Δύο Παρακλητικοί Κανόνες εις την Υπεραγίαν Θεοτόκον την Κορφιώτισσαν
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Κορφιώτισσαν της εν Καμαρίω Ξυλοκάστρου Κορινθίας
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
†Εορτάζει 5 ημέρες μετά το Άγιο Πάσχα
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆν σῆν εἰκόνα, Κορφιώτισσα Μῆτερ, τῆν θαυμαστῶς ἐν Κορυφῇ εὑρεθεῖσαν, καὶ ἐποφθεῖσαν ἄφθονον θαυμάτων πηγῆν, πάντες ἀσπαζόμενοι εὐλαβῶς ἐκβοῶμεν· σκέπε τὴν περίοικον Ξυλοκάστρου, Παρθένε, ἐκ συμφορῶν καὶ τήρει ἀσινεῖς, τῆς ἐπηρείας ἐχθροῦ τοὺς οἰκέτας σου.
Δόξα. Καί νυν.
Ού σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεΐν οί άνάξιοι είμή γάρ συ προΐστασο πρεσβεύουσα, τίς ημάς έρρύσατο έκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν έως νϋν έλευθέρους; Ούκ άποστώμεν, Δέσποινα, έκ σοϋ σούς γάρ δούλους σώζεις αεί, έκ παντοίων δεινών.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς:
Κορυφὰς θείας δεῖξόν μοι, Κορφιώτισσα. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατεύθυνον πάντας πρὸς κορυφάς, τοὺς σὲ ἀνυμνοῦντας, Κορφιώτισσα ἀρετῶν, καὶ σπεύδοντας πόθῳ προσκυνῆσαι, τὴν σεβασμίαν καὶ θείαν εἰκόνα σου.
Ὁδήγει πρὸς ἄμεμπτον βιοτήν, ὑγίειαν ἄκραν, Κορφιώτισσα καὶ ἰσχύν, πατῆσαι ἐπήρειαν τοῦ πλάνου, τοὺς εὐλαβῶς, ἀγαθὴ προσκυνοῦντάς σε.
Ῥυπώδους θελήματος Μαριάμ, ἀπάλλαξον τάχος, Κορφιώτισσα τοὺς πιστῶς, προσφεύγοντας χάριτι σῇ θείᾳ, καὶ ἐκζητοῦντας σὴν ἄκονον εὔνοιαν.
Ὑμνοῦμεν ἑκάστοτε ἀρωγὴν τὴν σὴν Θεοτόκε, Κορφιώτισσα ἥν ἡμῖν, δεικνύεις τοῖς πόθῳ προσκυνοῦσι, τὴν ἱερὰν καὶ ἁγίαν εἰκόνα σου.
Φωτὸς ἔμπλησόν μου Μῆτερ Θεοῦ, ἀΰλου καρδίαν, Κορφιώτισσα θαυμαστή, τὴν ἐζοφωμένην χαμαιζήλοις, καὶ ψυχοκτόνοις πανάμωμε πάθεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἁγιάσματος κρήνη, ἡ σὴ εἰκὼν δέδεικται, τοῖς ἀρυομένοις ἐκ ταύτης, ὕδωρ σωτήριον, πρὸς ἀφθαρσίαν ψυχῶν, καὶ τῶν σωμάτων τὴν ῥῶσιν, Μῆτερ Κορφιώτισσα, θεομακάριστε.
Σὴν ἁγίαν εἰκόνα, πανευλαβῶς Δέσποινα, πάντες προσκυνοῦντες βοῶμεν· ἴσθι ἀείποτε, σῶν οἰκετῶν ἀρωγός, καὶ ταχινὴ παραστάτις, Μῆτερ Κορφιώτισσα, βίου ἐν κλύδωσι.
Θεοτόκε Παρθένε, χριστιανῶν στήριγμα, σκέπε Κορφιώτισσα πάντας, σοὶ καταφεύγοντας, ἡ ἐκ τροχαίων ταχύ, ἀτυχημάτων σοὺς δούλους, ἐπικαλουμένους σε, σώσασα Δέσποινα.
Ἐλεήμονος Λόγου, Μῆτερ ταχὺ πέμψον μοι, τὰ ἐλέη σοῦ θείου Τόκου, καὶ ἀπογνώσεως, μὲ συνεχούσης Ἁγνή, ῥῦσαι σὸν τλήμονα δοῦλον, πόθῳ Κορφιώτισσα, καθικετεύω σε.
Διάσωσον, ἐξ ἐπηρείας ἐχθίστου τοὺς σοὺς οἰκέτας, καὶ ἐκπλήρου ὡς συμπαθὴς ἡμῶν τὰ αἰτήματα, σεμνὴ Κορφιώτισσα Θεοτόκε.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ναῷ σῷ σεπτῷ προσπευφεγὼς ὁ δείλαιος, ὀδύναις πικραῖς ὁ, οἴμοι χειμαζόμενος, Κορφιώτισσα Δέσποινα, τὴν γαλήνην εὑρίσκω καὶ ᾄσμασι, σὲ μεγαλύνω θείοις καὶ τερπνοῖς, Ἁγνὴ Θεοτόκε, μελῳδήμασι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαστήριον Δέσποινα, κόσμου νῦν ἱλέῳ με, Κορφιώτισσα, ὄμματι σεμνὴ ἐπισκέψαι, καὶ κρυπτά μου πάθη καταπράϋνον.
Ἀγλαὴ Κορφιώτισσα, ἡ ἐκ καταιγίδος σφοδρᾶς Διμήνιον, διασώσασα βαλλόμενον, ἀλγηδόσι δοῦλόν σου ἰάτρευσον.
Σφοδροτάταις ποντούμενον, τρικυμίαις βίου με, Κορφιώτισσα, σῶσον σαῖς θερμαῖς δεήσεσι, καὶ πρὸς ὄρμον ἴθυνόν με εὔδιον.
Δυνατοὺς τοὺς σοὺς πρόσφυγας, δείξον ἐν ταῖς μάχαις τοῦ βίου, Δέσποινα, Κορφιώτισσα πανύμνητε, προσκυνοῦντας πίστει τὸ σὸν ἔκτυπον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμῶν, Κορφιώτισσα Πανύμνητε, χαρμονῆς καὶ εὐφροσύνης ἀκλινοῦς, τοὺς ἐν ὕμνοις μελιχροῖς σε μεγαλύνοντας.
Ἴασαι ἡμῶν, τῆς ψυχῆς δεινὴν ἀσθένειαν, καὶ θεράπευσον σωμάτων τὰς οὐλας, τῶν ἐκθύμως Κορφιώτισσα, σπευδόντων σοι.
Ξένων θαυμαστῶν, αὐτουργὸς ὑπάρχεις Πάναγνε, Κορφιώτισσα θαυμάτων ποταμέ, καὶ χειμάῤῥους ἰαμάτω ἀκεσώδυνε.
Οἴκτιρον ἡμᾶς, τοὺς πιστῶς ἐπιζητοῦντάς σου, τὴν ὁλόθερμον ἐν βίῳ ἀρωγήν, καὶ βοήθειαν καὶ δίναις, Κορφιώτισσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοσοῦσάν μου, τὴν ψυχὴν ἰάτρευσον, Κορφιώτισσα νῦν κεκαμωμένην, πολλαῖς παθῶν μαστιγώσεσι Μῆτερ, καὶ σῶμα τὸ σαρκοφόρον μου ἴασαι, ὅπως τρανῶς δοξολογῶ, σὲ καὶ πλῆθος γεραίρω θαυμάτων σου.
Μητράναδρε, ἐκ πυλῶν ἐξάρπασον, τοῦ θανάτου τὸν πιστῶς προσκυνοῦντα, τὴν σὴν μορφὴν, Κορφιώτισσα Μῆτερ, καὶ εἰς λαμπρὰ σωτηρίας σκηνὠματα, εἰσάγαγε τὸν ἐν χαρᾷ, ψυχικῇ σὴν ἀντίληψιν μέλποντα.
Ὁλόφωτον, θαυμασίως τέμενος, καὶ περίλαμπρος ναὸς ἰαμάτων, ἡ σὴ Εἰκὼν Κορφιώτισσα ὤφθη, ἥν προσκυνοῦντες πιστῶς ἀνακράζομεν· τῆς Κορινθίας θησαυρός, καὶ ἁπάντων πιστῶν πέλεις κλέϊσμα.
Ἰάματα, βρύεις ὡς ἀστείρευτος, κρήνη τοῖς πανευλαβῶς προσκυνοῦσι, τὴν σὴν ἁγίαν εἰκόνα, Παρθένε, εὐλογημενη, σεμνὴ Κορφιώτισσα, καὶ ἀπελαύνεις τῶν ψυχῶν, καὶ σωμάτων λοιμώδη νοσήματα.
Αἴτησις καὶ τὸ κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Ταῖς σαῖς πρεσβείαις σεμνὴ Κορφιώτισσα, τῶν Κορινθίων χοροὶ καταφεύγοντες, ἐν βίου πάσι δειναῖς περιστάσεσι, λυτροῦνται βλάβης ἐχθροῦ καὶ στενώσεως· αὐτοὺς γὰρ ταχὺ σῴζεις θλίψεων.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους Σου.
Εύαγγέλιον κατά Λουκάν. (Κεφ. α’ 39 – 49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῆς Κορφιωτίσσης πρεσβείας, Ἐλεῆμον, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μήτερ Κορφιώτισσα, τοῖς προσκυνοῦσιν Εἰκόνα, τὴν σεπτήν σου Δέσποινα, Κορινθίων σέμνωμα, πολυτίμητον, καὶ πηγὴ χάριτος, Καμαρίου δεῖξον, σὴν ἀνείκαστον συμπάθειαν, καὶ προστασία σου, τὴν θερμὴν καὶ ἄγρυπνον ἅπασι· ὑπάρχεις γὰρ ἀνύστακτος, ἀρωγὸς καὶ φύλαξ καὶ πρόμαχος, τῶν κινδυνευόντων, ἐν δίναις ποντουμένων χαλεπῶς, καὶ ἐν πικραῖς περιστάσεσι, βίου Μητροπάρθενε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κορφιώτισσα Μῆτερ, Καμαρίου ἀκέστορ, προστάτις ἄγρυπνος, ὑπάρχεις Ξυλοκάστρου, καὶ Ἄνω Διμηνίου, ἐν κινδύνοις διάσωσμα· διὸ εἰκόνα τὴ σὴν, ἐκθύμως προσκυνοῦμεν.
Ὄμβροτόκε νεφέλη, χαρμονῆς ἀτεκνίας, δεσμὰ διάλυσον, τῶν σοὶ πιστῶς σπευδόντων, καὶ θείαν σου εἰκόνα, Κορφιώτισσα Δέσποινα, τὴν ὄντως θαυματουργόν, πιστῶς ἀσπαζομένων.
Ῥάβδῳ τῶν πρεσβειῶν σου, πρὸς τὸν θεῖόν σου Τόκον, Θεογεννήτρια, νῦν στήριξον τοὺς πόθῳ, σὲ ἀνυμνολογοῦντας, καὶ τὴν θείαν εἰκόνα σου,, ἐν τῇ Μονῇ Κορυφῆς, πιστῶς ἀσπαζομένους.
Φωτισμὸν σοῖς οἰκέταις, Κορφιώτισσα δίδου, Θεοῦ ἐντάλματα, τηρεῖν καὶ ἀγνωσίας, διάλυσον τὰ σκότη, τῶν πιστῶς ἐκβοώντων σοι· Χαῖρε γλυκεῖα Χριστοῦ, τοῦ Φωτοδότου Μήτηρ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱκάνωσόν με, πατῆσαι πλάνου παγίδας, καὶ συντρίψαι αὐτοῦ σῇ δυνάμει, Κορυφῆς προστάτις, τὰ ἰοβόλα βέλη.
Ὡς θλιβομένων, παραμυθίαν γλυκεῖαν, Κορφιώτισσα σὲ ἀνυμνοῦμεν, καὶ ἐπιζητοῦμεν, ἀντίληψιν σὴν θείαν.
Τὴν Κορινθίαν, καὶ αμαρίου τὴν κώμην, Κορφιώτισσα Θεογεννῆτορ, τῆρει ἐξαιρέτως, ἐν σῇ κηδεμονίᾳ.
Ἴασαι πάντων, τὰς ζοφερὰς ἀλγηδόνας, Κορφιώτισσα καὶ ἀτεκνίας, τὰ δεσμὰ σῶν δούλων, διάλυσον εὐχαῖς σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στηρίζουσα μὴ παύσῃ, πάντας κλονουμένους, καὶ ὁδηγοῦσα πιστοὺς πρὸς μετάνοιαν, τοὺς προσκυνοῦντας εἰκόνα σήν, Κορφιώτισσα.
Σὲ ἀνυμνολογοῦντες, ὡς Μονῆς σου κλέος, καὶ χριστωνύμων ἀπάντων ἀγλάϊσμα, ταῖς σαῖς λιταῖς Κορφιώτισσα καταφεύγομεν.
Ἀγαλλιᾶται δῆμος, Κορινθίων πάντων, σὴν θείαν χάριν πλουτῶν Κορφιώτισσα, ἄσυλον ὄντως ἐν κόλποις ἁγνὴ θησαύρισμα.
Χαρᾶς καρδίας πλῆσον, τῶν καταφευγόντων, σῇ ἀντιλήψει σεμνὴ Κορφιώτισσα, καὶ εὐλαβῶς προσκυνούντων τὸ σὸν ἐκτύπωμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
καί τά παρόντα Μεγαλυνάρια,
Τὴν σεπτὴν εἰκόνα σου ἐν Μονῇ, Κορυφῆς Παρθένε, προσκυνοῦντες πανευλαβῶς, πόθῳ ἐκβοῶμεν· ἀρήγουσα μὴ παύσῃ, ἡμῖν τοῖς σὲ τιμώσιν, ὦ Κορφιώτισσα.
Χαῖρε Ζωοπάροχε ποταμέ, κρήνη Ζωοδόχε, Κορφιώτισσα θαυμαστή, χαῖρε Καμαρίου, καὶ πάσης Κορινθίας, ἀγλάϊσμα καὶ κλέος, πόθῳ βοῶμέν σοι.
Ὡς ἐξ ἀτυχήματος Μαριάμ, ἔσωσας τροχαίου, Κορφιώτισσα τοὺς πιστῶς, κλῆσίν σου τὴν θείαν, καλοῦντας σῶσον βλάβης, ἐχθροῦ τοῦ μισοκάλου, πάντα χριστώνυμον.
Ἐξ ἐχθροῦ παγίδων τὴν σὴ Μονήν, τὴν σεμνυνομένην, Κορφιώτισσα σῇ μορφῇ, σῶσον καὶ χορήγει, αὐτῇ τῶν δωρεῶν σου, τὰς δόσεις οὐρανόθεν, Θεογεννήτρια.
Χαίροις Ξυλοκάστρου ἡ ἀρωγός, χαίροις Καμαρίου, ὁ ἀσύλητος θησαυρός, χαίροις Κορινθίας, τὸ καύχημα τὸ μέγα, καὶ χριστώνυμον εὖχος, ὦ Κορφιώτισσα.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, τῆς Κορφιωτίσσης, τὴν εἰκόνα τὴν θαυμαστῶς, βρύουσαν ἰάσεις, παντὶ προσερχομένῳ, αὐτῇ καὶ ἐκζητοῦντι, ταύτης τὴν εὔνοιαν.
Τὸ τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον.
Κορφιώτισσα Μῆτερ Θεογεννήτρια, τὴν σὴν ἁγίαν εἰκόνα, πανευλαβῶς οἱ χοροί, Κορινθίων ἀσπαζόμενοι κραυγάζομεν· σῶσον ἡμᾶς ἐκ πειρασμῶν, κατωδύνων συμφορῶν, καὶ θλίψεων τοὺς ἐν πίστει, ἀνευφημοῦντας θαυμάτων, σῶν ἀχανὲς Παρθένε πέλαγος.
Εκτενής και Απόλυσις, μεθ’ ήν ψάλλομεν τό έξης.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε Ζωοπάροχε Πηγή, πᾶσιν ἀναβλύζουσα ὕδωρ, σωτηριῶδες ἡμῖν, Μῆτερ Κορφιώτισσα, σοὶ καταφεύγουσι, καὶ αἰτοῦσιν ἀντίληψιν, τὴν σὴν ἐκβοώντες, πόθῳ δυσωποῦμέν σε· ταχὺ ἀνάστησον, τοὺς ἐν ἁμαρτίας πεσόντας, δίναις καὶ ζωῆς κληρονόμους, τῆς μελλούσης δεῖξον τοὺς τιμῶντάς σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Κορφιώτισσαν
Ποίημα Αντωνίου Μάρκου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Κορφιωτίσσης τῆς Θεοτόκου Εἰκόνι, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καί πόνοις ὑπάρχοντες, προσπίπτωμεν ἐν πίστει πολλῇ· Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει, τόν ζυγόν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη· Σέ γάρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καί τῇ Σῇ σκέπῃ ὡς νήπια σπεύδομεν.
Δόξα. Τό αὐτό. Καί νῦν. Ὅμοιον.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων καί τῆς καταθλίψεως καί τῆς δαιμόνων μανίας· Σοῦ γάρ ὑπάρχει Εἰκών τῆς Κορυφῆς, ἡμῶν προστάτις, σκέπη τε καί ἀντίληψις.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· ΕΙΚΟΝΙ ΚΟΡΥΦΙΩΤΙΣΣΗΣ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Εἰκόνι Σου τῇ θείᾳ τῆς Κορυφῆς προσπίπτωμεν, Κόρη, Θεοπόθητε Μαριάμ· καί δι’ αὐτῆς Σοί τάς ἱκεσίας, ὡς εἰς Μητέρα προσφέρομεν, Δέσποινα.
Ἰδεῖν τοῦ Υἱοῦ Σου τήν φοβεράν ἡμέραν, Παρθένε, καταξίωσον Σαῖς λιταῖς καί Τοῦτον ὄμματι συμπαθείας, Σαῖς ἱκεσίαις κατάστησον βλέποντα.
Κυρία Παρθένε τό τῆς ἐμῆς ψυχῆς δεινόν ἄλγος καί τόν πόνον καί τήν φθοράν ἀπέλασον καί τήν ἁμαρτίαν, τήν ταῦτα πάντα ἐμοί προκαλέσαντα.
Ὁδόν μετανοίας καί ἐπιστροφῆς βαδίζοντα, Κόρη, εὕροιμι θάνατος Σαῖς λιταῖς· Σοῦ δέομαι καί πρός τόν Υἱόν Σου, Σύ μέ ὁδήγησον, ὡς Ὁδηγήτρια.
ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Ναῷ, Παρθένε, Μονῇ τε τῆς Κορυφῆς Σοί ὑπάρχοντα, ἐν ὅ ἡ Σῇ Εἰκών ἡ ἁγία ἀποθησαύρισται, πλήθη προσφεύγουσιν τῶν Ὀρθοδόξων, κακεῖσε τήν δέησιν προσφέρουσι Σοί τῇ Μητρί ἡμῶν.
Ἴδε, Κόρη Ἁγία, τούς τῇ Εἰκόνι Σου σπεύδοντας καί δεινοῦ ἄλγους καί λύπης ἡμᾶς ἀπάλλαξον· τούς τῇ Σῇ χάριτι γονυκλινῶς αἰτουμένοις· πρόφθασον, ἀπάλλαξον ἡμᾶς πρεσβείαις Σου.
Κορυφῆς τῇ μορφῇ Σου καί τῷ σεπτῷ ἐκτυπώματι σπεύδομεν οἱ ἐν θλίψεσι πάντες καί ἐν βασάνοις ὑπάρχοντες· αὐτῷ γάρ δέδοκας πλουσίαν τήν Σήν χάριν, ἧν ἡμῖν ἐπόμβρισον, Ἁγία Δέσποινα.
Ὅλον γένος ἀνθρώπων τῇ μεσιτείᾳ Σου σπεύδομεν, αἰτούμενοι τυχεῖν βοηθείας καί ἀντιλήψεως· ἄρον τό βάρος ἡμῶν ἀπό ψυχῆς, Θεοτόκε· ἵνα ἀνυμνοῦμεν Σε, Μῆτερ Γοννόεσα.
Διάσωσον τούς Σύ προσπίπτοντας πόθῳ, Κορυφιώτισσα Θεογενήτωρ Κόρη· εἰκόνι Σου γάρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ Σῇ χάρις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν.
Τῆς Κορυφῆς τῇ Εἰκόνι νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες· καί δι’ αὐτῆς αἰτούμεθα τῆς Θεοτόκου τό ἄμετρον ἔλεος καί τήν ταχεῖαν Ταύτης συνδρομήν καί τήν βεβαίαν Αὐτῆς ἀντίληψιν.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ῥῦσαι πάντας, Παρθένε, ἀπ’ ἀπειλῆς καί κακώσεως, ἡ τοῦ κόσμου χαρᾶς πρόξενος γενομένη θείῳ τόκῳ Σου.
Ὑμῶν τεῖχος καί σκέπη καί ὀχυρόν καί ὀχύρωμα, πέλεις Μῆτερ Ἁγία, Κορφιώτισσα, Γονόεσσα.
Φώτισον Σούς δούλους, τούς ἐν ἁμαρτίαις κατακειμένους νῦν καί ἐν ταύταις ἐπιμένοντας, διό ἀνάξιοι τοῦ ἐλέους Σου ὑπάρχομεν.
Ἴδε μου τήν δέησιν τήν πρός Σέ, Παρθένε, μή ὑπερείδης μου, ἀλλά σπεῦσον ὡς φιλόστοργος, Ἄνασσα, καί ἐλέησον τόν κάμνοντα.
Ὡραῖῳ ἐκτυπώματι τῆς Παρθένου, πάντες τά νῦν προσπίπτωμεν οἱ ἐν θλίψεσι, αἰτούμενοι ἄλγους ψυχικοῦ τήν ἀπολύτρωσιν.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Τείχισον ἡμᾶς γλυκασμῷ ἐλέους Κύριε, ταῖς πρεσβείαις τῆς Ἀχράντου Σου Μητρός, ὅτι Ταύτην Σοί προβάλλομεν μεσήτριαν.
Ἴασαι, Χριστέ, τῶν ψυχῶν ἡμῶν τά τραύματα, Σῆς Μητρός ἐπικαμπτόμενος θερμαῖς μεσιτείαις καί πρεσβείαις καί δεήσεσι.
Σῶσαι πειρασμῶν καί κακώσεων Φιλάνθρωπε, τῆς Μητρός Σου ἐπικαπτόμενος, Σωτήρ, τῇ πρεσβείᾳ, ὅτι Αὐτῇ νῦν καταφεύγωμεν.
Σπεῦσον πρός ἡμᾶς φιλανθρώπως, Ἐλεῆμον Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καί λιταῖς· Κορυφῆς γάρ τῇ εἰκόνι Αὐτῆς προσπίπτωμεν.
Ἡμῶν τῶν εὐσεβῶν Ὀρθοδόξων κέρας ὕψωσον, τῶν αἱρέσεων συντρίβων τήν ἰσχύν, τῆς Μητρός Σου τῆς Ἀχράντου ταῖς δεήσεσι.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Σωτήριον ἡμῖν λιμένα ἄνοιξον, Σῇ μεσιτείᾳ πρός Υἱόν Σου, Θεοτόκε· ὑπό τήν Σήν γάρ καταφεύγωμεν σκέπην, τήν παρά Σοῦ αἰτούμενοι ἀντίληψιν τιμᾶσαι γάρ ἐν Κορυφῇ, ὡς Ζωοδόχος Πηγή καί Γονόεσσα.
Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καί κακώσεων, τραυμάτων τε, Παρθένε· τῆς Κορυφῆς γάρ τῇ Εἰκόνι προσπίπτων, τήν παρά Σοῦ αἰτοῦμαι βοήθειαν· καί Σέ θαυμάτων τήν πηγήν ὁμολογῶ καί κηρύττω, Πανύμνητε.
Ῥῦστιν ἡμῶν καί Ὀρθοδόξων ἁπάντων, τά Σά θαυμάσια κηρύττουσι, Παρθένε καί τριχομένων κακίαις παντοίαις καί ὀχλουμένων Βελίαρ προσκρούσεσι καί πάντων τῶν ἐν συμφοραῖς μόνη βοήθεια πέλεις, Θεόνυμφε.
Ὅρμησον τήν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς Σαῖς θερμαῖς πρός Θεόν ἱκεσίαις καί τῇ πρεσβείᾳ Σου τήρησον ἄτρωτον καί ἐπί πέτραν ἀσφαλῇ τῆς πρός Υἱόν Σου πίστεως, Ἄχραντε.
Συμπνίγομαι ταῖς τοῦ βίου πάθεσι τοῖς ἀκαθάρτοις, ἅ μολύνουσι, Μήτερ, τήν ἐν ἐμοί τοῦ Κυρίου εἰκόνα, ἀλλά Σύ δέομαι, Κόρη, ἀποκάθαρον ταῖς δάκρυσι καί στεναγμοῖς, ἅ δώρησαί μοι, Παρθένε, καί σῶσον με.
Διάσωσον τούς Σύ προσπίπτοντας πόθῳ, Κορφιώτισσα Θεογενήτωρ Κόρη· εἰκόνι Σου γάρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ Σῇ χάρις.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄. Τήν ὡραιότητα.
Τῇ Κορφιώτισσᾳ τά νῦν προσπίπτωμεν, ὠδαῖς, δεήσεσι Αὐτήν καλούμενοι εἰς τήν βοήθειαν ἡμῶν τῶν θλίψεσι ὀχλουμένων· σπεῦσον, Μῆτερ, πρόφθασον τήν ὀργήν τοῦ Παντάνακτος· Αὐτῷ γάρ ἁμαρτάνομεν καί δεινῶς παροργίζομεν· εὐσπλάχνως οὗν ἐπίβλεψον, Κόρη, ἐπί λαόν ἀσεβοῦντα καί ἐλέησον.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῆς Κορφιωτίσσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πᾶσαν τήν ζωήν ἡμῶν ὑπό τήν σκέπην Σου, Μῆτερ, καί τήν Σήν ἀντίληψιν καί τῇ μεσιτείᾳ Σου ἀναθέμεθα. Φιλανθρώπως, Δέσποινα, ἔπαρον τάς χεῖρας τῷ Υἱῷ Σου καί μεσίτευσον ὑπέρ λαοῦ ἀγνώμονος καί Αὐτόν δεινῶς παροργίζοντος. Γονόεσα Κόρη, Εἰκόνι τῇ ἁγίᾳ Σου τά νῦν οἱ ἐν κινδύνοις προσπίπτομεν καί αὐτῇ δεόμεθα.
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πατρίδος Ἑλληνίδος μνήσθητι, Παρθένε, ὡς Πόλεως Κωνσταντίνου ποτέ· ὑπέρμαχον γάρ ταύτης καί Στρατηγόν ἐν πίστει Σέ ἐπιγράφεται ψάλουσσα· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ἴασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία, ἡ Ὀρθοδόξων προστάτης καί πρόμαχος· Σοί γάρ προσπίπτω, Κόρη, τῇ Σῇ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Πῦρ τό τῆς ἁμαρτίας, Παρθένε, τόν Σόν δοῦλον καταναλίσκει, πλήν σπεῦσον ῥυσθῆναι με· κατάσβεσον τήν φλόγαν εὐχαῖς πρός τόν Υἱόν Σου, τοῦ εὐγνωμόνως κραυζάγοντος· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Τιμῶμεν, Θεοτόκε, Εἰκόνα Σου τήν θείαν τῆς Κορυφῆς, πρός Σέ ἀναμέλποντε ὠδαῖς εὐχαριστίας καί ὕμνους εὐλογίας, τῷ δέ Κυρίῳ ἀνακράζωμεν ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
ᾨδή η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ὠραιοτάτη ἡ μορφή Σῆς Εἰκόνος, τῆς Κορυφῆς, εὐσυμπάθητε Κόρη, πρός ἧν τό γόνυ ψυχῆς κλίνωμεν πάντες.
Ἄνασσα Κόρη, τῆς Κορυφῆς Σῇ Εἰκόνι προσπεσόντες οἱ πιστοί ἀναβοῶμεν σπεῦσον, Παρθένε, καί ἀπάλλαξον ἐν τάχει.
Ναῷ Σου θείῳ καί τῇ Μονῇ Σου, Παρθένε, χαίρουσα σπεύδει περίοικος Τρικάλων, τυχεῖν συγγνώμης, ἐλέους, βοηθείας.
Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ Σου τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, Σῇ μεσιτείᾳ, δεήσι τε βοηθείᾳ.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ὡραῖος κάλει πάντων ἀνθρώπων πέλει, Μῆτερ, ὁ Σός Υἱός πρός Ὅν τήν δέησιν ἔκχεε· ἵνα ῥυσθῶμεν διά Σοῦ κολάσεως τῆς γεέννης.
Νικῆσαι τοῦ Βελίαρ τάς μηχανάς, Παρθένε, Σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε· πρός Σόν Υἱόν ταῖς Σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σωζόμεθα.
Ἴασαι τῆς ψυχῆς μου τό ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τόν δοῦλον Σου καί δώρησαί μοι τήν χαράν, ἵνα ὑμνῶ Σε σεπτή Κορυφιώτισσα.
Ὄμματι εὐσπλαχνίας βλέψον ἡμῖν ἐν τάχει καί βοηθείας χεῖραν τοῖς δούλοις Σου ἔκτεινον· Σέ γάρ μητέρα ἡμῶν θείαν κηρύττομεν.
Σάλον τόν τῆς ψυχῆς μου καί ἄλγος καί ὀδύνην ταῖς Σαῖς πρεσβείαις κατάστειλον δέομαι· Σοί γάρ προσφεύγω, ὧ Μῆτερ Γονόεσσα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Εἰκόνι Σου τῇ θείᾳ τῆς Κορυφῆς προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν βεβαῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
Ἑλλάδος ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, τιμῶμεν Γονοέσης τήν Εἰκόνα ὡς τῆς Παρθένου λαμπρόν ἀποτύπωμα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.
Βάρος, Παρθένε, ἐν τῇ ψυχῇ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ· Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχος τοῦ Υἱοῦ Σου χωρίζει με.
Ἕτερα. Ποιήματα Δρ. Χαρ. Μπούσια.
Τὴν σεπτὴν εἰκόνα Σου ἐν Μονῇ Κορυφῆς, Παρθένε, προσκυνοῦντες πανευλαβῶς, πόθῳ ἐκβοῶμεν· ἀρήγουσα μὴ παύσῃ ἡμῖν τοῖς Σὲ τιμώσιν, ὦ Κορφιώτισσα.
Χαῖρε Ζωοπάροχε ποταμέ, κρήνη Ζωοδόχε, Κορφιώτισσα θαυμαστή· χαῖρε Καμαρίου καὶ πάσης Κορινθίας ἀγλάϊσμα καὶ κλέος πόθῳ βοῶμέν Σοι.
Ὡς ἐξ ἀτυχήματος Μαριάμ, ἔσωσας τροχαίου, Κορφιώτισσα τοὺς πιστῶς κλῆσίν Σου τὴν θείαν καλοῦντας σῶσον βλάβης ἐχθροῦ τοῦ μισοκάλου πάντα χριστώνυμον.
Ἐξ ἐχθροῦ παγίδων τὴν Σὴν Μονήν τὴν σεμνυνομένην Κορφιώτισσα Σῇ μορφῇ, σῶσον καὶ χορήγει αὐτῇ τῶν δωρεῶν Σου τὰς δόσεις οὐρανόθεν, Θεογεννήτρια.
Χαίροις Ξυλοκάστρου ἡ ἀρωγός, χαίροις Καμαρίου ὁ ἀσύλητος θησαυρός, χαίροις Κορινθίας τὸ καύχημα τὸ μέγα καὶ χριστώνυμον εὖχος, ὦ Κορφιώτισσα.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς τῆς Κορφιωτίσσης τὴν εἰκόνα τὴν θαυμαστῶς βρύουσαν ἰάσει παντὶ προσερχομένῳ αὐτῇ καὶ ἐκζητοῦντι ταύτης τὴν εὔνοιαν.
Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ·
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ Σου Εἰκόνι Κορφιωτίσσης προσπίπτωμεν, κλίνοντες τό γόνυ, Παρθένε, τῆς ψυχῆς καί τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρός Υἱόν Σου καί λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημελημάτων ἀφέσεως. Δόξα τοῖς μεγαλείοις Σου, Σεμνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα ὑπερβαλόντως, Κόρη, τῇ δυναστείᾳ Σου.
Ἕτερον. Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον. Ποίημα Δρ. Χαρ. Μπούσια.
Κορφιώτισσα Μῆτερ Θεογεννήτρια, τὴν Σὴν ἁγίαν εἰκόνα, πανευλαβῶς οἱ χοροί Κορινθίων ἀσπαζόμενοι κραυγάζομεν· σῶσον ἡμᾶς ἐκ πειρασμῶν, κατωδύνων συμφορῶν καὶ θλίψεων τοὺς ἐν πίστει ἀνευφημοῦντας θαυμάτων Σῶν ἀχανὲς, Παρθένε, πέλαγος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ Σῇ πανυπερτίμῳ Εἰκόνι τῆς Κορυφῆς, τῇ σεπτῇ, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δέ διάλυσον τόν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· Σύ γάρ Ὀρθοδόξων προστάτης καί πιστῶν ἁπάντων ἀμύντωρ πέλεις, οἷα Μήτηρ τοῦ Παντάνακτος.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.