Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Διασώζουσαν Πάτμος
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τὸν Σωτῆρα τῶν ἁπάντων τεκοῦσα, μετὰ Θεὸν Σώτειρα ὤφθης τοῦ κόσμου, καὶ διασῴζεις μητρικῇ πρεσβείᾳ σου, πάντας τοὺς προστρέχοντας τῇ σεπτῇ σου Εἰκόνι, ἡ προσφόρως κέκληται, Διασῴζουσα, κόρη, ἐξ ἧς πηγάζεις πᾶσι δαψιλῶς, τῶν σῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Ἡ νῆσος Πάτμος ὡς θησαύρισμα θεῖον, τὴν χαριτόβρυτόν σου Κόρη εἰκόνα, καταπλουτοῦσα μέλπει σου τὰ θαύματα· πάντας διασῴζεις γὰρ τοὺς αὐτὴν προσκυνοῦντας, καὶ παρέχεις ἅπασι, τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥω, ἀπαλλαγὴν παντοίων ὀδυνῶν, καὶ πάσης βλάβης, ἀεὶ διασῴζουσα.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σώζε Διασωζουσα ημάς Κόρη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα τεκοῦσα καὶ Ποιητήν, ἀεὶ διασῴζεις, ἐκ κινδύνων πολυειδῶν, μόνη Διασῴζουσα παρθένε, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι σου.
Ὡς πλοῦτον οὐράνιον ἀληθῶς, πάλαι κεκτημένη, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἡ Πάτμος εὐσήμως μεγαλύνει, τὴν πρὸς αὐτὴν, Διασῴζουσα, χάριν σου.
Ζωὴν εἰρηναίαν καὶ εὐσταθῆ, ἐν ἔργοις ἁγίοις, διανύειν εἰλικρινῶς, ἡμᾶς καταξίωσον, Παρθένε, τοὺς πεποιθότας στεῤῥῶς τῇ πρεσβείᾳ σου.
Ἐν πάσῃ ὀδύνῃ καὶ συμφορᾷ, ἀεὶ ἡμῖν δίδου, τὴν ταχεῖάν σου ἀρωγὴν καὶ πλήρου χαρᾶς καὶ εὐφροσύνης, τὰς διανοίας ἡμῶν, Διασῴζουσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Διασῴζεις ἀπαύστως, ὡς συμπαθὴς Δέσποινα, τοὺς πιστῶς φωνοῦντας ἐν θλίψει, τὴν θείαν κλῆσίν σου· ᾧ Διασῴζουσα, ὅθεν τὴν σὴν προστασίαν καὶ θερμὴν ἀντίληψιν ἀνακηρύττομεν.
Ἰατρεύουσα πάθη, τὰ χαλεπά, Δέσποινα, ἡ τῆς θαυμαστῆς σου Εἰκόνος, χάρις σωτήριος, προφθάνει ἅπαντας, τοὺς ἐν κινδύνοις τελοῦντας, καὶ διώκει ἅπασαν ἐχθρῶν ἐπήρειαν.
Ἁγιάσματος κρήνη, ὡς ἀληθῶς πέφηνεν, ἡ θαυματουργός σου ἐν Πάτμῳ εἰκὼν Πανάχραντε, καθαγιάζουσα καὶ διασῴζουσα πάντας, κόρη Διασῴζουσα, τοὺς ταύτῃ σπεύδοντας.
Σωτηρίαν καὶ ῥῶσιν, καὶ τῶν παθῶν ἴασιν καὶ ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης θλίψεως, δίδου Πανάχραντε, τοῖς εὐλαβῶς προσκυνοῦσιν, ἥνπερ ἐχαρίτωσας θείαν Εἰκόνα σου.
Διάσωσον, ὡς Διασῴζουσα Δέσποινα, φερωνύμως, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ Πάτμος ἐν σοί, Παρθένε Διασῴζουσα, σκιρτᾷ μυστικῶς, τιμῶσα τὴν Εἰκόνα σου· ἐξ αὐτῆς λαμβάνει γάρ, τῆς λαμπρᾶς σου εὐνοίας τὰς χάριτας καὶ τῶν πολλῶν σου θαυμάτων, Ἁγνή, κηρύττει ἀεὶ τὰ ἐνεργήματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν ἡμᾶς ἐνδυνάμωσον, ἔργοις ἐναρέτοις, Θεοχαρίτωτε, καὶ πταισμάτων αἶτει ἄφεσιν, τοῖς θερμῶς προστρέχουσι τῇ σκέπῃ σου.
Οἱ δεινοῖς ἐταζόμενοι, τῆς Διασῳζούσης εἰκόνι δράμετε, ἵνα λάβητε τὴν ἴασιν, τῆς ψυχῆς ὁμοῦ τε καὶ τοῦ σώματος.
Ὑπὲρ πᾶσαν λαμπρότητα, ἡ τῆς Εἰκόνος χάρις ἡ ἔνθεος ἀπαστράπτει, Διασῴζουσα, καὶ παθῶν ἐλαύνειν τὴν σκοτόμαιναν.
Σὲ ὡς εἴδεν ὁ δέσμιος, τῆς αἰχμαλωσίας ἄφνω λελύτρωται, τὸ σὸν μέγα θαυματούργημα, μεγαλύνων Κόρη λαμπρῷ στόματι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς, τῇ θερμῇ, Παρθένε, σκέπη σου, ἐκ παντοίων τοῦ δολίου προσβολῶν, διασῴζουσα ἡμᾶς πάσης κακώσεως.
Ἅπας εὐσεβής, προσπελάζων τῇ Εἰκόνι σου, Διασῴζουσα, πληροῦται χαρμονῆς καὶ κηρύττει σου τὴν χάριν τὴν σωτήριον.
Ἤκουσας φωνῆς, γυναικὸς πασχούσης, Ἄχραντε, ᾖ καὶ ὤφθης ἐπιστάσα μυστικῶς καὶ τῆς νόσου ταύτην, Δέσποινα, ἀπήλλαξας.
Μόνον τὸ σεπτόν, ὄνομά σου, Διασῴζουσα, ὡς φωνοῦμεν μετὰ πίστεως θερμῆς, ἐπελθόντων θλιβερῶν θᾶττον ῥυόμεθα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀγγέλων, ἁγιωτέρα, Παρθένε, καθαγίασον ἡμῶν τὰς καρδίας, χαμαιπετῶν ἐννοιῶν καὶ προσύλων, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα σου, τὴν ἀναβλύζουσαν ἀεί, Διασῴζουσα, χάριν καὶ ἔλεος.
Σωμάτων, καὶ τῶν ψυχῶν τὰς ὀδύνας, θεραπεύεις, Διασῴζουσα κόρη, καὶ ἐν Αἰγύπτῳ θανάτου ἐξαίρεις, τὸ κινδυνεῦον παιδίον, Πανύμνητε, ἐπιστασίᾳ σου φρικτῇ, τῆς τεκούσης καμφθεῖσα τοῖς δάκρυσι.
Κινδύνοις, τοῖς χαλεποῖς συσχεθέντας καὶ νοσήμασι δεινῶς τρυχωμένους, ἐπισκοπῇ σου ταχείᾳ λυτροῦσαι, καὶ τοῖς ἐγγὺς καὶ μακρὰν δίδως πάντοτε, τὴν σωματικήν σου ἀρωγήν, καταλλήλως τῇ κλήσει σου, Δέσποινα.
Ὁ θεῖος, καὶ φωτοφόρος Ναός σου, ὥσπερ κῆπος ἀνθηφόρος ὁρᾶται, ἔνθα ὡς ἄνθος ζωῆς ἡ Εἰκών σου, εὐωδιάζει ταῖς σαῖς ἀντιλήψεσιν· ἔνθεν ἡ Πάτμος εὐλαβῶς, Διασῴζουσα, σπεύδει τῇ σκέπῃ σου.
Διάσωσον, ὡς Διασῴζουσα Δέσποινα, φερωνύμως, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Τῇ φερωνύμῳ σου κλήσει, Πανάχραντε, ὡς θησαυρὸς ἀκενώτου χρηστότητος, διάσῳζε πάσης στενώσεως καὶ προσβολῶν τοῦ δολίου ἀλάστορος, ἡμᾶς τοὺς πιστῶς σὲ δοξάζοντας.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὕς σου καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Πάτερ, Λόγε, Πνεῦμα Τριᾶς η ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον, τὴν θαυμαστήν σου Εἰκόνα, Πάτμος ἡ περίφημος, θείᾳ εὐδοκίᾳ σου, Κόρη κέκτηται· δωρεὰν πᾶσι γάρ, ἐξ αὐτῆς παρέχεις, τοῖς αἰτοῦσι τὰ χαρίσματα, ἥν Διασῴζουσαν, ὄντως προσφυῶς ὀνομάζομεν, ὡς σῴζουσαν ἐκ θλίψεως, τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν ἀεὶ δίδου, ἡμῖν τὴν σὴν βοήθειαν Ἁγνή, καὶ τῆς λαμπρᾶς προστασίας σου, τὰς ἐκφάνσεις, Ἄχραντε.
Σῶσον ὀ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσι δέδωκας Κόρη, γυναικὶ τῇ πασχούσῃ, ἐπιστασία σου· οὕτω καὶ νῦν Παρθένε, ἡμῶν τὰς ἀσθενείας, Διασῴζουσα, ἴασαι, καὶ εὐπράγια ἡμῖν, παράσχου ἐν τῷ βίῳ.
Ἡ σῇ χάρις Παρθένε, πανταχοῦ ἁπλουμένη, σώζει τοὺς ἅπαντας· ἐντεῦθεν οἱ τυχόντες, τῶν εὐεργετημάτων, Διασῴζουσα σπεύδουσι, τῷ σῷ ἁγίῳ ναῷ, αἰνοῦντές σου τὴν δόξαν.
Γέρας εὕρατο μέγα, τὴν σεπτήν σου Εἰκόνα, ἡ Πάτμος Δέσποινα· ἐντεῦθεν καρπουμένη, εὐνοίας σου τὸν πλοῦτον, τὰ πολλά σου θαυμάσια, ἀνακηρύττει ἀεί, φωναῖς εὐχαριστίας.
Ἐκ δεινῆς ἀνομβρίας, καὶ παθῶν καταιγίδος, Θεοχαρίτωτε, καὶ πάσης δυσπραγίας, καὶ βλάβης καὶ μανίας, καὶ φθορᾶς ῥύου πάντοτε, τοὺς προσκυνοῦντας πιστῶς, τὴν θείαν σου Εἰκόνα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαί με Κόρη, θανατηφόρου κακίας, ὡς διέσωσας βεβαίου ἐκ θανάτου, τοὺς τῇ σῇ Εἰκόνι, ἐν πίστει προσπεσόντας.
Ἀύλῳ ὄψει, ὡς ὁρωμένη παρέχεις, τὰ αἰτήματα τοῖς σὲ παρακαλοῦσι, οὕτω κᾀμοὶ δίδου, βοήθειαν ἐξ ὕψους.
Σώματος κόρας, ὡς ἐξιάσω Παρθένε, οὕτως ἄνοιξον τὸ ὄμμα τῆς ψυχῆς μου, ἵνα τὸ φῶς ἴδω, τῶν θείων προσταγμάτων.
Ἰσχὺν παράσχου, τοῖς ἀσθενέσι Παρθένε, καὶ ἀνάψυξιν τοῖς καταπονουμένοις, πίστει ἐξαιτοῦσι τὴν θείαν ἀρωγήν σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ ἐφορῶσα, ταύτην σου τὴν νῆσον, τὴν κεκτημένην τὴν θείαν Εἰκόνα σου, ὡς ἀσφαλὲς καταφύγιον, Διασῴζουσα.
Ὀμβρίζεις καθ’ ἑκάστην, τῆς σῆς εὐσπλαγχνίας, οἷα νεφέλης ζωῆς δρόσον ἄυλον, τοῖς καταφεύγουσι Κόρῃ, τῇ σῇ χρηστότητι.
Ὑφέρποντα δολίως, καθ’ ἡμῶν τὸν ὄφιν τὸν πονηρὸν, Διασῴζουσα, σύντριψον καὶ ἐν εἰρήνῃ, τὸν βίον ἡμῶν συντήρησον.
Ὑμνοῦμεν κατὰ χρέος, Κεχαριτωμένη, τὴν πρὸς ἡμᾶς ἀπροσμέτρητον χάριν σου, ἥν μὴ ἐλίπῃς διδόνα ἡμῖν ἑκάστοτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρει κεκτημένη ὡς θησαυρόν, ἡ Πάτμος Παρθένε, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐξ ἧς τὴν σωτηρίαν λαμβάνοντες πλουσίαν, ταύτην καλοῦμεν, Δέσποινα, Διασῴζουσαν.
Πάλαι ἐχαρίτωσας θαυμαστῶς, τῇ ἐπισκιάσει, τῶν ἀύλων σου δωρεῶν, Κεχαριτωμένη, τὴν θείαν σου Εἰκόνα, διό ἄφεσιν πταισμάτων, πᾶσιν ἐξαίτησαι.
Σώζεις τοὺς τελοῦντας ἐν χαλεποῖς, κινδύνοις, Παρθένε, καὶ λυτροῦσαι πικρῶν παθῶν, καὶ χαρὰν παρέχεις καὶ πᾶσαν θείαν δόσιν, τοῖς σὲ δοξολογοῦσιν, ὦ Διασῴζουσα.
Πανταχοῦ ἡ χάρις τῆς ἱερᾶς, Εἰκόνος σου, Κόρη, ἐξελήλυθεν θαυμαστῶς, καὶ πᾶσι παρέχει, τοῖς πέλλα καὶ τοῖς πόῤῥω, χαρὰν καὶ σωτηρίαν, ὦ Διασῴζουσα.
Χεῖρα βοηθείας δίδου ἡμῖν, λύσιν ἀνομβρίας, εὐφορίαν δὲ ἐν τῇ γῇ καὶ ζωῆς ἀμέμπτου, εἰρήνην τε καὶ κτῆσιν, τοῖς πίστει προσιοῦσί σοι, Διασῴζουσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ Θεοτόκε εἰκόνι, καὶ προσκυνοῦντας αὐτήν, σκέπε καὶ διάσῳζε ἐκ πάσης θλίψεως, καὶ παθῶν κατάστρεψον, τὸν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· σὺ γὰρ σωτηρία καὶ σκέπη, ὤφθης ἀληθῶς ἡμῖν, Κόρη· ὅθεν Διασῴζουσαν καλοῦμέν σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Σωτηρίαν βράβευσον τῷ Γερασίμῳ,
πιστῶς Διασῴζουσα σὲ ἀνυμνοῦντι.
Ἕτερον·
Καὶ Ἱερεμίαν φύλαττε ἐκ κινδύνων,
ἐπιστατοῦντα προθύμως τὸν Ναόν σου.
ΙΕΡΑ ΒΑΣΙΛΙΚΗ,ΠΑΤΡΙΑΡΧΙΚΗ
ΣΤΑΥΡΟΠΗΓΙΑΚΗ ΜΟΝΗ ΤΟΥ
ΜΕΓΑΛΟΥ ΘΕΟΛΟΓΟΥ
ΙΕΡΑ ΠΑΤΜΟΣ 2003.