Τέσσερις Παρακλητικοί Κανόνες εις την Υπεραγίαν Θεοτόκον την Οδηγήτρια
Παρακλητικός Κανών εις την Εικόνα της Παναγίας Οδηγήτριας Ιεράς Μονής Ξενοφώντος
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ Σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οδηγήτριας τὴν Ἀγίαν Εἰκόνα, μετ’εὐλαβείας προσκυνήσωμεν πάντες, καὶ προς αὐτήν ἀπὸ ψυχῆς βοήσωμεν· ὡς ἡμῶν ἀντίληψις, καὶ θερμὴ προστασία, δίδου ἡμῖν πάντοτε, τὴν θερμὴν ἀρωγήν σου, Θεογεννήτορ Κόρη Μαριάμ, καὶ πάσης νόσου, ἡμᾶς ἀπολύτρωσαι.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Γῇ σῇ πρεσβείᾳ εὐλαβῶς προσιόντες, ποικίλὼν νόσων ἐκλυτρούμεθα τάχος, Θεογεννῆτορ Κόρη Ὁδηγήτρια· παύεις τὸ καρκίνου γὰρ χαλεπώτατον πάθος, καὶ δεσμῶν στειρώσεως ἀτεκνούσας γυναῖκας, λύεις ὡς Μήτηρ τοῦ Δημιουργοῦ, ὅθεν τὴν θείαν σου, χάριν κηρύττομεν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὺ εἶ Ὁδηγήτρια ἡμῶν ἡ σκέπη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σὺ πέλεις προστάτις καὶ βοηθός, Κεχαριτωμένη, Ὁδηγήτρια Μαριάμ, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, τῇ ταχυτάτῃ πρεσβείᾳ σου Ἄχραντε.
Ὑπάρχουσα Μήτηρ τοῦ Λυτρωτοῦ, λυτροῦσαι κινδύνων καὶ παντοίων ἐπιφορῶν, τοὺς πίστει καλοῦντας καθ᾽ ἑκάστην, τὸ σὸν σεπτὸν Ὁδηγήτρια ὄνομα.
Ἐπέστη Εἰκών σου ἡ θαυμαστή, ἐκ Βατοπεδίου, ἀοράτῳ πάλαι ῥοπῇ, ἐν τῇ Ξενοφῶντος θείᾳ Μάνδρᾳ, χᾶριν ἡμῖν Οδηγήτρια βλύζουσα.
Ἰάσεις πηγάζει πᾶσι πιστοῖς, Εἰκών σου ἡ θεία, Ὁδηγήτρια θαυμαστῶς, διὸ χαριστήριόν σοι αἶνον, πᾶσα ψυχὴ εὐσεβῶν ἀναμέλπει σοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν Παρθένε, ἐν ἱλαρῷ ὄμματι, ἴδε τοὺς τῇ σῇ παρεστῶτας εἰκόνι Ἄχραντε, καὶ τὰ αἰτήματα, πλήρου ἡμῶν Θεοτόκε, οἷα Μήτηρ εὔσπλαγχνος, τοῦ Παντοκράτορος.
Δαψιλῶς ἀναβλύζει, ἡ σὴ Εἰκὼν ἄχραντε, ἥνπερ Ὁδηγήτριαν κόρη ἐπονομάζομεν, χάριν καὶ ἔλεος καὶ τὰ ἀνίατα πάθη, θεραπεύει πόντοτε, τῶν προστρεχόντων σοι.
Η ἐξαίρετος χάρις, ὡς ἀληθῶς ἔδραμεν, ἡ τῆς σῆς ἁγίας εἰκόνος, εἰς κόσμον ἅπαντα, θᾶττον προφθάνουσα, τοὺς ἐν κινδύνοις καὶ πόνοις, κόρη Ὁδηγήτρια ὅθεν ὑμνοῦμεν σε.
Γυναιξί ἀτεκνούσαις, δίδως καρπὸν Ἄχραντε, καὶ ἐκ τῆς ὁδοῦ ἀπωλείας, ἐπὶ τὸν Κύριον, καθοδηγεῖς ἀσφαλῶς μετανοούσας καρδίας, μόνη Ὁδηγήτρια, τῇ ἀντιλήψει σου.
Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασία πάσης βλάβης καὶ συμφορᾶς τε καὶ θλίψεως, ὡς Ὁδηγήτρια, πάντων Θεογεννήτορ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πηγὴ ἀγαθῶν, Εἰκών σου ἡ ὑπέρτιμος, ἐδόθη ἡμῖν παρθένε Ὁδηγήτρια, ἡ πίστει προσπελάζοντες, εὐφροσύνης ἁγίας πληρούμεθα, καὶ τῶν πολλῶν σου θαυμάτων Ἁγνή, κηρύττομεν πᾶσι τὴν ἐνέργειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ Εἰκών σου ἡ πάνσεπτος, Κόρη ἐπιστᾶσα ἡμῖν τοῖς δούλοις σου, στηριγμὸς ἡμῖν γεγένηται, καὶ ἐν τοῖς κινδύνοις παραμύθιον.
Τὴν σὴν χάριν κηρύττουσιν, οἱ ἀπαλλαγέντες νόσων καὶ θλίψεων, Θεοτόκε Ὁδηγήτρια, ὅτι πανταχοῦ προφθάνεις Ἄχραντε.
Ῥῶσιν δίδου καὶ ἲασιν, τοῖς κεκακωμένοις βίου ταῖς θλίψεσι, Θεοτόκε Ὁδηγήτρια, ὡς ἐλέους βρύσις ἀνεξάντλητος.
Ἰλασμὸν ἡμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Θεοτόκε Ὁδηγήτρια, τοῖς πιστῶς προστρέχουσι τῇ σκέπῃ σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἂπλωσον Ἀγνή, τὴν σὴν σκέπην τὴν ὑπέρφωτον, τῇ Μονῇ τοῦ Ξενοφῶντος τῇ σεπτῇ, Οδηγήτρια πλουτούσῃ τὴν Εἰκόνα σου.
Ἣκουσας φωνῆς, τῶν θερμῶς παρακαλούντῶν σε, καὶ ἰάσω νοσημάτων χαλεπῶν, Ὁδηγήτρια τοὺς πάσχοντας ἱκέτας σου.
Μόνη τὸν Θεόν, ἀπορρήτως σωματώσασα, Ὁδηγήτρια προφθάνεις πανταχοῦ, καὶ παρέχεις τοῖς αἰτοῦσι τὰ αἰτήματα.
Ὢφθης τῆς Μονῆς, Ξενοφῶντος θεῖον καύχημα, Θεοτόκε καὶ παντὸς Χριστιανοῦ, Ὁδηγήτρια καὶ μέγα καταφύγιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοσημάτων χαλεπὰ θεραπεύεις, καὶ παρέχεις ἀρωγὴν θερμοτάτην, τοῖς ἐξαιτοῦσι τὴν σὴν προστασίαν, Θεοκυῆτορ ἁγνὴ Ὁδηγήτρια· διὸ κηρύττομεν ἀεί, ἃ τελεῖς ὁσημέραι θαυμάσια.
Ἡλίου, φαεινοτέρα τυγχάνει, πανταχοῦ ἡ προστασία σου Κόρη, τοῦ γὰρ καρκίνου τὸ πάθος ἰᾶσαι, καὶ διαλύεις δεσμὰ τῆς στειρώσεως, τῶν αἰτουμένων εὐλαβῶς, τὴν σεπτὴν Ὁδηγήτρια χάριν σου.
Σὲ τεῖχος, καὶ ἀγαλλίαμα θεῖον, ἡ Μονὴ τοῦ Ξενοφῶντος εὑροῦσα, τῇ σῇ ἁγίᾳ καυχᾶται Εἰκόνι, Θεοκυῆτορ ἁγνὴ Ὁδηγήτρια, ἣν πᾶσα γλῶσσα ἀνυμνεῖ, ὡς προστάτιν καὶ μέγα προσφύγιον.
Κυμάτων, τῶν ἐν τῷ βίῳ Παρθένε, πρὸς λιμένας σωτηρίας ὁδήγει, ὡς Ὁδηγήτρια πάντων καὶ σκέπη, τοὺς ἐν κιδύνοις καὶ πόνοις καὶ θλίψεσι, χειμαζομένους χαλεπῶς, τῇ θερμῇ ἀντιλήψει σου πάντοτε.
Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ, πάσης βλάβης καὶ συμφορᾶς τε καὶ θλίψεως, ὡς Ὁδηγήτρια πάντων Θεογεννῆτορ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Καθοδηγία ἡμῶν καὶ ἀσφάλεια, παντὶ τῷ βίῳ ὑπάρχεις Πανάμωμε, διὸ τῇ ἁγίᾳ Εἰκόνι σου, πανευλαβῶς προσιόντες βοῶμεν σοι· ὁδήγει ἡμᾶς πρὸς τὰ κρείττονα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον·
Ἐκ τοῦ Κατὰ Λουκᾶν
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἲθυνον Πανάμωμε, πρὸς μετανοίας τὰς τρίβους, ὥσπερ Ὁδηγήτρια, τῶν παρακαλούντῶν σε μετὰ πίστεως, καὶ παθῶν λύτρωσαι, καὶ δεινῶν θλίψεων, καὶ ποικίλων περιστάσεων, τοὺς τὴν ἁγίαν σου, κλῆσιν καὶ σωτήριον πάντοτε, φωνοῦντας Ἀειπάρθενε· ὅτι ἡ θερμὴ προστασία. σου, πανταχοῦ προφθάνει, καὶ σώζει ἐκ κινδύνων χαλεπῶν· διὸ κηρύττομεν Δέσποινα, τὰ πολλά σου θαύματα.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐπιφθάνουσα πᾶσιν, Ὁδηγήτρια Κόρη, ἡ θεία χάρις σου, ἰᾶται πᾶσαν νόσον, καὶ πᾶσαν δυσπραγίαν, καὶ εὐφραίνει τοὺς ψάλλοντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Πᾶσα γλῶσσα κηρύττει, Ὁδηγήτρια Κόρη, τὰ σὰ θαυμάσια τοῖς πᾶσι γὰρ παρέχεις, βοήθειαν ταχεῖαν, καὶ εὐφραίνεις τοὺς ψάλλοντας Χαῖρε παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Ἡ ἁγία Εἰκών σου, ἁγιάζει τοὺς πίστει αὐτῇ προσπίπτοντας· φωτὶ γὰρ τῷ ἀύλῳ, ἐπισκιαζομένη, τῆς πλουσίας σου χάριτος, φωταγωγεῖ μυστικῶς, τοὺς σὲ ὑμνοῦντας Κόρη.
Γυναικῶν τὰς στειρώσεις, Ὁδηγήτρια Κόρη λύεις ἑκάστοτε, καὶ ἄγεις καὶ ἰθύνεις, πρὸς τρίβον μετανοίας, τῇ θερμῇ ἀντιλήψει σου, τοὺς δουλωθέντας δεινῶς, ἐχθροῦ τῇ δυναστείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ἒχει ἡ μάνδρα τοῦ ἱεροῦ Ξενοφῶντος, Ὁδηγήτρια τὴν θείαν σου Εἰκόνα· ὅθεν μεγαλύνει, τὴν σὴν κηδεμονίαν.
Ῥύου Παρθένε, δυσχερειῶν καὶ κινδύνων, τοὺς καλοῦντας σου τὴν κλῆσιν ὁλοψύχως, ὅτι Σὺ ὑπάρχεις, ἡμῶν ἡ προστασία.
Ἀσθενημάτων, ἀπαλλαττόμενοι κόρη, Ὁδηγήτρια τῇ θείᾳ χάριτί σου, ἄδομέν σοι πίστει, χαριστηρίους ὕμνους.
Σκέπε Παρθένε, ἐπηρειῶν ἀνηκέστων, Ὁδηγήτρια Μονήν σου τὴν ἁγίαν, πίστει προσκυνοῦσαν, τὴν θείαν σου Εἰκόνα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις χορηγοῦσα, χύδην τοῖς αἰτοῦσι, καὶ πανταχοῦ τοὺς καλοῦντας προφθάνουσα, γλώσσης ἁπάσης μελέτημα Κόρη γέγονας.
Μονήν σου τὴν ἁγίαν, καὶ πάντας Παρθένε, χριστιανοὺς ὁλοψύχως φωνοῦντάς σε, ἀτρώτους φύλαττε πάσης ἐναντιότητος.
Οὐράνωσον τὸν νοῦν μου, τῇ ἀγάπῃ Κόρη, τοῦ σοῦ Υἱοῦ καὶ ὁδήγει με πάντοτε, πρὸς μετανοίας εἰσόδους ὡς Ὁδηγήτρια.
Ὑψόθεν μὴ ἐλλείπῃς, νέμουσα Παρθένε, τὰς δωρεὰς τῆς πολλῆς σου χρηστότητος, τοῖς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνουσι.
Ἂξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἐκ Βατοπεδίου ἡ σὴ Εἰκών, ἧκε παραδόξως, Ξενοφῶντος ἐν τῇ Μονῇ, ὅθεν τὴν πολλήν σου, κηδεμονίαν Κόρη, ὑμνοῦμεν καὶ δοξάζομεν Ὁδηγήτρια.
Βρύει παραδόξως ἡ σὴ Εικών, ἰάσεις ποικίλας, τοῖς αἰτοῦσί σε εὐλαβῶς, ὅθεν πᾶσα γλῶσσα, κηρύττει σου τὴν χάριν, ὑμνοῦσα Ὁδηγήτρια, τὰ σὰ θαύματα.
Τὶς ὑμνολογήσει σου τὴν πολλήν, πρόνοιαν καὶ χάριν, περὶ πάντας Μῆτερ Θεοῦ, ταῖς γὰρ ἀτεκνούσαις, καρπὸν κοιλίας δίδως, καὶ παύεις νοσημάτων παντοίων καύσωνα.
Χαίρει Ξενοφῶντος θεία Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἀλλὰ καὶ πᾶς κόσμος, ὑμνεῖ σε Θεοτόκε, μετέχων Ὁδηγήτρια, τῶν χαρίτων σου.
Βλέψον Ὁδηγήτρια συμπαθῶς, ἐπὶ τοὺς ἑστῶτας, τῇ Εἰκόνι σου τῇ σεπτῇ, καὶ ἁπάντων πλήρου, ἐγγύς τε καὶ τῶν πόρρω, Παρθένε Ὁδηγήτρια, τὰ αἰτήματα.
Πάντας τοὺς προσπίπτοντας εὐλαβῶς, τῇ σῇ προστασίᾳ, Ὁδηγήτρια Μαριάμ, καὶ πιστῶς φωνοῦντας, τὸ θεῖον ὄνομά σου, ἀτρώτους διατήρει, πόνων καὶ θλίψεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Εἰκόνα σου ἁγίαν τὴν Ὀδηγήτριαν ἄχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες γεραίρομεν Παρθένε, ἐπέστη γὰρ ξένως πρὸς ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν, καὶ ἐκ παντοίων ἐλευθεροῦσα τῶν δεινῶν· διὸ σοὶ πόθῳ βοῶμεν· Δόξα τῇ εὐσπλαγχνίᾳ σου σεμνή, δόξα τῇ ἀντιλήψει σου, δόξα τῇ προμηθείᾳ σου μόνη Πανύμνητε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ θαυμαστῇ προστασίᾳ, καὶ ἀντιλήψει θερμῇ, κόρη Ὁδηγήτρια, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, πάσης νόσου ἀπάλλαττε, καὶ πάσης ἀνάγκης, καὶ παντοίων θλίψεων καὶ περιστάσεων· πάντες γὰρ πρὸς σὲ ἀφορῶμεν, καὶ τὴν παναγίαν σου κλήσιν, Δέσποινα φωνοῦμεν μετὰ πίστεως.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοζάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἀγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ὀδηγήτρια ὀδήγει προς τὰ κρείτω
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.
Παρακλητικός κανών εις την Υπεραγίαν Θεοτόκον την Οδηγήτρια
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ Σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆ Θεοτόκω έκτενώς νῦν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν έν μετανοία, κράζοντες έκ βάθους ψυχής Δέσποινα, βοήθησον, έφ’ ἠμῖν σπλαγχνισθεῖσα σπεῦσον, ἀπολλύμεθα ὐπό πλήθους πταισμάτων, μή άποστρέψης σούς δούλους κενοῦς σέ γᾶρ καί μόνην έλπίδα κεκτήμεθα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος πυρίμορφος καὶ ὁδηγία λαμπρά, πρὸς κλῆρον ἀκήρατον, καθοδηγεῖς ἀσφαλῶς, ἡμᾶς Ὁδηγήτρια. Σὺ γὰρ πρὸς ἐπιδόσεις, τὰς βελτίους ἰθύνεις, θείᾳ ἐπισκοπῇ Σου, τοὺς πιστῶς Σοι βοῶντας, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Καὶ νῦν. Ὅμοιον.
Ὡς ὄντος φιλόστοργος ἡ Ὀδηγία ἡ Σή, ἡμῖν ἀναδεικνύεται, ἐν πολυτρόποις δεινοῖς, Ἁγνὴ Ὁδηγήτρια. Σὺ γὰρ ἐν περιστάσει, ἀσφαλὴς Κυβερνῆτις, τῶν περιστατουμένων, αληθῶς χρηματίζεις, διὸ Θεογεννήτρια, ὑμνοῦμεν τὴν χάριν Σου.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀσθενοῦσαν πάθεσι χαλεποῖς, τὴν πολυπαθῆ μου, οἰκτρὰν καὶ βαρυαλγῆ, καρδίαν ἰάτρευσον Παρθένε, τὸν ἰατρὸν τῶν ψυχῶν ἡ γεννήσασα.
Ὑπέρτερον δεῖξόν με ἡδονῶν, σαρκικῶν τε βρόχων, καὶ μερίμνων βιοτικῶν, τῶν ἄνω ταγμάτων ὑπερτέρα, καὶ λαμπροτέρα ἡλίου Θεόνυμφε.
Μυρίαις βαλλόμεθα συμφοραῖς, σφοδρὰς τὰς ὀδύνας, ὑφιστάμενοι ἐν αὐταῖς, ἀλλ’ ἤδη Σὺ τούτων Θεομῆτορ, τοὺς ἐπὶ Σοὶ πεποιθότας ἐξάρπασον.
Ἡ πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα.
ᾨδή γ΄. Οὐρανίας ἀψίδος.
Καταφύγιον κόσμου Χριστιανῶν καύχημα, σκέπη καὶ ἀντίληψις πάντων, τῶν ἐλπιζόντων εἰς Σέ, τὸν πεποιθότα Σοι, μὴ οὖν κἀμὲ ὑπερίδης, ἀλλὰ τῷ ἐλέει Σου, Δέσποινα σῶσόν με.
Ἐπηρείας δαιμόνων ὡς τὰ πολλὰ πάσχομεν, ὅθεν καὶ κατώδυνον ὅλην, ζωὴν ἀνύομεν. Σὺ οὖν βοήθησον, θείας χαρὰς ἡ αἰτία, τὰ λυποῦντα τάχιστα, διασκεδάζουσα.
Παναγία Παρθένε ἡ τοὺς πιστοὺς σκέπουσα, τέκνα Σου ὑπάρχομεν πάντες, ὦ Μῆτερ εὔσπλαγχνε, ὑπὸ τὴν σκέπην τὴν Σήν, φύλαξον Ἄχραντε Κόρη, καὶ ὑγείαν δώρησαι, ψυχῆς τε καὶ σώματος.
Μητρικαῖς ικεσίαις τὸ τῶν δεινῶν κλύδωνα, τὸν καταλαβόντα Σοὺς δούλους, παῦσον Πανάμωμε, κατακοιμίζουσα, τὰς πονηρὰς ἀντιπνεύσεις, ἐναντίαν ζάλην τε, πόῤῥω ἐλαύνουσα.
Διάσωσον από κινδύνων τους δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος και προστασίαν.
Eπίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι τής ψυχής μου τό άλγος.
Ἀῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείας ταῖς Σαῖς ἀπαύστοις πρὸς Κύριον, παντοίων δεινῶν, κινδύνων τε καὶ θλίψεων, δούλοις Σου ἀπάλλαξον, Θεοτόκε Ὁδηγήτρια, καὶ τῶν παγίδων ῥῦσαι τοῦ ἐχθροῦ, τηροῦσα τὴν ποίμνην Σου ἀπήμαντον.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἐλπίς μου καὶ καύχημα, ἡ καταφυγὴ ζωὴ καὶ ἀντίληψις, προστασία καὶ παράκλησις, Σὺ ὑπάρχεις Κόρη πανσεβάσμιε.
Σωτηρίαν παράσχου μοι, τὴν κατὰ ψυχὴν καὶ σῶμα Πανάμωμε, καὶ νοσοῦντι δὸς τὴν ἴασιν, καὶ τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.
Ἱκετεύω Σε Δέσποινα, μὴ ἐγκαταλίπῃς με ὥρᾳ θλίψεως, ἀλλὰ ἵλεως μοι φάνηθι, καὶ τῆς τῶν δαιμόνων ῥύου τροπώσεως.
Δωρεάν με ἐλέησον, νόσων τε παντοίων Κόρη ἀπάλλάξον, καὶ κολάσεως ἐξάρπασον, ἡ καταφυγὴ καὶ προστασία μου.
ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.
Πονηρίας δαιμόνων, καὶ κακίας ἀνθρώπων ῥῦσαί με Δέσποινα, καὶ ψυχῆς τὴν νόσον, καὶ τοῦ σώματος θᾶττον θεράπευσον, ἡ τεκοῦσα μόνη, πάσης σαρκὸς καὶ τῶν πνευμάτων, ἰατρὸν καὶ Σωτῆρα καὶ Κύριον.
Συνεχόμενοις πλείστοις, πειρασμοῖς Πανάχραντε, καὶ περιστάσεσι, πανταχόθεν οἴμοι! Καὶ κλονούμενον ζάλαις καὶ θλίψεσι, περιφρούρησόν με, ὑπὸ τὴν σκέπην Σου τὴν θείαν, λυτρουμένη καὶ σώζουσα πάντοτε.
Τῇ θερμῇ Σου πρεσβείᾳ, τῇ πρὸς τὸν Υἱόν Σου κεχρημένη Πάναγνε, ὑπὲρ τοῦ ἀχρείου, καὶ πολλὰ ἐπτακότος ἱκέτου Σου, ὅπως εὕρω λύσιν, ἁμαρτιῶν μου τὸν Σωτῆρα, ἐκδυσώπησον πρὸ τῆς ἐτάσεως.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν Πανάμωμε, ὦ Θεογεννῆτορ, τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὐμνολογοῦντας, τὸν Σὸν Υἱὸν λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.
ᾨδή στ΄. Τὴν δέησιν.
Χρεωστικῶς, τῷ ναῷ τῷ ἱερῷ Σου προσέδραμον, καὶ ὡς ἰκέτης οἰκτρός, παρίσταμαι Δέσποινα, τὰ δάκρυα δέξαι μου, ὡς τὴς χήρας τότε, τὰ λεπτὰ Χριστὸς ὁ Κύριος.
Ἀθέων αἱρετικῶν, μανίας σύντριψον Δέσποινα, καὶ πᾶσαν ἐπιβουλήν, δαιμόνων ματαίωσον, λαὸν χριστεπώνυμον, σκέπων καὶ φυλάττων, ἵνα πόθῳ Σε δοξάζωμεν.
Ἐπέθεντο, κραταιοὶ ἐπέθεντο, τοῖς Σοῖς δούλοις Θεομῆτορ Παρθένε, οἱ ἐχθρικῶς, ἡμῖν ἔχοντες φύσει, ἐκπολεμοῦντες καὶ θλίβοντες ἄμετρα. Σὺ οὖν ἐλπὶς ἡ κραταιά, ἐπηρμένην ὀφρὺν τούτων σύστειλον.
Ἐξέχεεν, ἐφ’ ἡμᾶς ὁ Κύριος, τὴν ὀργὴν Αὐτοῦ εὐθείᾳ τη ψήφῳ, ὡς γὰρ ὀργῆς χρηματίσαντες τέκνα, καὶ ὁ θυμὸς τῆς ὀργῆς αὐτοῦ ἔλαβε, κατάβρωμα δεινῶς ποιῶν, ἀλλ’ Αὐτὸν ἠμῖν Σὺ ἐξιλέωσαι.
Διάσωσον από κινδύνων τους δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος και προστασίαν.
Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν.
Ἀῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θλιβομένων καὶ τῶν ἀσθενῶν ἀρωγότατον, ὁ Χριστὸς ἰατρόν Σε πιστῶν ἐδωρήσατο, ἰατρεύειν τὰς νόσους τῶν φοιτώντων εὐλαβῶς, Σῷ τεμένι ὦ Ὁδηγήτρια Παντάνασσα, λιταῖς γοῦν ταῖς Σαῖς περισώζουσα, πρόφθασον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, καὶ τῶν ἐχθρῶν τὰς μηχανάς, καὶ βουλεύματα διάλυσον.
Προκείμενον. Ἦχος δ´
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´ 39-49, 56)
Εν ταϊς ήμέραις έκειναις, άναστάσα Μαριάμ έπορεύθη εις τήν όρεινήν μετά σπονδής, είς πάλιν Ιούδα καί είσήλ&εν είς τόν οίκον Ζαχαρίου, και ήσπασατο τήν Ελισάβετ. Καί έγένετο,ώς ήκουσεν ή Ελισάβετ τόν άσπασμόν τής Μαρίας,έσκίρτηαε τό βρέφος έν τή κοιλία αυτής καί έπλήσθη Πνεύματος Αγίου ή Ελισάβετ, καί άνεφώνησε φωνή μεγάλη, καί εϊπεν Ευλογημένη σύ έν γυναιξί καί ευλογημένος ό καρπός τής κοιλίας σου. Καί πόθεν μοι τοΰτο, ϊνα έλθη ή μήτηρ τοΰ Κυρίου μου πρός με; Ιδού γάρ, ώς έγένετο ή φωνή τοΰ άσπασμοΰ σου εις τό ώτά μου, έσκίρτησε τό βρέφος έν άγαλλιάσει έν τή κοιλία μου. Καί μακαρία ή πιστεύσασα ότι έσται τελείωσις τοΐς λελαλημένοις αυτή παρά Κυρίου. Καί είπε Μαριάμ Μεγαλύνει ή ψυχή μου τόν Κύριον, καί ήγαλλίασε τό πνεΰμά μου έπί τώ Θεω τώ Σωτήρι μου. “Οτι έπέβλεψεν έπί τήν ταηείνωσιν τής δούλης αύτοΰ’ ιδού γάρ άπό τοΰ νΰν μακαριοΰσί με πάσαι αί γενεαί. Οτι έποίησέ μοι μεγαλεία ό Δυνατός καί Αγιου τό ονομα αύτοΰ. Έμεινε δέ Μαριάμ σύν αύτή ώσεί μήνας τρεις, καί ύπέστρεψεν είς τόν οίκον αύτής.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Πάντων τὰ αἰτήματα, Ὁδηγήτρια Κόρη, πλήρωσον τῶν δούλων Σου, τῶν εἰς Σὲ ἐκ πίστεως προσιόντων Σοι, καὶ τὴν Σὴν Δεσποινα, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον, ἵνα Σὲ ὑμνῶμεν, δοξάζοντες Χριστὸν τὸν Σὸν Υἱόν, Ὃν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Οὐδεὶς προστρέχων ἐπὶ Σοί, κατησχυμμένος ἀπὸ Σοῦ ἐκπορευέται, Ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ καρπὸς Θεοτόκε τῆς σεπτῆς Σου νηδύος ἡμᾶς ἐζώωσε, καρπῷ θανατωθέντας, διό Σε κατὰ χρέος ἀνυμνοῦντες κραυγάζομεν• ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θρόνος πύρινος ὤφθης καὶ παλάτιον θεῖον τοῦ Παντοκράτορος, τοῦ κόσμου σωτηρία, καὶ σκέπη τοῖς βοῶσι, τῷ Υἱῷ Σου Ὁδηγήτρια, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σαῖς λιταῖς Θεοτόκε Σὸν Υἱὸν ἐκδυσώπει οἶκτον ἐνδείξασθαι, εἰς πταίοντας ἱκέτας, θερμῶς δὲ ἐκβοῶντας, καὶ ἐν πίστει κραυγάζοντας• ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θαυματων παραδόξων Σῷ τεμένει ἐκπλήσω τοῖς προσιοῦσι πιστῶς, αὐτῶν τὰς ἀσθενείας, κουφίζουσα Παρθένε, καὶ τὴν ῥῶσιν χαρίζουσα, καὶ αἰωνίου δόξης, αὐτοὺς καταξιούσα.
ᾨδή η΄. Τὸν Βασιλέα.
Ἁγνὴ Παρθένε, Χριστιανῶν ἡ προστάτις, ἐξελοῦ ἡμᾶς πάσης ανάγκης, ἵνα Σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Φέρεις ὡς βρέφος, ἐν ταῖς ἁγίαις χερσί Σου, τὸν τὰ παρόντα φέροντα τῷ λόγῳ, ὅθεν σὺν Αὐτῷ Σε, ὑμνοῦμεν εἰς αἰῶνας.
Ἵνα δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, Σοῦ τὸ πάνσεπτον ὄνομα Κόρη, θλίψεως με πάσης, ἐκλύτρωσαι καὶ βλάβης.
Ὡς ἀσφαλῆ Σε, ἐλπίδα μόνην κατέχων, καθικετεύω ἁμαρτιῶν, καὶ κινδύνων Ἄχραντε Μαρία, ἐκλύτρωσαί με τάχει.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον Σοὺς δούλους, εἰλικρινῶς Σοι προσφεύγοντας Ἄχραντε, τῶν καρδιῶν τὰς ὀδύνας ἀποῤῥαπίζουσα.
Ἱλάσθητι Σωτήρ μου, πᾶσι τοῖς τιμῶσι, τὴν ὑπερένδοξον ὄντως Μητέρα Σου, καὶ Παραδείσου τῆς δόξης δεῖξον οἰκήτορας.
Εὐπρέπειαν Σοῦ οἴκου, τοὺς ἠγαπηκότας, ἐκ πειρασμῶν διατήρει ἀτρώτους, καὶ δεῖξον Ἁγνή, τοῦ Παραδείσου ἀξίους Ὁδηγήτρια.
Ὕμνον Σοι τελευταῖον, πρῶτόν τε καὶ μέσον, τοῦ Ἀρχαγγέλου τὸ χαῖρε προσφέρω Σεμνή, Σοί γαρ κατάλληλον ἄλλον εὐρεῖν οὐ δύναμαι.
Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Και τα παρόντα Μεγαλυνάρια,
Ἴθυνον πρὸς τρίβους τῶν ἀρετῶν, Κεχαριτωμένη Ὁδηγήτρια τοὺς βροτούς, τοὺς τὰ μεγαλεῖα, τὰ Σὰ ὑμνολογοῦντας, καὶ σὺν τῷ Ἀρχαγγέλῳ, χαῖρε βοῶντάς Σοι.
Πάσης ἐπηρείας τῶν δυσμενῶν, λύτρωσαι Παρθένε τοὺς προσφεύγοντας Σῷ ναῷ, καὶ πάσης τε ἐκ βλάβης, ψυχῶν τε καὶ σωμάτων, καὶ θείας βασιλείας αὐτοὺς ἀξίωσον.
Πρόσδεξαι Κυρία Μήτηρ Χριστοῦ, ὕμνον Σοῦ ἱκέτου, ταπεινοῦ καὶ ἁμαρτωλοῦ, κατακεκρυμένου, καὶ βεβορβορωμένου, ἐκ βάθους τῆς καρδίας, καὶ μὴ παρίδης με.
Ἄχραντε Παρθένε Μήτηρ Θεοῦ, καὶ δεδοξασμένη, ὑπὲρ πᾶσαν φύσιν βροτῶν, Ὁδηγήτρια Κόρη, Ἁγία Θεοτόκε, περίσωζε τοὺς πίστει, Σὲ μεγαλύνοντας.
Τὸ θυμιατήριον τὸ χρυσοῦν, τὴν στάμνον τὴν ῥάβδον τὴν λυχνίαν τὴν θεαυγῆ, τὸν τόμον τὸν θεῖον, ἐν ᾧ Θεοῦ δακτύλῳ, ὁ Λόγος ἐνεγράφη, Σὲ μεγαλύνομεν.
Χαιρε τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ τῶν Ἀποστόλων Ἀρχαγγέλων καὶ Προφητῶν, Μαρτύρων Ὁσίων, καὶ πάντων τῶν Δικαίων, ἀνύμφευτε Παρθένε, σκέπε τὴν πόλιν Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος πυρίμορφος καὶ οδηγία λαμπρά, πρὸς κλῆρον ἀκήρατον, καθοδηγεῖς ἀσφαλῶς, ἡμᾶς Ὁδηγήτρια. Σὺ γὰρ προς ἐπιδόσεις, τὰς βελτίους ἰθύνεις, θείᾳ ἐπισκοπῇ Σου, τοὺς πιστῶς Σοι βοῶντας• Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλοῦτος, πτωχευόντων καὶ τρυφή, καὶ καταφυγὴ τῶν πενήτων, καὶ ὀρφανῶν ἡ ἐλπίς, Σὺ ὑπάρχεις Ὁδηγήτρια, καὶ Σε δοξάζομεν, οἱ ἐν θλίψει κραυγάζοντες• Ἁγία Ἁγίων, λύτρωσαι προφθάσασα, καὶ νῦν τοὺς δούλους Σου, πάσης ἐπηρείας δαιμόνων, καὶ τῆς χαλεπῆς τιμωρίας, καὶ τῆς αἰωνίου κατακρίσεως.
Ὂμοιον.
Ὥσπερ, ἐν λιμένι προσδραμών, ὑπὸ τὴν ἁγίαν Σου σκέπην, Παρθενομῆτορ Ἁγνή, δέομαι σπλαγχνίσθητι, μὴ ἀποῤῥίψης με, ἀλλὰ ῥῦσαι τὸν δοῦλόν Σου, τῆς νῦν ἐπελθούσης, θλίψεως ὡς ἔχουσα, το συμπαθὲς φυσικόν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, πάντοτε πρεσβεύουσα σῷζε, πάσης περιστάσεως τοὺς δούλους Σου.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις την Παναγία την Οδηγήτρια
Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ Σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὠς ὀχυρὸν καὶ ἀῤῥαγέστατον τεῖχος, καὶ γαληνὸν ἐν τοῖς κινδύνοις λιμένα, ἐν δυσχερείαις φύλακα, καὶ μέγαν φρουρόν, ἔχομεν οἱ δοῦλοι Σου, τὴν σεπτήν Σου εἰκόνα, κόρη Ὁδηγήτρια, καὶ αὐτὴν προσκυνοῦντες τὰς δωρεὰς ἀντλοῦμεν δαψιλῶς, τῆς μητρικῆς Σου, ἀεὶ ἀντιλήψεως.
Δόξα…
Ὅμοιον.
Πανευλαβῶς τῇ Σῇ εἰκόνι προσπίπτω, καὶ ἐκβοῶ σοι Ὁδηγήτρια κόρη, ἐκ τῶν παθῶν με ἔγειρον, τῇ Σῇ δεξιᾷ, Δεῖξον σωτηρίας μοι, τὴν ὁδὸν τὴν εὐθεῖαν, ἔργα μὲ ἀξίωσον, μετανοίας ποιῆσαι, καὶ ἐπιστρέψαι πάλιν τοῦ Πατρός, εἰς τὴν οἰκίαν, υἱόν με τὸν ἄσωτον.
Και νῦν…
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὲ ἔχω ὁδηγόν, Κόρη Ὁδηγήτρια. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σαλπίσομεν σάλπιγγι οἱ πιστοί, εὐσήμου ἡμέρας καὶ σκιρτῶντες πνευματικῶς, ποιήσωμεν σύναξιν τιμῶντες, τὴν Παναγίαν ἁγνὴν Ὁδηγήτριαν.
Ἐν νόσοις Σὲ ἔχομεν ἰατρόν, φρουρὸν ἐν κυνδύνοις ἐν ἀνάγκαις Σε βοηθόν, σεμνὴ Ὁδηγήτρια Παρθένε, καὶ ἐν παντί Σὲ ἑτοίμην ἀντίληψιν.
Ἐν σοὶ Ὁδηγήτρια Μαριάμ, τὴν πᾶσαν ἐλπίδα ἀνατίθεμεν οἱ πιστοί, γενοῦ ὁδηγὸς ἡμῖν ἐν βίῳ, τὰς διαβάσεις καλῶς ὁμαλίζουσα.
Χαρᾶς Σοι τὸν ὕμνον χαρμονικῶς, βοῶμεν παρθένε Ὁδηγήτρια Μαριάμ, κατάρας τὴν λύπην γὰρ καθεῖλες, καὶ εὐλογίας παρέσχες τὸ πλήρωμα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὠς λιμένα γαλήνης, ἐν τοῖς δεινοῖς ἔχομεν, Σοῦ τὴν σεβασμίαν εἰκόνα, ὦ Ὁδηγήτρια, καὶ προσκυνοῦντες αὐτήν, μετὰ πολλῇς εὐλαβείας, τὴν χαρὰν λαμβάνομεν, τὴν εἰρηνόδωρον.
Ὀδηγὸν ἐν τῷ βίῳ, Σὲ ἀσφαλῆ ἔχομεν, κόρη Ὁδηγήτοια ὅθεν, οὐ δειλιάσομεν, τὰς καθ᾽ ἡμῶν τοῦ ἐχθροῦ, δολιοπλόκους παγίδας, ἣ γὰρ χείρ Σου δύναμιν, ἔχει ἀνίκητον.
Διαχρύσῳ ἐσθῆτι, φωτοπρεπεῖ στέμματι, βασιλικῇ ἁλουργίδι, ἄχραντε Δέσποινα, κεκοσμημένη λαμπρῶς, τοῦ Σοῦ Υἱοῦ δεξιόθεν, μετὰ δόξης ἵστασαι, ὦ Ὁδηγήτρια.
Ἠδυνόμενος φίλτρῳ, τοῦ ἱεροῦ πόθου Σου, καὶ τὸ ὄνομά Σου τὸ μέγα, ἔχων τοῖς χείλεσι, τὰ δυσχερῆ παρορῶ, ὦ Ὁδηγήτρια Κόρη, ἡδονῶν προσκαίρων τε, ἐπίλανθάνομαι.
Ὀδήγησον, τῇ ἀσφαλείᾳ τῆς θείας Σου προστασίας, σωτηρίας εἰς τὴν ὁδὸν ἡμᾶς Ὁδηγήτρια, ἀνοίγουσα θύραν τῆς μετανοίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν χεῖρα τὴν Σήν, Παρθένε Ὁδηγήτρια, παράσχου ἡμῖν, ὡς ῥάβδον τῆς δυνάμεως, καὶ πιστοὺς στερέωσον· εἰς λιμένα εὔδιον ἄγουσα, τὴν τρικυμίαν παύουσα παθῶν, καὶ χάριν διδοῦσα εἰρηνόδωρον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γραφικῶς ἡ καρδία μου, Κόρη Ὁδηγήτρια ἐκολλήθη Σοι, μητρικῇ δε ἀγαθότητι, καὶ ἐμοῦ ἡ χείρ Σου ἀντελάβετο.
Ὀρφανῶν Ὁδηγήτρια, καὶ χηρῶν ὑπάρχεις τροφὸς παρήγορος ἀσθενῶν ἡ περιποίησις, καὶ πτωχῶν φιλόστοργος ἀντίληψις.
Νηστευόντων ἐνίσχυσις, Σὺ ὑπάρχεις Δέσποινα Ὁδηγήτρια, ἀγρυπνούντων ἐπαγρύπνησις, τῶν καλῶς ἀθλούντων το στερέωμα.
Κραταιά Σου ἡ δύναμις, καὶ ἡ συμμαχία Σου ἀπροσμάχητος, ἡ δε σκέπη Σου ἀπόρθητος, Παναγία κόρη Ὁδηγήτρια.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὂστις ἐπὶ Σέ, Παναγία Ὁδηγήτρια, καταφεύγει οὐκ αἰσχύνεται ποτέ, καὶ λαμβάνει, τῆς ἐλπίδος τὴν βεβαίωσιν.
Ῥεῖθρα δαψιλῶς, ἀναβλύζει τοῦ ἐλέους Σου, ἡ εἰκών Σου Ὁδηγήτρια σεμνή, καὶ θεραπεύει, πολυχρόνια νοσήματα.
Ἢλιος τὸ φῶς, ἀνατέλλει ἐν φαιδρότητι, Ὁδηγήτρια Παρθένε ἀλλ᾽ αὐτόν, ὑπερβαίνεις, ἀπροσίτῳ Σου λαμπρότητι.
Ὂμματα πρὸς Σέ, ὡς ὁ πένης Ὁδηγήτρια, Παναγία ἀνατείνω καὶ βοῶ, μὴ ἐπιλάθῃ, τῆς ἐσχάτης εὐτελείας μου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Διψῶσάν μου, τὴν καρδίαν πότισον, Ὁδηγήτρια Παρθένε Μαρία, ταῖς προχοαῖς, τοῦ χρηστοῦ Σου ἐλέους, ἵνα ὑμνῷ Σου τὸ ἅγιον Ὄνομα, πηγὴν ζωῆς ἀληθινῆς, τὸν Χριστὸν γὰρ ἀῤῥεύστως ἐκύησας.
Ἡ εὓνοια τῆς χειρός Σου δίδωσι, τὰ χρειώδη τοῖς πτωχοῖς καθ’ ἑκάστην, τοῖς ἐν πληγαῖς καὶ ὀδύναις τὴν ῥῶσιν, τοῖς κοπιῶσιν ἐλπίδος ἀνάπαυσιν, τοῖς πᾶσι πάντα χορηγεῖς, Ὁδηγήτρια κόρη φιλάγαθε.
Γηθόμενοι, Σοὶ τὸ χαῖρε κράζομεν, ὅτι ἔπαυσας τῆς Εὔας τὴν λύπην, καὶ τοῦ Ἀδάμ ὀδυρμὸν καὶ τὸν θρῆνον, εἰς χαρμονὴν εὐφροσύνης μετέβαλες, καὶ γὰρ διήνοιξας ζωῆς, τὰς εἰσόδους ἀγνὴ Ὁδηγήτρια.
Ἡ δόξα Σου, ἡ πολλὴ καὶ ἄφραστος, καταπλήττει τῶν Ἀγγέλων τὰς τάξεις καὶ ἐξιστᾷ, διανοίας ἀνθρώπων, ὦ Ὁδηγήτρια Κόρη Πανάχραντε, καὶ γὰρ χερσί Σου μητρικαῖς, τὸν Δεσπότην τῶν ὅλων ἐβάστασας.
Ὁδήγησον, τῇ ἀσφαλείᾳ τῆς θείας Σου προστασίας, σωτηρίας εἰς τὴν ὁδὸν ἡμᾶς Ὁδηγήτρια, ἀνοίγουσα θύραν τῆς μετανοίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.Προστασία τῶν Χριστιανῶν.
Ἐν ἐλέει ἀγαθοπρεπῶς Ὁδηγήτρια, Παναγία τοῖς ἐν συμφοραῖς συμπαρίστασαι, Σὺ ὑπάρχεις χριστιανῶν παρήγορος ἐλπίς· τροφὸς σύμβουλος καὶ βοηθός, καὶ γαληνόμορφος λιμήν, καὶ φρουρὸς καὶ προπύργιον. Ἔφορος καὶ προστάτις, καὶ τεῖχος τῆς ἀσφαλείας, ἀναχαιτίζουσα ἐχθρῶν, ἀοράτων τὰ βουλεύματα.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ (δίς)
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα Σοι, Κύριε, δόξα Σοι.
Δόξα…
Ταῖς τῆς Ὁδηγητρίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλῃμάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε ἀνανήψωμεν, οἱ ἐν πολλαῖς ἁμαρτίαις τὸν Θεὸν λυπήσαντες, καὶ κακῶν εἰς βάραθρα ὀλισθήσαντες· Ὁδηγὸν ἔχομεν, τῆς καλῆς ἐλπίδος, τὴν παρθένον Ὁδηγήτριαν· Αὐτῇ βοήσωμεν, μέτ᾽ εἰλικρυνοῦς πεποιθήσεως τὴν δύναμιν Σου ἔκτεινον, εἰς ἐπανορθώσεως στήριγμα. Ἵνα διὰ ταύτης, βαδίσωμεν τὴν εὔθετον ὁδόν, τῆς μετανοίας καὶ φθάσωμεν, Θεοῦ εἰς σκηνώματα.
Οὐδείς προστρέχων ἐπὶ Σοί, κατῃσχυμμένος ἀπὸ Σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ᾽ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν σεπτήν Σου εἰκόνα, ὡς οὐράνιον πλοῦτον καὶ πολυσήμαντον, κατέχει ὁ λαός Σου, παρθένε Παναγία, Μαριὰμ Ὁδηγήτρια· καὶ ἐξ αὐτῆς δωρεῶν, τὰς χάριτας λαμβάνει.
Ῥαθυμίας τῷ ὄκνῳ, οἱ βαρούμενοι δεῦτε καὶ ἐκζητήσωμεν, ἀγνῆς Ὁδηγητρίας, παρθένου Θεοτόκου, τὴν βοήθειαν κράζοντες τῆς κραταιᾶς Σου χειρός, παράσχου τὰ ἐλέη.
Ἰατρόν Σὲ πλουτοῦμεν, Ὁδηγήτρια Κόρη Θεοχαρίτωτε, οἱ νόσοις πολυτρόποις, κατ᾽ ἄμφω ἀσθενοῦντες, ὅθεν πίστει προστρέχομεν· τῇ Σῇ προνοίᾳ καὶ γάρ, μεγάλη ἡ ἰσχύς Σου.
Ἀσματόπλοκα ἄνθη, Σοὶ προσφέρομεν πόθω ὦ Ὁδηγήτρια, Παρθένε Θεοτόκε, βοῶντες ἐξαιρέτως, τοῦ Ἀγγέλου τὸν ὕμνον Σοι· χαῖρε χαρᾶς ἀπαρχή, πηγὴ τῆς εὐλογίας.
ᾨδὴ η΄. Τόν Βασιλέα.
Ἰεροτέρα, τῶν οὐρανίων ταγμάτων, Ὁδηγήτρια κόρη ὑπάρχεις, καὶ ὑψηλοτέρα, τῆς κτίσεως ἀπάσης.
Σοὶ πρέπει δόξα, ὦ Ὁδηγήτρια κόρη, Σοὶ τιμὴ ἐπαξίως προσήκει, Σοὶ μεγαλωσύνης, ὁ ἔπαινος ἀρμόζει.
Ἰλαροτέρα, ἡλιακῶν λαμπηδόνων, ἐν φωτὶ ἡ εὐπρέπεια λάμπει, τῆς Ὁδηγητρίας, παρθένου Θεοτόκου.
Δικαιοσύνης, ἐπενεδύθημεν δόξαν, διὰ Σοῦ Ὁδηγήτρια Κόρη, καὶ τοῦ Παραδείσου, ἐλάβομεν τὸν πλοῦτον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὠς ἔλαφοι διψῶσαι, δράμωμεν ὑδάτων, εἰς τὰς πηγὰς ἔνθα χάριν παρέχει ζωῆς, ἡ Ὁδηγήτρια Κόρη, Ἣν μεγαλύνομεν.
Ῥητόρων πολυσόφων, γλῶσσαι ἀτονοῦσιν, Ὁδηγητρίας παρθένου εἰπεῖν ἱκανῶς, τὰ μεγαλεῖα τὰ θεῖα, καὶ ἀδιήγητα.
Ἀγάλλονται τῇ δόξῃ, τῆς Ὁδηγητρίας, ἄειπαρθένου Μαρίας Ἀγγέλων χοροί, καὶ τῶν ἀνθρώπων τὰ πλήθη, συνεπιχαίρουσιν.
Σὲ ἔχει ὁ λαός Σου, ἔφορον καὶ σκέπην, καὶ κραταιὰν προστασίαν καὶ μέγαν φρουρόν, καὶ ἐν ταῖς ζάλαις λιμένα, ὦ Ὁδηγήτρια.
Ἄξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ ἑπόμενα μεγαλυνάρια.
Ὧν ἣ ἀκροστιχίς· «Χαῖρε ἄχραντε».
Χαίροις Ὁδηγήτρια Μαριάμ, χάριτος ὁ πλοῦτος εὐλογίας ὁ θησαυρός, τῶν ἁμαρτανόντων λιμὴν σωτηριώδης ἐλπὶς ἀπεγνωσμένων ἣ ἀκαταίσχυντος.
Ἂσμασι τιμήσωμεν οἱ πιστοί, τῆς Ὁδηγητρίας Θεοτόκου τὴν ἑορτήν, Αὕτη γὰρ τῆς Εὔας ἐξήλειψε τὸ χρέος τὰς πύλας Παραδείσου πάλιν ἀνοίξασα.
Ἲδωμεν καρδίας ἐν θαυμασμῷ, ὅσα μεγαλεῖα τῶν δυνάμεων ὁ Θεός, τῇ Ὁδηγητρίᾳ ἐποίσε Παρθένῳ, ἐκ ταύτης γὰρ ἀσπόρως σάρκα προσείληφεν.
Ῥώσεως λαμβάνουσι διὰ Σοῦ, τὰς εὐεργεσίας Ὁδηγήτρια Μαριάμ, οἱ τῶν νοσημάτων καμπτόμενοι τῷ ἄλγει, καὶ Σοῦ ὁμολογοῦσι τὴν ἀγαθότητα.
Ἒλαιον παρέχεις πληρωτικόν, τοῖς ἐπιφωνοῦσι Σοῦ τὸ ὄνομα τὸ σεπτόν, ἔχεις γὰρ ἀγάπης καὶ θείας συμπαθείας, τὰ σπλάγχνα τὰ μητρῷα ὦ Ὁδηγήτρια.
Ἂγει εὐφροσύνης ἐν χαρμονῇ, σύναξιν ἐνθέως ὁ λαός Σου καὶ συγκαλεῖ, πάντας εὐφημῆσαι ᾧδαῖς μεγαλοφώνως, τὴν Σὴν μεγαλωσύνην ὦ Ὁδηγήτρια.
Χεῖρας Σου παράσχου μοι συμπαθῶς, τῷ ἐν ἀμελείας ὀλισθήσαντι τοῖς κρημνοῖς, καὶ ἐξέγειρόν με εἰς νήψεως τὸ ὕψος, ἐργάζεσθαι τὰ θεῖα ὦ Ὁδηγήτρια.
Ῥώμην περιζώννυνται οἱ πιστοί, Σοῦ τῇ συμμαχίᾳ Ὁδηγήτρια Μαριάμ, καὶ κατατροποῦσιν ἐχθρῶν τῶν πολεμίων, ἐνέδρας πολυπλόκους ἐν κραταιότητι.
Ἂγκυραν Σὲ ἔχομεν ἀσφαλῆ, εὔδιον λιμένα καὶ ἐλπίδα ἐν συμφοραῖς, γέφυραν τῆς ἄνω ζωῆς καὶ Βασιλείας, καὶ θύραν Παραδείσου ὦ Ὁδηγήτρια.
Νεῦσον ταῖς δεήσεσι τῶν οἰκτρῶν, δούλων Σου παρθένε Ὁδηγήτρια Μαριάμ, δίδου δὲ πλουσίως τὰ θεῖα Σου ἐλέη ὡς μήτηρ Θεοῦ Λόγου τοῦ Ἔλεήμονος.
Τὶς ὦ Ὁδηγήτρια Μαριάμ, δύναται ἀξίως μελωδῆσαι τῆς θαυμαστῆς, δόξης Σου τὸ κάλλος ἡ τὶς ἐξιστορῆσαι, δυνήσεται τὰς θείας εὐεργεσίας Σου.
Ἒπαινον χειλέων ἐκ πενιχρῶν, πρόσδεξαι παρθένε Ὁδηγήτρια Μαριάμ, ὥσπερ ὁ Υἱός Σου τὸ δίλεπτον τῆς χήρας καὶ μή με ἀποῤῥίψης ἀπὸ προσώπου Σου.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὰ Ἀπολυτίκιαν, Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὠς στῦλος πυρίμορφος καὶ ὁδηγία λαμπρά, πρὸς κλῆρον ἀκήρατον, καθοδηγεῖς ἀσφαλῶς, ἡμᾶς Ὁδηγήτρια· Σὺ γὰρ πρὸς ἐπιδόσεις, τὰς βελτίους ἰθύνεις, θείᾳ ἐπισκοπῇ Σου, τοὺς πιστῶς Σοι βοῶντας Χαῖρε Κεχαριτωμένῃ, ὁ Κύριος μετὰ Σοῦ.
Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν ὁδῷ τῶν ἁγίων, προσταγμάτων ὁδήγησον τοὺς πανευλαβῶς σεβομένους, τὴν τιμίαν εἰκόνα Σου· ἣν ἔχωμεν ἀνύστακτον φρουρόν, καὶ εὔδιον λιμένα καὶ τροφόν, Παναγία Ὁδηγήτρια καὶ ἰσχύν, καὶ τεῖχος ἀπροσμάχητον. Χαίροις τῶν θλιβομένων ἢ ἐλπίς, χαίροις ἐλέους πέλαγος, χαίροις τῆς συμπαθείας ἡ πηγή, τὸ ῥεῖθρον ἀγαθότητος.
Ἐκτενής, καί ἡ Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεντό ἐξῇς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Χαίροις τῶν περάτων ἡ ἐλπίς, τῶν ἐν ἀσθενείας κειμένων, ἡ ταχινὴ ἰατρός, ῥεῖθρον τῆς χρηστότητος, τὸ ἀνεξάντλητον· συμπαθείας τὸ πέλαγος, ἐλέους ἡ κρήνη, πλοῦτε ἀδαπάνητε, τῆς ἀγαθότητος. Χαίροις Ὁδηγήτρια Κόρη, τῶν ἁμαρτωλῶν σωτηρία· τῶν κατεῤῥαγμένων ἐπανόρθωσις.
Σέβω Ὁδηγήτρια σεμνή, Σοῦ τὴν σεβασμίαν εἰκόνα, ἣν ὁ λαὸς τοῦ Θεοῦ, ἔχει ὡς κειμήλιον, θεοπαράδοτον· ἐν αὐτῇ δὲ καυχώμενος, βοᾷ γηθοσύνως, δεῦτε μου συγχάρητε, τῆς γῆς τὰ πέρατα· ἔχω τοῦ Θεοῦ τὴν Μητέρα, ἔφορον τροφὸν κηδεμόνα, καὶ φρουρὸν καὶ λύχνον μου ἀκοίμητον.
Δεῦτε οἱ βαράθροις χαλεποῖς, τῶν παραπτωμάτων πεσόντες, καὶ εἰς ὁδὸν σκολιάν, τῆς ἀπομακρύνσεως, περιβαδίζοντες, μέτ᾽ ἐλπίδος βοήσωμεν ἁγνὴ Θεοτόκε, κόρη Ὁδηγήτρια, ἡμῖν παράστηθι, δίδου τῆς χειρός Σοῦ τὸ σθένος, ἵνα κραταιῶς στηριχθέντες, τῷ Θεῷ ἐν πίστει ἐπιστρέψωμεν.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.
Δίστιχα. Ἀκροτελεύτια.
Ὁδήγησόν με ἐν ὁδῷ τῆς θείας μετανοίας,
ὦ Ὁδηγήτρια σεμνὴ Παρθένε Παναγία,
βοᾷ Σοι παρακλήσεσιν ἡ πένης Ἰσιδώρα·
καὶ ῥάβδον δός μοι στερεὰν τὰς πρὸς Θεὸν εὐχάς Σου,
ἵνα αἰσίως εἰς σκηνὰς τοῦ Παραδείσου φθάσω,
καὶ τὸν Θεὸν τὸν ἀγαθὸν δοξάζω ἐν αἰνέσει,
Πατέρα, ἅμα τῷ Υἱῷ καὶ Πνεύματι Ἁγίῳ,
Ὧ πρέπει δόξα καὶ τιμὴ εἰς πάντας τοὺς αἰῶνας.
Παρακλητικός Κανών εἰς τήν Ὑπεραγίαν Θεοτόκον τήν Ὁδηγήτριαν
Ἀγίου Μάρκου Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ Σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενοὺς· σε γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα.
Ἀπολυτίκιον. Ἦχος γ’ . Θείας πίστεως.
Θείας πίστεως ὁμολογίᾳ, μέγαν εὕρατο, ἡ Ἐκκλησίᾳ, ζηλωτὴν σε θεῖε Μᾶρκε πανεύφημε, ὑπερμαχοῦντα πατρῴου φρονήματος, καὶ καθαιροῦντα τοῦ σκότους ὑψώματα. Ὅθεν ἄφεσιν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τοῖς σε γεραίρουσι.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Χαίροις χαρὰς ἔκφανσις, ἀρὰς ἡ λύσις. Μάρκου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χαρὰς ἡμῖν πρόξενος ἀδιαδόχου γεγένησι χαρὰν τὴν ἀΐδιον, Χριστὸν γεννήσασα· ὅθεν Δέσποινα, καὶ ταύτας τὰς ἡμέρας τῆς σὴς μεταστάσεως χαρὰς πληρούμεθα.
Ἀνοίξασα, Δέσποινα, τὰς παναχράντους ὠλένας σου, ἐν αἷς περιέλαβες τὸν πάντα φέροντα θείω ῥήματι, ἐκ πάσης ἐπηρείας τοὺς δούλους σου σκέπασον τοὺς σε δοξάζοντας.
Ἰδού, ἡ ἀνάκλησις τῆς ταπεινῆς ἡμῶν φύσεως ζωὴν πρὸς οὐράνιον αἴρεται, χαίρουσα, νῦν ὁ ἅγιος καὶ θεοδόχος οἶκος ὀρέων ὑπέρτερος τῶν θείων γίνεται.
Ῥημάτων δρεψάμενοι τοῦ ἀρχαγγέλου, τὸ χαῖρε σοι προσᾴδομεν, Δέσποινα, χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε, λύτρωσις τῆς λύπης τῆς ἀρχαίας, χαῖρε ἐπανόρθωσις τοῦ πρωτοπλάστου Ἀδάμ.
Ὁ μέγας Ἀρχάγγελος ἐξ οὐρανοῦ ἀφικόμενος, χαρὰς εὐαγγέλια πάλιν κομίζει σοι, χαῖρε, Δέσποινα, νῦν μᾶλλον, χαῖρε, χαῖρε, χαῖρε, πρὸς ἀΐδιον ζωὴν ἀπαίρουσα.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Ἰδοῦσα τὴν κάκωσιν, Παρθένε, λαοῦ τοῦ πιστοῦ καὶ ἐκλεκτοῦ, ὂν περιεποιήσατο Θεὸς ἰδίω αἵματι, στῆθι, ταχὺ δυσώπησον ὑπὲρ ἡμῶν τὸν οἰκτίρμονα.
Στειρεύουσα μήτρα παραδόξῳ καρπὸν εὐκλεῆ κόσμῳ παντὶ εἰς εὐωχίαν ἄυλον πνευματικῶς προήνεγκε, σε τὴν ἁγνὴν καὶ ἄμωμον τὴν τὸν Θεὸν σωματώσασα.
Χαρὰς καὶ εἰρήνης καὶ ἀγάπης καὶ μακροθυμίας ἀκριβοῦς ἀγαθωσύνης, πίστεως, χρηστότητος, πραότητος καὶ ἐγκρατείας πληρῶσον τοὺς τῷ ναῶ σου προσμένοντας.
Ἀὴρ ἡγιάσθη τῇ ἀνόδῳ τῆς ἡγιασμένης σου ψυχῆς, ὡς ἐφωτίσθη ἅπασα ἡ γῆ ἐπὶ τῷ τόκῳ σου· σὺ γὰρ τὰ ἐπουράνια τοῖς ἐπιγείοις διήλλαξας.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σε καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Πρεσβείᾳ θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμεν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥέων θράσει πικροτάτῳ καὶ πολὺς ἐκτεινόμενος ὁ παμφάγος ᾄδῃς ἔστη, τετοκυίας σου, Πάναγνε, τὸν ζωοδότην Δεσπότην· ὁ γὰρ θάνατος τοῖς πιστεύουσιν ἤδη ζωῆς θείας ἄμειψις.
Ἀνυμνοῦμεν σε βοῶντες, χαῖρε, ὄρος κατάσκιον, χαῖρε πῖον ὄρος καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε, οὐράνιε κλῖμαξ, χαῖρε, γέφυρα ἡ μετάγουσα ἐκ τοῦ θανάτου πρὸς θείαν ζωήν.
Τὴν ἔμψυχον παστάδα τοῦ Δεσπότου τῆς κτίσεως, τὸν ναὸν τὸν θεῖον, τὸ ἡγιασμένον παλάτιον, τὴν ἀδιόδευτον πύλην, τὴν ὑπέρτιμον κλίνην, Δέσποινα, χρεωστικῶς μεγαλύνομεν.
Ἐκ παντοίων κινδύνων τοὺς σοὺς δούλους περίσῳζε τοῦ Θεοῦ ἡ πόλις, περὶ ᾖς ἐν κόσμῳ λελάληται δεδοξασμένα, Παρθένε, ὑπερένδοξε, ἡ δοξάζουσα τοὺς εὐσεβῶς σε δοξάζοντας.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Κλινούσῃ τὰ γόνατα, εἰς προσευχὴν σοι, ἄχραντε, τὰ ἐπὶ τοῦ ὄρους δένδρα πάντα καθάπερ ἔμψυχα συνεκλίνετο, μένειν οὐ δυνάμενα, τοῦ σου κλινομένου σώματος, ἐν ὀρθίῳ τῷ σχήματι.
Φωτὸς οἰκητήριον, χαῖρε, τὸ σκότος λύσασα, χαῖρε, ἡ τὸν ἥλιον τῷ κόσμῳ προαγαγοῦσα, φωτὸς νεφέλη χρυσή, χαῖρε, στῦλε πύρινε, δι’ ᾖς πρὸς τὴν ἐπουράνιον ὁδηγούμεθα εἴσοδον.
Ἁγνίζονται, Δέσποινα, τῷ σῶ ναῶ προστρέχοντες ὁ φιλευσεβὴς σου λαὸς οὗτος, πρὸς τὴν ἡμέραν ἑτοιμαζόμενοι, καθ’ ἢν ἀπὸ γῆς πρὸς οὐρανὸν ἀπῆρας, τὴν χάριν σου δι’ εἰκόνος λιποῦσα ἡμῖν.
Νεφέλαις ὀχούμενος Κριτὴς ὁ ἐπουράνιος, ὅτε μετ’ ἀγγέλων δόξης ἔλθῃ, κρίσιν δικαίαν ποιήσαι, Δέσποινα, τότε παῤῥησία μητρικῇ πρόστηθι τῶν δούλων σου, τῶν πιστῶς ἀνυμνούντων σε.
ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.
Συνέσεως καὶ σοφίας ὑπάρχουσα ἔμπλεως, συνετήρεις ἐν καρδία συμβάλλουσα ἅπαντα τὰ τετελεσμένα ἐπὶ σοι θαυμασίως, Θεόνυμφε.
Ἱστάμενοι πρὸ προσώπου τῆς θείας εἰκόνος σου, οἱ πλουτοῦντες τοῦ λαοῦ σου πιστῶς λιτανεύουσι, τὴν σὴν πόλιν ῥῦσαι τῆς παρούσης πληγῆς, Ὑπεράμωμε.
Στολίζεται διὰ σου σωστηρίου ἱμάτιον καὶ χιτῶνα εὐφροσύνης ἡ φύσις, Θεόνυμφε, ἡ γεγυμνωμένη συμβουλίᾳ δεινοῦ πολεμήτορος.
Αἰρόμενοι πανταχόθεν οἱ θείοι ἀπόστολοι ταῖς νεφέλαις θεαρχίω βουλήματι φέρονται πρὸς τὴν βασιλίδα καὶ κυρίαν ἀπᾴσῃς τῆς κτίσεως.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σε καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε. Μεσιτείᾳ πρὸς τὸν τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὓς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ελισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλία αὑτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ελισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλία μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχὴ μου τὸν Κύριον, καὶ ἡγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῶ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὑτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σὺν αὑτῇ ὡσεὶ μήνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.
Δόξα…
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδὲ που προσφύγῳ ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Ἕτερα Θεοτοκία.
Οὐδεὶς προστρέχων ἐπὶ σοι, κατησχυμένος ἀπὸ σου ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ῥάβδος ἔντιμος, τὸ ἄνθος τὸ ἀμάραντον χαῖρε βλαστήσασα χαῖρε, ὁ πόκος, ἐξ οὗ ἡ δρόσος απέσταξε, φλογμὸν ἡ λύουσα τὸν πολύθεον, χαῖρε, σκηνὴ τῆς χάριτος καὶ νυμφὼν ἀθανασίας.
Ἁμαρτίας τῶν ψυχῶν καὶ ἀρρωστήματα σωμάτων ἴασαι τῶν προστρεχόντων, ἁγνή, τῷ θείω τεμένει σου καὶ αἰτουμένων πιστῶς τὰ ἰάματα· σὺ γὰρ πηγὴ τῆς χάριτος καὶ ζωῆς ἀφθόνου ῥεῖθρον.
Στειρευούσης ἐκ νηδύος προελήλυθας ἐπαγγελίας καρπός, δῶρον εὐχῆς ἱερὰς· ὅθεν σου δεόμεθα, τὴν ἀκαρπίαν ἡμῶν μεταποίησον εἰς εὐκαρπίαν πράξεων ἀγαθῶν, εὐλογημένη.
Ἡ βασίλισσα τοῦ κόσμου μετατίθεται πρὸς οὐρανὸν ἀπὸ γῆς, οἱ τῶν ἀγγέλων χοροὶ θαυμάζουσι, βλέποντες θαῦμα παράδοξον, φύσιν βρότειον ὑπὲρ αὑτοὺς ἀστράπτουσαν ἁγιότητος ἀκτῖσιν.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Λῦσον τὴν ἀχλὺν τῶν νοσημάτων, ὑγείας τὴν σταθεράνδώρησαι, πόλει τῇ τιμώσῃ σε, μῆτερ ἀπειρόγαμε· σὺ γὰρ ἡμῖν ἐγέννησας τὸν ἰατρὸν τῶν ψυχῶν καὶ νόσων σαρκικῶν ἐλατῆρα, τὸν τὰς ἀσθενείας ἡμῶν ἀνειληφότα.
Ὑμνοῦντας σε, Δέσποινα, προσδέχου τοὺς δούλους σου κατὰ χρέος, χαῖρε ἄσπορε, χαῖρε, ἡ βλαστήσασα στάχυν ζωοπάροχον, χαῖρε, τοῦ ζῶντος ὕδατος πηγὴ ἀκένωτε, ἡ πύλη, ἢν ὁ Λόγος διῆλθε, χαῖρε, ἡ τὰς πύλας συντρίψασα τοῦ ᾌδου.
Σε τὴν τῶν ἀγγέλων ὑπερτέραν ἄγγελος μὲν τῇ μητρὶ εὐηγγελίσατο, ἄγγελος δε ἔτρεφε τῷ ναῶ προσμένουσαν, ἄγγελος δε τὸ μέγιστον, θαῦμα ἐμήνυσε, θεὸν ἡμῖν ἐκ σου σαρκοφόρον, ἄγγελος καὶ νῦν σε καλεῖ πρὸς θείαν λῆξιν.
Ἰσχὺν βασιλεῦσιν ἡμῶν δίδου καὶ κέρας τὸ τοῦ Χριστοῦ σου, Κόρη, ὕψωσον, θραῦσον τὰ φρυάγματα τῶν ἐχθρῶν, ἀνάστειλον τὴν τοῦ θανάτου μάστιγα, ῥῦσαι, δεόμεθα λιμοῦ καὶ σεισμοῦ τὴν σὴν πόλιν καὶ πυρὸς μαχαίρας καὶ μάχης ἐμφυλίου.
Συνήθεια φαύλη τυραννοῦσα πρὸς πράξεις ἡμᾶς ἀτόπους ἐκβιάζεται· ὅθεν καὶ τῷ σχήματι, μόνον προσευχόμενοι, τοὺς λογισμοὺς πλανώμεθα τοῖς φίλοις πάθεσιν· ἐκ τούτων ἡ ὀργὴ τοῦ Κυρίου καθ’ ἡμῶν ἐπῆλθεν ὡς τέκνων ἀπειθείας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Μέγα καὶ φρικτόν, ἁγνή, τὸ μυστήριον τῆς σὴς κυήσεως· τὸν γὰρ προαιώνιον Πατρὸς ἀνάρχου Λόγον ἐν μήτραν σου σωματικῶς ἐχώρησας, τὸν οὐδαμοῦ χωρητόν, τὸν τὰ πάντα φέροντα τῷ ῥήματι τῆς αὑτοῦ ἀπορρήτου δυνάμεως.
Ἄρα τις ἡμῶν ἡμέραν τὴν ἔμφοβον ἐκείνην ὑπομενεῖ ἢ τις ὑποστήσεται ἀπὸ προσώπου Κυρίου κρίνοντος διὰ πυρός, ὡς γέγραπται, τὰ ἔργα πάντων ἡμῶν; ἀλλὰ δεῦτε νῦν μετανοήσωμεν, τῇ μητρὶ τοῦ Κυρίου προσπίπτοντες.
Ῥεύσασαν ἡμῶν τὴν φύσιν, πανάμωμε, καὶ ἐκπεσοῦσαν Θεοῦ πάλιν ἐπανήγαγες τῇ παραδόξῳ κυοφορία σου· τὸν γὰρ Θεὸν κατήγαγες ὦ θαῦμα φρικτὸν τὴν πτωχείαν ταὐτῶν ἐνδυσάμενον, ἳν’ ἐγὼ πλουτισθῶ τὴν θεότητα.
Κλῖνον σου τὸ οὕς, ἁγνή, καὶ ἐπάκουσον ἡμῶν βοώντων σοι, χαῖρε, κόσμου Δέσποινα, ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν ἀθλητῶν κραταίωμα, ἱεραρχῶν καλλονή, τῶν δικαίων, χαῖρε, τὸ στεφάνωμα, χαῖρε, πάντων πιστῶν τὸ διάσωσμα.
Ὁ μετὰ σαρκὸς ἐκ σου προελθὼν ἡμῖν ἄδυτος ἥλιος, μέσην τῶν διπλῶν αὑτοῦ καθόδων ταύτην, ἁγνή, διέθετο τὴν παρουσίαν, ὅτε σου τὴν παναγίαν ψυχὴν μετ’ ἀγγέλων δόξης ἀνελάβετο σὺν αὑτῷ βασιλεύειν αἰώνια.
Ὕμνους εὐτελεῖς ἐκ στόματος, Δέσποινα, δέξαι πτωχεύοντος, ἢν τοσαῦτα στόματα καὶ ἁγίων χάριτες ἀνευφήμησαν’ σὺ γὰρ λαμπρὰ ὑπόθεσις, τοῖς ἀπ’ αἰῶνος σοφοῖς καὶ δικαίοις· εἵη σου τὸ ὄνομα εἰς αἰῶνας αἰώνων ὑμνούμενον.
Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχὴ· πρὸς σε καταφεύγω τὴν Κεχαριτωμένην· ἐλπὶς ἀπηλπισμένων, σὺ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἶνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σου τεχθέντα· Ὧ Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικώς· μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οικτειρήσαι ἡμᾶς.
Ἴθυνον πρὸς τρίβους τῶν ἀρετῶν, Κεχαριτωμένη, Ὁδηγήτρια τῶν πιστῶν, τοὺς τὰ μεγαλεία, τὰ σὰ ὑμνολογοῦντας, καὶ σὺν τῷ Ἀρχαγγέλῳ, Χαῖρε βοῶντας σοι.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Τὸ μεγαλυνάριον τοῦ Ἁγίου Μάρκου.
Χαίροις τοῖς Ἐώας μέγας φωστήρ, καὶ τῆς Ἐκκλησίας, ὁ προστάτης καὶ ὁδηγὸς· χαίροις τῆς Λατίνων, κακοδοξίας πέλυξ, ὦ Μᾶρκε Ἱεράρχα, Ἐφέσου πρόεδρε.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν….
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις, Ἀγαθῇ, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρὶ· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὅμοιον.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις Ἄχραντε, σπεῦσον, δυσωπούμε, ῥύσασθαι τοὺς δούλους σου.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φυλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.