλίβομεν.

Ῥανίδας μου, τῶν δακρύων Δέσποινα, ἀποσμήχειν με καλῶν ἔργων μάκτρῳ, τὸν σὸν ἀχρεῖον ἄξιον οἰκέτην, Δακρυῤῥοοῦσα, τὸν σοὶ καταφεύγοντα καὶ σὲ ὑμνοῦντα εὐλαβῶς, σωτηρίας μερόπων ὡς πρόξενον.

Ἱκέτευε, τὸν Υἱόν σου Ἄνασσα, ἀντιστῆναι τῇ ἀπάτη τοῦ πλάνου, τοὺς προσκυνοῦντας σὴν θείαν εἰκόνα, καὶ εὐλογίαν τὴν σὴν αἰτουμένους σου, Δακρυῤῥοοῦσα ἀσφαλῶς, ἵνα βίου τὸ πέλαγος πλεύσωμεν.

Τὴν πάντιμον, καὶ σεπτὴν εἰκόνα σου, ἐν πολέμῳ οἱ Ὀρθόδοξοι Ρῶσσοι, ὡς τὸν Σταυρὸν Κωνσταντῖνος ὁ μέγας, ὑψοῦντες ἰσχῦον πᾶσαν τὴν δύναμιν, Δακρυῤῥοοῦσα, τῶν υἱῶν, τῶν τῆς ἄγαρ τροπῶσαι, πανθαύμαστε.

Διάσωσον, Δακρυῤῥοοῦσα Παρθένε, τοὺς προσκυνοῦντας τὴν εἰκόνα σου τὴν σεπτὴν καὶ ἅπασι πάρεχε σῇ χάριτι δάκρυα μετανοίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Δακρυῤῥοοῦσα Παρθένε, πανύμνητε, τοῦ Ἡλίου τοῦ Προφήτου τῆς Σκήτεως πολύτιμε ὄλβε, τὰ δάκρυα σῶν οἰκετῶν ἀποξήρανον θλίψεων ἀπαύστοις λιταῖς σου πρὸς Κύριον.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ι΄, 38-42 ια΄, 27-28)
Τῷ καίῥῶ ἐκείνῳ, εἰσῆλθεν ὃ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Δόξα.
Τῆς Δακρυῤῥοούσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος  πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὕγρανον τὰ δάκρυα, τῶν προσκυνούντων σε πόθῳ, Παναγία Δέσποινα, δάκρυα ἡ χέουσα δι’ ἀσέβειαν, βίον ἀνέντιμον, ἔλλειψιν ἀγάπης, πολιτείαν, φεῦ, ύλόφρονα καὶ ἀτοπήματα γένους τῶν βροτῶν εἰδεχθέστατα, τῇ σῇ γὰρ καταφεύγομεν χάριτι οἱ πλήρεις φαυλότητος καὶ κακοηθείας κραυγάζοντες· ἐπόμβριζε ἡμῖν, Δακρυῤῥοοῦσα, ἀφέσεως νάματα σωτήρια.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχυροὺς ἐν πολέμοις κατ’ ἐχθρῶν ἀοράτων ἤμας ἀνάδειξον, Δακρυῤῥροοῦσα Μῆτερ, τοὺς νῦν προσπίπτοντάς σοι, καὶ κραυγάζοντας Δέσποινα, ἀσπίδι σῶν πρεσβειῶν, θωράκισον σοὺς δούλους.

Κραταιᾷ προστασία Ἠλιοῦ τοῦ Προφήτου τῆς θείας Σκήτεως, Δακρυῤῥοοῦσα Μῆτερ, ὑπάρχεις καὶ ἁπάντων, μοναστῶν παραμύθιον, τῶν προστρεχόντων τῇ σῇ, πανευσθενεῖ δυνάμει.

Ἀῤῥαγέστατον βάθρον θεϊκῆς εὐσπλαγχνίας καὶ ἀντιλήψεως, Δακρυῤῥοοῦσα, δέξαι, ἡμῶν τὰς ἱκεσίας, καὶ τὸν τάραχον κούφισον, ψυχῆς ἡμῶν τῶν πιστῶς, σοῦ δεομένων τάχος.

Τῶν πολλῶν μου δακρύων ὀχετοὺς μανδηλίῳ τῆς συμπαθείας σου, Δακρυῤῥοοῦσα, σμῆξον, καὶ εἰς χαράς τὴν λύπην, μεταποίησον πλήμμυραν, ἁγνή, ἀγάπης τῆς σῆς, εὐλογημένῃ ῥάβδῳ.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἄνωθεν ῥᾶνον, ἤμας σεπταῖς ἐπομβρίαις θεϊκῶν σου χαρίτων, Παρθένε, Κεχαριτωμένη, σεμνῇ Δακρυῤῥοοῦσα.

Φύλαξον πάντας, ὑπὸ τὴν θείαν σου σκέπην ὥσπερ ὄρνις αὐτὴς τὰ νοσσία, Μῆτερ τοῦ Ὑψίστου, ἁγνὴ Δακρυῤῥοοῦσα.

Ἐλέους πέμψον, τοῖς σὲ ὑμνοῦσι ῥανίδας, τοῦ πανάγνου Υἱοῦ καὶ Θεοῦ σου, λυτρουμένῃ ἄχθους, ἡμᾶς Δακρυῤῥοοῦσα.

Ὑπεραγία, Δακρυῤῥοοῦσα Παρθένε, τοὺς ἐν Ἄθω οἰκήτορας πλῆσον, σοὶ τοὺς προσιόντας, παντοίων δωρημάτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γηθόμενοι κυκλοῦμεν, σὴν σεπτὴν εἰκόνα, Δακρυῤῥοοῦσα, κραυγάζοντες πρόφθασον, καὶ ἐξ ἐχθροῦ ἐπηρείας ἡμᾶς διάσωσον.

Ὡράισμα Παρθένε, Ἠλιοῦ προφήτου, τῆς ίεράς ἐν τῷ Ἀθωνι Σκήτεως, ὡράισόν με ἀμέμπτοις, λόγοις καὶ πράξεσι.

Χαρίτων μυροθήκη, Κεχαριτωμένη, Δακρυῤῥοοῦσα, τοὺς δούλους σου μύρισον ὀσμαῖς συγγνώμης, ἀγάπης, καὶ ταπεινώσεως.

Μνημόνευε ἀπαύστως, σὲ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων μορφήν σου τὴν πάναγνον, Δακρυῤῥοοῦσα, ὡς μήτηρ Θεοῦ φιλεύσπλαγχνος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔχει τοῦ προφήτου τοῦ Ἡλιοῦ ἡ ἐν Ἄθω Σκήτη, σὴν εἰκόνα πηγὴν χαρὰς καὶ θαυμάτων φρέαρ, διὸ Δακρυῤῥοοῦσα, αὑτῇ ἀεὶ προσφεύγει ἐν ὤρα θλίψεων.

Ξήρανον τὰ δάκρυα τῶν πιστῶς, σοι καταφευγόντων καὶ ζητούντων σὴν ἀρωγήν, Μῆτερ τοῦ Ὑψίστου, σεμνῇ Δακρυῤῥοοῦσα, καὶ εἰς χαράν τὴν λύπην τούτων μετάτρεψον.

Ὡς ποτὲ ἐδώρησας κατ’ ἐχθρῶν, νίκας Ὀρθοδόξοις Ρώσσοις δώρησαι καὶ ἡμῖν, σὲ τοῖς προσκυνοῦσι, κατ’ ἀοράτων νίκας ἐχθρῶν, Δακρυῤῥοοῦσα, Μῆτερ εὐίλατε.

Πρέσβευε ἀπαύστως τῷ σῶ Υίώ, καὶ Θεῶ λυτροῦσθαι ἐκ κινδύνων καὶ συμφορῶν, τοὺς ἀσπαζομένους τὴν θείαν σου εἰκόνα, ἁγνὴ Δακρυῤῥοοῦσα, κόσμου βοήθεια.

Δέχου τὰς αἰτήσεις τῶν εὐλαβῶς, νῦν προσερχομένων, κατασπάσασθαι σὴν μορφήν, ἐν τῇ θεῖα Σκήτη τοῦ Ἡλιοῦ τοῦ πάνυ, σεπτῇ Δακρυῤῥοοῦσα, ὡς εὐσυμπάθητος.

Στήριζε τὸν Γέροντα τῆς ἡμῶν, Σκήτεως καὶ πάντας, ἀσκουμένους πανευλαβώς, ἐν αὑτῇ Παρθένε, καὶ εὔθυνον τὰς τρίβους, αὐτῶν Δακρυῤῥοοῦσα, πρὸς βίον κρείττονα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἠλιοῦ τοῦ προφήτου τῆς θείας Σκήτεως, τὸν ἀδαπάνητον ὄλβον, καὶ τιμαλφῆ θησαυρόν, ἀγλαὴν Δακρυῤῥοοῦσαν, προσκυνήσωμεν, ὅτι ἐκχέει δαψιλώς, θαυμασίων ὀχετοὺς καὶ δάκρυα ἀποσμήχει, τῶν εὐλαβῶς προσκυνούντων, αὑτῆς εἰκόνα τὴν πανσέβαστον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας μοναζόντων τοὺς χοροὺς καὶ μιγάδων δήμους τοὺς πόθῳ, σοὶ προσπελάζοντας, καὶ ἀσπαζομένους σου τὸ θεῖον ἔκτυπον, ῥῦσαι πόνων καὶ θλίψεων, τῶν ἐπερχομένων, χάριτι τῇ θεία σου καὶ κόσμον οἴκτειρον, νῦν Δακρυῤῥοοῦσα εὐχάς σου, πρὸς τὸν σὸν Υἱὸν ἐκζητοῦντα, εἰς ἀποφυγὴν δεινῆς κολάσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Σμῆξον εὐχῶν σου τῷ μάκτρῳ Χαραλάμπους
τὰ δάκρυα, ἀγλαῇ Δακρυῤῥοοῦσα.