Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Ελευθερώτρια

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῇ θερμῇ σοῦ πρεσβείᾳ, καὶ προσκυνοῦντας τὴν σεπτὴν σοῦ Εἰκόνα, πανευλαβῶς Ἁγνὴ Ἐλευθερώτρια, πάσης ἐλευθέρωσον, ἀπειλῆς καὶ ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εἰρηναίαν δώρησαι ζωήν, ὡς τῆς εἰρήνης, τεκοῦσα τὸν Ἄρχοντα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα  ὁ  Κανὼν, οὗ ἡ ἀκροστιχὶς·
Ἐλευθέρωσον παθῶν με Κόρη. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλεύθερον βίον πάσης ὀργῆς, καὶ πάσης ἀνάγκης, καὶ ἀμέτοχον συμφορῶν, ἡμᾶς καταξίωσον ἀνύειν, Ἐλευθερώτρια κόρη, Πανάχραντε.

Λαμπάδα ἀνέδειξας μυστικήν, τῆς σῆς προμηθείας, τὴν Εἰκόνα σου τὴν σεπτήν, τοῖς ἐκδεχομένοις τὴν σὴν χάριν, Ἐλευθερώτρια κόρη, Πανάχραντε.

Ἐλέους τεκοῦσα τὸν χορηγόν, ἐλέησον κόρη, τοῖς πλουσίοις σοῦ οἰκτιρμοῖς, τοὺς τὴν σὴν ἀντίληψιν αἰτοῦντας, Ἐλευθερώτρια Κόρη, Πανάχραντε.

Ὑμνοῦσι τὴν θείαν σοῦ ἀρωγήν, τῆς σῆς προμηθείας, ἡμῖν δίδου τὰς δωρεάς, καὶ σῷζε ἡμᾶς ἐκ πάσης βλάβης, Ἐλευθερώτρια κόρη, Πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Θλιβερῶν συμπτωμάτων, καὶ χαλεπῶν θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων, ἡμᾶς ἀπάλλαξον, τοῦ πολεμήτορος, Ἐλευθερώτρια κόρη, τοὺς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ σου.

Ἐπιτόκοις γυναίοις, ὡς συμπαθὴς βράβευε, τὴν ἐλευθερίαν παρθένε, ἡνίκα τίκτουσι πρὸς σὲ γὰρ σπεύδουσιν, Ἐλευθερώτρια κόρη, τὸ σεπτὸν σου ὄνομα ἐπικαλούμεναι.

Ῥεῖθρον ἄυλον θεῖον, ὡς ἀληθῶς πρόεισιν, ἐκ τῆς σῆς ἁγίας Εἰκόνος, Ἐλευθερώτρια, δροσίζον πάντοτε, καὶ γλυκερῶς ἀναψῦχον, τοὺς πυρὶ τῶν θλίψεων, δεινῶς ἐκλείποντας.

Ὠρυόμενον σφόδρα, νῦν καθ’ ἡμῶν σύντριψον, τῇ σῇ κραταιᾷ προστασίᾳ, ἐχθρὸν τὸν δόλιον, Ἐλευθερώτρια, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν κυβέρνησον, ἡμῶν δεόμεθα.

Διάσωσον, Ἐλευθερώτρια κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σήν, ὡς ὀχυρὸν προπύργιον, πλουτοῦντες, Ἁγνή, παντοίων ἐπιθέσεων, ἀεὶ ἐλευθερούμεθα, τοῦ δολίου ἐχθροῦ καὶ ἀλάστορος, καὶ εὐφροσύνης καὶ θείας χαρᾶς, πληρούμεθα μόνη Παντευλόγητε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συνεχόμενοι θλίψεσι, πρὸς τὴν σὴν ἀντίληψιν καταφεύγομεν, καὶ λυτρούμεθα Πανάχραντε, τῶν κατὰ τὸν βίον περιστάσεων.

Ὀδυνῶν ἐλευθέρωσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα Πανάμωμε, ὡς ἡμῶν Ἐλευθερώτρια, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.

Νόσων σβέσον τὸν καύσωνα, καὶ ὑγείας δρόσον ἡμῖν ἐπόμβρησον, μητρικῇ σου ἀγαθότητι, τοῖς σὲ μεγαλύνουσι Πανάμωμε.

Πάσης βλάβης ἐκλύτρωσαι, πάσης μαγγανείας, πάσης φαυλότητος, Θεοτόκε ἀειπάρθενε, τοὺς ἐλευθερώτριαν πλουτοῦντας σέ.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅπας εὐσεβής, τῷ ναῷ σου σπεύδει, Πάναγνε, καὶ λαμβάνει τὰς αἰτήσεις συμπαθῶς σὺ γὰρ πάντας ἐλεεῖς, Ἐλευθερώτρια.

Θεῖον θησαυρόν, τὴν Εἰκόνα σοῦ κατέχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τὰς δωρεάς, δαψιλῶς Ἐλευθερώτρια λαμβάνομεν.

Ὡς τῶν ἀγαθῶν, τῶν κρειττόνων ἡμῖν πρόξενος, ἀγαθύνεις μητρικοῖς σου οἰκτιρμοῖς, τοὺς κατώδυνον ζωὴν Κόρη ἀνύοντας.

Νᾶμα γλυκερόν, οὐρανίου παρακλήσεως, τοῖς ἐν θλίψεσι στενάζουσι πικρῶς, συμπαθῶς, Ἐλευθερώτρια, ἐπόμβρησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μαγείας, καὶ χαλεπῆς μαγγανείας, καὶ ποικίλων τοῦ βελίαρ σκανδάλων, Ἐλευθερώτρια πάναγνε κόρη, καὶ βασκανίας δεινῆς ἐλευθέρωσον, τοὺς ἀφορῶντας ἀκλινῶς, πρὸς τὴν σὴν ὀξυτάτην βοήθειαν.

Ἐν πίστει, τῷ σῷ ναῷ προσιόντες, καθ’ ἑκάστην Θεοτόκε ἡμέραν, ἀπὸ βαθέων ψυχῆς σοι βοῷμεν· ἀσθενειῶν καὶ παντοίων στενώσεων, ἐλεύθερον καὶ ἀσινῆ, ἡμῶν τήρει τὸν βίον δεόμεθα.

Κυούσαις, Κόρη ῥᾳστώνην παρέχεις, καὶ νοσοῦσι θεραπείαν καὶ ῥῶσιν, καὶ θλιβομένοις ἀνάψυξιν θείαν, καὶ αἰχμαλώτοις ταχεῖαν ἐκλύτρωσιν Ἐλευθερώτριαν διό, πᾶς πιστὸς σὲ κηρύττει καὶ σῴζεται.

Ὀδύνης, τῆς χαλεπῶς πιεζούσης, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ δαπανώσης οἰκτρῶς μου τὸ σῶμα, τῇ σωστικῇ σου θεράπευσον χάριτι, Θεοχαρίτωτε Ἁγνή, καὶ δεινῆς ἀθυμίας με λύτρωσαι.

Διάσωσον, Ἐλευθερώτρια κόρη, Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τῇ προστασίᾳ σου Κόρη προστρέχοντες, ἐλευθερούμεθα πάσης κακώσεως διὸ σοῦ τὴν χάριν κηρύττομεν, Ἐλευθερώτριαν πίστει καλοῦντες σὲ σὺ γὰρ ἡμῶν καταφύγιον.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσι γενεὰ καὶ γενεά.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὓς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρὸς σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπην καὶ βοήθειαν, καὶ ἀῤῥαγῆ προστασίαν, καὶ ἐλευθερώτριαν, ἐν παντὶ τῷ βίῳ σε κόρη ἔχοντες, πολλαπλῶν θλίψεων, καὶ ἀσθενημάτων, καὶ σκανδάλων τῶν τοῦ ὄφεως, καὶ πάσης Δέσποινα, ἄλλης συμφορᾶς τε καὶ μάστιγος, ταχέως ἐκλυτρούμεθα, τῇ σῇ ἀρωγῇ καὶ χρηστότητι· ὅθεν μὴ ἐλλείπῃς, παρέχειν σοῦ τὴν χάριν συμπαθῶς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Κόρη, ἀτενίζουσιν.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν σώματος δίδου, καὶ ψυχῆς θεραπείαν, Ἐλευθερώτρια, τοῖς πίστει ἀδιστάκτῳ, τῷ θείῳ σου τεμένει, προσιοῦσι καὶ ψάλλουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἡλιόμορφε κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, φωτὶ τῶν πρεσβειῶν σου, τὸ σκότος τῶν παθῶν μου, διασκέδασον δέομαι· ἵνα ὑμνῶ σου ἀεί, τὰ θεῖα μεγαλεῖα.

Γαυριώντων ἀνθρώπων, καθ’ ἡμῶν ἐπινοίᾳ τῇ τοῦ ἀλάστορος, βουλὰς τὰς ὀλεθρίους, ματαίωσον Παρθένε, καὶ εἰς ἐν ἡμᾶς σύναψον, τὰ αἴσια ἐν Χριστῷ, φρονοῦντας καὶ τελοῦντας.

Ἐλευθέρωσον πάσης, τοῦ ἐχθροῦ δυσβουλίας καὶ ἐπιθέσεως, ἡμᾶς τοὺς ἐκ καρδίας, τὸ θεῖον ὄνομά σου, εἰς βοήθειαν κράζοντας, ἐν πάσῃ ὥρᾳ, Ἁγνή, καὶ πάσῃ ῥοπῇ βίου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαί με Κόρη, τῶν ἐπελθόντων μοι πόνων, καὶ ἐξάγαγε δεινῆς με δυσχερείας, τῆς κατατρυχούσης, τὴν ταπεινὴν ψυχὴν μου.

Αἴγλῃ ἀΰλῳ, ἐπισκοπῆς σου τῆς θείας, παραμύθησαι τὴν θλῖψιν τῆς ψυχῆς μου, ἵνα σὲ δοξάζω, Ὑπερδεδοξασμένη.

Σὲ σωτηρίαν, Ἐλευθερώτρια κόρη, ὡς πλουτήσαντες ἐν τῷ παρόντι βίῳ, τὰς τῆς ἀρωγῆς σου, κηρύττομεν ἐκφάνσεις.

Ἰδὲ εὐσπλάγχνως, Ἐλευθερώτρια κόρη, τοὺς προστρέχοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ παράσχου πᾶσιν, αἰτήσεων τὸ πέρας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγάλων δωρημάτων, παρὰ σοῦ τρυφῶντες, Ἐλευθερώτρια κόρη ἑκάστοτε, τὴν πρὸς ἡμᾶς σου χρηστότητι μεγαλύνομεν.

Οἱ πόνοις καὶ ἀνάγκαις, στένοντες ἀθλίως, τῇ χάριτί σου πιστῶς καταφεύγουσιν, Ἐλευθερώτρια κόρη καὶ διασῴζονται.

Ὑψίστου Θεοῦ, Μῆτερ, πάσης ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Ἐλευθερώτρια κόρη τὸν σὲ δοξάζοντα.

Ὑμνοῦμεν τῆς πολλῆς σου, πρὸς ἡμᾶς εὐνοίας, Ἐλευθερώτρια κόρη ἐκδηλῶσιν, ὅτι ἡμᾶς περισκέπεις καὶ σῴζεις πάντοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Παντοβασίλισσαν Μαριάμ, τὴν ἐλευθεροῦσαν, ἀπὸ πάσης ἡμᾶς ὀργῆς, καὶ πρὸς βασιλείαν, εἰσάγουσαν τὴν ἄνω, τὴν μόνην Θεοτόκον, ὕμνοις τιμήσωμεν.

Τῇ ἐπισκιάσει σου τῇ σεπτῇ, ὄντως ὡραιώθη, ἡ Εἰκὼν σοῦ ἡ θαυμαστή, καὶ ἐλευθερίαν, δεινῶν ἀεὶ παρέχει, τοῖς ταύτῃ προσιοῦσιν, Ἐλευθερώτρια.

Τοὺς μαστιζομένους ὑπὸ παθῶν, καὶ συνεχομένους, ἀσθενείαις ὀδυνηραῖς, κόρη Παναγία, τῇ σῇ ἐπιστασίᾳ, ὡς Μήτηρ εὐσπλαγχνίας, ἀπελευθέρωσον.

Ἐλευθερωτρίας τῇ θαυμαστῇ, καὶ σεπτῇ Εἰκόνι, καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν, τῶν λυπηρῶν τοῦ βίου, καὶ θείας πληρωθῶμεν, ἀγαλλιάσεως.

Ἅπαντας τοὺς πίστει εἰλικρινεῖ, προστρέχοντας Κόρη, τῇ θερμῇ σου ἐπισκοπῇ, ἀβλαβεῖς συντήρει, ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν Παρθένε, Ἐλευθερώτρια.

Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή· χαῖρε τεθλιμμένων, ἡ γλυκεῖα ἀναψυχὴ χαῖρε αἰχμαλώτων, ἡ λύτρωσις Παρθένε, καὶ τῶν πασχόντων· χαῖρε Ἐλευθερώτρια.

Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, ἄχραντον παρθένον καὶ ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν τὴν Κεχαριτωμένην, καὶ πάντων ἐν κινδύνοις, Ἐλευθερώτριαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος α΄.
Εἰκόνα σου ἁγίαν, Ἐλευθερώτριαν Ἄχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες, γεραίρομεν, Παρθένε· ἐπέστη γὰρ σκέπη πρὸς ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν· ἐκ παντοίων κινδύνων, καὶ νόσων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῷμεν. Δόξα τῷ Σὲ δοξάσαντι Θεῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους Εἰκόνα, τὴν σὴν Πανύμνητε, ἥνπερ ὀνομάζομεν Ἐλευθερώτριαν, πειρασμῶν ἐλευθέρωσον, καὶ νόσων παντοίων, καὶ πταισμάτων αἴτησαι, ἡμῖν τὴν ἄφεσιν, ἵνα μεγαλύνωμεν πάντες, τὰ σὰ μεγαλεῖα Παρθένε, καὶ τὴν πρὸς ἡμᾶς κηδεμονίαν σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.