Δύο Παρακλητικοί Κανόνες εις την Υπεραγίαν Θεοτόκον την Πορταίτισσαν

  1. Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

  2. Ποίημα Αγνώστου Συγγραφέως

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Πορταίτισσαν Ιερά Μονή Ιβήρων

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Ψαλλόμενος τήν Τρίτην τής Διακαινησίμου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ θαυμαστή σου Πορταΐτισσα σκέπη δι’ ᾖς λυτροῦται ἡμᾶς πάσης ἀνάγκης, προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμώς· ὥσπερ πάλαι ἔδειξας, ἐφ’ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλείπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ ψυχή, προσιόντάς σοι.

Δόξα. καὶ νῦν.
Ὅμοιον.
Ἡ εὐκλεὴς καὶ παναγία Εἰκών σου, ὥσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῇ σῇ προνοίᾳ Ἄχραντε δεδώρηται, ἥνπερ θησαυρίσασα ἡ Μονή τῶν Ἰβήρων, πάσης ἀπαλλάττεται, διὰ σοῦ ἐπηρείας, καὶ σῦν αὐτῇ ἐλπίδος ἀῤῥαγοῦς, πληροῦται Κόρη, καὶ πᾶς ὁ προστρέχων σοι.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ εὐθὺς ψάλλομεν τὸν Κανόνα.

Ἦχος πλ. δ΄. ’ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Τὰ μεγαλεῖα τῆς σεπτῆς εἰκόνος σου, ἀνευφημῆσαι τολμῶν, ἐν ὑλικῇ γλώσσῃ, καὶ ῥυπῶσι χείλεσι· τῆς πυριμόρφου δέομαι καθαρσίου λαβίδος ᾖς Ἠσαΐας ἠξίωται, Μήτηρ τοῦ Θεοῦ ἀπειρόγαμε.

Ῥῶσιν καὶ χάριν ἀληθῇ καὶ ἐλεός, ἡ σῇ ἁγία Εἰκών, δαψιλώς βλυστάνει, ὡς πηγὴ ἀκένωτος, καὶ θλίψεων τοῦ ἄνθρακας, καταπαύει Παρθένε, δρόσῳ τῆς σῆς ἀγαθότητος πάντων, τὰς καρδίας εὐφραίνουσα.

Ὀδυνηρῶν ἐπιφορῶν ἀπάλλαξον, καὶ νοσημάτων δεινῶν, καί τῶν ἐν βίῳ Κόρη περιστάσεων, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ σεπτῇ σου Εἰκόνι, τῇ δοξασθείσῃ Πανάχραντε, τῇ ἐπισκιάσει τῆς δόξης σου.

Ὗπερθεν Κόρη τῶν πυλῶν ηὐδόκησας, τῆς τῶν Ἰβήρων Μονῆς, τὸ θεοειδές σου σωθῆναι Έκτύπωμα· ἐντεῦθεν ΙΙορταΐτισσα, φερωνύμως ἐκλήθης, ὡς θυρωρὸς αὐτεπάγγελτος, ταύτης σου τῆς ποίμνης καὶ πρόμαχος.

ᾨδὴ γ΄. Ούρανίας ἁψῖδος.
Ῥῦσαι πάσης ἀνάγκης, καὶ προβολῆς Ἄχραντε, ταύτην σου τὴν ποίμνην Παρθένε, ἀνακειμένην σοι, καὶ πᾶσαν ἄδικον, βουλὴν διάλυε τάχος, κατ’ αὐτῆς δεόμεθα, ὦ Πορταΐτισσα.

Ἐν τῇ σῇ προστασία καὶ μητρικὴ χάριτι, καὶ συμπαθεστάτη προνοίᾳ καὶ ἀντιλήψει σου, ἀεὶ προστρέχοντες, οἱ τὸν σὸν κλῆρον οἰκοῦντες, κόρη Πορταΐτισσα, διασῳζόμεθα.

Ἱλαστήριον θεῖον, ὡς ἀληθῶς ἔδειξας, ἡμῖν Πορταΐτισσα κόρη, τὸ σὸν Ἐκτύπωμα, ὦ προσπελάζοντες, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἱᾶσιν λαμβάνομεν, τῇ σῇ χρηστότητι.

Παραδόξως ἀφῖκται, ἡ σῇ Εἰκών Ἄχραντε, πάλαι ἐκ Νικαίας ἐν Ἄθῳ τῇ εύδοκία σου, καὶ ὑπὲρ ἥλιον, τῆς ἀρωγῆς σου ἀστράπτει, πᾶσι τὰ δωρήματα, τοῖς σὲ δοξάζουσι.

Διάσωσον, ὦ Πορταΐτισσα πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ σῇ σκέπῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμή.
Προστάτις θερμῇ, καὶ μέγα καταφύγιον, καὶ σκέπη στεῤῥά, καὶ σύμμαχος καὶ ἔφορος, ὑπάρχεις Πορταΐτισσα, τῶν τὴν σὴν ἐκζητούντων βοήθειαν διὸ λύτρωσαι πάσης ἀπειλῇς, ὡς ὑπέσχου τοὺς δούλους σου Πανάμωμε.

ᾨδὴ δ΄. Σύ μου ίσχύς.
Ὄλῃ ψυχή, καὶ διανοίᾳ προστρέχομεν, Θεοτόκε τῇ σῇ ἀγαθότητι, καὶ ἐκβοῷμεν σοι ἐν κλαυθμῷ κλῖνον σου τὰ ὦτα, εἰς τὰς φωνὰς ἡμῶν Ἄχραντε, καὶ πλήρου τὰς αἰτήσεις, Πορταΐτισσα κόρη, τὰς ἡμῶν ὡς Θεοῦ Μήτηρ εὔσπλαγχνος.

Ῥήσεις τὰς σάς, ἃς ἀπεφήνω, Πανάχραντε, περὶ ταύτης, τῆς κληρονομίας σου, πλήρου Παρθένε ὡς συμπαθής, καὶ μὴ ἀποστήσῃς, ἐκ ταύτης τὴν προστασίαν σου· ἡμάρτομεν γὰρ Κόρη, ἀλλά σοὶ καθ’ ἑκάστην, τὰς ἐλπίδας ἡμῶν ἀναφέρομεν.

Τὰς ψυχικάς, ἡμῶν ὀδύνας θεράπευσον, καὶ τὰς νόσους, πάσας τὰς τοὺς σώματος, τὰς δυσφορήτους καὶ χαλεπάς, ἴασαι Παρθένε, καὶ θείῳ φόβῳ στοιχείωσον, ἡμῶν τὰς διανοίας, Πορταΐτισσα κόρη πρὸς Θεοῦ θελημάτων ἐκπλήρωσιν.

Νόμοι ἐν σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπὲρ φύσιν γάρ, τὰ κατὰ σὲ καὶ καινοπρεπή· καὶ γὰρ παραδόξως, ἡ θάλασσα τὴν Εἰκόνα σου, Μονή τῇ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παραδέδωκε φέρουσα Δέσποινα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω;
Ἵνα τι ἐλαμπρύνθη, ἡ δεδοξασμένη Εἰκών τοῦ προσώπου σου, καὶ ἐμεγαλύνθη, ὑπέρ, λόγον Άγνή Πορταΐτισσα, ξένως γὰρ ὡς ᾖκεν, ἡμῖν ποτὲ διὰ θαλάσσης οὕτω ξένα ἐργάζεται θαύματα.

Τῶν δαιμόνων τὰ θράση, καθ’ ἡμῶν κατάβαλε Θεοχαρίτωτε, καί τῶν μελετώντων, πονηρὰ καὶ κενὰ Πορταΐτισσα, κατά τοῦ σοῦ Ὄρους, ὁ ήρετίσω ὡς οἰκεῖον, τὰς δεινὰς σκευωρίας ματαίωσον.

Ἱερὰν σε κρηπῖδα, καὶ ἀπεριδόνητον ἱερὰν ἄγκυραν, κεκτημένοι Κόρη, οἱ σοὶ δοῦλοι, πρὸς σὲ καταφεύγομεν· διὸ τὰς σπιλάδας τῶν πειρασμῶν, καὶ καταιγίδας, ὡς ἀφροὺς θαλαττίους διάλυσον.

Σωτηρίας πρὸς τρίβον, καὶ πρὸς μετανοίας ὁδὸν τὴν σωτήριον, ἴθυνον Παρθένε, τοὺς θερμῶς πρoσιόντας τῇ σκέπή σου, καὶ μετά τὸ τέλος ὑπὲρ ἡμῶν ὡς ἐπηγγείλω, ἀγαθὰ τῷ Θεῶ ἡμῶν λάλησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων σε, ἰατῆρα ἄμισθον, καὶ ψυχῶν θεραπευτὴν κεκτημένοι, ὡς ἀληθῶς Πορταΐτισσα κόρη, τῇ εὐκλεεῖ σου εἰκόνι προστρέχομεν, καὶ ἐξ αὐτῆς τὰς δωρεᾶς, τῆς εὐνοίας σου πίστει λαμβάνομεν.

Ἀκύμαντος, τῶν κυμάτων ὕπερθεν, διαπλεύσασα ἡ θεία Εἰκών σου, ᾖκεν ἡμῖν ὡς λιμὴν σωτηρίας, καὶ τῶν δεινῶν κατευνάζει τὰ κύματα, γαλήνην δὲ τὴν ἀληθῇ, πρυτανεύει ἡμῖν Πορταΐτισσα.

Τὴν πύλην μοι, τῆς ζωῆς ὑπάνοιξον, ἀφαρπάζουσα πυλῶν με τοῦ ᾅδου, ἡ Πυλωρός τῆς Μονῆς τῶν Ἰβήρων, ὀνομασθῆναι θελήσασα Δέσποινα, ἀποκοπὴν μοι τῶν χρεών, τῶν πολλῶν μου εύσπλάγχνως βραβεύουσα.

Ἡγίασται, ἀληθῶς ἡ θάλασσα, διαπλεύσει τῆς ἁγίας Μορφῆς σου, ἡ δὲ Μονή τῶν Ἰβήρων ὡς πλοῦτον, τῆς ἀρωγῆς σου αὐτὴν ὑπεδέξατο, ἅπας ὁ Ἄθως δὲ αὐτήν, ὡς ἐλπίδος πυρσὸν κατεπλούτησε.

Διάσωσον, ὦ Πορταΐτισσα πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψῦχως προστρέχοντας τῇ σῇ σκέπη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τὸν αἱμάτων σου.
Ὡς προστασίαν καὶ σκέπην καὶ ἔφορον, ὁ περιώνυμος κλῆρος σου Ἄχραντε, ὑμνεῖ σε ἀεὶ Πορταΐτισσα, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζει σοι· ἀπαύστως με φύλαττε Δέσποινα.

Καὶ εὐϑύς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δὶς)
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἳ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Τῆς Πορταϊτίσσης ταῖς θείαις ἱκεσίαις, ἐξαλεῖψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.
Ἔχει σε Πανάχραντε, τὸ μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκεῖα χρηστότητι καὶ διάσωσμα, διὰ σοῦ πάσης γάρ, θλίψεως λυτροῦται, Πορταΐτισσαν δὲ ἄγρυπνον, ὥσπερ ηὐδόκησας, Μάνδρα τῶν Ἰβήρων τί ἔνδοξος. Ἀλλ’ ὦ θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσιν τὴν χάριν σου, καὶ μὴ ἀποστρέψῃς, τὸ πρόσωπον σου Κόρη ἀφ’ ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τοὺς δούλους σου.

Σῶσον ὁ Θεός τὸν λαὸν σου….

ᾨδὴ ζ΄. Παῖδες Ἑβραῖον ἐν καμίνῳ.
Νόσους ποικίλας θεραπεύει, καὶ ἀκάθαρτα πνεύματα διῴκει, τῆς Εἰκόνος τῆς σῆς ἡ χάρις Θεοτόκε, ἐντεῦθεν Πορταΐτισσα, πᾶσα γλῶσσα σὲ δοξάζει.

Δύναμιν δίδου Θεοτόκε, τοῦ πατεῖν ἡμᾶς ἐχθροῦ τὰς πανουργίας, καὶ συμμάχει ἡμῖν, ἀεὶ ὡς καθυπέσχου, κατὰ τοῦ πολεμήτορος, καθ’ ἡμῶν ὠρυομένου.

Ἔλαιον ἄλευρον καὶ οἶνον, ὡς ἐπλήθυνας πότε ἐν τῇ Μονή σου, οὕτω δίδου Άγνή, τοῖς σοῖς ἱκέταις πᾶσι, τῆς μητρικῆς εὐνοίας σου, τὰς πλουσίας εὐλογίας.

Σκέπε τὴν σὴν κληρονομίαν, Πορταΐτισσα ἐκ πάσης ἐπηρείας, ὅτι ἅπας πρὸς σέ, ὁ Ἄθως ἀτενίζει, ἐν εὐκαιρίαις Ἄχραντε, καὶ ἐν θλίψεσι τοῦ βίου.

ᾨδὴ η΄. Τὴν ἐν Ὄρει ἁγίῳ δοξασθέντα.
Ἐν ἑσπέρα πρωί, καὶ μεσημβρία, ἐν ἡμέρᾳ, νυκτὶ καὶ πάσῃ ὤρα, καὶ ἐν παντὶ καιρῷ καθικετεύω σε, στένων καὶ δακρύων, ἀσπάζομαι φόβῳ τὴν σὴν σεπτὴν Εἰκόνα.

Ἴασαι μου τὰ πάθῃ τῆς καρδίας φώτισον μου τὸν νοῦν ἐσκοτισμένον ὄντα, καὶ τὴν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτὸς με δεῖξον, Δέσποινα κληρονόμον.

Σὲ αἰνοῦσιν, ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν ἀνθρώπων όμηγῆρεις, καὶ οὐρανὸς καὶ γῆς καὶ θάλασσα, πάναγνε κυρίως ἀνυμνολογοῦσι τὴν σὴν σεπτὴν Εἰκόνα.

Χαῖρε, πύλη, καὶ γέφυρα καὶ κλῖμαξ, ἐκ θανάτου πρός τὴν ἀθανασίαν, δι’ ᾖς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγράν τοῦ βίου θάλασσαν καὶ γῆθεν, ὑψούμεθα πρὸς πόλον.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ὡς θάλαμον ὡραῖον καὶ φαεινόν, ὡς εύώδη νυμφῶνα Πανάμωμε, ὡς εὐανθῆ, κῆπον καὶ παράδεισον εὐθαλῇ, ὡς νοητὸν ἁγίασμα, ὡς χρυσοπορφύρωτον κιβωτόν, ὡς ἔμψυχον χωρίον, καὶ πύρινον ὡς θρόνον, τὴν σὴν Εἰκόνα ὀνομάζομεν.

Ἰσχὺν καὶ θυμηδίαν ἐν τοῖς δεινοῖς, καὶ παράκλησιν Κόρη ἐν θλίψεσι, δίδου ἡμῖν, τοῖς ὑπό τὴν σκέπην σου τὴν σεπτήν, παρθένε Πορταΐτισσα, πίστει καταφεύγουσιν ἀκλινεῖ, συγχώρησιν πταισμάτων, ἡμῖν ἐξαιτουμένῃ, καὶ μετοχὴν ζωῆς τῆς κρείττονος.

Μὴ παύσῃ περισκέπουσα ἐν παντί, τὸ περίβλεπτον Ὄρος Ἄχραντε, τὸ εὐλαβῶς, Κόρη ἐν ἡμέρᾳ τε καὶ νυκτί, τὸ Ἅγιον σου ὄνομα, φέρον ἐν τῷ στόματι καὶ νοῖ, παρέχουσα ἐν τούτῳ τῆς σῆς ἐπιστασίας, χειρὶ πλουσία τὰ γνωρίσματα.

Ναμάτων ψυχοτρόφων καὶ γλυκερῶν, ὡς πηγὴ σωτηρίου ἀκένωτος, βλύζεις ἀεί, ῥεῖθρα τὰ θεόβρυτα μυστικῶς, καὶ ἅπασαν, τὴν ποίμνην σου, ἄρδεις καὶ εὐφραίνεις προφητικῶς ἀλλά καὶ μετὰ τέλος, ἡμᾶς ἀκατακρίτους, τῷ σῶ Υἱῷ Ἁγνὴ παράστησον.

Ἡ ἄχραντος Εἰκών σου καὶ εὐκλεής, ὥσπερ ἥλιος Κόρη ὑπέρλαμπρος, αἴγλη τῇ σῇ, ἐκ τῶν Ἰβήρων σεπτῆς Μονῆς, ἀστράπτει ἐν τῷ Ὄρει σου, καὶ εἰς πάντα κόσμον ὑπερφυῶς, καὶ λύει παθημάτων, τὴν νύκτα Θεοτόκε, ταῖς τῶν θαυμάτων ἀναλάμψεσι.

Νόος μου τὴν όμίχλην τὴν χαλεπήν, τῷ φωτί τοῦ προσώπου σου δέομαι, λῦσον Ἁγνή, καὶ τὰ τῆς ψυχῆς μου πάθῃ δεινά, θεράπευσον καὶ σῶσον με, ἐκ τῆς δυναστείας τοῦ πονηροῦ, καὶ ὤρα τοῦ θανάτου, ἐξάρπασόν με Κόρη, ἐκ τῶν χειρῶν τοῦ κοσμοκράτορος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Πρόσδεξαι τοὺς ὕμνους Μῆτερ Ἁγνή, οὖς ἐν τῷ Ναῶ σου, σοὶ προσφέρομεν εὐλαβῶς, καὶ δὸς ἡμῖν χάριν, τοῦ προσκυνεῖν ἀξίως, τὴν πάνσεπτον Εἰκόνα σου Πορταΐτισσα.

Ἧνκε ξενοτρόπως ἡ σῇ Εἰκών, ἐν τῷ Ὄρει Ἄθω, καὶ ἐδόθη ὡς θησαυρός, τῇ Μονὴ Ἰβήρων, Ἁγνὴ θεογεννήτορ, διὸ ὑμνολογοῦμεν τὰ σᾶ θαυμάσια.

Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ Μονῆς Ἰβήρων, Πορταΐτισσα ἀρωγή, καὶ παντός τοῦ κόσμου ἐξαίρετος Προστάτις, καὶ κηδεμὼν καὶ σκέπη Θεογεννήτρια.

Στήλη θεοτύπωτος ἐμφανής, τῆς περὶ ἡμᾶς σου, προστασίας ἡ σῇ Εἰκών, πέλει Θεοτόκε, διὸ ἅπας ὁ Ἄθως καὶ μεγαλύνει σὲ Πορταΐτισσα.

Σκέπε τὴν Μονήν σου πάσης ὀργῆς, καὶ βλάβης Παρθένε, καὶ μανίας τοῦ δυσμενοῦς, καὶ ἐν ὤρα δίκης, ἡμᾶς ἀκατακρίτους, φύλαξον Θεοτόκε τοὺς πεποιθότας σοι.

Ἆρόν σου τὰ ὄμματα Μαριὰμ καὶ ἰδὲ εὐσπλάγχνως, τοὺς Εἰκόνι σου τῇ σεπτῇ παρεστῶτας Κόρη, καὶ σὲ παρακαλοῦντας καὶ πλήρωσον αἰτήσεις τούτων Πανύμνητε.

Ἴδοιμι Παρθένε ψυχοῤῥαγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα σου τὴν σεπτήν, παραμυθουμένην καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

Τί ἀνταποδώσομεν οἱ οἰκτροί, δοῦλοί σου Παρθένε, ἀντὶ χάριτος τῆς
πολλῆς, ἥνπερ ἀνεδείξω, ἡμῖν χαρισαμένη, εἰκόνα σου τὴν Θείαν πλοῦτον οὐράνιον;

Τοὺς τοῦ Ὄρους Ἄθω καθηγητάς, μοναστὰς μιγάδας, ἱεράρχας καὶ Ἀθλητάς, Ὁμολογητὰς τε, ποιμένας καὶ Ὁσίους, τῶν μοναστῶν τὰ πλήθη, ὕμνοις τιμήσωμεν.

Πάσαι τῶν, Άγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκια τῆς Θεοτόκου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν μοναστῶν ἡ πληθὺς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἐν θείοις ὕμνοις, τὴν Πανάχραντον Παρθένον καὶ Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς τὴν μόνην κηδεμονίαν καὶ θυρωρόν, καὶ τοῦ Ὄρους τὴν Ἔφορον, ἀναβοῶντες ἐκτενῶς, χριστιανῶν τὸ στήριγμα, Χαῖρε Κόρη Μητρόθεε.

Ἔτερον. Ὅμοιον.
Τὴν σεπτήν σου εἰκόνα, Πορταΐτισσα Δέσποινα, ἡ διὰ θαλάσσης ἐπέστη, θαυμαστῶς ἐν τῇ ποίμνῃ σου, τιμῶμεν ὡς ἁγίασμα σεπτόν, καὶ σκήνωμα τῆς δόξης σου πιστῶς, ἐξ αὐτῆς γὰρ ἀναβλύζεις τὰς δωρεάς, τοῖς πόθῳ ἐκβοῶσι σοι. Δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τῇ προμηθείᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς σου πλουσίᾳ χρηστότητι.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς δώρημα τέλειον, τῶν οἰκτιρμῶν σου Ἁγνή, πιστῶς ἐδεξάμεθα, τὴν παραδόξως ἡμῖν, ἐλθοῦσαν εἰκόνα σου, ὅθεν καὶ πυλωρὸν σε, κεκτημένοι Παρθένε, πόθῳ σοι ἐκβοῶμεν, Πορταΐτισσα Κόρη, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ κραταιὰ προστασία, τὴν Εἰκόνα σου, χάριν τε καὶ ἐλεός, ἡμῖν πηγάζουσαν, μετὰ φόβου καὶ πίστεως, Ἁγνή προσκυνοῦντας, σῷζε Πορταΐτισσα, πάσης στενώσεως, πάσης προσβολῆς ἐναντίας, καὶ ὀδυνηρῶν συμπτωμάτων, καί τῶν ἐν βίῳ περιστάσεων.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή

Έτερος Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Πορταίτισσης

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.  

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῇ θαυμαστῇ Σου Πορταΐτισσα σκέπῃ, δι’ ἧς λυτροῦσαι ἡμᾶς πάσης ἀνάγκης, προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς· ὥσπερ πάλαι ἔδειξας, ἐφ’ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλίπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας Σοι.

Δόξα. Καὶ νῦν.
Ἡ εὐκλεὴς καὶ παναγία Εἰκών Σου, ὥσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῇ Σῇ προνοίᾳ Ἄχραντε δεδώρηται, ἥνπερ θησαυρίσασα, ἡ Μονὴ τῶν Ἰβήρων, πάσης ἀπαλλάττεται, διὰ Σοῦ ἐπηρείας, καὶ σὺν αὐτῇ ἐλπίδος ἀῤῥαγοῦς, πληροῦται Κόρη, καὶ πᾶς ὁ προστρέχων Σοι.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὀ Κανών.  

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὰ μεγαλεῖα τῆς σεπτῆς Εἰκόνος Σου ἀνευφημῆσαι τολμῶν, ἐν ὑλικῇ γλώσσῃ, καὶ ῥυπῶσι χείλεσι, τῆς πυριμόρφου δέομαι, καθαρσίου λαβίδος, ἧς Ἡσαΐας ἠξίωται, Μήτηρ τοῦ Θεοῦ Ἀπειρόγαμε.

Ὑπὸ τὴν σκέπην τῆς λαμπρᾶς Εἰκόνος Σου, Θεογεννήτρια, ἡμεῖς ὁ Σὸς κλῆρος, πάντοτε προσφεύγοντες, τοὺς δυσμενεῖς τροπούμεθα, καὶ παντοίων κινδύνων, τὴν ζάλην ἀποκρουόμεθα, καὶ τοὺς πειρασμοὺς ἐκτρεπόμεθα.

Πύργος ἰσχύος ὀχυρὸς καὶ ἄῤῥηκτος, ἀπὸ προσώπου ἐχθρῶν, καὶ στερεὰ πέτρα, ἀῤῥαγής τε πρόβολος, γενοῦ Θεογεννήτρια, τῇ τιμώσῃ Σε ποίμνῃ, καὶ ταύτην σκέπαζε ἄνωθεν, σκέπῃ τῶν ἀχράντων πτερύγων Σου.

Ἐξαποστείλας ἐξ ἁγίου Δέσποινα, ἡμῶν βοήθειαν, καὶ ἐκ Σιὼν ῥάβδον, ἀληθοῦς δυνάμεως, ᾗ κατακυριεύσομεν, τῶν παθῶν Θεοτόκε, οἱ τὴν ἁγίαν Εἰκόνα Σου, φόβῳ καὶ χαρᾷ ἀσπαζόμενοι.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σὺ εἶ τὸ τεῖχος τῶν πιστῶν, Σὺ εἶ ἡ ἰσχὺς καὶ τὰ ὅπλα, Σὺ ἀκράδαντος ἀπόρθητος πύργος, Σὺ ὀχύρωμα στεῤῥόν, Σὺ καὶ περιχαράκωμα, Θεογεννῆτορ Κόρη· διὸ τὴν ποίμνην Σου φύλαττε.

Ἡ ματαιόφρων στρατιά, ἡ φιλοπόλεμος φάλαγξ, τῶν δαιμόνων Θεοτόκε Παρθένε, ἦραν ὅπλα καθ’ ἡμῶν, οἷς ἀντιπαρατάχθητι, Δέσποινα ὅπως γνῶσι, τῆς Σῆς Εἰκόνος τὴν δύναμιν.

Τὴν Σὴν Εἰκόνα τὴν λαμπράν, τῇ Σῇ Μονῇ Θεοτόκε, παραμύθιον ψυχῶν ἐδωρήσω, θλιβομένων καὶ φρουρόν, τῇ πύλῃ ταύτης ἵστασθαι, πρὸς φυλακὴν ἁπάντων, τῶν ἐνοικούντων εὐδόκησας.

Οὐρανίαις στρατιαῖς, περιτειχίσας κυκλόθεν, Ἐλισσαῖον τὸν Προφήτην Σου πάλαι, νοερᾷ παρεμβολῇ, δυνάμεων ἀΰλων Χριστέ, τῆς Σῆς Μητρὸς τὴν ποίμνην, τείχισον ταῖς ἱκεσίαις αὐτῆς.

Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτις θερμὴ καὶ μέγα καταφύγιον, καὶ σκέπη στεῤῥά, καὶ σύμμαχος καὶ ἔφορος, ὑπάρχεις Πορταΐτισσα, τῶν τὴν Σὴν ἐκζητούντων βοήθειαν· διὸ λύτρωσαι πάσης ἀπειλῆς, ὡς ὑπέσχου τοὺς δούλους Σου Πανάμωμε.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Σὺ εἶ ἐλπίς, τῆς φίλης ποίμνης Σου Δέσποινα, Σὺ εἶ σκέπη, Σὺ καὶ ἡ ἀντίληψις, Σὺ φωτισμός, Σὺ καὶ θυρωρός, Σὺ παραμυθία, φρουρὸς καὶ θεία παράκλησις, καὶ ἥδυσμα καὶ κράτος, τῶν οἰκούντων Παρθένε, καὶ τιμώντων πιστῶς τὴν Εἰκόνα Σου.

Νέκταρ ἡμῖν, τῆς εὐσπλαγχνίας ἐπήγασας, οἷα κρήνη, ῥεῖθρον γλυκὺ ῥέουσα, καὶ καθαρὰ νάουσα πηγή, νάμα ζωηφόρον, καὶ ὕδωρ πότιμον βλύζουσα· διό με Θεοτόκε, τὸν πιστῶς προσκυνοῦντα, τὴν Εἰκόνα Σου δρόσισον δέομαι.

Νόμοι ἐν Σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπὲρ φύσιν γάρ, τὰ κατὰ Σὲ καὶ καινοπρεπῆ· καὶ γὰρ παραδόξως, ἡ θάλασσα τὴν Εἰκόνα Σου, Μονῇ τῇ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παραδέδωκε φέρουσα Δέσποινα.

Ῥῦσαι λιμοῦ, καὶ βλάβης πάσης τὴν ποίμνην Σου, Θεοτόκε, πυρὸς καὶ ποντώσεως, μαχαίρας ἄλλης τε συμφορᾶς, τῆς ἐκ τῶν δαιμόνων, ἐπερχομένης καὶ φύλαττε, μέχρι τῆς συντελείας, ἀσινῆ τὴν ἁγίαν, Σοῦ πλουτοῦσαν Εἰκόνα τὴν πάντιμον.

ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.
Οὐρανίων ἀδύτων, τὴν ὑπερνεφῆ καὶ αἰθέριον ἄντυγα, πρὸς βραχὺ λιποῦσα, πρὸς ἡμᾶς ἐπιδήμησον Δέσποινα, καὶ τῇ ἀηττήτῳ, τῆς Σῆς Εἰκόνος ἐξουσίᾳ, τοὺς ἐχθροὺς τῆς Σῆς ποίμνης κατάβαλε.

Ἱεράν Σε κρηπῖδα, καὶ ἀπεριδόνητον ἱερὰν ἄγκυραν, κεκτημένοι Κόρη, ὁ Σὸς κλῆρος πρὸς Σὲ καταφεύγομεν· διὸ τὰς σπιλάδας, τῶν πειρασμῶν καὶ καταιγίδας, ὡς ἀφροὺς θαλαττίους διάλυσον.

Ἐντροπὴν καὶ αἰσχύνην, οἱ ζητοῦντές με περιβαλέσθωσαν, τοῦ κακοποιῆσαι, πονηροὶ καὶ ἀλάστοροι δαίμονες· ἐγὼ δὲ ἐλπίζω, διαπαντὸς εἰς Σὲ Παρθένε, ἡ Σὴ ποίμνη βοᾷ Θεονύμφευτε.

Θαυμαστὸν θαῦμα ὥσπερ, τῷ ἱεροφάντῃ καὶ φρικῶδες ἔδειξε, Θεοτόκε πάλαι, ἡ πυρίφλεκτος βάτος καὶ ἄφλεκτος, οὕτω Σῆς Εἰκόνος, ἡ λαμπὰς τοῖς κατοικοῦσιν, ἐν τῷ Ἄθῳ Μαρία Θεόνυμφε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοτίου, θηρὸς ὡς πάλαι ἔσωσε, τὸν Προφήτην Ἰωνᾶν ὁ Υἱός Σου, οὕτω καὶ Σύ, Σὴν Εἰκόνα Παρθένε, ἐκ θαλαττίων κυμάτων διέσωσας, ἀπήμαντον καὶ ἀσινῆ, καὶ Μονῇ τῶν Ἰβήρων ὡδήγησας.

Κυκλώσαντες, ψαλμικῶς ἐκύκλωσαν, ὡσεὶ μέλισσαι κηρίον Παρθένε, πολλῶν δεινῶν, συμφοραὶ τὴν Σὴν ποίμνην, ἃς οὐρανόθεν Ἁγνὴ ἐξαφάνισον, καὶ φύλαττε ταύτην ἀεί, τῶν δεινῶν ἀνωτέραν ὑμνοῦσάν Σε.

Ὡραίαν Σε, θυρωρὸν κεκτήμεθα, τὴν Μονὴν οἱ κατοικοῦντες Παρθένε, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὴν θύραν, τὴν διανοίγουσαν κλεῖς τοὺς Αὐτοῦ οἰκτιρμούς, τὴν πύλην τῆς τῶν οὐρανῶν, Βασιλείας ἧς ἡμᾶς ἀξίωσον.

Τὸ πάνσεπτον, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξὶ καὶ ὡραίαν, τοῦ οὐρανοῦ, καὶ τῆς γῆς πλατυτέραν, τοῦ Βασιλέως Χριστοῦ τὸ παλάτιον, τὴν ἔμψυχον Θεοῦ σκηνήν, τὴν ἁγνὴν Θεοτόκον ὑμνήσωμεν.

Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ὡς προστασίαν καὶ σκέπην καὶ ἔφορον, ὁ περιώνυμος κλῆρός Σου Ἄχραντε, ὑμνεῖ Σε ἀεὶ Πορταΐτισσα, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζει Σοι· ἀπαύστως με φύλαττε Δέσποινα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Τῆς Πορταϊτίσσης, ταῖς θείαις ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἔχει Σε Πανάχραντε, τὸ μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκείᾳ χρηστότητι καὶ διάσωσμα· διὰ Σοῦ πάσης γάρ, θλίψεως λυτροῦται· Πορταΐτισσαν δὲ ἄγρυπνον, ὥσπερ ηὐδόκησας, Μάνδρα τῶν Ἰβήρων ἡ ἔνδοξος· ἀλλ’ ὦ Θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσι τὴν χάριν Σου, καὶ μὴ ἀποστρέψῃς, τὸ πρόσωπόν Σου Κόρη ἀφ’ ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τοὺς δούλους Σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥάβδος Ἀαρωνῖτις Σὲ, τὴν ἔντιμον ῥάβδον ἐδήλου Δέσποινα· διό Σου θείᾳ ῥάβδῳ, ἀπέλασον τοὺς λύκους, καὶ ἡμᾶς παρακάλεσον, τῇ βακτηρίᾳ τῆς Σῆς, Εἰκόνος Θεοτόκε.

Ἡ Σὴ ποίμνη βοᾶ Σοι, ἐὰν Σὺ μὴ φυλάξῃς ποίμνην ὡς ψάλλει Δαβίδ, εἰς μάτην ὁ φυλάσσων, ἠγρύπνησε· διό με, διαφύλαξον Δέσποινα, ὑπὸ τὴν σκέπην τῆς Σῆς, Εἰκόνος Θεοτόκε.

Μυριώνυμε Κόρη, ἡ γεννήσασα Λόγον τὸν ἀνυμνούμενον, μυρίαις μυριάσι, δυνάμεων ἀΰλων, τὴν μυρίοπλον φάλαγγα, τῶν κυκλωσάντων ἡμᾶς, κατάβαλε δαιμόνων.

Ἀδιστάκτῳ τῇ πίστει διαπύρῳ καρδίᾳ ζέοντι πνεύματι, ἐν φόβῳ καὶ ἐν πόθῳ, προσέρχομαι κραυγάζων, τῇ Εἰκόνι Σου Δέσποινα· τὴν Σὴν Μονὴν ἐκ δεινῶν, λύτρωσαι Θεοτόκε.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐν ἑσπέρᾳ πρωΐ καὶ μεσημβρίᾳ, ἐν ἡμέρᾳ νυκτὶ καὶ πάσῃ ὥρᾳ, καὶ ἐν παντὶ καιρῷ καθικετεύω Σε, στένων καὶ δακρύων, ἀσπάζομαι φόβῳ, τὴν Σὴν σεπτὴν Εἰκόνα.

Ἴασαί μου τὰ πάθη τῆς καρδίας, φώτισόν μου τὸν νοῦν ἐσκοτισμένον, καὶ τὴν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτός με δεῖξον, Δέσποινα κληρονόμον.

Σὲ αἰνοῦσιν, Ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν ἀνθρώπων ὁμηγύρεις, καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα, Πάναγνε κυρίως, ἀνυμνολογοῦσι, τὴν Σὴν σεπτὴν Εἰκόνα.

Χαῖρε πύλη καὶ γέφυρα καὶ κλῖμαξ, ἐκ θανάτου πρὸς τὴν ἀθανασίαν, δι’ ἧς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγρὰν τοῦ βίου, θάλασσαν καὶ γῆθεν, ὑψούμεθα πρὸς πόλον.

ᾨδὴ η΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νεφέλαις τὸν ἐνδύοντα οὐρανόν, καὶ αὐταῖς ὑετίζειν προστάττοντα, ἐπὶ τὴν γῆν, ἔμψυχε νεφέλη καὶ φωτεινή, συνειληφυῖα Δέσποινα, πρώϊμον σωτήριον ὑετόν, ἐπόμβρησον νῦν ὕδωρ, ἀφέσεως Σῇ ποίμνῃ, κατεψυγμένῃ κακῶν καύσωνι.

Ὡς θάλαμον ὡραῖον καὶ φαεινόν, ὡς εὐώδη νυμφῶνα Πανάμωμε, ὡς εὐανθῆ, κῆπον καὶ παράδεισον εὐθαλῆ, ὡς νοητὸν ἁγίασμα, ὡς χρυσοπορφύρωτον κιβωτόν, ὡς ἔμψυχον χωρίον, καὶ πύρινον ὡς θρόνον, τὴν Σὴν Εἰκόνα ὀνομάζομεν.

Νῦν δεῖξον εἰς ἡμᾶς τοὺς ἁμαρτωλούς, τὰ ἀρχαῖα ἐλέη Σου Δέσποινα, ὅσα ἡμεῖς, ἔγνωμεν ἀκούσαντες ψαλμικῶς, οἱ δὲ ἡμῶν προπάτορες, εἶδον διηγήσαντό τε ἡμῖν, ὡς ἂν τὰ μεγαλεῖα, τῆς Σῆς σεπτῆς Εἰκόνος, καὶ ἡμεῖς ἄλλοι διηγώμεθα.

Πολλάκις ἐλυτρώσω ποίμνην τὴν Σήν, ἐκ κινδύνων πολλῶν καὶ κακώσεων, καὶ ἐκ λιμοῦ, γόνων τε τῆς Ἄγαρ καταδρομῆς, καὶ ἐκ πυρὸς Πανάμωμε, καὶ λιμοῦ κυκλώσαντος ταύτην πρίν, καὶ νῦν τῶν οἰκτιρμῶν Σου, τὸ πέλαγος δεικνύεις, καὶ διοικεῖς καὶ σώζεις πάντοτε.

Νυκτός τε καὶ ἡμέρας Μῆτερ Θεοῦ, τὸ Σὸν ὄνομα ἐπιβοώμεθα, Σὺ γὰρ ἡμῶν, ὑπερασπιστὴς ἐν τοῖς πειρασμοῖς, προπολεμοῦσα πάντοτε, κατατροπουμένη τοὺς καθ’ ἡμῶν· διὸ μὴ ἐπιλάθῃ, φωνῆς τῶν ἱκετῶν Σου, ἀλλ’ εἰς τὸ σῶσαι ἡμᾶς πρόφθασον.

Ὑπέραγνε Παρθένε Μῆτερ Θοεῦ, ὃν ἐκτήσω λαὸν περιούσιον, καὶ ἐκλεκτόν, ἔθνος καὶ μερίδα ἀγαπητήν, κληρονομίας σχοίνισμα, ὄρος ἁγιάσματος ἱερόν, καὶ κατοικητηρίου, ἐξαίρετόν Σου ποίμνην, ἕως αἰῶνος διαφύλαττε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Πίστει τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἄχραντε Παρθένε, προσκυνοῦμεν οἱ εὐσεβεῖς, λύσιν τῶν πταισμάτων, ἡμῶν λαβεῖν αἰτοῦντες, ταῖς Σαῖς πρὸς τὸν Υἱόν Σου, Ἁγνὴ δεήσεσι.

Λύτρωσαι κινδύνων ἐκ χαλεπῶν, τοὺς ἀσπαζομένους, τὴν Εἰκόνα Σου εὐλαβῶς, τῆς Μονῆς Ἰβήρων, τὴν ἄμαχον Παρθένε, ὑπέρμαχον ὡς ὄντως, καὶ Πορταΐτισσαν.

Τῶν θαυμάτων Πάναγνε ἡ πληθύς, τῆς ἀχράντου ὄντως, Σοῦ Εἰκόνος εἰς πᾶσαν γῆν, Δέσποινα ἐξῆλθε, τῶν εὐσεβῶν χορείας, πνευματικὴν πληροῦσα, ἀγαλλιάσεως.

Τοὺς ἀθροιζομένους τῷ Σῷ ναῷ, καὶ ἀσπαζομένους, τὴν Εἰκόνα Σου ἐκ ψυχῆς, τῆς Πορταϊτίσσης, ῥῦσαι παντὸς κινδύνου, Παρθένε Θεοτόκε, Θεοχαρίτωτε.

Τῆς Πορταϊτίσσης τὴν θαυμαστήν, καὶ σεπτὴν Εἰκόνα, προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν, καὶ βρύουσα ἰάσεις, καὶ ταύτην μετὰ πόθου, κατασπασώμεθα.

Ἴδοιμι Παρθένε ψυχοῤῥαγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα Σου τὴν σεπτήν, παραμυθουμένην, καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσα.

Ἆρόν Σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάγχνως, τοὺς Εἰκόνι Σου τῇ σεπτῇ, παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλοῦντας, καὶ πλήρωσον αἰτήσεις, τούτων Πανύμνητε.

Τί ἀνταποδώσωμεν οἱ οἰκτροί, δοῦλοί Σου Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἐπεδείξω, ἡμῖν τοῖς κετημένοις, Εἰκόνα Σου τὴν θείαν, πλοῦτον οὐράνιον.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, Σὰς ἀχράντου χεῖρας, αἷς ἐβάστασας τὸν Θεόν, ἆρον ὡς Υἱόν Σου, χάριτι καὶ δυνάμει, Εἰκόνος Σου τῆς θείας, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Ἀπολυτίκιον τῆς Πορταϊτίσσης. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τὴν θείαν Σοῦ Εἰκόνα δεδεγμένοι ἐν θαύματι, Πυλωρὸν Παρθένε καὶ σκέπην καὶ Προστάτιδα ἔχομεν, τοῦ κλήρου σου οἱ τρόφιμοι ἀεί, καὶ σοῦ ὡς ἀφομοίωμα ἡμεῖς, τὴν Αὐτήν σου προσκυνοῦντες ἀπὸ ψυχῆς, βοῶμεν σοι Θεοτόκε, δόξα τῇ παναγάθῳ σου βουλή, δόξα τῇ προστασία σου, δόξα τῇ πρὸς ἤμας Άγνή θεῖα προνοίᾳ σοῦ.

Κοντάκιον. Ἦχος πλ. δ’. Τό προσταχθέν μυστικῶς.
Τῶν μοναστῶν ἡ πληθῦς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἐν θείοις ὕμνοις, τὴν Πανάχραντον Παρθένον καὶ Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς τὴν μόνην κηδεμονίαν καὶ θυρωρόν, καὶ τοῦ ’Ὄρους τὴν Ἔφορον, ἀναβοῶντες ἐκτενῶς, χριστιανῶν τὸ στήριγμα, Χαῖρε Κόρη Μητρόθεε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ Σῇ κραταιᾷ προστασίᾳ, καὶ τὴν Εἰκόνα Σου, χάριν τε καὶ ἔλεος, ἡμῖν πηγάζουσαν, μετὰ φόβου καὶ πίστεως, Ἁγνὴ προσκυνοῦντας, σῷζε Πορταΐτισσα, πάσης στενώσεως, πάσης προσβολῆς ἐναντίας, καὶ ὀδυνηρῶν συμπτωμάτων, καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

 

Πηγή